Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, 〈ὥς〉 φησιν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει καὶ ὁ πατὴρ παρ᾽ οὗ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα, εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός. υἱὸς φυσικὸς υἱὸς ἀληθὴς υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ 〈δὲ〉 καὶ τὸ πνεῦμα, 〈οὐχ υἱὸς〉 ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεὶ καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς 〈ἐξ〉 ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύττεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὐτῆς ἀθανασία, ἐκ πίστεώς τε αὐτῆς υἱοθεσία γίνεται.