Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ερμηνευτική προσέγγιση της θείας γέννησης έναντι των αρειανικών δοξασιών

Ερμηνεία των μεταφορικών ονομασιών του Χριστού, απόδειξη της άχρονης γέννησης του Λόγου, και ανασκευή της αλληγορικής παρερμηνείας των προφητικών οραμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 12

Ἑτέρας δὲ πάλιν θηρῶνται * ματαίας ὑπολήψεις παραπλέκοντες τοῖς θείοις λόγοις καὶ ἐναντίως διανοοῦνται καί φασιν· πῶς οὖν γέγραπται «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» καί «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ θαῦμά μοι μέγα ἐπέρχεται πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι τὴν ἐν αὐταῖς φραζομένην δύναμιν ἀγνοοῦσι. τὸ γὰρ εἰπεῖν «δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐ περὶ τῆς θεότητος εἴρηται. ὁ θεὸς γὰρ ἦλθε * καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι γραφαί. οὐδὲν γὰρ ἐν αὐταῖς ἐστὶ σκολιὸν ἢ στραγγαλιῶδες, «πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». «λάβετε» γάρ φησι «παιδείαν καὶ μὴ ἀργύριον»· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ θεοῦ τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς δὲ συνιοῦσιν ὀρθῶς καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα. ἵνα δὲ αὐτοὺς ἐλέγξῃ, ὁ ἀπόστολός φησι· «πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ 〈πρὸς θεὸν〉 ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας».

διὰ τοῦτο καὶ αὐτὸς ὁ μονογενής, ἐπειδὴ ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς ἦλθε γενέσθαι, ἔλαβεν ἐξ ἡμῶν τὴν σάρκα, ἵνα ὑπὲρ ἡμῶν ὁ ἀφ᾽ ἡμῶν γενόμενος προσφορὰ τῷ ἰδίῳ πατρὶ θεῷ τοὺς μαθητὰς «ἀδελφοὺς καλέσῃ». ποῦ οὖν τὸ γενόμενος πληροῦται; οὐκ ἄλλοθεν, ἀλλὰ πρὸς τοῦ ἀρχιερέως. «δέξασθε, γάρ 〈φησιν〉, τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν».

Ἵνα δὲ καὶ παραδείγματι περισσοτέρῳ χρήσωμαι· ἐρωτήσειέ τις βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ καὶ λέξει αὐτῷ τολμήσας· τίς οὗτός ἐστιν; ἀκούσας δὲ παρὰ τοῦ πατρὸς δικαίαν ὁμολογίαν· υἱός μού ἐστι, πάλιν ἔροιτο· υἱός σου κατὰ φύσιν; καὶ ναί τοῦ βασιλέως εἰπόντος αὖθις ἐπάξει ὁ ἐρωτῶν· τί οὖν αὐτὸν ἐποίησας; πάντως ἂν ἐρεῖ· βασιλέα αὐτὸν ἐποίησα. ἆρα τὴν ἀξίαν εἰπὼν τὴν γνησιότητα ἠρνήσατο; ἐὰν τὸ δεύτερον εἴπῃ, τὸ ἀρχαῖον ἠφάνισεν; οὐδαμῶς. οὕτως γοῦν καὶ ὁ θεὸς καὶ πατὴρ ἐγέννησε τὸν υἱὸν ἀνάρχως καὶ ἐν σαρκὶ πεπλήρωται τό «ἐποίησεν αὐτὸν ἀρχιερέα».

