Ἔστω, τοὺς προφήτας οὐκ ᾐδέσθης, ἱερεῖς ἀπέκτεινας, τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυσας, δικαίους κατέπρισας, Μωσῆν ἠθέτησας, τοὺς υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρήκουσας, Χριστῷ οὐκ ἐπίστευσας, τὰς θεοσημαίας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας ἀναβλέψασιν· εἶτα τί περὶ τῶν παίδων τούτων λέγεις; τί περὶ ὕμνου τῶν θηλαζόντων νομοθετεῖς; τίς, εἰπέ μοι, τούτους ἐφώτισε; τίς ἐδίδαξεν; ἢ τίς ἐξήγειρεν; τίς ἐσόφισε; τίς ἐξαίφνης ἀπειρολόγοις δέδωκε λόγον, εἰ μὴ Χριστὸς ὁ προαιώνιος Λόγος; Νῦν οἱ νέοι, παῖδες ὁμοῦ τε καὶ νήπια χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ φωνῇ ὕμνον ἀγγελικὸν ἀναμέλποντα· χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ ἄλλῃ χειρὶ Χριστῷ βαΐα ἐπισείοντα· ἡ ἀπειρολόγος, θεολόγος γεγενημένη φύσις· εὐθὺς τὸν προφητικὸν λόγον Θεῷ τῶν ἀσωμάτων ὕμνον ὡς δῶρα προσάγοντα, ὁμοῦ τε καὶ κράζοντα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.