Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Προοίμιο, εισαγωγικές επιστολές και δομή του έργου

Αλληλογραφία με τους πρεσβυτέρους Ακάκιο και Παύλο, εξήγηση του σκοπού της συγγραφής του Παναρίου και αρχική αρίθμηση των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 27

Ἐπιστολὴ γραφεῖσα ἐν τῷ ἐνενηκοστῷ δευτέρῳ ἔτει Διοκλητιανοῦ βασιλείας, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἔτους δωδεκάτου καὶ Γρατιανοῦ ἔτους ὀγδόου, πρὸς Ἐπιφάνιον Παλαιστινὸν Ἐλευθεροπολίτην, γενόμενόν 〈ποτε〉 πατέρα μοναστηρίου ἐν τῇ τῆς αὐτῆς Ἐλευθεροπόλεως περιοικίᾳ, ἐπίσκοπον ὄντα νῦν πόλεως Κωνσταντίας ἐπαρχίας Κύπρου, παρὰ Ἀκακίου καὶ Παύλου, πρεσβυτέρων ἀρχιμανδριτῶν τουτέστιν πατέρων μοναστηρίων μερῶν Χαλκίδος καὶ Βεροίας τῆς κοίλης Συρίας, 〈αἰτησάντων αὐτὸν〉 περὶ τοῦ κατὰ αἱρέσεων πασῶν γράψαι, οὐ μὴν ἀλλὰ καὶ 〈ἄλλων〉 πολλῶν προτρεψαμένων καὶ ὡς εἰπεῖν ἀναγκασάντων αὐτὸν εἰς τοῦτο ἥκειν. Τῷ κυρίῳ ἡμῶν καὶ τιμιωτάτῳ κατὰ πάντα, εὐλαβεστάτῳ πατρὶ Ἐπιφανίῳ ἐπισκόπῳ Ἀκάκιος πρεσβύτερος καὶ Παῦλος πρεσβύτερος, ἀρχιμανδρῖται, ἐν κυρίῳ χαίρειν.

Ἤρκει μὲν ἡ θέα τῆς σῆς θεοσεβείας, πάτερ, ἐμπλήσασα πνευματικῶν ῥημάτων καὶ ἐμφυτεύσασα τὸν τοσοῦτον πρὸς ἡμᾶς πόθον γεγονότα 〈τοῖς〉 τῆς σῆς αὐτοψίας μεταλαβοῦσιν. ἀλλ᾽ ἐπειδὴ πρόδρομος φήμη μαθητοῦ τοῦ σωτῆρος κηρύττουσα τὴν τῆς εὐωδίας τῶν ῥημάτων καὶ πράξεων ὀσμὴν ἄγχει καὶ λέξεων καὶ νοῦ κορεσθῆναι, ἔδει μὲν αὐτοψίᾳ ἐλθόντας μεταλαβεῖν τῆς ἐκ θεοῦ σοι δοθείσης χάριτος ὡς τοῖς ἀποστόλοις. ἀλλ᾽ ἐπειδὴ ἡ ὁδὸς ἐπεσχέθη ὑπὸ τῆς ἀρρωστίας τῆς σωματικῆς καὶ τῆς ταλαιπωρίας, οὐκ ἰσχύσαμεν αὐτοὶ γενόμενοι πρὸς τοὺς σοὺς πόδας προκυλινδούμενοι ἀκοῦσαί τε καὶ μαθεῖν τὰ ἐκπορευόμενα πνευματικὰ ἅγια ῥήματα ἐκ τοῦ σοῦ στόματος. πιστεύομεν γὰρ ὅτι εἰ ἦμεν ἄξιοι ἀνελθόντες τε καὶ ἀκούσαντες ἐστηριζόμεθα τὴν πολιτείαν ἣν προβεβλήμεθα, εἰ ἐσμὲν ἄξιοι τὸ τέρμα ταύτης καταλαβεῖν. τῆς οὖν ἀρρωστίας καταλαβούσης δεόμεθα τῆς τοσαύτης σου θεοσεβείας, μὴ φθονήσῃς μεταδοῦναι ἡμῖν ἀπὸ τῶν δεδωρημένων σοι ἀληθῶς ὑπὸ τοῦ σωτῆρος. ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ ἀκούοντες, ὅτι ἐν ταύτῃ τῇ γενεᾷ νέον σε ἀπόστολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον, τοῦ κηρύσσειν τὰ ὀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον προβαλλομένων.

τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ ἀγχομένου καὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ὄντος τε καὶ τῆς ἡμετέρας μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατηχήτου ὄντος, ἐπετρέψαμεν 〈αὐτῷ〉 τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρτωλῶν πρὸς τὸν μαθητήν σε τοῦ σωτῆρος. ὃ δὲ ἀξιοῦμεν, τῶν ῥηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῥημάτων ἐπικουφιζόμεθα τῶν ἀνομιῶν ἡμῶν. ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἑκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν διαρρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. 〈οὐκ〉 ἴση γὰρ ἁπάντων ἡ δωρεά. καὶ σὲ ἀξιοῦμεν εὐχὴν ποιήσασθαι, σὲ τὸν δίκαιον, τῷ κυρίῳ ὑπὲρ πάντων τῶν σε ποθούντων καὶ ἐκδεχομένων τὴν παρὰ σοῦ δωρεάν. ἐν νηστείᾳ καὶ εὐχῇ ἐσμεν τὸν κοινὸν ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ τῆς σῆς τιμιότητος ἀσμένως [καὶ] κομίσαι τὴν ὑπὸ σοῦ δεδωρημένην δωρεὰν καὶ οὕτως ἀναπέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. πάντες ἐλπίζουσιν οἱ ἀδελφοὶ τῇ ὑπὸ σοῦ εὐχῇ ὑπὲρ αὐτῶν γιγνομένῃ στηριχθῆναι. παρακαλοῦμεν μὴ ὀκνῆσαι μεταδοῦναι χάριν θεϊκὴν ἐσχηκότα ἀποστόλων.

πάντες οἱ μικροὶ ἐν ταῖς μάνδραις ὄντες εὐχὴν τῷ κρείττονι ἀναπέμπουσι μεταλαβεῖν ἀπὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθέντα σοι θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου.

Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλον πρεσβυτέρους ὑπὸ 〈τοῦ〉 αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ᾽ αὐτῶν αὐτῷ γραφέντα περὶ τοῦ κατὰ αἱρέσεων γράψαι αὐτόν. Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ Παύλῳ Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν.

Προοίμιον εἴτ᾽ οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγγραφεῖς διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμιαζόμεθα ὑμῖν, ἀγαπητοί, [τὰ] τῆς κατὰ αἱρέσεων † αἰτήσεως ὑμῶν ἐν ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι. ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τά τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ᾽ αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλοκάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ᾽ οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες, ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, 〈περι〉έχον αἱρέσεις ὀγδοήκοντα, αἵτινές εἰσι θηρίων εἴτ᾽ οὖν ἑρπετῶν αἰνίγματα. «

μία δὲ μετὰ τὰς ὀγδοήκοντα» ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ «νύμφη ἁγία» ἐκκλησία, οὖσα μὲν ἀπ᾽ αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα καὶ ὑφ᾽ ἡμῶν ἐν ὑπομνήσει διὰ τοῦ κηρύγματος Χριστοῦ ταχθεῖσα καὶ πάλιν μετὰ πάσας τὰς τῶν αἱρέσεων τούτων μοχθηρίας εἰς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς ἀναγνώσεως διελθόντων ὑφ᾽ ἡμῶν μετ᾽ ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων διδασκαλίαν σαφῶς ἀπαγγελθεῖσα. 2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταῖς μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις οὖσι καὶ μετὰ πόνου καὶ ζήλου θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας ἀπολογεῖσθαι, εἴ τι ὑπέρογκον * εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὄνομα θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ δύναμιν ἡμῖν ἐκζητοῦσιν, ἐπειδὴ δι᾽ ἀλήθειαν ἡμῖν ὁ λόγος καὶ δι᾽ εὐσέβειαν ἡ πραγματεία.

καὶ ἔτι παρακλήθητε 〈συγγνῶναι ἡμ〉ῖν, εἴ που εὕροιτε 〈ἡμᾶς〉, καίτοι γε μὴ ἐν ἔθει ὄντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν, διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀποτροπὴν τῶν ἐντυγχανόντων εἴ που παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ γὰρ ἡ ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν τοιοῦτον ἱδρῶτα δι᾽ ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξωμεν παντελῶς ἀπηγορευμένας τοῦ ἡμετέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν᾽ ἀπὸ τῶν λόγων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἀποδείξωμεν καί τινας ἀπὸ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυτέρων λόγων. 3. Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων, πρώτου καὶ δευτέρου καὶ τρίτου, ἅτινα τρία βιβλία εἰς ἑπτὰ τόμους διείλομεν, ἐν δὲ ἑκάστῳ τόμῳ ἀριθμός τις αἱρέσεων καὶ σχισμάτων ἔγκειται, ὁμοῦ δὲ πᾶσαί εἰσιν ὀγδοήκοντα, ὧν αἱ ὀνομασίαι καὶ αἱ προφάσεις αὗται· πρώτη Βαρβαρισμός, δευτέρα Σκυθισμός, τρίτη Ἑλληνισμός, τετάρτη Ἰουδαϊσμός, πέμπτη Σαμαρειτισμός.

ἐκ τούτων αἱ καθεξῆς· πρὸ Χριστοῦ μὲν τῆς ἐπιδημίας, μετὰ δὲ Βαρβαρισμὸν καὶ τὴν Σκυθικὴν δεισιδαιμονίαν αἱ ἀπὸ τοῦ Ἑλληνισμοῦ φύσασαι αὗται· ἕκτη Πυθαγόρειοι εἴτ᾽ οὖν Περιπατητικοί, διὰ τῶν περὶ Ἀριστοτέλην διαιρεθεῖσα· ἑβδόμη Πλατωνικοί· ὀγδόη Στωϊκοί· ἐνάτη Ἐπικούρειοι. εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδεκάτη Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι. εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαϊσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ διὰ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς. καὶ ἀπ᾽ αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὗται· τεσσαρεσκαιδεκάτη Γραμματέων, πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαιδεκάτη Νασαραίων, εἰκοστὴ Ἡρῳδιανῶν. 4. Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν χρόνων ἐπεφάνη ἡ σωτήριος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία ἤγουν ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας, ἥτις μόνη ἐστὶ πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας.

ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὄνομα μόνον Χριστοῦ ἔχουσαι, ἀλλ᾽ οὐχὶ τὴν πίστιν, αἱρέσεις αὗται· πρώτη Σιμωνιανοί, δευτέρα Μενανδριανοί, τρίτη Σατορνιλιανοί, τετάρτη Βασιλειδιανοί, πέμπτη Νικολαῗται, ἕκτη Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ οἱ αὐτοὶ δὲ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανοὶ παρὰ ἄλλοις δὲ Σωκρατῖται παρ᾽ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ καλούμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, ἑβδόμη Καρποκρατῖται, ὀγδόη Κηρινθιανοὶ οἱ καὶ Μηρινθιανοί, ἐνάτη Ναζωραῖοι, δεκάτη Ἐβιωναῖοι, ἑνδεκάτη Οὐαλεντῖνοι, δωδεκάτη Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, τρισκαιδεκάτη Πτολεμαῖοι· τεσσαρεσκαιδεκάτη Μαρκώσιοι, πεντεκαιδεκάτη Κολορβάσιοι, ἑκκαιδεκάτη Ἡρακλεωνῖται, ἑπτακαιδεκάτη Ὀφῖται, ὀκτωκαιδεκάτη Καϊανοί, ἐννεακαιδεκάτη Σηθιανοί, εἰκοστὴ Ἀρχοντικοί, εἰκοστὴ πρώτη Κερδωνιανοί, εἰκοστὴ δευτέρα Μαρκίωνες, εἰκοστὴ τρίτη Λουκιανισταί, εἰκοστὴ τετάρτη Ἀπελληϊανοί, εἰκοστὴ πέμπτη Σευηριανοί, εἰκοστὴ ἕκτη Τατιανοί· εἰκοστὴ ἑβδόμη Ἐγκρατῖται, εἰκοστὴ ὀγδόη κατὰ Φρύγας, τῶν καὶ Μοντανιστῶν καὶ Τασκοδρουγιτῶν· οὗτοι δὲ πάλιν οἱ Τασκοδρουγῖται διῃρέθησαν εἰς ἑαυτούς, εἰκοστὴ ἐνάτη Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, τριακοστὴ Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, τριακοστὴ πρώτη Ἄλογοι οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, τριακοστὴ δευτέρα Ἀδαμιανοί, τριακοστὴ τρίτη Σαμψαῖοι οἱ καὶ Ἐλκεσαῖοι, τριακοστὴ τετάρτη Θεοδοτιανοί, τριακοστὴ πέμπτη Μελχισεδεκιανοί, τριακοστὴ ἕκτη Βαρδησιανισταί, τριακοστὴ ἑβδόμη Νοητιανοί, τριακοστὴ ὀγδόη Οὐαλήσιοι, τριακοστὴ ἐνάτη Καθαροὶ οἱ καὶ Ναυᾶτοι, τεσσαρακοστὴ Ἀγγελικοί, τεσσαρακοστὴ πρώτη Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοί, τεσσαρακοστὴ δευτέρα Σαβελλιανοί, τεσσαρακοστὴ τρίτη Ὠριγένειοι οἱ καὶ αἰσχροποιοί, τεσσαρακοστὴ τετάρτη Ὠριγένειοι οἱ καὶ τοῦ Ἀδαμαντίου· τεσσαρακοστὴ πέμπτη Παύλου τοῦ Σαμοσατέως, τεσσαρακοστὴ ἕκτη Μανιχαῖοι οἱ καὶ Ἀκουανῖται, τεσσαρακοστὴ ἑβδόμη Ἱερακῖται, τεσσαρακοστὴ ὀγδόη Μελιτιανοὶ οἱ κατ᾽ Αἴγυπτον σχίσμα ὄντες, τεσσαρακοστὴ ἐνάτη Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται· πεντηκοστὴ Αὐδιανῶν τὸ σχίσμα, πεντηκοστὴ πρώτη Φωτεινιανοί, πεντηκοστὴ δευτέρα Μαρκελλιανοί, πεντηκοστὴ τρίτη Ἡμιάρειοι, πεντηκοστὴ τετάρτη Πνευματομάχοι οἱ καὶ Μακεδονιανοὶ καὶ Ἐλευσίου μαθηταί, οἱ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα βλασφημοῦντες, πεντηκοστὴ πέμπτη Ἀεριανοί, πεντηκοστὴ ἕκτη Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ Ἄνομος· πεντηκοστὴ ἑβδόμη Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, ἑξηκοστὴ Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί. 5.

Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω ἐν ταύτῃ μου τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἱρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου, ἀλλὰ καὶ καθ᾽ ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι αἱρέσεις. καὶ ἔστιν οὕτως· ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ τεσσαράκοντα ἕξ, σὺν ταῖς 〈μητράσι καὶ πρωτοτύποις〉 ὀνομασίαις τούτων, φημὶ δὲ Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις εἴκοσι τρεῖς. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. ἐν τῷ οὖν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ αἱρέσεις εἴκοσι, αἵ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμός. Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ᾽ οὖν Περιπατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ οὕτως· Γραμματεῖς Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι Ἡρῳδιανοί.

ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς οὕτως· Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται οἱ αὐτοὶ δὲ παρά τισι Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι. ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐτοῦ πρώτου βιβλίου αἱρέσεις δεκατρεῖς οὕτως· Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκίωνες Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοί. αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων.

Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. καὶ ἐν μὲν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ᾽ ἀρχῆς ἀκολουθίαν τοῦ ἀριθμοῦ, αἱρέσεις δεκαοκτὼ οὕτως· Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται· οἱ δὲ Τασκοδρουγῖται διῃρέθησαν ἀπὸ τῶν προειρημένων, Πεπουζιανοὶ 〈οἱ καὶ Πρισκιλλιανοὶ〉 καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὴν ἀποκάλυψιν μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροὶ Ἀγγελικοὶ Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, οἷς συνάπτονται οἱ καλούμενοι Σακκοφόροι, Σαβελλιανοὶ Ὠριγενιανοὶ οἱ αἰσχροποιοὶ Ὠριγενιανοὶ οἱ τοῦ Ἀδαμαντίου. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον, αἱρέσεις πέντε οὕτως· Παύλου τοῦ Σαμοσατέως Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανῶν τῶν ἐν τῇ Αἰγύπτῳ σχίσμα Ἀρειανοί. αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τῶν 〈δύο〉 τόμων ἀνακεφαλαίωσις.

Ὁμοίως καὶ ἐν τῷ τρίτῳ βιβλίῳ εἰσὶ τόμοι δύο. ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου, ἕκτῳ δὲ ὄντι καθ᾽ ὃν ἀριθμὸν προείπαμεν, αἱρέσεις ἑπτὰ οὕτως· Αὐδιανοὶ σχίσμα ὄντες, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, οἱ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ Ἀετίου τοῦ Ἀνομοίου, ᾧ συνήφθη Εὐνόμιος ὁ καὶ Ἄνομος. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ δὲ τόμῳ ὄντι καθ᾽ ἣν εἴπαμεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας, αἱρέσεις τέσσαρες οὕτως· Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες οἱ καὶ Ἀπολλιναρῖται, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες, οὓς ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἵτινες καλοῦνται Κολλυριδιανοί, Μασσαλιανοί, καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ᾽ ἐπιτομῆς τοῦ λόγου, ἥτις ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Αὕτη ἡ ἀνακεφαλαίωσις καὶ ἐπιγραφὴ τῆς πάσης κατὰ αἱρέσεων ὀγδοήκοντα πραγματείας καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας τῆς μόνης τουτέστι τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, ἐν τρισὶ μὲν βιβλίοις ὑποκειμένοις συντεταγμένης, ἐν ἑπτὰ δὲ τόμοις διαιρεθείσης.

Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον εἴτουν κιβώτιον. 1. Ἀρχόμενος πίστιν τε καὶ ἀπιστίαν, εὐδοξίαν τε καὶ ἑτεροδοξίαν ἀναγγέλλειν τε καὶ λέγειν μνησθήσομαι τῆς ἀρχῆς τῆς τοῦ κόσμου καταβολῆς καὶ ἀκολουθίας, οὐ διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ᾽ ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ᾽ ὡς ὁ θεὸς ὁ πάντων δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι᾽ αὐτῶν ἡμᾶς τῆς τοῦ παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατηξίωσε. καὶ ἀρχόμενος περὶ τούτων εὐθὺς διασκοπεῖν πρῶτον μὲν οὐκ ἐν μικρῷ ἀγῶνι καθίσταμαι, ἀλλὰ καὶ σφόδρα δέδια ἐπιβαλλόμενος ἔργῳ οὐ τῷ τυχόντι καὶ ἐπικαλοῦμαι αὐτὸν τὸν ἅγιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ παῖδα Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὅπως καταυγάσῃ τῆς ἡμετέρας εὐτελείας τὸν νοῦν πρὸς φωτισμὸν τῆς περὶ τούτων γνώσεως. οἱ μὲν γὰρ τῶν Ἑλλήνων συγγραφεῖς ποιηταί τε καὶ λογογράφοι ἐπιβαλλόμενοί τινι μυθώδει συγγράμματι Μοῦσάν τινα ἐπεκαλοῦντο. οὐ γὰρ θεόν· δαιμονιώδης γὰρ παρ᾽ αὐτοῖς ἡ σοφία καὶ «ἐπίγειος καὶ οὐκ ἄνωθεν κατερχομένη» κατὰ τὸ γεγραμμένον. ἡμεῖς δὲ ἐπικαλούμεθα τὸν τῶν ὅλων ἅγιον δεσπότην ἀντιλαβέσθαι τῆς ἡμῶν πτωχείας καὶ ἐμπνεῦσαι τὸ ἅγιον αὐτοῦ πνεῦμα, εἰς τὸ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς ἐπαγγελίας γραφὴν συντάξαι.

