Χαίρου τοίνυν καὶ εὐφραίνου, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· Ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τά ποτε διεσκορπισμένα τῶν ἐθνῶν τέκνα σου. Ἴδε τῆς ἑορτῆς τὴν εὐφημίαν· ἴδε τοῦ λαοῦ τὴν συμφωνίαν, ἴδε πᾶσαν γλῶσσαν εἰς μίαν δόξαν, ἴδε ἅπαν στόμα ὡς ἓν στόμα, ἴδε τὰ πρὶν θήρεθνα ἐν σοὶ τυγχάνοντα πρόβατα, ἴδε ἐθνῶν ἑορταζόντων ἐπιφήμισμα, ἀγγελικῶν ἀσωμάτων ὑπάρχον τὸ μίμημα, ἴδε συμφωνίαν, ἀσωμάτων χοροστασίαν, ἴδε στάσεις ὡς ἀγγέλων τάξεις. Ὁρῶ τοὺς ὕμνους ὡς ἀγγέλων ὕμνους, ὁρῶ τοὺς παῖδας ὡς νεοφύτους ἄρνας, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Χριστῷ λέγοντας, μεθ᾽ ὧν κροτήσασα μέγα τῇ χειρὶ βόησον λαμπρᾷ καὶ λεοντιαίᾳ τῇ φωνῇ, ἐφεόρτιά τε ὁμοῦ καὶ εὐχαριστήρια λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς, τῇ ποτε ἀτέκνῳ καὶ ἀγνώστῳ στείρᾳ· εὐλογημένος ὁ ἐλθὼν, ἀλλὰ μὴν ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁ ἐρχόμενος, ὁ μηδαμοῦ χωρούμενος· ἐρχόμενος, ὁ μηδαμοῦ κρατούμενος· εὐλογημένος ὁ ἐρχόμενος, καὶ τῶν οὐρανῶν μὴ χωριζόμενος· εὐλογημένος αὐτοπρεπῶς, καὶ πάλιν ἐρχόμενος θεοπρεπῶς· εὐλογημένος ὁ ἐπ᾽ ἐμὲ ἐπὶ πώλου τυπικῶς παραγενόμενος ὡς ἐπὶ πώλου χερουβικοῦ.