Ἐὰν ἅπαξ σωθῆναι ζητῇς, τί περιεργάζῃ τὸν πλησίον; Ἅπαξ ὑπὸ ζυγὸν εἰσῆλθες, τί παραδιατάσσῃ; Ἵνα πῶς ὁ καρπὸς τῆς ὑπακοῆς σου φανῇ; Θάρσει, θάρσει, ἀγαπητέ, ὅτι οὔτε ἀξία, οὔτε τιμή, οὔτε μεγαλειότης, οὔτε τὸ λέγεσθαι πρῶτον ἢ δεύτερον, οὔτε τὸ ὀνομάζεσθαι ἡγούμενον, οὔτε τὸ ἀκούειν ἔνδοξον, οὔτε τὸ ἐγχειρισθῆναι τιμήν, οὔτε τὸ πιστευθῆναι ἀξίαν εἰς βασιλείαν οὐρανῶν εἰσάγει, ἢ ἄφεσιν ἁμαρτιῶν δωρεῖται. Οὐ ῥύεται ἐκ τῆς κολάσεως, ἀλλὰ καταδικάζει· ἡ ταπείνωσις δὲ καὶ ἡ ὑπακοή, ἀγάπη τε καὶ ὑπομονὴ καὶ μακροθυμία, ταῦτά εἰσι τὰ σῴζοντα ἄνθρωπον. Ἀδύνατον γὰρ ἄλλως εὐδοκιμῆσαι καὶ σωθῆναι, εἰ μὴ ἐν τῷ μιμήσασθαι τὸν Κύριον ἐν παντί. Οὐκ ἠκούσατε λέγοντος αὐτοῦ· οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ πάλιν· ἦλθον οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ πάλιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; Οὐκ ἠκούσατε αὐτοῦ λέγοντος· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν; Οὐκ ἠκούσατε, ὅτι καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ πῶς ἐπαγγέλλεται ἐλέγχειν κατὰ πρόσωπον; Οὐκ ἠκούσατε, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ σκότει ἐστίν; Οὐκ ἠκούσατε, ὅτι ὁ Διάβολος διὰ τὴν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν ἐξέπεσεν;