Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η προσδοκία της αναστάσεως της σαρκός: Φυσικά παράδοξα και αγιογραφικά πρότυπα

Επιχειρηματολογία υπέρ της ανάστασης του σώματος, βασισμένη σε φυσικά φαινόμενα, τη μαρτυρία της Παλαιάς και της Καινής Διαθήκης, και την έγερση του ίδιου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 9 από 12

Καὶ οὕτω γέγραφα τῷ βουλομένῳ * τὴν τῆς ζωῆς ἡμῶν ἀκολουθίαν καὶ βεβαίαν ὁμολογίαν, τὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ εὐαγγελίων καὶ ἀποστόλων καὶ ἀπὸ τῶν χρόνων τῶν ἀποστόλων ἕως ἡμετέρων χρόνων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἀχράντως πεφυλαγμένην, ἐπὶ φθόνῳ δὲ ἀκαταστασίας τῆς μιᾶς καὶ ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ᾽ ἕκαστον χρόνον ἑαυτὰς χραινουσῶν καὶ ἀπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων· ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὅμοια τοῖς Ἱερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ᾽ ἄλλης τινὸς ἀντ᾽ αὐτῆς, ὡς ἐκτραπέντων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὖθις λέγειν.

Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ ἀλήθειαν ἐλπίδος ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως. καὶ Ἕλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ᾽ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι᾽ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται. αὐτὴ γὰρ ἡ κτίσις διαρρήδην αὐτοὺς ἐλέγχει, ὑποφαίνουσα καθ᾽ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ἡμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὑποδεικνύουσα τὸ σημεῖον. δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ γῆ καὶ βλαστάνει, * ὅτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωσι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνῄσκει ἔπειτα τελεσφορεῖται· «ἐὰν γὰρ μὴ ἀποθάνῃ, οὐ ζωογονεῖται». σφραγῖδας ἐν ἡμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος.

ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ᾽ ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὖθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα.

Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὑποδειγμάτων. ἀλλ᾽ οὐκ ἔπεισε τούτους ἡ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνῄσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φάττα ἡμέρας τεσσαράκοντα, καὶ αὖθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι. κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων. περὶ δὲ τοῦ φοίνικος τοῦ Ἀραβικοῦ ὀρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ᾽ αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα, σηκὸν μὲν ἐργάζεται ἀρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αἰγυπτίων Ἡλιούπολιν οὕτω καλουμένην, Ὢν δ᾽ ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος, καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά, πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὑποκειμένην ὕλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὁλοκαυτοῖ καὶ πάσας τὰς σάρκας αὐτοῦ σὺν ὀστέοις ἐκτεφροῦται.

ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα· σβεσθείσης δὲ τῆς φλογὸς λείψανα τῆς σαρκὸς αὐτοῦ ἔτι ὠμὰ περιλείπεται καὶ πρὸς μίαν ἡμέραν ἀφανισθέντα σκώληκα γεννᾷ· ὁ σκώληξ πτεροφυεῖ νεοττὸς γενόμενος, τῇ δὲ τρίτῃ ἡμέρᾳ ἁδρύνεται καὶ ἁδρυνθεὶς τοῖς τῷ τόπῳ ἐξυπηρετουμένοις ἑαυτὸν ἐμφανίζει καὶ αὖθις ἀνατρέχει εἰς τὴν ἰδίαν πατρίδα καὶ ἀναπαύεται.

