Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὰ βαΐα
Πανηγυρική προτροπή για την υποδοχή του Χριστού
Εισαγωγικό κάλεσμα προς την Εκκλησία, τον λαό και την κτίση να προϋπαντήσουν τον ερχόμενο Βασιλέα, υμνώντας τη σωτήρια φανέρωσή του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πανηγυρική προτροπή για την υποδοχή του Χριστού
Εισαγωγικό κάλεσμα προς την Εκκλησία, τον λαό και την κτίση να προϋπαντήσουν τον ερχόμενο Βασιλέα, υμνώντας τη σωτήρια φανέρωσή του.
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα. Κύριε, εὐλόγησον. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου [καὶ εὐφραίνου], πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ παραγίνεται. Ἰδοὺ ὁ σὸς νυμφίος ἐπὶ πώλου [ὡς ἐπὶ θρόνου] καθήμενος ἔρχεται. Ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, σπεύσωμεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶς εἰς τιμὴν τῆς εἰσόδου αὐτοῦ. [Πάλιν τῷ κόσμῳ σωτηρία, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται.] Πάλιν ὁ βασιλεὺς Σιὼν, τῶν ἐθνῶν ἡ προσδοκία ἐπὶ τὴν Σιὼν ἔρχεται, πάλιν τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιν τὸ φῶς ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλιν ἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία χορεύει, πάλιν ἡ Συναγωγὴ χηρεύει, πάλιν αἰσχύνονται δαίμονες, πάλιν κατάρα λύεται, πάλιν Ἑβραῖοι ταράττονται, πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραίνονται, πάλιν Σιὼν καλλωπίζεται. Χριστὸς ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοὶ, ἀγάλλεσθε· ἄγγελοι, ὑμνήσατε· τὰ ὄρη, εὐφραίνεσθε· οἱ βουνοὶ, σκιρτήσατε· ποταμοὶ, κροτήσατε· οἱ ἐν Σιὼν, χορεύσατε· αἱ Ἐκκλησίαι, χαίρετε· ἱερεῖς, ὑμνήσατε· προφῆται, προφθάσατε· μαθηταὶ, κηρύξατε· λαοὶ, ἀπαντήσατε· πρεσβῦται, συνδράμετε· αἱ μητέρες, χορεύσατε· οἱ θηλάζοντες, ᾄσατε· νεανίσκοι, βοήσατε· τὰ ἔθνη, συνάχθητε.
Πᾶσα κτίσις, πᾶσα φύσις, πᾶσα τάξις, πᾶσα πνοὴ, πᾶσα ἡ γῆ, πᾶσα ἀξία, πᾶσα ἡλικία, πᾶσα ἐθναρχία, πᾶσα βασιλεία, βασιλικῶς τῷ Βασιλεῖ τῶν βασιλέων ἀπαντήσωμεν, δεσποτικῶς τῷ Δεσπότῃ τῶν δεσποτῶν προσκυνήσωμεν, τῷ Θεῷ τῶν θεῶν θεϊκῶς ἀναμέλψωμεν, τῷ νυμφίῳ τῆς ἀφθαρσίας θεονύμφως χορεύσωμεν· τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα· τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν, τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν, τὰς εἰσόδους τῶν ψυχῶν τῷ Βασιλεῖ διανοίξωμεν, τὰ βαΐα τῆς νίκης ὡς νικητῇ τοῦ θανάτου βαστάσωμεν, τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες· τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνήσωμεν· μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν, μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν.
Ἐπέφανεν ἡ τῶν πεπτωκότων ἀνάστασις, ἐπέφανεν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις, ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις, ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις, ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων λύτρωσις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις, ἐπέφανεν ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις, ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.