Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς βιωτικὰ φρονοῦντας καὶ τὰ ἀξιώματα διώκοντας

Ἐφραίμ ὁ Σύρος

Αυτομεμψία του συγγραφέα και καταληκτήρια ευλογία

Ειλικρινής εξομολόγηση της αναξιότητας του συγγραφέα, τελικές προτροπές για πνευματική καρποφορία και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Πιστεύσατε, ἀδελφοί μου, ἀπὸ πάντων ὧν παρῄνεσα ὑμῖν φυλάττεσθαι, ἔνοχος αὐτῶν εἰμι ἐγώ· ἀλλὰ κἂν ὑμεῖς καθαροὶ γένησθε, ἐγὼ γὰρ βεβορβόρωμαι ταῖς ἁμαρτίαις, ἀλλὰ σπουδάσατε διὰ τῆς καλῆς ὑμῶν μετανοίας κἀμὲ ἐξαγοράσαι.

Πιστεύσατε, ἀφ᾽ ὧν ἐλάλουν, οὐδὲν ἐφύλαξα· ἀλλ᾽ ὑμεῖς τῷ ἔργῳ κοσμήσατε τοὺς ἐμοὺς λόγους. Πιστεύω γὰρ ὑμᾶς ἀμώμους εὑρεθῆναι· ἐγὼ δὲ κατακέκριμαι ὑπὲρ ὧν λέγω καὶ οὐ ποιῶ. Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ ὡς ἐν παροιμίαις νομίσωμεν τὰ λεχθέντα· οὐδὲ γὰρ ἔξωθέν τι τῶν γεγραμμένων παρεισηγάγομεν, ἀλλ᾽ οὐδὲ ψευδῆ τὰ ῥηθέντα. Γένοιτο δὲ πάντας ὑμᾶς δεξαμένους τὸν σπόρον τοῦ λόγου, ὥσπερ γῆν ἀγαθήν, καρποφορῆσαι· τὸν μὲν τριάκοντα, τὸν δὲ ἑξήκοντα, τὸν δὲ ἑκατόν· ἵνα τοῖς καρποῖς κομοῦντες καὶ ταῖς ἀρεταῖς λαμπροφοροῦντες, εὐφρανῆτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Καὶ αὐτὸς εὐφρανεῖ ὑμᾶς ἐν τῇ ἀναπαύσει τῆς βασιλείας αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν ἰώνων. Ἀμήν.