Θαυμάσαι δέ μοι ἔπεισι περὶ τῆς τῶν ἀπίστων Ἑλλήνων καὶ ἄλλων βαρβάρων ἠπατημένης κατὰ πάντα διανοίας, ὡς ἐν τοῖς αὐτῶν μύθοις οὐκ αἰσχύνονται ἀνάστασιν πάντῃ σημαίνειν καὶ περὶ ἀναστάσεως πολλάκις ᾄδειν, ὡς οἱ μῦθοι αὐτῶν ἀναγράφουσιν Ἄλκηστιν μὲν τελευτήσασαν τὴν Πελίου ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς Ἀδμήτου καὶ ὑπὸ τοῦ Ἡρακλέος μετὰ τριήμερον ἐγηγερμένην καὶ ἀπὸ τῶν ἀδύτων ἀνενηνεγμένην, Πέλοπά τε τὸν Ταντάλου μετὰ τὸ κρεωνομηθῆναι τοῖς ψευδωνύμοις αὐτῶν θεοῖς ὑπὸ τοῦ ἰδίου πατρός· Ἀμφιάρεως 〈ὁ〉 τοῦ Οἰκλέους ὑπὸ τοῦ Ἀσκληπιοῦ ἀναζωογονηθείς, Γλαῦκος ὁ Μίνωος ὑπὸ Πολυείδου τοῦ Κοιράνου βοτάνῃ τινὶ ἀναζωοποιηθείς, Κάστωρ διὰ Πολυδεύκην τὸν ἀδελφὸν αὐτοῦ, ὃς ἑκὼν αὐτῷ τὴν ζωὴν παρ᾽ ἡμέραν ἀλλάσσειν εἵλετο, καὶ ὁ Πρωτεσίλαος διὰ Λαοδάμειαν. ἀλλὰ καὶ Σίσυφον καὶ Τάνταλον καὶ τὰς Καυκάσου θυγατέρας, ἃς Ἐριννύας κεκλήκασι, καὶ Τειρεσίαν ἅμα τούτοις κατατεταρταρῶσθαι δώσοντας δίκην ἐκεῖσε, τὸν μὲν διὰ πέτρας τὸν δὲ ὑπὸ τροχόν, καὶ ἄλλους ἄλλως τετιμωρῆσθαι καὶ ἔτι ὑπάρχειν ἐν τιμωρίᾳ, ὡς μὴ εἰς ἀνυπαρξίαν κεχωρηκότας, ὑπάρχοντας δὲ ἐν σώμασιν. εἰ μὴ γὰρ σώματα εἶχον, πῶς ὑπὸ πέτραν καὶ τροχὸν τιμωρίαις παρεδίδοντο; καὶ πολλὰ ἔστιν περὶ τούτων λέγειν εἰς παράστασιν τῆς ἐν ἡμῖν πίστεως, ἔλεγχον δὲ τὸν πρὸς αὐτούς.

Ἀλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὁρμώμενοι ἀδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων 〈φημί〉, λέγειν οὐ σώματος, ἀλλὰ ψυχῆς ἀνάστασιν ἔσεσθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ἤπερ ἐκ συνέσεως προβαλλόμενον. ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὅλως ἀνάστασιν ἡγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα. ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ᾽ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα. τοίνυν εἰ ἀνάστασις παρ᾽ αὐτοῖς ὁμολογεῖται, παντί τῳ δῆλόν ἐστιν 〈ὅτι〉 οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος. Ἕλληνες δὲ πάλιν ἐλέγχονται 〈οἱ〉 τὸ πᾶν τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες 〈γὰρ〉 εἰς τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὁλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες. πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος· ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι.

καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη 〈περὶ〉 τῶν ψυχῶν προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφανιζομένην καὶ ἐλπίδα μὴ ἔχουσαν ἀναβιώσεως. εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας 〈μνήμασιν〉 ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεδρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγέτωσαν; ἀλλὰ δῆλον ὅτι οὐ τὰς ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ᾽ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ᾽ ἀξίαν ὧν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδίαις χερσὶν ἕκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ᾽ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ᾽ αὐτοῖς μὴ κεκρατύνθαι.

Ἀλλὰ περὶ τούτων ἱκανὰ νομίζω εἰρῆσθαι, ἐκ τῶν πολλῶν παραδειγμάτων ὀλίγα ἡμῶν παραθέντων. περὶ δὲ τῶν δοκούντων Χριστιανῶν εἶναι, Ὠριγένει δὲ πειθομένων καὶ τὴν μὲν τῶν νεκρῶν ἀνάστασιν ὁμολογούντων σαρκός τε τῆς ἡμετέρας καὶ σώματος τοῦ κυρίου τοῦ ἁγίου ἐκείνου τοῦ ἀπὸ Μαρίας ἀνειλημμένου, ταύτην δὲ τὴν σάρκα λεγόντων μὴ ἐγείρεσθαι, ἀλλ᾽ ἄλλην ἀντὶ ταύτης ἐκ θεοῦ δίδοσθαι, πῶς οὐχὶ μᾶλλον τῶν ἄλλων εἴποιμεν ἀσεβεστέραν ἔχειν ὑπόληψιν καὶ εὐηθεστέραν τῆς παρ᾽ Ἕλλησι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν ὑπονοίας; πρῶτον μὲν γὰρ εἰ ἄλλη ἀντὶ ταύτης ἐγείρεται κατὰ τὸν αὐτῶν λόγον, οὐ δικαία ἡ τοῦ θεοῦ κρίσις κατὰ τὸν αὐτῶν μῦθον, ἄλλην σάρκα κρίνουσα ἀντὶ τῆς ἁμαρτησάσης ἢ ἄλλο σῶμα φέρουσα εἰς δόξαν κληρονομίας βασιλείας οὐρανῶν ἀντὶ τοῦ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ διωγμοῖς ὑπὲρ ὀνόματος θεοῦ κεκμηκότος σώματος. πῶς δὲ καὶ ψυχὴ κριθήσεται μόνη κατὰ τὸν λόγον τῶν αἱρέσεων, μὴ παρόντος τοῦ συναμαρτήσαντος σώματος; ἀντείπῃ γὰρ ἡ τοιαύτη ψυχὴ τῇ τοῦ θεοῦ κρίσει, φάσκουσα τοῦ σώματος γεγενῆσθαι τὰ ἁμαρτήματα. ἔχει γὰρ καὶ τὴν ἀπόδειξιν κατὰ τὸν τῶν φιλονεικίᾳ φερομένων λόγον καὶ μὴ ἀληθείᾳ. δύναται γὰρ λέγειν· οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ τὸ σῶμα. ἐξότου γὰρ ἐξῆλθον ἐκ τοῦ σώματος, οὔτε ἐπόρνευσα οὔτε ἐμοίχευσα, οὐκ ἔκλεψα οὐκ ἐφόνευσα οὐκ εἰδωλολάτρησα οὔ τι τῶν κακῶν καὶ ἀνηκέστων εἰργασάμην.

