Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀποφθέγματα τῶν πατέρων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Αμαρτία, δικαιοσύνη και θεία ευσπλαχνία

Αποφθέγματα ιβ'-ιζ', με αναφορές στη διαφορά των αμαρτημάτων μεταξύ δικαίων και ασεβών, στον Δεκάλογο, στους μακαρισμούς και στην άπειρη συγκατάβαση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

ιβʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι τὰ τῶν δικαίων ἁμαρτήματα περὶ τὰ χείλη ἐστὶ, τὰ δὲ τῶν ἀσεβῶν, ἐξ ὅλου τοῦ σώματος. Ὅθεν ψάλλει Δαβίδ· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· Καί· Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.

ιγʹ. Ὁ αὐτὸς ἠρωτήθη, Διατί δέκα μέν εἰσιν αἱ νομικαὶ ἐντολαὶ, ἐννέα δὲ οἱ μακαρισμοί; καὶ ἔφη· Ἰσάριθμος τῶν Αἰγυπτιακῶν μαστίγων ὁ Δεκάλογος· τριπλῆς δὲ Τριάδος εἰκὼν, ἡ τῶν μακαρισμῶν ἀρίθμησις. ιδʹ. Ἠρωτήθη ὁ αὐτὸς, εἰ ἀρκεῖ εἷς δίκαιος δυσωπῆσαι τὸν Θεὸν, καὶ ἔφη· Ναὶ, αὐτὸς γὰρ εἶπεν· Ἐρευνήσατε ἕνα ποιοῦντα κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι παντὶ τῷ λαῷ.

ιεʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον παραχωρεῖ μετανοοῦσιν, ὡς τῇ πόρνῃ καὶ τῷ τελώνῃ· τοὺς δὲ δικαίους ἀπαιτεῖ καὶ τόκους. Καὶ τοῦτό ἐστιν ὃ τοῖς ἀποστόλοις ἔλεγεν, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

ιϛʹ. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι ὀλίγον πάνυ τὰς δικαιοσύνας ὁ Θεὸς πωλεῖ τοῖς ἀγοράζειν σπουδάζουσι· μικροῦ κλάσματος ἄρτου, εὐτελοῦς ἱματίου, ψυχροῦ ποτηρίου, ἑνὸς ὀβολοῦ. ιζʹ. Προσετίθει δὲ καὶ τοῦτο, ὅτι παρ᾽ ἀνθρώπῳ δανειζόμενος ἄνθρωπος διὰ πενίαν, ἢ χρείαν εὐπορίας, καὶ ἀποδιδοὺς χάριτας μὲν ὁμολογεῖ, κρύφα δὲ ἀποδίδωσιν αἰσχυνόμενος. Ὁ δὲ δεσπότης Θεὸς τὸ ἀνάπαλιν· κρυφῆ δανειζόμενος ἐνώπιον ἀγγέλων καὶ ἀρχαγγέλων καὶ δικαίων ἀποδίδωσιν.