Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἐπιστολὴ πρὸς Ἰωάννην Ἱεροσολύμων (ἀπόσπασμα)

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Το επεισόδιο του παραπετάσματος της Αναυθάς και η αντικατάστασή του

Αιτιολόγηση της καταστροφής ενός εικονογραφημένου παραπετάσματος σε ναό της Αναυθάς και αποστολή νέου προς αντικατάσταση, με συστάσεις προς τον επίσκοπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 2

Ἐπεὶ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγγυσαν καθ᾽ ἡμῶν, ὅτι ἐν τῷ διαβαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόπον τῆς Βεθῆλ τοῦ συναγελασθῆναι τῇ σῇ τιμιότητι ὡς ἤλθομεν εἰς τὴν κώμην τὴν λεγομένην Ἀναυθά, θεασάμενοι λύχνον καιόμενον καὶ ἐρωτήσαντες ἔγνωμεν ἐκκλησίαν εἶναι ἐν τῷ τόπῳ, εἰσερχόμενοι δὲ τοῦ εὐχὴν ἐπιτελέσαι εὕρομεν βῆλον ἐν τῇ θύρᾳ βαπτὸν ἐν ᾧ ἐζωγράφητο ἀνδροείκελόν τι εἰδωλοειδές, ὃ ἔλεγον τάχα ὅτι Χριστοῦ ἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων (οὐ γὰρ μέμνημαι ἐγὼ θεασάμενος), καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐν ἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξα αὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαι ἐν αὐτῷ πένητα τελευτήσαντα, οἱ δὲ γογγύσαντες ἔλεγον· ‘ἔδει αὐτὸν ἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλον πρινὴ αὐτὸ σχίσῃ’, καίτοιγε ἐμοῦ ὑποσχομένου ὅτι ἀντ᾽ αὐτοῦ ἀποστελῶ ἕτερον, ἐβράδυνα δὲ τοῦ ἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν με ζητεῖν (προσεδόκων γὰρ ἀπὸ Κύπρου ἀποστέλλεσθαι), νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα. καταξίωσον οὖν κελεῦσαι τῷ πρεσβυτέρῳ τῆς παροικίας δέξασθαι παρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλμένον, καὶ παρακαλῶ πρόσταξον ἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖς ἐκκλησίαις· πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶ πάντων φροντίζειν καὶ ἀκριβολογεῖν περὶ τῶν συμφερόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς 〈τοῖς ἐμπεπιστευμένοις σοι〉.