Ἀλλά, φασί, γέγραπται «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. ἡ γὰρ βίβλος παροιμίαι καλεῖται Σολομῶντος. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν. «ὁμοία γάρ ἐστι» φησίν «ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως»· καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος. εἰ ἄρα δεῖ λέγειν τόπον, ἐν ᾗπερ βασιλείᾳ ἐστὶ βασιλεὺς ὁ θεὸς καὶ πατὴρ καὶ ὁ θεὸς Λόγος καὶ υἱὸς τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἄγγελοί τε καὶ ἀρχάγγελοι, στρατιαὶ πνευματικαί, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντες δίκαιοι, ποῦ τοίνυν τὰ τοσαῦτα ἐν κόκκῳ σινάπεως χωρηθήσεται; τὸ δὲ τροπικὸν τοῦ λόγου αἰνιγματωδῶς λέγεται. ἄρα οὐ ταυτόν ἐστι τὸ παροιμιαζόμενον. ἀλλὰ καὶ γυναικὶ ἐχούσῃ δέκα δραχμὰς καὶ ἀπολεσάσῃ μίαν καὶ λύχνον ἁψάσῃ καὶ εὑρούσῃ αὐτήν, ἀλλὰ καὶ σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, ἀλλὰ καὶ σπόρῳ σπειρομένῳ ἐπὶ τῆς γῆς *. ταῦτα δὲ πάντα αἰνιγματωδῶς 〈λέγεται〉, οὐ ταυτὸν δέ ἐστι τῇ δυνάμει. καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροιμιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ εἴρηκε τοῦτον τὸν λόγον. ἔστι γὰρ σοφία καὶ σοφία.

οἶδεν οὖν ὁ ἀπόστολος λέγειν «οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν» καί «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου» καὶ πάλιν λέγει «οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾽ ἐν δυνάμει θεοῦ», καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων «ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ», καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν «ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καί «σοφία τοῦ πένητός ἐστιν ἐξουδενωμένη» καί «αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής» καί «σοφία πατρὸς ὁ μονογενής».

Τί οὖν λέγομεν; εἰ σοφία πατήρ ἐστι καὶ ὁ υἱὸς δὲ κατὰ τὸν ἐκείνων νοῦν οὐ προῆλθεν ἐξ αὐτοῦ, Λόγος καὶ θεὸς ὢν καὶ σοφία ὤν, ἄρα ὁ πατὴρ λείπεται σοφίας ἐν ἑαυτῷ. πῶς οὖν «θεῷ μόνῳ σοφῷ ἀοράτῳ» * καὶ ταῦτα πάντα ἐστὶν ἀκατάληπτα καὶ ἄπειρα ἀνθρώποις; ἔδωκεν ὁ θεὸς σοφίαν τῷ Σολομῶντι καὶ ἐνέπλησε σοφίας τὸν Βεσελεὴλ καί «σοφοὶ ἄνθρωποι κρύπτουσιν αἰσχύνην». καὶ περὶ σοφίας πολλὰ ἔστι λέγειν. ἐκείνη δὲ ἡ σοφία τοῦ πατρὸς μονοειδής ἐστι, μὴ ἔχουσα ἀντιπαράθεσιν ἄλλην. ὅμως δὲ εἰ καὶ περὶ αὐτῆς ἦν ὁ λόγος ᾀδόμενος, οὔτε συντίθεμαι οὔτε ἀποτάσσομαι, θεῷ δὲ συγχωρῶ τὸ εἰδέναι· βεβιασμένως δὲ ὁρῶ ἀντιπαράθετα τὰ λεγόμενα. «ἔκτισε», γάρ φησιν, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». πῶς οὖν τὸ γεννώμενον θεμελιοῦται; πῶς δὲ τὸ κτιζόμενον γεννᾶται; εἰ γὰρ κτιστόν, οὐ γεννητὸν ὄντως. ἡμεῖς γὰρ ἃ γεννῶμεν οὐ κτίζομεν καὶ ἃ κτίζομεν οὐ γεννῶμεν· ἐσμὲν γὰρ κτιστοὶ καὶ τὰ ὑφ᾽ ἡμῶν γεννώμενα κτιστά. ἐν θεῷ δὲ τῷ ἀκτίστῳ τὸ γέννημα οὐ κτιστόν. εἰ γὰρ ἐγέννησεν, οὐκ ἔκτισεν· εἰ δὲ μετὰ τὸ κτίσαι πάλιν γεγέννηκε, πῶς ἄρα τὸ πρῶτον κτισθὲν ὕστερον γεννᾶται; εἰ τοίνυν περὶ αὐτοῦ ἐστι τὰ λεγόμενα, εἰς τὴν ἔνσαρκον οἰκονομίαν πληροῦται. καὶ διὰ τοῦτο τὰ ἐγγύτερα πρῶτον λέγει καὶ τὰ ἀρχαιότερα ὕστερον διηγεῖται.

