Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Προφητικές δοξολογίες, άγγελοι και οι θεοφάνειες της Παλαιάς Διαθήκης

Η ορθόδοξη θεογνωσία των τριών παίδων, ο τρισάγιος ύμνος των αγγέλων και η συναΐδιος ιδιότητα του Υιού κατά τις θεοφάνειες της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 12

Κάλει δέ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δέ, οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ᾽ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι᾽ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ τὰ ἄκτιστα, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ. οἱ τοιοῦτοι σωθέντες παῖδες ἠθέλησαν εὐχάριστον ἀποδεῖξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς, εἰς ὃν ἀπ᾽ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι.

καὶ ὅτε ἠθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τὰ βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἅγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε γῆν καὶ πάντα τὰ ὑπ᾽ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προσενεχθῆναι (οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν), καὶ κατὰ τὴν ἀξίαν μὲν καὶ κατὰ τὴν ἐξουσίαν θέλοντες μόνον ὕμνοις ὑμνεῖν τὸν θεόν (τοῦτο γάρ ἐστι τὸ γεγραμμένον «θύσατε θυσίαν αἰνέσεως» καί «θυσία αἰνέσεως δοξάσει με»), ἤδη μεταβαλόντες τὴν παλαιὰν εἰς καινὴν διαθήκην πνεύματι ἁγίῳ ὑπονυττόμενοι, οὐ ζῴων θυσίας οὐδὲ ὁλοκαυτωμάτων χρείαν ἔχοντες (φασὶ γάρ «οὐκ ἔστι τόπος τοῦ καρπῶσαι οὐδὲ θυσία οὐδὲ θυσιαστήριον», ὡς τῶν πάντων περιληφθέντων), βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐάσαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνως φέρονται («πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· μετὰ 〈γὰρ〉 τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι καὶ ταύτην τὴν δωρεὰν τῆς ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν. καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄρρητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ᾽ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.

Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον». πάντα εἶπον καὶ οὐδὲν κατέλιπον. ἵνα δὲ τὸ πνεῦμα τὸ ἅγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἵνα μὴ συμμίξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐκ ὄντων γενόμενα, ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν. ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ὡς καταξιωθεῖσιν ἅμα ἀγγέλοις εἶναι συνδιαίτοις 〈τε〉 γενομένοις ἀγγέλων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν. καί φασιν οἱ αὐτοὶ ἅγιοι παῖδες, ὡς προεῖπον· «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα· καὶ ἀριθμοῦσιν οὐρανὸν γῆν ὕδατα ἐπάνω τοῦ οὐρανοῦ καὶ ἀγγέλους (κτιστοὶ γὰρ οἱ ἄγγελοι) καὶ θρόνους καὶ δυνάμεις (κτιστὰ γὰρ ταῦτα), ἥλιον σελήνην (ποιητὰ γὰρ καὶ οὐκ ἄκτιστα), νέφη καὶ νιφετούς, ἀνέμους χιόνας ἀστραπὰς βροντὰς γῆν θάλασσαν πηγὰς ἀβύσσους ποταμοὺς πᾶσαν ἀνθρωπότητα ὄρη πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῷα, ψυχὰς ὁσίων πνεύματα δικαίων, Ἀνανίαν Ἀζαρίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ.

πάντα γὰρ ταῦτα ποιητά ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». ὅρα δέ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ᾽ οὔτε ἅγιον πνεῦμα, ἀλλ᾽ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόξασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιαστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.

Ἀλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων [πλάσαι] καὶ εἰπεῖν· οὐκ ᾔδεισαν εἰπεῖν ὄνομα ἁγίου πνεύματος· Ἰουδαῖοι γὰρ ἦσαν καὶ οὐδὲ υἱὸν ᾔδεισαν, Ἰουδαῖοι ὄντες. εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ «καὶ ἦν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ». ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου * καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι «ἐπλήσθη Δανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον» καὶ ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος. ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἶπον τὰ ὀνόματα, ἀλλ᾽ ἀσφαλείας ἕνεκα. «εὐλογεῖτε, γάρ 〈φησιν〉, πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ οὐκ εἶπον, εὐλόγει υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ᾽ εὐλόγει ἅγιον πνεῦμα τὸν κύριον, ἀλλ᾽ «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον». καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραφίμ· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα 〈κατὰ〉 τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς [καὶ] τοὺς παῖδας λύμην.

τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητὰ εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φήσαντες «εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας», εἶτα μεθ᾽ ἕτερα «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ» καὶ πάλιν «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου» καί «εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ»· ἵνα ἀπὸ τοῦ εἰπεῖν τὸν θρόνον νοήσῃς Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἀπὸ τοῦ ὀνόματος τῶν Χερουβὶμ καὶ ἀβύσσων καὶ θρόνου ἡγιασμένου καὶ λοιπῶν πάντων ὀνομάτων νοήσῃς ἀπὸ τοῦ ἀριθμοῦ πάντων τῶν ὠνομασμένων ὅτι ἐκ τῶν ἔργων εἰσὶ τοῖς ἄλλοις συναριθμούμενα. καλέσαντες γὰρ εἰς ὕμνον ταῦτα πάντα εὐθὺς ἐπιφέρουσι λέγοντες «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον», ἵνα Γαβριὴλ καὶ Μιχαὴλ εὐλογήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως καὶ ὁμοουσίως δοξάζοντες καὶ λέγοντες τό «ἅγιος ἅγιος ἅγιος», τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέγοντες καὶ οὐ πολυωνύμως. οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἵνα μὴ προσθῶσι 〈τι〉 τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος. ἵνα μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι. καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ᾽ ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἑνὶ λόγῳ καὶ μιᾷ τελειότητι τριάδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἑνότητα ἐν τριάδι. ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς 〈υἱὸς〉 τοῦ θεοῦ ἡμᾶς διδάξαι, ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἅγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ πατήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λόγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα. «εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην» 〈καὶ τὰ ἑξῆς〉.

οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός», ὁ υἱὸς τοῦ θεοῦ, «οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἐσμεν γεώργιον», «οἰκοδομηθέντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων», τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὖσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι. ἀλλ᾽ «οὐκ ἐν πᾶσιν ἡ γνῶσις» κατὰ τὸν ἀποστολικὸν λόγον, ἀλλ᾽ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια. αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγεν «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν» καὶ πάλιν ἀλλαχόθι «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» καὶ πάλιν «εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας» τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν «οὐκ οἴδατε οἵου πνεύματός ἐστε». ἄρα οὖν «ἡ γνῶσις οὐκ ἐν πᾶσι»· «χαρίσματα γὰρ ἔχει ἕκαστος ἐκ θεοῦ διάφορα». καί φησιν ὁ ἅγιος λόγος «ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν», ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ᾽ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.

Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευματικῶς 〈δια〉λεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δέ φημι τοῦ κυρίου, ὅσα [γὰρ] ἐστὶ βαθύτερα καὶ περισσοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν, ὥς φησιν Ὠσηὲ ὁ προφήτης «τίς συνετὸς καὶ συνήσει ταῦτα;» καί «ᾧ λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά· ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς». εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ᾽ οἱ ἀσεβεῖς προσκόπτουσι 〈ἐν〉 ταῖς ὁδοῖς κυρίου, ἀναιτίων τούτων οὐσῶν ἀνθρώποις προσκόμματος. οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· «προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος» καὶ ἐσκανδαλίσθησαν. εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυθότα θεοσημείας ἐργαζόμενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον «τίς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃς λαλεῖ βλασφημίας;» καὶ ἄλλοτε «εἰ ἦν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον». ἄρα οὖν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν μόνον αὐτὸν ἐνόμιζον.

οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες 〈δὲ〉 τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν 〈σαρκὸς〉 οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα κακοδοξοῦσιν. ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια. ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκούσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐσφάλλοντο. ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν. καὶ οὗτοι πάλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, ψιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν 〈εἰρημένα〉 καὶ φασίν· ἀλλ᾽ εἶπεν «ἐγὼ ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ πατέρα ὑμῶν»· ὁρᾷς ὅτι καὶ αὐτὸς ἕν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν.

Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· «αἱ γὰρ διέξοδοι αὐτοῦ» φησίν «ἀφ᾽ ἡμερῶν αἰῶνος». ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ᾽ εἰκόνα ἐμήν. ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον «ἀλλ᾽ ἐπωρώθη ἡ καρδία αὐτῶν» καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ γὰρ εἰπεῖν ποιήσωμεν οὐχ ἑνός ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν. ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ γὰρ εἰπεῖν αὐτὸν κατ᾽ εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ᾽ εἰκόνα ἐμὴν ἢ κατ᾽ εἰκόνα σήν, ἀλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ «κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ᾽ εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ «ποιήσωμεν» συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ «δι᾽ αὐτοῦ ἐγένετο» τὰ γενόμενα.

εἰ δι᾽ αὐτοῦ δὲ γέγονε, καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται. ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι᾽ αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος «ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι»· καὶ 〈γὰρ〉 ὧδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν τῷ λέγειν τοῦτο. ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπότης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων; πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὖν τελείῳ πρόσελθε τῷ υἱῷ καὶ 〈ὡς〉 υἱῷ γνησίῳ ὄντι παρὰ πατρός.

Καὶ μὴ διὰ κακόνοιαν εἴπῃς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ «ποιήσωμεν», ὁ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί «ποιήσωμεν» καὶ ὁ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον. τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ ἐστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει «θεός μου». οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν λέγω, ἀλλὰ πῶς ἔχει ἡ τῆς θεότητος ἀκολουθία. καὶ πάλιν «ἤκουσεν Ἀδάμ» φησί «τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν, ἀλλὰ θεὸν αὐτοτελῆ ἐνταῦθα λέγει. καὶ πάλιν «καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε» καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις. «καὶ ὤφθη» φησίν «ὁ θεὸς τῷ Ἀβραάμ, καθεζομένου αὐτοῦ πρὸς τῇ δρυῒ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου», ἵνα τὸν ἕνα δείξῃ θεόν, τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλους δύο ἀγγέλους αὐτοῦ. περὶ γὰρ τούτου καί 〈φησιν〉 «ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ»· αὐτὸς δὲ ὁ ἐλθὼν πρὸς αὐτὸν λέγει «μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή» φησί «Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με» καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός μου καὶ θεὸς ὑμῶν. «

καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα», ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή «καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον»· καὶ οὐκ ἦν τῆς λέξεως χρεία τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». ἐὰν δὲ εἴπῃ «ἄγγελοι θεοῦ» καὶ «πῦρ παρὰ κυρίου» καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἄγγελος γὰρ ἀγγέλῳ οὐ προσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν.

Δαυὶδ δέ φησιν «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». κύριος, φησί, τῷ κυρίῳ μου· ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἦν, ἧς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν. «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός»· καὶ οὔπω 〈χρεία〉 ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. καί «σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ καὶ αἱ διέξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰώνων», καὶ κατὰ ἄλλα ἀντίγραφα «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ». καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἰερεμίου καὶ Ἠσαΐου ὡσαύτως, τὸ ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον καὶ σάρκα σχεῖν, καθάπερ Ἰερεμίας φησί «καὶ ἄνθρωπός ἐστι.