καὶ αὐτὸ τοῦτο αἰτησάμενοι, τὴν ἑαυτῶν ἀνικανότητα γινώσκοντες «κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ ἀναλογίαν» δωρήσασθαι τὸν αὐτὸν ἡμῖν παρακαλοῦμεν. 2. Ἔστω δὲ ὁ σκοπὸς * τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάντως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ *· ἄφατα γάρ ἐστι καὶ φατά, ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἧκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα. τὸ δὲ ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, [ἐπαγγελμάτων τε] πίστεώς τε θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων ἀνδρῶν ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου. τῶν δὲ ὑφ᾽ ἡμῶν μελλόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν 〈περὶ〉 αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ ἀκοῆς κατειλήφαμεν, τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ᾽ αὐτοῖς γινομένων.

ἐξ ὧν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων, τοῦτο δὲ δι᾽ ἀκοῆς ἀνθρώπων ἀκριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν ἔγνωμεν. τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι᾽ ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ᾽ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον, ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὦ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι. ἐπεὶ οὖν πανταχόθεν οὐκ ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι᾽ εὐεπείας λόγων οὐ στωμύλοις τισὶ φθογγαῖς, ἀλλ᾽ ἁπλῇ τῇ διαλέκτῳ ἁπλῷ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν τῷ λόγῳ δηλουμένων ἄρξομαι τοῦ λέγειν. 3.

Καὶ Νίκανδρος μὲν ὁ συγγραφεὺς θηρῶν τε καὶ ἑρπετῶν ἐποιήσατο τῶν φύσεων τὴν γνῶσιν, ἄλλοι δὲ συγγραφεῖς ῥιζῶν τε καὶ βοτανῶν τὰς ὕλας *, ὡς Διοσκουρίδης μὲν ὁ ὑλοτόμος, Πάμφιλός τε καὶ Μιθριδάτης ὁ βασιλεύς, Καλλισθένης τε καὶ Φίλων, Ἰόλαός τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ Διόδοτος, καὶ ἄλλοι τινές. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἡμεῖς τὰς τῶν αἱρέσεων ῥίζας τε καὶ γνώμας πειρώμενοι ἀποκαλύπτειν οὐ βλάβης ἕνεκα τοῖς ἐντυγχάνειν ἐθέλουσιν *, ἀλλὰ καθάπερ τοῖς προειρημένοις συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν τὰ δεινὰ καὶ ὀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδράσκειν σὺν τῇ τοῦ θεοῦ δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλλᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις περιτυχόντας καὶ ὑπὸ τῶν τοιούτων ἐπιβουλευθέντας ἢ δι᾽ ἐμφυσήματος ἢ δήγματος ἢ θεωρίας, οἱ αὐτοὶ τὰ αὐτὰ μεριμνήσαντες 〈ἅμα〉 καὶ ἀλεξητήρια ῥιζῶν τε καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθηρίας, —οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀποτροπὴν καὶ ὑμῶν, ποθεινότατοι, * εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια.

πρὸς ἀντίθεσιν δὲ τούτων ὅσαπερ δυνάμεθα ἐν συντόμῳ εἴ που ἓν ἢ δύο ῥήματα εἰς τὸ ἀνακρούσασθαι μὲν αὐτῶν τὸν ἰόν, σῶσαι δὲ τὸν βουλόμενον * μετὰ τὸν κύριον καὶ καθ᾽ ἑκουσίαν γνώμην καὶ ἀκουσίαν εἰς τὰ αὐτὰ ἑρπετώδη τῶν αἱρέσεων διδάγματα παραπεπτωκότα ἀντιδότων δίκην παραθησόμεθα.