καὶ εὔλογος εὑρεθήσεται ἡ αὐτῆς ἀπολογία. εὐλόγως δὲ αὐτῆς ἀπολογουμένης τί ἐροῦμεν; ἀργὴ ἆρα ἡ τοῦ θεοῦ κρίσις; ἀλλ᾽ «ἀδίκως ἐπιφέρει τὴν ὀργὴν ὁ θεὸς κατὰ τῶν ἀνθρώπων; μὴ γένοιτο».

Οἴδαμεν δὲ ὅτι «πάντα τῷ θεῷ δυνατά» καὶ δύναται καὶ σῶμα φέρειν ἄνευ ψυχῆς καὶ τὰ ἀφανῆ γεγονότα σώματα δύναται 〈ποιῆσαι〉 πάλιν ἀναβιοῦν κινεῖσθαί τε αὐτὰ ἀφ᾽ ἑαυτῶν ἄνευ ψυχῶν, ἐὰν θέλῃ, ὡς καὶ ἤδη διὰ τοῦ ἁγιωτάτου Ἰεζεκιὴλ τὴν τοιαύτην οἰκονομίαν ἐποίησεν. ἔλεγε γὰρ τῷ ἁγίῳ προφήτῃ «εἰπέ, υἱὲ ἀνθρώπου, συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν»· καὶ ἦν θαυμάσαι τὴν τοῦ θεοῦ δύναμιν, ὅτι μηδέπω τῶν ψυχῶν ἐμβληθεισῶν, ἀλλὰ ξηρῶν ὄντων τῶν ὀστέων οὐ μόνον τοῦ κινεῖσθαι ἔσχον δύναμιν ἐπὶ τῆς τοῦ θεοῦ προστάξεως, ἀλλὰ καὶ συνέσεως τὰ ὀστᾶ ἐνεπλήσθη καὶ γνώσεως οὐ τῆς τυχούσης. οὐ γὰρ τὰ πρὸς τοὺς πόδας ὀστέα ἐγγὺς τῶν μερῶν τῆς κεφαλῆς κατὰ λήθην ἐβάδιζεν οὐδὲ οἱ τοῦ τραχήλου σπόνδυλοι περὶ τὰς τῶν ἀστραγάλων ἁρμονίας πλανώμενοι τὸν τόπον ἐξήτουν, ἀλλ᾽ ἕκαστον τῶν ὀστέων καὶ ἐκινήθη καὶ ἐβάδιζε κατὰ σύνεσιν καὶ τῇ αὐτοῦ ἁρμονίᾳ προσετίθετο. εἰ γοῦν θέλει ὁ θεός, δύναται καὶ σῶμα ἄνευ ψυχῆς ἐγεῖραι. ἐν τούτῳ γὰρ τὸ δυνατὸν αὐτοῦ ἔδειξεν, ἐν τῷ τὸ παρὰ τοῖς ἀνθρώποις ἀπηλπισμένον ἐκεῖνο πρῶτον 〈ποιῆσαι〉 ἀναβιοῦν διὰ τοῦ τῷ Ἰεζεκιὴλ προστεταχέναι.

καὶ οὐκ εἶπεν· εἰπέ, υἱὲ ἀνθρώπου, πρῶτον ἐλθεῖν τὸ πνεῦμα, ἀλλὰ μετὰ τὸ ἐξευμαρίσαι τὸ δυσχερὲς διὰ τὴν πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· «καὶ ἀνέστη δέ» φησί «πολλὴ συναγωγή». δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ᾽ οὐ δύναται κριθῆναι καθ᾽ ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ θεοῦ κρίσιν. φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ἐκείνης ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ᾽ ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων εἰργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις. διὰ τοῦτο ὡς ἦν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἷς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ὁ δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν αὐτοῦ ἐν αὐτῷ δίδωσι. καὶ οὕτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἢ τῆς δι᾽ ἁμαρτίας τιμωρίας ἢ τῆς δι᾽ ἀρετὴν † θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας.