πεῖσαι γὰρ ἀνθρώπους τοὺς ἐγγυτάτω βουλόμενος ἀπὸ σαρκὸς ἄρχεται (ἀρχὴ γὰρ ὁδῶν τῆς δικαιοσύνης τοῦ εὐαγγελίου ὅτι σὰρξ ἡμῖν ὁ Λόγος ἐν Μαρίᾳ ἐγένετο ψυχή τε ἐν τῇ αὐτῆς σαρκὶ τεθεμελίωται), ἵνα τὰ ἀνώτερα ὕστερα δείξῃ. λέγομεν δὲ ἐκ κόλπων πατρῴων ἀπὸ τῶν οὐρανῶν γενέσθαι ἐπὶ τὴν γῆν, ἐπεὶ ἦλθεν ἡμῖν ὕστερον τὴν πᾶσαν οἰκονομίαν τελέσας. οὐκ ἄρα τοίνυν κτιστὸς ὁ Λόγος (μὴ γένοιτο) καὶ οὐδὲν ἡμῖν σκολιὸν ἐνεγέννησεν ἡ θεία γραφὴ εἰς οὐδὲν τὸ παράπαν.

Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι «κύριος ἐκτήσατό με», ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει «ἀδωναὶ κανανί»· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεννωμένων «ἐκτήσατο τέκνα». ἀλλ᾽ οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὕτω δύναται ἑρμηνεύεσθαι «κύριος ἐνόσσευσέ με». καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε». οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ «τοῦτον τὸν Ἰησοῦν» 〈τουτέστιν〉 τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον. ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί» καὶ πάλιν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», ὥς φησι Παῦλος. καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῳ «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός», ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ 〈τῶν〉 κατωτέρω, αὐτὸν δὲ εἶναι φυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν.

συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός», «ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών». ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ᾽ οὐ ψιλόν. τὸ γάρ «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὢν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.

Ἀλλὰ καὶ πάλιν ἀμαθαίνοντές φασιν· ὁρᾷς ὅτι «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι᾽ ἁρπαγμοῦ, ἀλλ᾽ «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ θεὸς εἶναι φύσει, ὅτι ἦν. εἰ μὴ γὰρ ἦν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ 〈γὰρ τῷ λαβὼν〉 τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν * θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἵνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ᾽ 〈ἵνα〉 ἐν ᾗ μορφῇ ἔλαβε τοὺς ὑπακούοντας δούλους ἐλευθερώσῃ. ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν 〈ἑαυτὸν〉 ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ τοῦ * θαρραλεώτερον * οὕτω δεικνύειν ἐν τῷ λέγειν «ἐὰν μὴ εἴπω, ἔσομαι καθ᾽ ὑμᾶς ψεύστης»· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν «δι᾽ ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ᾽ ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ». ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ 〈περὶ〉 αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τὰ τοιαῦτα. δηλονότι καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ εἰς αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα.

οἴδαμεν δὲ δι᾽ ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι δι᾽ αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι᾽ αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἑδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος 〈διὰ〉 τὸ τεθεμελιωμένον· ἥλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας.

