Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ὑπομνηστικόν
Η προστασία της ψυχής από τα πάθη
Προειδοποιήσεις για τους κινδύνους των παθών, των πονηρών λογισμών και των κακών συναναστροφών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προστασία της ψυχής από τα πάθη
Προειδοποιήσεις για τους κινδύνους των παθών, των πονηρών λογισμών και των κακών συναναστροφών.
Νῦν οὖν, ἀγαπητέ μου, ἔγραψά σοι τὰς ἀρετὰς τῶν ἁγίων ἀνδρῶν καὶ τὰ ἔνεδρα τοῦ Ἐναντίου, ἵνα ῥυσθεὶς ἐκ τῶν ἐκείνου παγίδων δυνήσῃ τὴν ψυχήν σου σῶσαι. Μὴ γάρ μοι εἴπῃς, ὅτι εἰς μοναστήριον εἰσῆλθον, καὶ σχῆμα ἀγγελικὸν ἐφόρεσα· οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ὁ Θεός, οὐ τῷ ἔξωθεν σχήματι τέρπονται, ἀλλὰ τῶν ἀγαθῶν πράξων τοὺς καρποὺς ἐπιζητοῦσι.
Στῆθι οὖν, ὡς δένδρον εὐθαλές, φυλάσσων τοὺς καρποὺς τῶν ἀρετῶν σου, μὴ ἐλθὼν ὁ σκώληξ τῆς ὑπερηφανίας διαφθείρῃ σου τὸν καρπὸν τῆς ταπεινοφροσύνης· μὴ τὸ ψεῦδος κλέψῃ σου τὴν ἀλήθειαν· μὴ ἡ κενοδοξία σκιάσῃ σου τὴν εὐλάβειαν· μὴ ἡ ὀργὴ συλήσῃ σου τὴν πρᾳότητα· μὴ ὁ θυμὸς κενώσῃ σου τὴν μακροθυμίαν· μὴ ἡ μάχη λυμάνῃ σου τὴν εἰρήνην· μὴ ἡ ἔχθρα τὴν φιλίαν ἐμποδίσῃ· μὴ ἡ μνησικακία τὴν καταλλαγὴν ἐκκόψῃ τῆς ἀγάπης· μὴ ὕβρις τὴν τιμὴν ἀπελάσῃ· μὴ ἡ ἔρις τὴν συμφωνίαν μερίσῃ· μὴ ἡ ταραχὴ τὴν ἡσυχίαν διώξῃ· μὴ ἡ γαστριμαργία τὴν νηστείαν ἐμποδίσῃ· μὴ ἡ ἀδηφαγία τὴν ἐγκράτειαν ἐκκόψῃ· μὴ ἡ ῥᾳθυμία τὴν σπουδὴν ὑποσκελίσῃ· μὴ ὁ ὕπνος τὴν ἀγρυπνίαν κοιμήσῃ· μὴ ἡ ἀκηδία τὴν προθυμίαν βαρήσῃ· μὴ ἡ ὀκνηρία τὴν διακονίαν κωλύσῃ· μὴ ὁ γογγυσμὸς τὴν ὑποταγὴν ὑποσύρῃ· μὴ παρακοὴ τὴν ὑπακοὴν ἀποκλείσῃ· μὴ ἡ ἀργολογία τὴν ψαλμῳδίαν νικήσῃ· μὴ ἡ εὐτραπελία τῆς δοξολογίας περιγένηται· μὴ ὁ γέλως τοῦ πένθους κατισχύσῃ· μὴ ἡ ἀποτομία τὴν συγκατάβασιν ἀχρειώσῃ· μὴ πορνεία τὴν σωφροσύνην διαφθείρῃ· μὴ ἀπιστία τὴν πίστιν καταργήσῃ· μὴ φιλαργυρία τῆς ἀκτημοσύνης προτιμηθῇ· μὴ τοὺς γονεῖς ὑπὲρ τὸν Χριστὸν ἀγαπήσῃς· μή σοι ὁ κόσμος ὑπὲρ τὴν βασιλείαν ἡδυνθῇ· μή σοι πλοῦτος τὴν πενίαν ὀνειδίσῃ· μή σου καταλαλιὰ τὴν γλῶσσαν ἐρεθίσῃ· μή