Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Το μυστήριο του βαπτίσματος και η ολοκλήρωση της αντιαιρετικής πολεμικής

Η αντικατάσταση της περιτομής από το πνευματικό λουτρό της παλιγγενεσίας και τελικές γραφικές μαρτυρίες έναντι των πνευματομαχικών και σαβελλιανικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 11 από 12

Ἐν τῇ οὖν ἐξόδῳ συναγωγὴν ἑαυτῷ ὁ θεὸς ἁρμόζων φησὶ Μωυσῇ «ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου». πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι πρῶτον ὑπολύεται. ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε καὶ πᾶς τις «ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν» καὶ αὕτη ἡ συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω «τὸ λουτρὸν» ὁ θεὸς «τῆς παλιγγενεσίας» ἀπεκάλυπτεν, ἀλλ᾽ ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο, ὕστερον δὲ τῇ ἁγίᾳ ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν· ἐν μὲν Μωυσῇ ὑποδήματα ὑπολύων, ἐν δὲ προφήταις τὸν ἔξωθεν χιτῶνα ἀπεκδύων, περίζωμα μόνον καταλείψας τῷ Ἰερεμίᾳ, ἐν [δὲ] Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια μεταβαλὼν ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν, ἐν δὲ αὐτῷ τῷ σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς «κόσμου τὸ σχῆμα» ἐξέδυσεν, ἄνωθεν δὲ ἀπ᾽ οὐρανῶν μετὰ τὴν τῶν ὑδάτων κάθαρσιν «πυρὸς καὶ πνεύματος» ἔνδυσιν ἐνεδίδυσκεν. ἀλλ᾽ ὁρῶντες οἱ Ἰσραηλῖται [τὴν] χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ᾽ αὐτῶν ἐσομένην ἀτιμίαν, «ταῦτα κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;»

οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ᾽ οὗ 〈ὁ〉 πατὴρ συνεβουλεύσατο, «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν» λέγων· τὸ γὰρ «ποιήσωμεν» οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». οὐδ᾽ ἂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι «ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα ἀπ᾽ οὐρανοῦ». ἔβρεξε γὰρ «κύριος πῦρ», ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ «κυρίου ἀπ᾽ οὐρανοῦ», τοῦ αὐτὸν ἀποστείλαντος. οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ᾽ Αἰγύπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη» (πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται;) καὶ ὅτι «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος»· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται; ταράσσει αὐτοὺς τὸ εἶναι θεὸν καὶ ἄνθρωπον. ἐν ταὐτῷ γὰρ 〈λέγει〉 «αἱ διέξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς, ἀπὸ κτίσεως κόσμου»· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου, ἀλλὰ θεοῦ. οὐ μέμνηνται δὲ ὅτι «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»· τὸ δὲ καλέσουσι σημαίνει τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν, τῶν υἱῶν τῆς ἐκκλησίας.

ἐξεταζόμενοι γὰρ ὑπὸ τῶν κυριοκτόνων Ἰουδαίων περὶ τοῦ σωτῆρος ὅτι πῶς εἰς τὸν σταυρωθέντα 〈πιστεύετε〉 ὁμολογοῦσιν * ἀκούουσι παρὰ τῶν αὐτῶν πιστῶν ὅτι παρ᾽ ὑμῖν ἐσταύρωται, μεθ᾽ ἡμῶν δὲ θεός ἐστι. τοῦ δὲ Δαυὶδ οὐκ ἤκουσαν καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν λόγον, ὃν ὁρῶν ἐν ἁγίῳ πνεύματι ἔλεγε, φρίττων τὴν αὐτοῦ τοῦ κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς.

Σάββατα τοίνυν «τὰ ἀρχαῖα παρελήλυθε», σάββατον δὲ ἀληθινὸν παρ᾽ ἡμῖν κηρύττεται. ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ ὅλον τὸ σῶμα περιτέμνουσα. τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ᾽ ὅλον τὸ σῶμα τοῦ ἀνθρώπου σφραγίζει καθαροποιεῖ περιτέμνει, πάντων τῶν κακῶν ἀπαλλάττει. ἡ γοῦν ἁγία ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια. ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ «ἐχθροί, οἰκειακοί» λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ κυρίου ἀληθοῦς πίστεως («εἰ γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ᾽ αὐτῶν»)· ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι ἐπιθυμίαν κακὴν τῆς δι᾽ ἰχθύων καὶ σικυῶν Αἰγυπτίων ἐδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν υἱὸν τοῦ θεοῦ, Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλιτεύσαμεν, ἄλλοι δὲ Σαβέλλιοι. καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι [τὸν] υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι.

Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι. ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων *· εἴθε κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ ἄγνωστοι νεκροὶ καὶ ἄπιστοι.

Ἵνα δὲ μὴ «διὰ μέλανος καὶ χάρτου» τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον. υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ᾽ ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι᾽ ἁγίου πνεύματος συλληφθέν, σῶμα τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι. γέγονεν οὖν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός»· τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ᾽ αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζεσθαι. τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· ἰσότητα γὰρ ἐνταῦθα υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα.

τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα· ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ᾽ ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον»· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελήνην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα. ἐλεγξάτω δὲ πάλιν τούτους Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων «ἐπειράσατε τὸ ἅγιον πνεῦμα»· καί φησιν «οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ». ὁ δὲ ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ θεοῦ λέγων «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ θεοῦ ἐρευνᾶν. ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἑνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν θέλημα μία ἐκκλησία ἓν βάπτισμα μία πίστις.