Εἶτά φασιν ὅτι 〈εἰ〉 γέγραπται περὶ αὐτοῦ ὅτι κτίσμα ἐστίν, ὁμολογεῖν δεῖ καὶ τὸ κτίσμα. ἰδοὺ κἀγὼ διηγησάμην μέρος τι τῶν χρήσεων τῶν διὰ τῶν αἰνιγμάτων αὐτοῦ εἰς ἡμᾶς πεπληρωμένων. εἴπωσιν 〈δὲ〉 ἡμῖν ἐν τῷ λέγειν αὐτὸν κτίσμα τί χρησιμεύει; θύρα εἰκότως εἴρηται τροπικῶς, ἵνα γένηται εἴσοδος ἡμῶν καὶ ὠφέλεια, καὶ ὁδός, ἵνα δι᾽ αὐτοῦ βαδίζοντες μὴ πλανηθῶμεν· κτίσμα 〈δὲ〉 διὰ τί ἡμῖν γίνεται; τί ἡμᾶς ὠφελεῖ; ναί, φησὶν ὁ κενόδοξος φιλονεικῶν· εἰ μὴ γὰρ αὐτὸν εἴπῃς κτίσμα, τῷ πατρὶ πάθος περιτίθης. πᾶς γὰρ γεννῶν πάθει περιβέβληται· ἢ γὰρ συστέλλεται ἢ πλατύνεται ἢ ἁπλοῦται ἢ ἀπορρέει ἢ ὀγκοῦται ἤ τι τῶν τοιούτων 〈πάσχει〉. φεῦ γε καὶ τῆς τοιαύτης διανοίας πονηρᾶς οὔσης καὶ οὐκ ἀληθεστάτης. τίς ταῦτα περὶ θεοῦ διανοηθήσεται; ποία δὲ ὑπόνοια τοιαῦτα τολμήσει; δηλονότι οὐδεὶς οὐδὲ τῶν δαιμόνων τοιοῦτόν τι διανοηθήσεται. κἄν τις ὁμολογῇ τὸν πατέρα, πιστεύει αὐτὸν τὸν υἱὸν ἐν ἀληθείᾳ γεγεννηκέναι. * οὐ γὰρ ὄγκοις περιφέρεται τὸ θεῖον οὐδὲ σῶμά ἐστιν ἔγκυον, ἵνα ὑπομείνῃ τὰ προειρημένα. «πνεῦμα γὰρ ὁ θεός», πνεῦμα δὲ ῥύσιν οὐχ ὑφίσταται οὐ τομὴν οὐ 〈συ〉στολὴν οὐ μείωσιν οὐχ ἅπλωσιν οὐδέ τι τῶν τοιούτων. καθὸ τοίνυν ὁ πατὴρ πνεῦμά ἐστι, τὸν υἱὸν θεὸν Λόγον γεγέννηκε πνευματικῶς ἀχρόνως ἀκαταλήπτως καὶ ἀνάρχως.

Ἵνα δὲ τούτους πείσωμεν τοὺς ταῦτα νοοῦντας, οὐχ ὅμοια μὲν φάσκοντες, ἀφ᾽ ὁμοίων δὲ τὴν αὐτῶν ἀποστρέφοντες κακὴν ἀπολογίαν εἴπωμεν· κτίσμα ἐστὶ [τὸ] ἀπείρως καὶ μυριονταπλασίως τοῦ αὐτοῦ δεσπότου ἀποδέον. καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι πυρός, γεμίσαντες ὕδωρ ἐν ἄγγει ὑελίνῳ καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον, ἐκ λίνου ἢ ἐκ στυπείου πεποιημένην. ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς μαρμαρυγῆς ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται καὶ ἐξάπτει τὸ πῦρ. ἆρα τέτμηται ὁ ἥλιος διὰ τῆς μετοχῆς τῆς οὐσίας; ἆρα ἐνέλειψεν; ἆρα μεμείωται; οὐχί, φασίν. εἰ τοίνυν κτίσμα ὢν οὐκ ἐμειώθη, πόσῳ γε μᾶλλον ὁ ἄπειρος καὶ ἀκατάληπτος καὶ ἄχραντος ὢν θεός, ἐξ ἑαυτοῦ γεννήσας πνεῦμα ὢν θεὸν Λόγον ἄφραστον καὶ ἀκατάληπτον καὶ ἄφθαρτον ἐν ἀφθαρσίᾳ ἐγέννησεν, οὐ διὰ πάθους οὐ διὰ τομῆς οὐ δι᾽ ἐλλείψεως, ἀλλὰ τέλειος τέλειον ἐν τελειότητι. καὶ ἡ μὲν τοῦ πυρὸς φύσις πολλοὺς λύχνους ἅπτει ἀπὸ ἑνὸς καὶ ὁ πρῶτος ὑπάρχων οὐκ ἐμειώθη· πάλιν δὲ δύναται ἡ αὐτὴ οὐσία ἐκ πολλῶν μερικῶν εἶναι, φημὶ δὲ λύχνων ἢ λαμπάδων. ἀλλ᾽ οὐχ οὕτω τὸ θεῖον, μὴ γένοιτο· οὐ πάλιν γὰρ 〈εἰσ〉ῆλθεν ὁ Λόγος καὶ συναλοιφὴν τῷ πατρὶ εἰργάσατο, ἀλλ᾽ ὁ πατὴρ πατήρ ἐστι καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πνεῦμα ἅγιον.

