Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Κατάλογος ἀποστόλων
Οι λοιποί εκ των Δώδεκα, οι Αδελφοί του Κυρίου και ο Ματθίας
Ιστορικές και γεωγραφικές πληροφορίες για τη δράση και την τελευτή των υπολοίπων αποστόλων, καθώς και των συγγενών του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι λοιποί εκ των Δώδεκα, οι Αδελφοί του Κυρίου και ο Ματθίας
Ιστορικές και γεωγραφικές πληροφορίες για τη δράση και την τελευτή των υπολοίπων αποστόλων, καθώς και των συγγενών του Χριστού.
εʹ. Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ. ϛʹ. Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.
ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει, ἦν μὲν ἀπὸ τῆς Πανιάδος πόλεως τῆς Γαλιλαίας, Πάρθοις δὲ καὶ Μήδοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου, καὶ Πέρσαις δὲ καὶ Γερμανοῖς καὶ Ὑρκανοῖς [καὶ Ἰνδοῖς] καὶ Βάκτροις καὶ Μάγοις, ἐκοιμήθη ἐν πόλει Καλαμηνῇ τῆς Ἰνδικῆς.
ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἦν ἀπὸ Ἱερουσαλὴμ καὶ ἐκεῖ συνέγραψε τὸ εὐαγγέλιον τοῦ κυρίου τῇ ἑβραίδι διαλέκτῳ, καὶ ἐξέδωκεν αὐτὸ τοῖς ἁγίοις ἀποστόλοις καὶ ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ἐκοιμήθη δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ.
θʹ. Ἰάκωβος [ὁ ἐπικληθεὶς Θαδδαῖος], ἀδελφὸς τοῦ κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ᾽ αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως. [Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ᾽ αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.] ιʹ. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.
ιαʹ. Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη ζʹ, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως. [ιαʹ. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρκʹ.] [ιαʹ. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρκʹ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως.] ιβʹ. Ματθίας δὲ εἷς ὢν τῶν οʹ μαθητῶν ὃν ἀνέδειξεν ὁ κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριότου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.