Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὰ βαΐα

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ο αίνος των παίδων, η απιστία των ιερέων και η τελική δοξολογία

Ρητορική σύγκριση της καθαρής δοξολογίας των νηπίων με τη σκληροκαρδία των πρεσβυτέρων του Ισραήλ, με αναφορές στη διπλή φύση του Χριστού, η οποία καταλήγει σε τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι· θηλάζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ παῖδες, Ὡσαννὰ, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρωθήτω, κράζουσιν· οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται· οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται· οὗτοι κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι· νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι, καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν· παῖδες αἶνον προσάγουσιν, οὗτοι ὄξος προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμὴν, οὗτοι δὲ τὴν χολήν· παῖδες βαΐα σείουσιν, οὗτοι δὲ ῥομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν, οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν.

Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης γεννηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυρίῳ αὐτῶν, μόνον δὲ Ἰσραὴλ οὐκ ἔγνω Χριστὸν τὸν Θεὸν αὐτοῦ. Τὰ ποτὲ φῦλα θεόφιλα γέγονε, καὶ οἱ ἄνομοι γεγόνασιν ἔννομοι, καὶ οἱ ἔννομοι παράνομοι.

Ἔστω, τοὺς προφήτας οὐκ ᾐδέσθης, ἱερεῖς ἀπέκτεινας, τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυσας, δικαίους κατέπρισας, Μωσῆν ἠθέτησας, τοὺς υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρήκουσας, Χριστῷ οὐκ ἐπίστευσας, τὰς θεοσημαίας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας ἀναβλέψασιν· εἶτα τί περὶ τῶν παίδων τούτων λέγεις; τί περὶ ὕμνου τῶν θηλαζόντων νομοθετεῖς; τίς, εἰπέ μοι, τούτους ἐφώτισε; τίς ἐδίδαξεν; ἢ τίς ἐξήγειρεν; τίς ἐσόφισε; τίς ἐξαίφνης ἀπειρολόγοις δέδωκε λόγον, εἰ μὴ Χριστὸς ὁ προαιώνιος Λόγος; Νῦν οἱ νέοι, παῖδες ὁμοῦ τε καὶ νήπια χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ φωνῇ ὕμνον ἀγγελικὸν ἀναμέλποντα· χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ ἄλλῃ χειρὶ Χριστῷ βαΐα ἐπισείοντα· ἡ ἀπειρολόγος, θεολόγος γεγενημένη φύσις· εὐθὺς τὸν προφητικὸν λόγον Θεῷ τῶν ἀσωμάτων ὕμνον ὡς δῶρα προσάγοντα, ὁμοῦ τε καὶ κράζοντα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

Πρὸς ἃ ἐγὼ περιχάριστα ὁμοῦ τε καὶ ἐφεόρτια ἀντεπερωτῶ τοὺς ἱεροὺς τούτους παῖδας θαρσήσας· Τί φατὲ, ὦ παῖδες Θεοῦ, παῖδες ἀνυμνήτορες; Πόθεν ὑμῖν ὁ ἰσόῤῥοπος οὗτος, τὸν χερουβικὸν ὕμνον ἀνακράζοντες;

Πῶς δὲ ἐπὶ πώλου Χριστὸν ὁρῶντες ἀνθρωποπρεπῶς· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, βοᾶτε θεοπρεπῶς; Ναὶ, φασὶ πρὸς ἡμᾶς οἱ θεορήτορες παῖδες, καὶ ἐπὶ πώλου αἰσθητοῦ Χριστὸς καθέζεται, ἀλλὰ τοῦ κόλπου τοῦ πατρικοῦ οὐδαμοῦ χωρίζεται· καὶ ἐπὶ πώλου ὄνου καθέζεται, ἀλλὰ τοῦ θρόνου τοῦ χερουβικοῦ οὐκ ἀπολιμπάνεται. Ἀλλ᾽ αὐτὸς ὁ κάτω μετὰ σαρκὸς βροτοῖς ἀνελλιπῶς, αὐτὸς οὕτως καὶ ἄνω μετὰ Πατρὸς Θεὸς ἀψευδὴς, καὶ ἀληθινὸς, αὐτὸς ὁ παντοκράτωρ, καὶ κοσμοκράτωρ, καὶ ἐθνοκράτωρ, καὶ ἀληθὴς Θεὸς, καὶ χορηγὸς, καὶ φυτουργὸς, καὶ ὁδηγὸς, καὶ Σωτὴρ πάντων. Αὐτὸς εἰς τὴν κάτω Ἱερουσαλὴμ εἰσέρχεται, καὶ τῆς ἄνω οὐ χωρίζεται· οὗτος ὁ ποιητὴς τῶν αἰώνων καὶ ἐξ αἰώνων, καὶ εἰς αἰῶνας· αὐτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος· οὗτός ἐστιν ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους· οὗτος ὁμίχλῃ τὴν θάλασσαν ἐσπαργάνωσεν· οὗτος τὰ κλεῖθρα τοῖς ἀνθρώποις περιέθηκεν· οὗτος ὅρους ταῖς θαλάσσαις ἐμέρισεν· οὗτος ἁπλώσας γαῖαν ἐπ᾽ οὐδενὶ ἐκρέμασεν· οὗτος στοιχείων τὰς κράσεις πανσόφως ἐκέρασεν· οὗτος τὰ κάλλη τῶν φυτῶν κατεκόσμησεν· οὗτος οὐρανὸν ὡς ἱμάτιον ἐξέτεινεν· οὗτος αὐτὸν φωστῆρσι λαμπροῖς κατεκόσμησε.

Τοῦτον φρίττουσι χερουβὶμ, καὶ τρέμουσι σεραφὶμ, τοῦτον ὑμνεῖ ἥλιος, τοῦτον δοξολογεῖ σελήνη, τοῦτον αἰνοῦσι τὰ ἄστρα, τούτῳ δουλεύουσιν αἱ πηγαὶ, τοῦτον φρίττουσιν ἄβυσσοι, τοῦτον δεδοίκασι τάρταροι, τούτῳ ὑπείκει τὰ κήτη, τοῦτον τρέμουσι δράκοντες, τούτῳ δουλεύουσιν ὄμβροι, τοῦτον εὐλαβοῦνται πνεύματα· οὗτος ὑπέστησε φύσεις, οὗτος κατέστησε κτίσεις, οὗτος κατέταξε τάξεις, οὗτος ὁ τῶν ἄνω καὶ τῶν κάτω κτίσεων ποιητὴς Θεὸς Κύριος ἡμῶν· καὶ αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.