Μωρὸν γὰρ τὸ παρὰ τοῖς Μανιχαίοις εἰρημένον ὅτι ἐν † τῷ νοῒ τοῦ Μάνη αἱ ψυχαὶ ἀπὸ τοῦ στύλου τοῦ φωτὸς γενόμεναι ἓν σῶμά εἰσι καὶ λυόμεναι ἀπὸ τῶν σωμάτων αὖθις ἀναπλάττονται τῇ μιᾷ οὐσίᾳ, ὡς εἰς τὸν ἕνα στῦλον 〈συναγόμεναι〉 κατὰ τὸ μυθῶδες αὐτῶν τοῦ πλάσματος. ἀλλ᾽ οὐχ οὕτως ἔδειξε τὸ εὐαγγέλιον, ἀλλ᾽ ἔκλασεν ἀπὸ πέντε ἄρτων καὶ ἐχόρτασε πεντακισχιλίους καὶ οὐκ ἀφῆκεν αὐτῶν τὰ περισσεύματα, ἀλλά «συναγάγετε» φησί «καὶ μηδὲν ἀπολίπητε τῶν κλασμάτων», καὶ συνήγαγον δώδεκα κοφίνους· καὶ εἰς τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις οὐκ εἰς συνάφειαν ἄρτων ὡς ἦσαν ἐποίησε. συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ᾽ εἰς πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων. καὶ οὐ καθ᾽ ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν καὶ τὸ προειρημένον τοῦ ἡλίου ὑπόδειγμα. οὐ γὰρ τοὺς ἄρτους ψυχὰς λέγομεν οὔτε 〈τὰ〉 κλάσματα, μὴ γένοιτο, οὔτε τὸν θεὸν ἐξισοῦμεν τῷ ἡλίῳ 〈τῷ〉 ὑπ᾽ αὐτοῦ ἐκτισμένῳ οὔτε τὸν μονογενῆ αἴγλῃ τῇ ὑπὸ τοῦ ἡλίου εἰς τὸ στυπεῖον πεμπομένῃ. κατὰ δὲ τὸ ὅμοιον καὶ 〈αἱ〉 ψυχαὶ αἱ γεννηθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ᾽ εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι «πολλαὶ μοναὶ παρὰ τῷ πατρί»· οὐκ εἰς ἕνα δὲ βουνὸν γινόμεναι, ἀλλ᾽ ἑκάστου ἰδιαζόντως ἀριθμουμένου.

οὐδὲ ἐν τῷ λέγειν γεγεννηκέναι τὸν θεὸν τὸν μονογενῆ αὐτοῦ υἱὸν πάθος αὐτῷ προσάπτομεν κατὰ τὴν ἐκείνων κακὴν βλασφημίαν. πᾶς γὰρ γεννῶν ἐμπαθῶς κάμνει καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα κατὰ τὸν ἐκείνων λόγον, ἵνα μὴ δῶμεν θεὸν κάμνοντα ἢ πάσχοντα. πόθεν οὖν εὕρομεν τὸν υἱὸν ἢ διὰ τί ὄνομα υἱοῦ ἔχει; οὗτοι δὲ συλλογισμοὶ ἀνθρώπων καὶ ἀπὸ γηΐνων φρονημάτων ὁρμώμενοι. τὰ γὰρ ἡμῶν πάθη τῶν ἀνθρώπων εἰς θεὸν ἀθέμιτόν ἐστι λογίζεσθαι, σαφῶς τοῦ θεοῦ λέγοντος «οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου» καὶ πάλιν «οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ θεός».

Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ πατρὸς τοῦ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· πάλιν 〈δὲ〉 ὡς ἐπὶ μελλόντων λέγει «σὺ γὰρ ὁ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην», καὶ τότε ἐν τοῖς ᾄσμασιν «ἐκλελοχισμένος ἀπὸ μυριάδων». πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν. νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν «ἐξελεξάμην» κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται. εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, «ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ». τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν. φανερὸν γὰρ πόθεν ἐκλελοχισμένος καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν καὶ Μαρία μόνη «εὗρε χάριν» καὶ ἐν αὐτῇ ἐξελέξατο τὴν ἁγίαν σάρκα.

διὰ τοῦτο ἔφη εὐδόκησα, ὡς καὶ Δαυὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν κύριον πεπιστευκότων καὶ μετὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, ὅτι «ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· 〈ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,〉 τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε», τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ, ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ πνεύματος ἁγίου ἐκλελεγμένην. * τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρκὸς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ πατήρ. εὐδόκησε γὰρ ὁ πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ, ἡ δὲ θεότης ἀπείρως ἔχει τῆς φύσεως.

Λέγει δὲ αὐτὸν ὁ ἀπόστολος καὶ «υἱὸν ἀγάπης», «ὃς ἐρρύσατο ἡμᾶς» φησίν «ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ». καὶ οἱ ληροῦντες ἐνταῦθα μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης θεοῦ εἶναι τὸν υἱόν φασι. καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου· ἐν ἄλλῳ γὰρ τόπῳ φησὶν ὁ ἀπόστολος ὅτι «θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ». ἀληθῶς γὰρ υἱὸς ἀγαπητὸς ὁ μονογενής, ἐπειδὴ ἀγάπη ὁ πατήρ, ἀγάπη ὁ υἱός, ἐπειδὴ ἀγάπη ἐξ ἀγάπης ἐστίν. υἱὸς οὖν ἐστιν ἀγάπης δι᾽ ἡμᾶς καὶ δι᾽ ἑαυτόν, ὅτι ἐν αὐτῷ ἠγάπησεν ἡμᾶς καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ παρέδωκεν ὑπὲρ ἡμῶν. οὔτε οὖν κάμνει ἐργαζόμενος οὔτε πάσχει γεννῶν. καὶ μὴ μάτην ἐπισωρεύωσιν ἑαυτοῖς βλασφημίας. εἰ γὰρ κτιστός ἐστιν ὁ υἱός, οὐ προσκυνητὸς κατὰ τὸν ἐκείνων λόγον. μωρὸν γάρ ἐστι κτίσιν προσκυνεῖν καὶ ἀθετεῖν τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν». οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. προσεκύνησαν αὐτῷ οἱ μαθηταί, προσκυνοῦσιν αὐτῷ οἱ ἄγγελοι ἐν οὐρανῷ· 〈φησὶ γὰρ〉 «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ» καί «προσκυνήσω σε, κύριε ἡ ἰσχύς μου».

ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται· εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ υἱῷ τοῦ θεοῦ δεῖξαι, ποῦ εἶπεν ὁ πατὴρ ὅτι ἔκτισά μοι υἱὸν ἐν παλαιᾷ καὶ ἐν καινῇ διαθήκῃ ἢ ποῦ εἶπεν ὁ υἱὸς ὅτι ἔκτισέ με ὁ πατήρ. τέσσαρα εἰσὶν εὐαγγέλια κεφαλαίων χιλίων ἑκατὸν ἑξήκοντα δύο καὶ ἀπ᾽ ἀρχῆς ἕως τέλους ἐλάλησεν ὁ υἱὸς καὶ πρὸς αὐτὸν ὁ πατὴρ καὶ οὐδαμοῦ εἶπεν· ἔκτισέ με ὁ πατήρ μου, οὐδὲ ὁ πατήρ· ἔκτισά μοι υἱὸν ἢ ἔκτισα τὸν υἱόν μου.

Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· τί οὖν λέγεις τὸ σῶμα; ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον. Μαρία δὲ τί; φησίν, ἄκτιστος ἢ κτιστή; κτιστὴ δηλονότι καὶ αὐτοὶ λέγομεν, γεννηθεῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖς τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν γὰρ μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὖν, κτίσμα προσκυνεῖς τὸ σῶμα. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. καὶ γὰρ βασιλεὺς πορφύραν ἐνδεδυμένος ὑπὸ πάντων προσκυνεῖται ἆρα ἡ πορφύρα προσκυνεῖται ἢ ὁ βασιλεύς; εὔδηλον ὅτι ὁ βασιλεύς. συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βασιλέως καὶ εἰς τόπον θεμένου οὐκέτι προσκυνεῖται ἡ πορφυρίς. καθέζεται καὶ ἐν ναῷ πολλάκις βασιλεὺς ἐπὶ θρόνου ἰδίου καὶ οἱ προσκυνοῦντες προσκυνοῦσι τὸν βασιλέα ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ ἐν τῷ θρόνῳ, ἐξεγερθέντος δὲ τοῦ βασιλέως οὐδεὶς οὔτε τὸν ναὸν οὔτε τὸν θρόνον προσκυνεῖ. οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ 〈ὄντα〉 λέγει τῷ βασιλεῖ· ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω. οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ μονογενεῖ· ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ σὺν τῷ σώματι τὸν μονογενῆ, 〈τὸν〉 ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ὃν ἔλαβεν ἐλθών.

καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ· ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ. καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.

Ἀλλά, φασί, τί οὖν λέγεις; θέλων ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ θέλων; ἐπειδὴ λέγει〈ς〉, ἦν ἀεὶ 〈ὁ〉 Λόγος καὶ οὐκ ἔνι χρόνος πρὸ τοῦ Λόγου; καίτοι γε καὶ αὐτῶν τῶν Ἀρειανῶν πρὸς ἀπάτην τινῶν ἀχρόνως τὸν υἱὸν τοῦ θεοῦ φασκόντων γεγεννῆσθαι, μὴ βουλομένων δὲ αὐτὸν ἀίδιον λέγειν, ἀλλὰ λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν· νομίζουσι δὲ τὸ ποτὲ μὴ εἶναι χρόνον. ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικῶς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες 〈αὐ〉τὸ μὴ λέγειν χρόνον εἰς ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος ἐν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὖν ἐγέννησεν ἢ μὴ θέλων; ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ 〈ὀφθαλμοῦ ἢ〉 πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἦκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος. οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἔστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ᾽ ὑπερβολῇ φύσεως.

ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται. ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὅτι οὐκ ἦμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ᾽ ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ 〈οὔτε θέλων〉 οὔτε μὴ θέλων ἐγέννησε τὸν ἀιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ᾽ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.

Θαῦμα 〈δέ〉 μοι μέγιστον ἐπέρχεται, ὦ υἱοὶ τῆς πίστεως καὶ ἐκκλησίας, πῶς τὰ ἀληθινὰ ἐξέστρεψαν οἱ φιλόνεικοι εἰς ἀλληγορίαν καὶ τὰ τροπικῶς εἰρημένα εἰς τὰ ἀληθινὰ λαμβάνουσι σφαλλόμενοι. τὸ μὲν γὰρ γεγεννῆσθαι, ὅπερ ἐστὶν 〈ἐν〉 αὐτῷ κατὰ φύσιν, ἀρνοῦνται, λέγοντες οὐχ ὡς ἕν τι τῶν γεννημάτων· τὸ δὲ ἐκτίσθαι, ὅπερ ἐστὶν ἀλλότριον τῆς αὐτοῦ θεότητος, εἴ γε καὶ ἐν ἀλληγορίᾳ ποτὲ εἴρηται, ἐκεῖνο ἀληθινὸν λέγουσι, τὸ δὲ ἀληθινὸν ἀφανίζουσιν. ἐν τῷ γὰρ εἰπεῖν Ἠσαΐαν «εἶδον τὸν κύριον σαβαώθ» καί «ὤφθη κύριος τῷ Μωυσῇ» καί «ὤφθη κύριος Ἀβραάμ» καί «εἶδεν ὅρασιν Δανιήλ, παλαιὸν ἡμερῶν» καὶ τὰ τοιαῦτα, καὶ ὤφθη κύριος Ἰεζεκιὴλ καὶ εἶπεν «εἶδον εἶδος θεοῦ», φασὶ ταῦτα μὴ εἶναι, ὡς τῶν προφητῶν καταψευδόμενοι· δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εὐαγγελίου, οὗ εἶπεν ὁ σωτὴρ διδάσκων ὅτι «θεὸν οὐδεὶς πώποτε ἑώρακε». καί φασιν· εἰ τοίνυν ὁ μονογενὴς εἶπεν, ὅτι οὐδεὶς ἑώρακεν, προφῆται δὲ λέγουσιν ἑωρακέναι, ἀνάγκη ψεύδεσθαι ἢ τὸν μονογενῆ ἢ τοὺς προφήτας. καὶ κατὰ τὸν λόγον τῶν οὕτω λεγόντων καὶ τῶν Μανιχαίων ἔσται τὰ ἐν προφήταις ψευδῆ. εἰ δὲ οὐ ψεύδονται οἱ προφῆται, ἀλλ᾽ ἀληθεύουσι, κατὰ τὸν τοῦ σωτῆρος λόγον ὅτι «ὁ λαλῶν ἐν προφήταις, ἰδοὺ πάρειμι», νοήσεώς ἐστι τὸ πρᾶγμα καὶ ἀλληγορίας χρεία.

καὶ γὰρ οὕτω πολλάκις τοῦτο πληροῦται· ὁρῶμεν τὴν θάλασσαν ἐκ μέρους τινὸς 〈ἐξ〉 ὄρους ἢ πεδιάδος καὶ ἀληθεύομεν ἐν τῷ 〈λέγειν〉 ἑωρακέναι. κἂν δέ τις εἴπῃ ὅτι οὐχ ἑώρακεν, οὐ ψεύδεται, ἀλλ᾽ ἀληθεύει. οὐκ οἶδε γὰρ ποῦ τὸ βάθος ποῦ τὸ μῆκος, οὐκ οἶδε τὸν ὄγκον οὐκ οἶδε τὸ κύτος. καὶ ἀπὸ ὀπῆς τινος θεωροῦμεν οὐρανόν, τὴν δὲ ἐπέκτασιν οὐκ ἐπιστάμεθα. κἂν εἴπῃ τις εἶδον, εἶδεν· κἂν ἄλλος εἴπῃ οὐκ εἶδον, οὐκ εἶδεν. εἴδομεν γὰρ ἀληθῶς ὡς χωροῦμεν, οὐκ εἴδομεν δὲ καθό ἐστιν. οὕτω καὶ οἱ προφῆται ὡς δι᾽ ὀπῆς 〈διὰ〉 τοῦ στενωποῦ τοῦ ἰδίου σώματος κατηξιώθησαν ἰδεῖν καὶ 〈ἐν〉 ἀληθείᾳ εἶδον, 〈ἀλλ᾽〉 οὐχ ὡς ἔχει τὸ ἄπειρον τῆς θεωρίας. καὶ οὕτω πεπλήρωνται συνᾴδουσαι πρὸς ἀλλήλας αἱ θεῖαι γραφαί, τό τε τοὺς προφήτας λέγειν ἑωρακέναι (εἶδον γὰρ ἐν ἀληθείᾳ) καὶ τὸ τὸν σωτῆρα λέγειν «θεὸν οὐδεὶς πώποτε τεθέαται»· (οὐκ εἶδον δὲ καθό ἐστιν). ἀλλὰ [καὶ] αὐτὸς εἶδεν ἀοράτως τὴν φύσιν, δέδωκε δὲ τῷ μὴ δυναμένῳ ὁρᾶν δύναμιν χαρίσματος εἰς τὸ ἰδεῖν τὴν δύναμιν τῆς θεωρίας.

Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ 〈μὴ〉 ὁρῶντες. διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαΐας «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον»· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ «τοῖς ὀφθαλμοῖς μου». εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ᾽ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας. οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς γῆς· δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι «οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ». ἀλλὰ μὴ παρα〈να〉γίνωσκε καὶ λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος 〈σημαίνει〉· οὐ γὰρ εἰπὼν «ἕως τρίτου οὐρανοῦ» περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν. καί φησιν «οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν». δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἵνα οἱ ἀληθινοὶ * μὴ σφάλλωνται.

οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ «οἶδα ἄνθρωπον» φησίν «ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» καὶ πάλιν «ἁρπαγέντα εἰς τὸν παράδεισον». τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν. ὡς εἴ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὄρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὅτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι 〈ἐπέκεινα〉 τοῦ ὄρους ἀπελθεῖν, δυνατὸν ἔσται αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ὄρους πάλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως αὐτῷ δυνατόν. οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, 〈ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι〉, κατὰ τὸ εἰρημένον «κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ». * καὶ ὁ σωτήρ φησι «σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ».