Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὰ βαΐα
Αναγωγική ερμηνεία των συμβόλων της εορτής
Πνευματική εξήγηση των γεγονότων και των προσώπων της εισόδου, με αναφορά στην όνο, τον πώλο, τα ιμάτια, τα νήπια και τους κλάδους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναγωγική ερμηνεία των συμβόλων της εορτής
Πνευματική εξήγηση των γεγονότων και των προσώπων της εισόδου, με αναφορά στην όνο, τον πώλο, τα ιμάτια, τα νήπια και τους κλάδους.
Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἡ νέα Ἱερουσαλὴμ, ἡ τοῦ Θεοῦ Ἐκκλησία· σκόπησον τὰ τῆς ἑορτῆς σου μυστικώτερα· δράμε τῶν ὁρωμένων ὑψηλότερον, ἵνα γνῷς ἀναγωγικῶς καὶ τὰ αἰσθητῶς τελούμενα. Τίνος χάριν ὁ πάντη πεζοπόρος Ἰησοῦς νῦν καὶ μόνον ἐπὶ ζώου ἐκάθισεν, αὐτὸς ὑψούμενος, καὶ τὴν ἐν σταυρῷ ὕψωσιν ἑαυτῷ αἰνιττόμενος; Τίς ἡ κατέναντι κώμη; Πάντως ἡ ἀντίθετος καὶ ἐναντία τῷ κόσμῳ γνώμη, ἣν ἐκτήσατο ὁ κατέναντι τοῦ παραδείσου ἐξοικισθεὶς ἄνθρωπος, πρὸς ὃν ἀπέστειλεν ὁ Χριστὸς δύο τῶν μαθητῶν, οἷον Διαθήκην αὐτοῦ Παλαιὰν καὶ Νέαν, τὰς δύο Διαθήκας. Τίς ἡ ὄνος; Ἡ παλαιὰ πάντως καὶ μοιχαλὶς Συναγωγὴ, ἡ εἰς τὰ βάρη τὸν βίον βεβαρημένη, ἐφ᾽ ᾗ Χριστὸς μέχρι που κεκάθικε.
Τίς ὁ πῶλος; Ἐγὼ ὁ νέος καὶ ἀγύμναστος τῶν ἐθνῶν λαὸς, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· οὐ νόμος, οὐ φόβος, οὐκ ἄγγελος, οὐ προφήτης, οὐ Μωσῆς, οὐ Γραφή· ἀλλ᾽ αὐτὸς ὁ Θεὸς Λόγος ὁ ἡμῖν τοῖς ἀλόγοις συμφατνιάσας ἐν Βηθλεὲμ, ὅπως τῆς ἡμετέρας ἀλογίας ἐλευθερώσῃ, θεολόγους ὕστερον καταστήσας.
Τίς δὲ ἡ λύσις τοῦ πώλου; Πάντως ἡ ἀπὸ τῆς εἰδωλολατρείας ἐλευθερία, καὶ ἡ τῶν εἰδωλικῶν αἱμάτων κατάλυσις, ἣν ἐσήμανε καὶ ἡ τῆς αἱμοῤῥοούσης γυναικὸς ψαῦσις. Τίνες οἱ ἐπὶ τῇ λύσει τοῦ πώλου γογγύσαντες, λέγοντες· Τί λύετε τὸν πῶλον δεδεμένον;
Οἱ Ἰουδαῖοι [οἱ] καὶ δαίμονες. Τίς ἡ τῶν ἱματίων τῶν παίδων ὑπόστρωσις; τί τοῦ παλαιοῦ ἀνθρώπου ἔκδυσις; Ἡ τῆς Συναγωγῆς ἄσχημος γύμνωσις ὁμοῦ καὶ ἐρήμωσις. Τίνα τὰ θεολογοῦντα νήπια; Σύμβολα πάντως τοῦ πιστοῦ λαοῦ τῆς Ἐκκλησίας Χριστοῦ ἔγγονα. Τίνες αἱ τούτων μητέρες; Αἱ τοῦ βαπτίσματος κολυμβῆθραι αἱ τοὺς πιστοὺς ἀναγεννῶσαι.
Τίνες αἱ τῶν μητέρων μαζοί; Αἱ δύο Διαθῆκαι αἱ ἡμῶν διδάσκαλοι ἀμφότεραι, ποτίζουσαι ἡμᾶς τὸ γάλα τὸ πνευματικὸν καὶ οὐράνιον. Τίς ἡ ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστοῦ κατάβασις, ἀλλ᾽ ἢ πάντως ἡ ἐκ τοῦ οὐρανοῦ Θεοῦ Λόγου πρὸς ἡμᾶς συγκατάβασις; Τίνες τῶν ἐλαιῶν οἱ κλάδοι; αἱ τῶν ἐλεημόνων ψυχαί. Τίς ἡ ὁδὸς, ἐν ᾗ καλῶς ὑποστρωννύουσι τὰς τῶν ἀρετῶν πράξεις, ἀπεκδυόμενοι τὸν παλαιὸν ἄνθρωπον; Τί τῶν φοινίκων τὰ βαΐα; αἱ καθαραὶ τῶν δικαίων καρδίαι, αἱ ὡς φοίνικες ἀνθοῦσαι, καὶ ὡς αἱ κέδροι τοῦ Λιβάνου πληθυνόμεναι, αἱ πεφυτευμέναι ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐξανθοῦσαι, αἱ ἄνω ὀρθῶς πρὸς τὸν ἀληθῆ φοίνικα βλέπουσαι, πάντως δηλοῦσαι καὶ τὴν νίκην τοῦ τυράννου καὶ τοῦ ᾅδου, αὐτοὶ ἐλευθερωθέντες τῆς ἐκείνων τυραννίδος τῇ τοῦ Χριστοῦ νικητοῦ δυνάμει. Τίνες οἱ προάγοντες; Προφῆται οἱ δίκαιοι. Τίνες οἱ ἀκολουθοῦντες; ἀπόστολοι, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν μετὰ τούτων πιστεύσαντες. Ἡ δὲ πόλις, ἡ ἄνω Ἰερουσαλήμ· τὸ δὲ ἱερὸν, ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἧς Χριστὸς Ἰουδαίους ὡς ἀναξίους ἐξήγαγεν. Οὕτω τὰ τῆς ἑορτῆς σου νόησον· οὕτω τὸ τοῦ Δεσπότου μυστήριον φύλαξον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.