Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς βιωτικὰ φρονοῦντας καὶ τὰ ἀξιώματα διώκοντας

Ἐφραίμ ὁ Σύρος

Η θεία τάξη, η ταπείνωση του Χριστού και η κατάκριση της φιλαρχίας

Προβολή του ιεραρχικού προτύπου των αγγέλων και της ταπεινώσεως του Χριστού ως αντίδοτο στις έριδες και τον πόθο για εκκλησιαστικά αξιώματα, ενόψει της τελικής κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἄρα κἂν ὁ Ἀπόστολος οὐ πείθει ὑμᾶς ὅτι εἰ ὅλον τὸ σῶμα ἀκοή, ποῦ ἡ ὄσφρησις; Εἰ οὖν ὅλοι πρῶτοι, ὅλοι ἡγούμενοι, ὅλοι διατάκτορες, ποῦ λοιπὸν ἡ διαφορὰ τῆς τοῦ Θεοῦ διαταγῆς; Ὅμως κἂν οὐ πείθεσθε τῷ λέγοντι, οὐδεὶς ἑαυτῷ λαμβάνει τιμήν, εἰ μὴ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ· ἢ πάλιν ὅπως λέγει, μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, διὰ τοῦτο ἀρχὰς καὶ ἐξουσίας ἔταξεν ὁ Θεός. Εἰ γὰρ καὶ ἐν τοῖς οὐρανοῖς πάντες ἄφθαρτοι καὶ ἀθάνατοι, λειτουργικὰ πνεύματα ὄντα, οὐκ εὐδόκησεν ὁ Θεὸς πάντα ἐν ἑνὶ τάγματι εἶναι, ἀλλὰ καὶ ἐν τοῖς θείοις καὶ ἀθανάτοις λειτουργοῖς ἀρχαὶ καὶ ἐξουσίαι καὶ ὑπεροχαὶ εἶναι ἐπετάγησαν, καὶ ἕκαστος αὐτῶν οὐχ ὑπερβαίνει τὴν ἑαυτοῦ τάξιν. Πάντων τάξει καὶ τρόπῳ γεγονότων, διατί ἡμεῖς ἀδίκους φιλονεικίας ἐν ἀλλήλοις φιλονεικοῦμεν; Ἄγγελοι καὶ Ἀρχάγγελοι τὰ προσταχθέντα οὐχ ὑπερβαίνουσι, καὶ ἡμεῖς ἀλλήλους ὑπερβαίνομεν καὶ ὠθοῦμεν, καὶ εἷς τὸν ἕνα ὑπερακοντίζομεν, καὶ προπηδᾶν ἀλλήλους καὶ ἐξουθενεῖν καὶ σμικρύνειν ἐπειγόμεθα, ὡς πλεῖόν τι δυνάμενοι κατορθῶσαι.

Ὢ πώρωσις διανοίας μὴ πείθεσθαι τῷ λέγοντι ἀνεχομένη, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Πῶς κἂν οὐ δεδοίκασι τὸν λέγοντα, ὅτι παρ᾽ οἷς πολὺ δοθήσεται, πολὺ ζητηθήσεται, ἵνα κἂν οὕτω τὴν ταπεινοφροσύνην κτῶνται. Μὴ οὕτω τὸν βίον ἡμῶν ἐν χυδαιότητι διατελῶμεν. Μὴ οὕτως ἀδεῶς ὡς μὴ ἔχοντες τῆς δίκης τῆς φοβερᾶς ἐπακοῦσαι. Μὴ οὕτω διάγωμεν, ὥσπερ μὴ ἔχοντες λόγον μετὰ ἐπείξεως ἀποδοῦναι. Μὴ οὕτω, δέομαι ὑμῶν. Μὴ γινώμεθα πρόσκομμα καὶ σκάνδαλον τοῖς ἔξωθεν. Μὴ ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις συντιθῶμεν. Μὴ βλασφημείσθω τὸ καλὸν σχῆμα δι᾽ ἡμῶν, ἀλλὰ μᾶλλον εὐφημείσθω. Ἥξει γάρ, ἥξει καὶ οὐ χρονιεῖ ἡ φοβερὰ ὥρα ἐκείνη, ἐν ᾗ ἀναπολόγητα ἡμῖν ἔσται ἐξεταζομένοις. Τί γὰρ αὐτῷ καὶ ἐρεῖν δυνάμεθα; Τί γὰρ ἦν αὐτὸν ποιῆσαι ἡμῖν καὶ οὐκ ἐποίησεν;

