Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν θεοτόκον Μαρίαν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Γενεαλογία της Παρθένου και ερμηνεία ονομάτων

Αναφορά στους προπάτορες Ιωακείμ και Άννα, στη ρίζα του Ιεσσαί, καθώς και στη θεολογική σημασία των ονομάτων τους και του ονόματος της Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 7

Ὢ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶ ταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ πυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὴν Πνεῦμα φόβου Θεοῦ.

Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ Δαβὶδ ὁ βασιλεὺς, καὶ ἐκ τῆς φυλῆς Δαβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστησαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ καὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλιν ὁμοίως χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωακεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωακεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μαρίαν.

Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκεται. Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ ἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς κόσμου Χριστόν. Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρίτην τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ.

Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθένος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χριστόν. Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι.