Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η Ανάληψη ως πλήρωμα των δεσποτικών εορτών

Εισαγωγική αναφορά στις εορτές της οικονομίας του Χριστού και ανάδειξη της Αναλήψεως ως της υπέρτατης εορτής που ολοκληρώνει το σωτηριώδες έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεός. Κόσμος σώματος ἡ ἐπιτεθεῖσα τῷ σώματι κεφαλή· κόσμος δὲ τῶν ἑορτῶν ἡ σήμερον ἑορτή. Τί γάρ; φησί. Χριστοῦ ἀνάληψιν μετὰ σαρκὸς ἑορτάζομεν, ὡς τῶν Δεσποτικῶν ἑορτῶν δεικνυμένην πλήρωμα.

Καθάπερ γὰρ κεφαλὴ φαιδρόμορφος, οὕτω καὶ ἡ σήμερον ἑορτὴ τῆς θεϊκῆς χάριτος ἀπαυγάζει τὸ κάλλος· ἀλλ᾽ οἱ πολλοὶ ἀγνοοῦντες τὸ ταύτης μέγεθος, ἧττον αὐτὴν νομίζουσι. Καὶ εἰ βούλεσθε μαθεῖν, ἀνεξικάκως συντείνατέ μοι τὸν νοῦν. Μόνον μοι δι᾽ εὐχῶν συνεργήσατε, παρακαλῶ· καὶ τὰς μολιβδώδεις αὔρας καταστείλατε· καὶ τὰ κύματα τῆς φλυαρίας γαληνιάσατε· καὶ σχολάζουσάν μοι τὴν ἀκοὴν παράσχητε. Κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα, λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται. Πρώτη τοίνυν ἑορτὴ ἡ φρικτὴ καὶ θαυμαστὴ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις. Πῶς γὰρ οὐ θαυμαστὴ ἡ ἐξ οὐρανῶν τοῦ Θεοῦ πρὸς ἡμᾶς κατάβασις, μᾶλλον δὲ συγκατάβασις; ὅτι ὁ πάντων Δεσπότης τὴν τοῦ δούλου μορφὴν ἑνῶσαι ἑαυτῷ κατηξίωσε, καὶ πτωχὴν μητέρα ἔχειν ὁ πάντα περιέχων. Δευτέρα ἑορτὴ ἡ τῶν Θεοφανίων πολλῷ τῆς πρώτης τὴν θεωρίαν μείζω ἔχουσα. Ἐν μὲν γὰρ τῇ πρώτῃ ἑορτῇ ὑπεδείκνυε τὸν τεχθέντα Θεὸν Λόγον ἀστήρ· ἐν δὲ τῇ δευτέρᾳ ἑορτῇ Ἰωάννης ἐβόα, Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐβεβαίου δὲ τὴν μαρτυρίαν τοῦ βαπτιζομένου οὐρανόθεν βοῶν ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.

Ἀλλ᾽ οὐδὲ τότε ὁλόκληρος ἡ τῆς σωφροσύνης ἀπόλαυσις, ἐπειδὴ μηδέπω τὸ θνητὸν σῶμα διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν ἐδέξατο. Τρίτη ἑορτὴ τοῦ σωτηριώδους πάθους ἡ ἀνάστασις ζωοποιεῖ τοὺς διὰ τοῦ βαπτίσματος τοῦ αἵματος αὐτοῦ μαρμαρυγὰς ἀπαστράπτοντας, καὶ ἀναγεννωμένους δι᾽ ὕδατος καὶ Πνεύματος ἁγίου. Διὸ καὶ πεσόντα κόσμον ἀνέστησε, καὶ τὸν πάλαι ἐκπεσόντα Ἀδὰμ ζωῆς αἰωνίου ἠξίωσε. Διὰ ξύλου ὁ Ἀδὰμ θάνατον ἐτρύγησε· διὰ ξύλου σταυροῦ ζωὴν τῷ κόσμῳ χαρίζεται. Καὶ αὕτη μὲν τῶν προλαβουσῶν ἑορτῶν ἐνδοξοτέρα ἀνεδείκνυτο, ἐπειδὴ ἐν αὐτῇ ὁ θάνατος διὰ θανάτου τὸν θάνατον θανατώσας, καὶ ζωὴν ἀθάνατον τοῖς θανοῦσιν ἐπήγαγεν. Ἀλλὰ καὶ αὐτὴ οὐκ εἶχε τῆς χαρᾶς τὴν πληρότητα ἐπὶ γῆς τὸν ἀναστάντα κατέχουσα.

Καὶ ἡ τῆς Πεντηκοστῆς δὲ χαρὰν μεγάλην καὶ ὑπὲρ λόγον, ἐν ᾗ τοῖς ἀποστόλοις ἐδίδοτο Πνεῦμα ἅγιον· σήμερον δὲ ἐν τῇ τῆς Ἀναλήψεως ἡμέρᾳ πάντα διὰ πάντων εὐφροσύνης πεπλήρωται. Οὐρανοὺς τοὺς φεγγοτόκους ἀνοίξας, καὶ τὸν λεπτομερέστατον ἀέρα βαθμώσας, καὶ τὸν ἐκ γῆς εἰς τὰς οὐρανίους ἁψίδας ἀνασφαιρώσας, καὶ πάσας τὰς τῶν ἀγγέλων φύσεις εἰς χαρὰν ἄληκτον παρορμήσας, ξένην ἡμῖν θέαν ἐπέδειξε, τὴν ἡμετέραν σάρκα ἐπὶ θρόνου βασιλικοῦ ἐπηρμένην. Ποῦ εἰσὶν οἱ περὶ τὰ ἱπποδρόμια ἀσχολούμενοι, καὶ ἡνιόχων ἀγαπῶντες ὀξύτητα; Δεῦτε, ἴδετε παράδοξον ἱπποδρόμιον· τὸν τῆς κτίσεως Δημιουργὸν ἐν ἀνθρωπίνῳ ἐποχούμενον ἅρματι, οὐκ ἐπὶ γῆς ἀτάκτως ἐλαύνοντα, ἀλλ᾽ αἰθερίους δρόμους καινοπρεπῶς ἀναστέλλοντα, καὶ τὸν οὐράνιον καμπτῆρα καταλαμβάνειν ἐπειγόμενον, καὶ τὸν παρατρέχοντα Βελίαρ δυνατῶς καταστρέφοντα.