Ὅτι αὐτὸν τὸν Θεὸν Λόγον ἐν δούλου μορφῇ ταπεινὸν οὐκ εἴδομεν, ἵνα καὶ ἡμεῖς ταπεινοὶ γενώμεθα; Ἢ ὅτι ἐμπτυσμένον τὸ ἀπερινόητον αὐτοῦ πρόσωπον οὐκ εἴδομεν, ἵνα καὶ ἡμεῖς ὑβριζόμενοι ἢ ἐπιπληττόμενοι μὴ ἀγριαίνωμεν; Ἀλλ᾽ ὅτι οὐκ εἴδομεν τὸν ἅγιον αὐτοῦ νῶτον διδόμενον εἰς μάστιγας, ἵνα καὶ ἡμεῖς ὑπείκωμεν κατὰ πάντα τοῖς ἡγουμένοις ἡμῶν; Ἢ οὐκ εἴδομεν τὸ πρόσωπον αὐτοῦ τὸ ἐπιβλέπον ἐπὶ τὴν γῆν καὶ ποιοῦν αὐτὴν τρέμειν, πῶς ἐρραπίζετο, ἵνα καὶ ἡμεῖς ἐξουθενούμενοι μὴ θηριώμεθα; Ἀλλ᾽ ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ, ἵνα καὶ ἡμεῖς μὴ γενώμεθα αὐθάδεις καὶ αὐτοθελεῖς καὶ αὐτεξούσιοι; Ἀλλ᾽ ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, ἵνα καὶ ἡμεῖς μὴ ὦμεν ἀντιλόγοι καὶ ἀπειθεῖς; Ἀλλ᾽ ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τὴν καρδίαν, ἵνα καὶ ἡμεῖς πραεῖς γενώμεθα καὶ ταπεινοί, καὶ μὴ ἀλλήλους φθονοῦντες, ἀλλήλους δάκνοντες καὶ κατεσθίοντες; Ἀλλὰ ποίαν ἀπολογίαν δοῦναι αὐτῷ ἔχομεν;

Μή, ἀδελφοί μου, μὴ οὕτω, παρακαλῶ· μὴ διὰ τὰ πάθη τὰ σαρκικὰ ἐκβληθῶμεν τῆς ἀθανάτου μακαριότητος· μὴ διὰ πρόσκαιρον τιμὴν ἀπολέσωμεν τὴν αἰώνιον δόξαν· μὴ δι᾽ ἔριν ἢ ζῆλον ἢ φθόνον καταδικασθῶμεν εἰς τὴν φοβερὰν γέενναν.

Ἐὰν ἅπαξ σωθῆναι ζητῇς, τί περιεργάζῃ τὸν πλησίον; Ἅπαξ ὑπὸ ζυγὸν εἰσῆλθες, τί παραδιατάσσῃ; Ἵνα πῶς ὁ καρπὸς τῆς ὑπακοῆς σου φανῇ; Θάρσει, θάρσει, ἀγαπητέ, ὅτι οὔτε ἀξία, οὔτε τιμή, οὔτε μεγαλειότης, οὔτε τὸ λέγεσθαι πρῶτον ἢ δεύτερον, οὔτε τὸ ὀνομάζεσθαι ἡγούμενον, οὔτε τὸ ἀκούειν ἔνδοξον, οὔτε τὸ ἐγχειρισθῆναι τιμήν, οὔτε τὸ πιστευθῆναι ἀξίαν εἰς βασιλείαν οὐρανῶν εἰσάγει, ἢ ἄφεσιν ἁμαρτιῶν δωρεῖται. Οὐ ῥύεται ἐκ τῆς κολάσεως, ἀλλὰ καταδικάζει· ἡ ταπείνωσις δὲ καὶ ἡ ὑπακοή, ἀγάπη τε καὶ ὑπομονὴ καὶ μακροθυμία, ταῦτά εἰσι τὰ σῴζοντα ἄνθρωπον. Ἀδύνατον γὰρ ἄλλως εὐδοκιμῆσαι καὶ σωθῆναι, εἰ μὴ ἐν τῷ μιμήσασθαι τὸν Κύριον ἐν παντί. Οὐκ ἠκούσατε λέγοντος αὐτοῦ· οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ πάλιν· ἦλθον οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ πάλιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; Οὐκ ἠκούσατε αὐτοῦ λέγοντος· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν; Οὐκ ἠκούσατε, ὅτι καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ πῶς ἐπαγγέλλεται ἐλέγχειν κατὰ πρόσωπον; Οὐκ ἠκούσατε, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ σκότει ἐστίν; Οὐκ ἠκούσατε, ὅτι ὁ Διάβολος διὰ τὴν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν ἐξέπεσεν;

Οὐκ ἠκούσατε, πῶς διὰ τὴν ἀντιλογίαν τὴν πρὸς τὸν Θεόν, ποίας καὶ πηλίκης δόξης ἐξέπεσεν; Οὐκ ἠκούσατε, πῶς δι᾽ ἕνα λόγον λοιδορίας ἐλεπρώθη Μαριὰμ ἡ ἀδελφὴ Μωσῆ; Διατί οὖν τοσούτων ὑποδειγμάτων ὄντων, ἡμεῖς ὡσεὶ ἀσπίδες τὰ ὦτα φράσσομεν, οὐ λέγω τὰ σωματικά, ἀλλὰ τὰ τῆς καρδίας ἡμῶν; Ταῦτα γὰρ ἀκούουσιν, ἀλλ᾽ ἐκεῖνα οὐ μνημονεύουσι. Διατί οὐ πιστεύομεν τῷ λέγοντι, ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει;