Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἐπιστολὴ πρὸς Θεοδόσιον βασιλέα (ἀποσπάσματα)

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Προοίμιο και απόρριψη της απεικόνισης του Χριστού και των αγίων

Ο συγγραφέας συνδέει την απεικόνιση του Θεού και των αγίων με την ειδωλολατρία, επικαλούμενος την πατερική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 3

Ἐπιφανίου ἐπισκόπου Κύπρων Ἐπιστολὴ πρὸς Θεοδόσιον τὸν βασιλέα. τὴν εἰδωλολατρείαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο καὶ ἐν τῷ κόσμῳ ἔσπειρε τοῦτο καὶ ἐθεμελίωσε καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψε· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις καὶ τὰ εἴδωλα εἰς ἀρχαίαν εἰδωλολατρείαν τοὺς πιστοὺς καθείλκυσε καὶ ἠπάτησε. εἰσφέρει ἑαυτὸν ἐν τῇ ἐπιστολῇ τῇ πίστει τῶν ἐν Νικαίᾳ πατέρων ἐκ νέας ἡλικίας ἠκολουθηκέναι καὶ ὡς οἱ γονεῖς αὐτοῦ ἐν ταύτῃ γεγέννηνται καὶ τὴν αὐτὴν εἶχον ὁμολογίαν. νοήσει γὰρ ἡ σὴ εὐσέβεια εἰ πρέπον ἐστὶν ἔχειν ἡμᾶς θεὸν ζωγραφητὸν διὰ χρωμάτων. ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται οὐ μέμνημαί τι τοιοῦτον ἰδών. τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν ἐκκλησίᾳ ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο ἢ ἐν βήλοις θυρῶν; 〈τίς〉 τῶν ἀρχαίων ἐπισκόπων Χριστὸν ἀτιμάσας ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μω〈υ〉σέα τε καὶ τοὺς προφήτας ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ τοὺς λοιποὺς ἀποστόλους οὕτως παρεδειγμάτισεν καὶ ἐθριάμβευσεν; ἅμα δὲ καὶ ψεύδονται, ἐξ ἰδίας αὐτῶν ἐννοίας μορφὰς τῶν ἁγίων ἄλλως καὶ ἄλλως ἀνατυποῦντες, ποτὲ μὲν γέροντας ποτὲ δὲ νεωτέρους τοὺς αὐτοὺς*, ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες.