Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγικές επιστολές και προοίμιο

Η αλληλογραφία μεταξύ των πρεσβυτέρων των Σουέδρων, του Παλλαδίου και του Επιφανίου σχετικά με το αίτημα γραπτής έκθεσης της ορθόδοξης πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 12

Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέδρων ὑπὸ τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐπιφάνιον ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας περὶ πίστεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως. Τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίας, ἐν κυρίῳ θεῷ χαίρειν.

Ποικίλως ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος εἴωθε ταράττειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. «ὁ μέντοι στερεὸς θεμέλιος» κατὰ τὸ γεγραμμένον «ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ.» οἱ δὲ πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν «γλῶσσαν μεγαλύνοντες» καὶ «ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες». ἀλλ᾽ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὑγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν χάριτι κυρίου, διά τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτουργοῦ σου Προκλιανοῦ.

ἐπειδὴ δὲ λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι᾽ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τέλεον ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἁγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἡμῶν ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέδρων πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον ἐπίσκοπον Κωνσταντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ αὐτοῦ περὶ τῶν αὐτῶν. Τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος 〈ἐν〉 Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν.

Οἱ τὴν μεγάλην καὶ εὐρύχωρον διαπλέοντες θάλασσαν, ἕως μὲν γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις λιμένων φροντίζουσιν, οἰόμενοι ἀκμητὶ περαιῶσαι τὸ σκάφος· ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδρὸν ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶσαν τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἂν οὕτω τύχῃ νῆσον ἀπαίρουσι, παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῃ τε πλησιάσαντες καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.

καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κατηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς γέ μοι δοκεῖ περὶ τοῦ ἁγίου πνεύματος κινουμένας ζητήσεις παρά τινων ἔγνωμεν, φασκόντων μὴ δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ᾽ ἐν ὑπηρέτου καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων, διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ κλύδωνι συσχεθέντες μηδένα 〈τε〉 τῶν παρ᾽ ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεσσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα ἠπείχθημεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· «ἐπιστάτα, σῶσον».

δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἣν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μάρτυρες ἀξιόπιστοι μαρτυροῦσι καὶ ἀνακηρύττουσι· καταξίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ «τὸν θεὸν ἐν πᾶσι δοξασθῆναι».

Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον Ματίδιον καὶ Ταρσῖνον καὶ Νέωνα καὶ Νουμεριανὸν Σουέδρων καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀναστάσεώς τε νεκρῶν φημι καὶ ἐνανθρωπήσεως Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔτει Διοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς ᾔτησαν, ὡς ἐν αὐταῖς ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα. Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιδίῳ καὶ Ταρσίνῳ 〈καὶ Νέωνι〉 καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑλομένοις ὀρθοδόξου τε πίστεως καὶ τελείας συγκαταθέσεως, τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό «εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς» καὶ τό «ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων», καὶ ὅσα εἰσὶ καίρια καὶ ἀγαθώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμένοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν.

Ἤδη μὲν οὖν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὅτι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐτῶν ὑπονύττεσθαι 〈εἰς τὸ〉 τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς τὸ χρήσιμον. τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον «ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου», ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται. ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν, ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας.

ἐγὼ γοῦν λαβὼν τὴν τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν ἀδελφὸν Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος, τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τέκνου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προθύμως ὁρμῆσαι κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως 〈τε〉, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν 〈τῆς〉 ὑμῶν τε καὶ τῶν καθ᾽ ὑμᾶς αἰτήσεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ.

Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν ἐν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ 〈γενομένας〉 τὰς ὑμῶν καὶ τῶν καθ᾽ ὑμᾶς αἰτήσεις τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν. ἐπ᾽ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος», σαφῶς ὑπ᾽ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας 〈τό〉 «μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ» τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεται ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου υἱός. αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔδωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταῖς λέγων «ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς», αὕτη δὲ ἔστιν ἡ ζωὴ ἣν ἔφη· «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν».