Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η Ανάσταση, η Ανάληψη και η εσχατολογική κρίση

Η τριήμερος έγερση του Κυρίου, η ανύψωση της ανθρώπινης φύσης στους ουρανούς και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

Ἀνέστη γοῦν ὁ κύριος διὰ τριῶν ἡμερῶν, διδάσκων ἡμᾶς τριάδα ἐν μονάδι προσκυνεῖν· πᾶσαι δὲ αἱ πατριαὶ τῶν ἐθνῶν ἐσώθησαν ἐν τῷ Χριστῷ· εἷς γὰρ ἐκρίθη καὶ μυριάδες ἐσώθησαν· ὁ γὰρ κύριος ἀπέθανεν ὑπὲρ πάντων.

Οὗτος δὲ ὁμοίως ἐνδυσάμενος ὅλον τὸν ἄνθρωπον ἀνῆλθεν εἰς τὰ ὕψη τῶν οὐρανῶν, ἀναφέρων δῶρον τῷ πατρὶ οὐ χρυσόν, οὐκ ἄργυρον, οὔτε λίθον τίμιον, ἀλλ᾽ ἄνθρωπον ὃν ἔπλασεν 〈«κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ».〉 Τοῦτον ὁ πατὴρ ὑψώσας ἐν δεξιᾷ αὐτοῦ 〈«ἐπὶ θρόνου ὑψηλοῦ»〉 κεκάθικεν, 〈«ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ»·〉 μέλλει γὰρ ἔρχεσθαι κριτὴν ζώντων καὶ νεκρῶν, 〈«οὗ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος»,〉 ὅτι δόξα ἐστὶ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.