Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἐπιστολὴ πρὸς Εὐσέβιον, Μάρκελλον, Βιβιανόν, Κάρπον καὶ πρὸς Αἰγυπτίους (ἀπόσπασμα)

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγή και ο πρόωρος εορτασμός του νομικού Πάσχα

Προοίμιο της επιστολής και ερμηνεία του πρόωρου εορτασμού του Πάσχα από τους Ιουδαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 3

τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κωνσταντίας τῆς Κυπρίων νήσου περὶ τῆς τοῦ πάσχα ἡμέρας ἀκριβὴς διασάφησις· ἐκ τῆς πρὸς Εὐσέβιον καὶ Μάρκελλον, Βιβιανόν (Βηβιανόν cod.) τε καὶ Κάρπον ἐπιστολῆς. Ἔφαγον οὖν οἱ Ἰουδαῖοι τὸ πάσχα, μεθ᾽ ὧν ὁ κύριος τοῦτο συνέφαγε, πρὸ δύο ἡμερῶν τοῦ τεταγμένου ἀληθινοῦ πάσχα· ὡς ἔλεγον οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ὅτι προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ἐν τῷ θορύβῳ συλληφθέντος αὐτοῦ μὴ δυνηθῶμεν φαγεῖν τὸ πάσχα· ὥς φησι καὶ ὁ ἱερώτατος Ματθαῖος περὶ τοῦ σωτῆρος ὅτι εἴρηκε τοῖς μαθηταῖς· “οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι„. τοῦτο δὲ ἀκριβῶς ἐτελέσθη ὁπηνίκα ὁ Χριστὸς εἰς τὸ μυστήριον ἤγετο τῇ δευτέρᾳ τοῦ σαββάτου, σύμβολον οὔσης τῆς δεκάτης τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ διὰ τὸ ἰῶτα. τότε γὰρ ὁ Ἰούδας ἔλαβε τὸ τίμημα τοῦ τετιμημένου, οὗ διετιμήσαντο παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ τὸ γεγραμμένον, καὶ ἐζήτει εὐκαιρίαν ὅπως αὐτὸν παραδῷ. προέλαβον δὲ τεθορυβημένοι ἀντὶ τοῦ φυλαχθῆναι παρ᾽ αὐτοῖς τὸ ἠγορασμένον αὐτοῖς πρόβατον διὰ τῶν τῷ Ἰούδᾳ δοθέντων ἀργυρίων ἕως πέμπτης σαββάτων καὶ ἀπὸ δεκάτης ἀριθμουμένων ἕως τεσσαρεσκαιδεκάτης 〈ἥτις ἦν〉 ἡ πέμπτη σαββάτων.