σε διαβολὴ ἀδελφοκτόνον ἀπεργάσηται· μή σου ψιθυρισμὸς τὴν ψυχὴν μολύνῃ· μή σοι φθόνος κατά τινος ἐμβαρῇ· μή σου δόλος τὸ καθαρὸν τῆς καρδίας μιάνῃ· μή σε ὑπόκρισις τῶν ἀγαθῶν στερήσῃ· μή σε συκοφαντία προδότην ἀπεργάσηται· μή σοι ψευδομαρτυρία κόλασιν προξενήσῃ· μή σε κλοπὴ τῆς βασιλείας ἀπαλλοτριώσῃ· μή σοι ἀδικία τὸν παράδεισον ἀποκλείσῃ· μή σου ἀνθρωπαρέσκεια τὰ ὀστέα διασκορπίσῃ· μή σου προσωποληψία τὴν παρρησίαν ἐκκόψῃ· μή σε φιληδονία τῆς φιλοθεΐας κατασύρῃ· μή σου ἐπιθυμία τὴν κατάνυξιν τυφλώσῃ· μή σου ἡδονὴ τὸν εἰς Θεὸν πόθον ἀμαυρώσῃ· μή σε ἡδονὴ βρωμάτων τῆς τρυφῆς τοῦ παραδείσου ζημιώσῃ.
Μὴ ἄνθρωπον βδελύξῃ, ἵνα μὴ τὸν τούτου ποιητὴν παροργίσῃς. Μὴ μέμψῃ ἀκαίρως, ἵνα μὴ εἰς κατάγνωσιν ἐμπέσῃς. Μή τινα ὀνειδίσῃς, οὐ γὰρ οἶδας τί σοι συμβαίνῃ.
Μὴ ὑψωθῇς τῇ καρδίᾳ, ἵνα μὴ πεσὼν ἐπαγάγῃς σεαυτῷ ἀτιμίαν. Μή σου θρασύτης τὴν ἐπιείκειαν ἀποκόψῃ· μή σου δειλία τοῦ θάρσους καταδυναστεύσῃ· μὴ καταφρόνησις τὸν φόβον σου ἀφαντώσῃ· μή σε ῥεμβασμὸς τῆς συνοδίας χωρίσῃ· μή σου μετεωρισμὸς τὴν ψυχὴν τραυματίσῃ. Μὴ ἐξ ἀκοῆς τὴν ψυχὴν κηλιδώσῃς· μὴ συνδιαζώσῃς κακοῖς, μηδὲ συμβουλεύσῃ, μήποτε ἡ κακία σκοτίσῃ σου τὴν ἀκακίαν, μὴ πονηρία νικήσῃ σου τὴν ἀγαθότητα, μὴ φθόνος περιγένηταί σου τῆς ἀπαθείας. Μὴ γίνου προπετής, ἵνα μὴ μισηθῇς ὑπὸ πάντων· μή σοι αὐθάδεια μάστιγας προξενήσῃ. Μὴ δῷς ἄνεσίν ποτε τῇ σαρκί σου, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου. Μή σου βλασφημία ἁρπάσῃ τὴν εὐφημίαν· μή σε ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας· μή σε ἀπόνοια ἐκ τῶν οὐρανῶν κατασπάσῃ· μή σου καύχησις τὸν θησαυρὸν ἐκκόψῃ· μὴ μεγαλορρημοσύνη τὰ κρυπτά σου θριαμβεύσῃ· μὴ βασκανία διὰ σοῦ τινὰ ἀμαυρώσῃ· μὴ ἀφροσύνη τὴν σύνεσίν σου τυφλώσῃ· μὴ μωρία τὴν φρόνησίν σου σκοτίσῃ· μὴ ἄνοια τὸν νοῦν σου κυριεύσῃ· μὴ ἀδιακρισία τὴν διάκρισίν σου ἀλλοιώσῃ· ἢ ἕτερόν τι τῶν ἀπηγορευμένων, διαλανθανόντων νῦν, ἐν τῇ καρδίᾳ ὑπεισέλθῃ, καὶ αἰχμαλωτίσῃ σε τῆς βασιλείας τῶν οὐρανῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.