Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ὑπομνηστικόν

Ἐφραίμ ὁ Σύρος

Οδηγίες ανάγνωσης και επίλογος

Προτροπή για τη διαρκή μελέτη της επιστολής και τελικές παραινέσεις προς την πνευματική τελειότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός, ὁ σῴζων πάντας τῇ αὑτοῦ χάριτι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Παραγγέλλω σοι ἐν Χριστῷ Ἰησοῦ, τέκνον, ὥστε φυλάξαι σε τὴν ἐπιστολὴν ταύτην, ἀναγινώσκειν τε αὐτὴν συνεχῶς καὶ πάλιν αὐτὴν ἀποτιθέναι· καὶ ἕως ἂν αὐτὴν ἐκμάθῃς, μὴ συγχωρήσῃς. Μετὰ γὰρ πολλῆς ἀκριβείας περὶ πάντων τῶν παθῶν ἔγραψά σοι, ἵνα καὶ μελετᾶς αὐτὰ συνεχῶς, καὶ φυλάσσῃς ἀκριβῶς. Ἐν τίνι γὰρ κατορθώσῃ νεώτερος τὴν ὁδὸν αὐτοῦ, εἰ μὴ ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους τοῦ Κυρίου;

Τέως ταῦτα φανερὰ ἔργαψά σοι, ἐξ ὧν καὶ εὐχερῶς φυλάξασθαι δύνῃ. Ὅταν δὲ ταῦτα κατορθώσῃς, τότε σου τὸν νοῦν ἐπιστηρίξω εἰς περισσοτέραν ἀκρίβειαν, ἵνα οὕτως καὶ εἰς τὸ τέλειον φθάσαι καταξιωθῇς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ Ἁγίῳ Πνεύματι τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.