Ταῦτα δὲ εἰς παράστασιν τῆς ἀληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες ὀλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἕτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν ἀπολέσαι μὴ πειρωμένους βουλόμενοι. γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠφελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾗπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον «ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι» καὶ τὰ ἑξῆς. ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί, ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσδοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν ἀναστάσεως· καὶ οὕτως ὁ κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὅτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ γῇ ἐγερθήσεται. δύο γὰρ σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι᾽ ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων.

ἵνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι (οὐ γάρ εἰσιν ὀλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως) συντόμως ἐρῶ τοῦτο· ὅτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθάπερ τινὲς φάσκουσιν, οὐκ ἂν ὁ ἀπόστολος διεβεβαιοῦτο λέγων «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν». ἐπειδὴ δὲ δεῖ καὶ περὶ δόξης τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαί τε καὶ ἀλλοιοῦσθαι ἐν δόξῃ μετὰ τὴν ἀνάστασιν (καθάπερ λέγει «ἐγείρεται ἐν δόξῃ»), ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ᾽ εἰ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε». τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν· ἵνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι᾽ ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ καὶ «ἐν Παύλῳ λαλήσας» περὶ ἀναστάσεως· «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ», φησί, «μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει». ἄρα γοῦν ὁ ἀπόστολος κόκκον ἔφησε καὶ ὁ σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δι᾽ ἑαυτοῦ ἀπέδειξε. τί οὖν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα τουτέστιν ὁ κόκκος ἀνέστη; ἢ ἕτερον ἦν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριήμερον ἀναστὰν ἐκ τοῦ μνημείου;

ὡς οἱ ἄγγελοι λέγουσιν· «ἀνέστη, οὐκ ἔστιν ὧδε» καὶ ὥς φησι τῇ Μαρίᾳ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου» καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν πλευρὰν τῷ Θωμᾷ λέγων «μὴ γίνου ἄπιστος ἀλλὰ πιστός». ἀπίστων γάρ ἐστι τὸ εἰπεῖν ὅλως οὐκ ἀνέστη, [ἢ] καὶ κακοπίστων ἐστὶ τὸ εἰπεῖν, οὐκ αὐτὸ τὸ ὂν καὶ κοιμηθὲν ἀνέστη, πιστῶν δέ ἐστι τὸ εἰπεῖν ὅτι αὐτὸ τὸ σῶμα ἀνέστη καὶ ἀπὸ τοῦ αὐτοῦ σώματος οὗ ἤγειρε τὸ ἡμῶν εἰς ἐλπίδα ἀληθείας κατέστη.

Εἰς τοῦτο γὰρ καὶ τοὺς τύπους εἴασε τῶν ἥλων, μὴ ἀπαλείψας αὐτοὺς μηδὲ τὸν τύπον τῆς λόγχης, καίτοι γε εἰσελθὼν θυρῶν κεκλεισμένων. τὸ γὰρ σαρκικὸν αὐτοῦ πνευματικὸν ἀνέστη, ἀλλ᾽ οὐκ ἄλλο παρὰ τὸ ὄν, ἀλλ᾽ αὐτὸ τὸ ὄν, εἰς θεότητα συνενωθέν, εἰς λεπτότητα πνεύματος κοσμηθέν. εἰ μὴ γὰρ ἦν λεπτότης πνεύματος, ποία τις ὀπὴ ἐδέχετο σῶμα ὀγκηρόν; ἀλλ᾽ ἵνα δείξῃ ὅτι αὐτὸ τὸ φθαρτὸν ἡμῶν ἐνδύεται ἀφθαρσίαν ἐν ἀληθείᾳ (εἰ γὰρ καὶ θνητόν ἐστιν, ἀθανασίαν ἐνδύεται), εἰσῆλθε μὲν θυρῶν κεκλεισμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνατον καὶ τὸ φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπιστοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὲ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν 〈σάρκα μετὰ τὴν〉 ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς λόγχης, ἀλλ᾽ ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθὸς ὅτι οὐκ ἄλλο ἦν τὸ ἀναστὰν οὐδὲ ἀπ᾽ αὐτοῦ ἕτερον φυέν, ἀλλ᾽ αὐτὸ τὸ πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστάς, ἀναστὰς δὲ ἄφθαρτος. καὶ ἵνα πάλιν μὴ νομίσωμεν μέρος τι ἐγηγέρθαι ἐξ αὐτοῦ, * αὐτὸ μὲν ὅλον οὐκ εἶδε διαφθοράν, (λέγει γάρ «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»), αὐτὸ δὲ ὅλον ἀνέστη, λέγει [γάρ] «ἀνέστη, οὐκ ἔστιν ὧδε». εἰ δὲ ἠγέρθη καὶ οὐκ ἔστιν ὧδε, ἀληθινῶς ἀνέστη· καὶ οὐ σφάλλονται αἱ γραφαί, οὖσαι ἡμετέρα ζωή.

