Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀποφθέγματα τῶν πατέρων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ιστορικές διηγήσεις για τον Ιουλιανό και τον Σέραπι

Αποφθέγματα α'-β', τα οποία αναφέρονται στον θάνατο του αυτοκράτορα Ιουλιανού και στην καταστροφή του ναού του Σεράπιδος στην Αλεξάνδρεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου. αʹ. Διηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτι ἐπὶ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, κορῶναι περιϊπτάμεναι τὸ τοῦ Σεράπιδος ἱερὸν, ἔκραζον ἀπαύστως, Κρᾶς, Κρᾶς. Καὶ προστάντες ἐπὶ τὸν μακάριον Ἀθανάσιον οἱ Ἕλληνες, ἔκραξαν· Κακόγηρε, εἰπὲ ἡμῖν τί κράζουσιν αἱ κορῶναι. Καὶ ἀποκριθεὶς εἶπεν· Αἱ κορῶναι κράζουσι, Κρᾶς, Κρᾶς· τὸ δὲ Κρᾶς τῇ Αὐσωνίων φωνῇ αὔριόν ἐστι καὶ προσετίθει, ὅτι Αὔριον ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἑξῆς ἠγγέλθη ὁ θάνατος τοῦ Ἰουλιανοῦ βασιλέως.

Καὶ τούτου γενομένου, συνδραμόντες κατέκραζον τοῦ Σεράπιδος, λέγοντες· Ἐὰν οὐκ ἤθελες αὐτὸν, τί ἐλάμβανες τὰ αὐτοῦ; βʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ἦν τις ἡνίοχος κατὰ τὴν Ἀλεξανδρέων, ὃς ἦν μητρὸς Μαρίας υἱός. Οὗτος ἱππικοῦ ἐπιτελουμένου κατέπεσεν· εἶτα ἀναστὰς παρῆλθε τὸν καταβεβληκότα, καὶ ἐνίκησε. Καὶ τὸ πλῆθος ἀνεβόησεν· Ὁ Υἱὸς Μαρίας πέπτωκε καὶ ἐγήγερται καὶ ἐνίκησε. Ταύτης ἔτι τῆς φωνῆς λεγομένης, ἐνέπεσεν ἡ περὶ τοῦ ἱεροῦ τοῦ Σεράπιδος φήμη τῷ πλήθει, ὅτι ὁ μέγας Θεόφιλος ἀνελθὼν, τὸ τοῦ Σεράπιδος κατέστρεψεν εἴδωλον, καὶ τοῦ ναοῦ γέγονεν ἐγκρατής.