καὶ ἵνα μὴ εὕρωσιν οἱ ἠπατημένοι πρόφασιν, ὀστέα καὶ σάρκα ἔδειξε τῷ Θωμᾷ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἔλεγεν «ἴδετέ με, ὅτι ἐγώ εἰμι. πνεῦμα γὰρ ὀστέα καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».

Ἐὰν δέ τις σοφιζόμενος εἴπῃ· ἀλλὰ τὸ τοῦ σωτῆρος ἡμῶν σῶμα ἐξαίρετον ἦν διὰ τὸ μόνον συνειλῆφθαι ἀπὸ Μαρίας καὶ χωρὶς σπέρματος ἀνδρός, ἆρα γοῦν καὶ τὸ τοῦ Ἀδὰμ ἄλλο ἦν παρὰ τὸ ἡμῶν, ὅτι ἀπὸ γῆς μόνον ἐλήφθη χωρὶς σπέρματος ἀνδρός; ἀλλ᾽ οὐδεὶς ἔχει τοῦτο εἰπεῖν οὐδὲ ἀποδεῖξαι. ἐὰν δέ τις πάλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὅλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτὸ ἐγείρεται, ἀλλ᾽ ἀντ᾽ αὐτοῦ ἕτερον, πῶς οὖν λέγει «ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;» ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα * ἀπαρχὴ τῶν ἐγειρομένων. πῶς δὲ ἀπαρχὴ γέγονε Χριστὸς τῶν κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι. πρὸ αὐτοῦ γὰρ ἤγειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναῒν καὶ Ἠλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ἐλισσαῖος δύο ἤγειρε νεκρούς, ἕνα μὲν ἔτι περιόντα ἕνα δὲ ταφέντα. ἀλλ᾽ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς «ἀπαρχὴ τῶν κεκοιμημένων», ὅτι ἀναστὰς «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον.

ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἅπαξ ἐγεύσατο θανάτου, «θανάτου δὲ σταυρικοῦ», ἑκὼν δι᾽ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἵνα θανάτῳ θάνατον θανατώσῃ· ὁ Λόγος σὰρξ γενόμενος, οὐ πάσχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρωπότητος 〈ἐν ἀπαθείᾳ〉, πάθος αὐτῷ λογιζόμενον αὐτοῦ [δὲ] μένοντος 〈ἐν ἀπαθείᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος〉 ἐν ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία. αὐτὸς γὰρ εἶπεν «ἐγώ εἰμι ἡ ζωή». * οὔτε διὰ σαρκὸς ἡμῖν ἡ ἐλπίς. «ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ᾽ ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη.» Τί οὖν ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ὅτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ᾽ ἀληθείᾳ. ἀλλ᾽ οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος. οὐδὲ γὰρ ἐπ᾽ ἀνθρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Ἀδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἵνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ᾽ ἄνθρωπον, ἀλλ᾽ ἐπὶ θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον. «πᾶς γὰρ ἱερεὺς ἀπὸ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται» κατὰ τὸ γεγραμμένον.

ὅθεν ἀπὸ τῆς ἡμῶν σαρκὸς ἀνέλαβεν ὁ κύριος ἐλθὼν τὴν σάρκα καὶ ἄνθρωπος γέγονεν ἡμῖν ὅμοιος ὁ θεὸς Λόγος, ἵνα ἐν τῇ θεότητι δῴη ἡμῖν τὴν σωτηρίαν καὶ ἐν τῇ αὐτοῦ ἀνθρωπότητι πάθῃ ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων, πάθος διὰ τοῦ πάθους λύσας καὶ θάνατον διὰ θανάτου τοῦ ἰδίου θανατώσας. ἐλογίσθη δὲ τὸ πάθος εἰς τὴν θεότητα, καίτοι γε τῆς θεότητος ἀπαθοῦς οὔσης, 〈λογιζομένου δὲ τοῦ πάθους τῇ θεότητι〉, ὅτι οὕτως εὐδόκησεν ἐλθὼν ὁ ἅγιος καὶ ἀπαθὴς θεὸς Λόγος. ἔστι δὲ τὸ ὑπόδειγμα τοιόνδε τι· ὡς ἐάν τις ἱμάτιον 〈ᾖ〉 ἐνδεδυμένος, ἐν δὲ τῷ ἱματίῳ αἷμα ῥαντισθὲν μολύνῃ τὸ ἱμάτιον, τὸ δὲ * σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον, οὕτως ἐν τῇ σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν 〈εἰς ἑαυτὸν〉 ἀνεπλάσατο ἐλθὼν ἀπ᾽ οὐρανῶν αὐτὸς ὁ ἅγιος θεὸς Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε».

καθὼς τὸ αἷμα ἐν ἱματίῳ λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος τὴν ἐλπίδα, ἀλλ᾽ ἐν τῷ κυριακῷ ἀνθρώπῳ, τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὰ ἑξῆς.

Ἐσταυρώθη οὖν, ἐσταυρώθη ὁ κύριος καὶ προσκυνοῦμεν τὸν ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ» κατὰ τὸ γεγραμμένον· «ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ὡς ῥανίδα ἀπὸ πελάγους ἀρυόμενοι τῆς τοῦ θεοῦ γνώσεως καὶ καταλαμβάνοντες τῆς τοιαύτης οἰκονομίας ὑπόδειγμα, τῆς ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, * τῆς αὐτῆς θεοῦ οἰκονομίας. εἶχον δὲ πᾶσαι αἱ γραφαὶ σποράδην τὸ κήρυγμα τῆς ἀναστάσεως, ἐτηρεῖτο δὲ τὸ τέλειον τῇ αὐτοῦ τοῦ ἐνυποστάτου Λόγου παρουσίᾳ. «πλήρωμα γὰρ νόμου Χριστός» κατὰ τὸ γεγραμμένον. ποῦ γὰρ οὐκ ἔλεγε τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν «ἔτι λαλεῖ», 〈ὥς〉 φησιν ἡ γραφή. «Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ». Νῶε κιβωτὸν κατεσκεύασεν ἐκ θεοῦ προστάγματος, ἑαυτῷ παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ.

Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα «νενεκρωμένου ἤδη τοῦ σώματος» καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα «τῆς μήτρας Σάρρας·» καὶ τὸ «πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός», τῆς κατ᾽ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα 〈ὡς〉 νεωτέρα κυΐσκει. καὶ Ἰσαὰκ ἀπὸ θανάτου ζῶν τῷ πατρὶ παρεδόθη· ὁ γὰρ θεὸς ἐκ νεκρῶν τῷ πατρὶ τὸν παῖδα παραδιδοὺς ζῶντα ἀναστάσεως ἐλπίδα ἐκήρυττεν. Ἰακὼβ δείκνυσι τὴν πραγματείαν, μὴ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ὀστέων ἐλπίδα· ἐπεμελεῖτο γὰρ τῶν τοιούτων οὐχ ὡς ἀπολλυμένων, ἀλλ᾽ ὡς μελλόντων αὖθις ἀναβιοῦν καὶ ἐνετέλλετο ἀνακομισθῆναι ἐκ τῆς τῶν Αἰγυπτίων χώρας οὐ παρέργως. καὶ ὁ Ἰωσὴφ τοῦτο ἐσήμανε «συνανοίσετέ μου τὰ ὀστᾶ» φάσκων· «ἐπισκοπῇ γὰρ ἐπισκέψεται ὑμᾶς ὁ κύριος». εἰ μὴ ἐλπὶς ἦν ἀναστάσεως, τίς ὀστέων ἡ ἐπιμέλεια 〈ἐν τῷ〉 περὶ τῶν φθειρομένων ὀστέων ἐντέλλεσθαι τοὺς δικαίους; πρώτη φωνὴ τῷ Μωυσῇ ἡ τοῦ θεοῦ μαρτυρία· «ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», τῶν ἐν κόσμῳ μὲν κοιμωμένων παρ᾽ ἐμοὶ δὲ ζώντων. ἓν πνεῦμα καὶ τὸ αὐτὸ τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ διδάσκον. τοῦτο γὰρ καὶ Σαδδουκαίοις ὁ σωτὴρ ἐσήμαινεν «ὁ λαλῶν ἐν τοῖς προφήταις 〈ἰδοὺ〉 πάρειμι».

Ὑποδείξῃ δὲ 〈καὶ〉 ἡ ῥάβδος τοῦ Ἀαρὼν ξηρὰ οὖσα 〈διὰ〉 πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ᾽ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αὐτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὑετῶν ἀρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ἡμέρας τρεφουσῶν, ὑπὸ μίαν 〈δὲ〉 νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ὁ θεὸς τῆς μελλούσης ὑπ᾽ αὐτοῦ ἔσεσθαι ἀναστάσεως. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ὃν ὁ κύριος ὑπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσφορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν ἀριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. «σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι».

ὡς ἔδειξεν ὁ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα ἐν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑπὸ μίαν νύκτα, οὐ μόνον δὲ ἀλλ᾽ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὡσαύτως τὸ δι᾽ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διὰ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν [δὲ] τῇ ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.

Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, 〈οὗ〉 οὐδεὶς «ἀνθίσταται τῷ βουλήματι». ἀκουσάτω Μωυσῆς καὶ ἐπιδεικνύτω. «τί ἐν τῇ χειρί σου;» φησὶν ὁ κύριος· ὁ δὲ εἶπε «ῥάβδος». ἡ δὲ ῥάβδος ξυλίνη ἦν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι «ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς. καὶ ἔρριψε» τὴν ξηρὰν ῥάβδον. καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον. οὐκ ἦν φάντασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διάνοιαν παρέστησε διὰ Μωυσέως 〈πρὸς〉 τὴν ἀλήθειαν. ἔγνω γὰρ ὁ προφήτης ὅτι τὸ γινόμενον οὐκ ἦν δοκήσει, ἀλλ᾽ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως. ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ἡ ῥάβδος, «ὁ δὲ θεὸς ἔδωκεν» αὐτῇ ἀλλοῖον «σῶμα, ὡς ἠθέλησε». καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν, ἀλλ᾽ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ᾽ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει οὐδὲ ἀντὶ τῆς ῥάβδου τὸν δράκοντα ἠθέλησε δικάζειν, ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἴδιον δυνατὸν ὁ θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ ἐν πᾶσι.

καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο· οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ᾽ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.

Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ «οἱ ἐν μνήμασιν ἀναστήσονται», κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἅγιος Ἰακὼβ ὁ πατριάρχης καί φησι «Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκάλυψας φησίν, οὗ ἀνέβης». ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν οὕτως. καὶ 〈εἰ〉 θέλεις μαθεῖν ὅτι ταῦθ᾽ οὕτως ἔχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθὼν καὶ γνοὺς ὅτι ἱερεὺς Λευί (ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα), φησί «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ». πῶς δὲ ἐδύνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἓξ ἐτῶν τεθαμμένος· ἀλλ᾽ ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελλόντων φησί «ζήτω» (ἐν τῇ ἀναστάσει, σημαίνων· ᾔδει γὰρ ὅτι ζήσονται ἅπαντες) «καὶ μὴ ἀποθάνῃ», τουτέστι μὴ περιβληθῇ θανάτῳ δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ.

εἰ γὰρ περὶ τῆς ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον «ζήτω Ῥουβείμ»· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ».

Καὶ πόθεν τις 〈οὐ〉 δυνήσεται συλλέξαι τὰς τοσαύτας μαρτυρίας περὶ τῆς ἡμῶν ἐλπίδος καὶ προσδοκίας τῆς ἀναστάσεως, τῆς ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει; λεγέτωσαν γὰρ οἱ κενόδοξοι καὶ φιλονεικοῦντες μάτην, πότερόν ποτε μέρος ἀνίσταται τῶν σωμάτων καὶ πάντων ἀνὰ μέρος ἢ πάλιν τινῶν τὸ ὅλον ἐγείρεται καὶ τινῶν ἀνὰ μέρος ἡ ἀνάστασις, τινῶν δὲ ὅλον τὸ σῶμα. τίς ἡ τοιαύτη προσωποληψία; ἆρα «προσωποληψία παρὰ τῷ θεῷ;» μὴ γένοιτο. ἐρευνήσωμεν ποῦ ἢ πότε ἤγειραν οἱ ἅγιοι νεκρὸν ἀπὸ μέρους καὶ οὐχὶ ὅλον τὸ σῶμα. ὁ υἱὸς τῆς ἐν Σαραφθίᾳ χήρας ὅλος ἀνέστη καὶ οὐ μέρος κατελείφθη, ὁ υἱὸς τῆς Σουμανίτιδος ὅλος ἀνέστη καὶ οὐδὲν μέλος αὐτοῦ εἴασε μὴ ἀναστάν. καὶ 〈ὁ〉 κύριος τὸν Λάζαρον ἤγειρε καὶ οὐκ ἐγκατέλιπε λείψανον ἐν τῷ μνήματι, ἀλλὰ μετὰ τῶν κειριῶν καὶ τῶν ἄλλων ἐνδυμάτων * καὶ οὐχὶ πάντως τῶν ἱματίων χρεία ἐν ἡμέρᾳ κρίσεως· τὸν υἱὸν τῆς ἐν τῇ Ναῒν ὅλον ἤγειρε, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, τὴν θυγατέρα τοῦ ἑκατοντάρχου. καὶ ὢ μάταιος ὑπόνοια τῶν τὰ τοιαῦτα λογιζομένων, ὅτι μέρος ἐγείρει καὶ μέρος καταλιμπάνει. ἴδωμεν δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων καὶ τῶν ἤδη ἰσόρροπα ἐλπίδος ἡμῖν γεγενημένων. Ἐνὼχ ὅλος μετετέθη καὶ οὐκ εἶδεν ἕως τῆς δεῦρο θάνατον καὶ Ἠλίας ὅλος ἀνελήφθη ἐν σώματι καὶ οὐκ εἶδεν ἄχρι τῆς δεῦρο θάνατον, ἵνα ἐν δυσὶ ζῶσι σώμασιν παραστήσῃ ἡμῖν τελείαν τὴν ἀνάστασιν.

καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας * τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἵνα μὴ 〈ἡ〉 ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ ὅλη. Ἠλίας ἦν ἐν παρθενίᾳ, ἵνα τὸ πρόκριτον τῆς παρθενίας τὴν ἀθανασίαν κηρύξῃ τῷ κόσμῳ καὶ τὴν μετὰ σώματος ἀφθαρσίαν· ἵνα δὲ μὴ μόνον ἐπὶ τῆς παρθενίας νομισθῇ εἶναι διὰ τὸ ἐξαίρετον ἡ ἀνάστασις καὶ σώματος ἡ παραμονή, Ἐνὼχ οὐκ ἦν παρθένος, ἀλλ᾽ ἐγκρατὴς καὶ παιδοποιήσας τέκνα. καὶ δύο μὲν οὗτοι [ἐν] ζῶσιν, ἐν σώματι καὶ ψυχῇ ἐμπαραμένοντες διὰ τὴν 〈ἡμῶν〉 ἐλπίδα.

Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες 〈σὺν〉 σώματι καὶ ψυχῇ. ἀπ᾽ αὐτῆς γὰρ τῆς ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ εἰς τιμωρίαν παροδοθέντων. ὁ Ἰώβ φησιν «ἕως πάλιν γένωμαι» καί «〈ἀναστήσαι〉 τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα» καί «ἀνακαινιεῖς με» καὶ πάλιν «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου», Ἠσαΐας δέ «ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις»· ἦλθε γὰρ ὁ «λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». λέγει δὲ Ἰώβ «ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αὐτοῦ». καὶ γὰρ ἀληθῶς καθ᾽ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ᾽ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα «ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ». ὅσον γὰρ ἔστιν 〈ὁ〉 οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὑπάρχει. ὅταν δὲ ἔλθῃ «ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον» καὶ τινάσσων τὴν γῆν, τότε «ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος».

διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ «υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἐγένετο οὕτως· καί «γενέσθαι ἐπ᾽ αὐτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίχας καὶ ὄνυχας»· καὶ πάλιν «εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς», τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποτεταμιευμένων. καὶ τίνι τῷ λόγῳ αὐτὸς ὁ κύριος οὐ λέγει, ἀλλὰ κελεύει τῷ ἀνθρώπῳ λέγειν; ὅτι ὃ λέγει κύριος ἅμα καὶ ποιεῖ καὶ οὐκέτι λύεται· τῷ δὲ ἀνθρώπῳ προσέταξε λέγειν, ἵνα μετὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν σημανθῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ καὶ οὐ τοῦ κυρίου. ἤμελλον γὰρ πάλιν ἀποθνῄσκειν ἐκεῖνα τὰ ὀστᾶ. ὅταν δὲ εἴπῃ ὁ κύριος, ἀνάστητε, ἐγείρονται καὶ οὐκ ἀποθνῄσκουσι· θεοῦ γὰρ λόγος οὐ λυθήσεται.

Διὰ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἕως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο 〈τὸ〉 λέγειν μόνῳ ἑνί· «ἔγειραι», «δεῦρο ἔξω», ἕως ἂν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, ἀλλ᾽ ἐγείρεσθε πάντες, τὴν καθολικὴν ἀνάστασιν ἐργαζόμενος· αὐτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν. ὧδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε 〈εἰ μὴ〉 τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς», «μετ᾽ αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα», κατὰ τὰ ἐν εὐαγγελίῳ γεγραμμένα. καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἁγίων· καί «ἐνεφανίσθησαν πολλοῖς», οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, ἀλλ᾽ ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἦσαν τετελευτηκότες. καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ὁ κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε, κατηξίωσεν αὐτῇ εἰπεῖν· «ἀνάστηθι ἡ παῖς»· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ κλίνῃ ἦν.

τὸν δὲ υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναΐν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· «ἥψατο γὰρ τῆς σοροῦ» καὶ οὐκ εἶπέ τι τῷ παιδί, ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη. τὸ δὲ ἔτι βαθύτατον καὶ παρ᾽ ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλ᾽ οὕτως ἐν ἑτοίμῳ καλεῖ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, «Λάζαρε, δεῦρο ἔξω». πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό «δεῦρο ἔξω» παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πάλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι «ἡ παῖς ἀνάστηθι». ὧδε δὲ πάντα ποιεῖ ὁ ἅγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.