Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ωριγένης ο Αδαμάντιος και η ανασκευή των δοξασιών του

Εκτενής θεολογική κριτική της διδασκαλίας του Ωριγένη, ιδίως αναφορικά με τη σωματική ανάσταση, την αλληγορία και την προΰπαρξη των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 15 από 27

Κατὰ Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου 〈μδ〉, τῆς δὲ ἀκολουθίας 〈ξδ〉. 1. Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος ἐπικληθείς, καθεξῆς τούτοις ἀκολουθεῖ. οὗτος παῖς μὲν ἦν Λεωνίδου τοῦ ἁγίου καὶ μακαρίτου μάρτυρος, καὶ αὐτὸς δὲ τὰ πλεῖστα διωχθεὶς ἐν τῇ νέᾳ αὐτοῦ ἡλικίᾳ, ἀνὴρ ὢν κατὰ τὴν τῶν Ἑλλήνων παιδείαν λόγιος καὶ ἐν ἐκκλησίᾳ ἀνατεθραμμένος, ἐν χρόνοις Δεκίου τοῦ βασιλέως ἐγνωρίζετο ἐπὶ τῆς Ἀλεξανδρέων. ἦν γὰρ τῷ γένει μὲν Αἰγύπτιος, ἐν Ἀλεξανδρείᾳ δὲ ἐσχηκὼς τὴν οἴκησιν καὶ ἀνατροφήν, τάχα δὲ καὶ ἐν Ἀθήναις φοιτήσας ἐν τοῖς παιδευτηρίοις χρόνῳ τινί. πολλὰ δὲ λέγεται πεπονθέναι ὑπὲρ τοῦ ἁγίου λόγου τῆς πίστεως καὶ ὀνόματος Χριστοῦ, τοῦτο μὲν ἐν τῇ πόλει πολλάκις συρόμενος, ὀνειδιζόμενος, βασάνοις ἀνηκέστοις ὑποβαλλόμενος. καὶ γὰρ καὶ καιρῷ ποτε, ὡς λόγος, ξυρήσαντες αὐτὸν οἱ Ἕλληνες πρὸς τῇ ἀναβάσει τοῦ Σαραπείου καλουμένου τεμένους τοῦ αὐτῶν εἰδώλου καθίσαντες αὐτὸν προσέταξαν θαλλοὺς φοινίκων ἐπιδιδόναι τοῖς ἐπὶ τὸ ἀθεμιτουργεῖν καὶ προσκυνεῖν τῷ εἰδώλῳ ἀνιοῦσι· τοιοῦτον γὰρ σχῆμα ἐπέχουσιν οἱ τῶν εἰδώλων αὐτῶν ἱερεῖς. ὁ δὲ λαβὼν μεγάλῃ τῇ φωνῇ καὶ πεπαρρησιασμένῃ τῇ διανοίᾳ, οὐ δείσας οὐδὲ διστάσας ἐβόα λέγων «δεῦτε λάβετε οὐ τὸν θαλλὸν τοῦ εἰδώλου, ἀλλὰ τὸν θαλλὸν Χριστοῦ». καὶ πολλὰ ἔστιν ἃ περὶ αὐτὸν ἀνδραγαθήματα ἀναφέρουσιν οἱ παλαιοὶ κατὰ παράδοσιν. 2.

Ἀλλ᾽ οὐκ ἔμεινεν αὐτῷ τὰ τοῦ βραβείου εἰς τέλος. διὰ γὰρ τὸ ἐξοχώτατον τῆς λογιότητος αὐτοῦ καὶ τῆς προπαιδείας ἐπὶ πλείστῳ φθόνῳ διεβέβλητο καὶ μᾶλλον τοῦτο παρώξυνε τοὺς κατὰ καιρὸν τότε τὴν ἐξουσιαστικὴν ἀρχὴν διέποντας. κακομηχανίᾳ γὰρ διαβολικῇ ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμποιῆσαι καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰθίοπα αὐτῷ παρασκευάσαντες. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην τῆς διαβολικῆς ἐνεργείας ἐπίνοιαν ἔρρηξε φωνήν, τῶν ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων θῦσαι μᾶλλον ἑλόμενος. οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ πάλιν τοῦτο ἐπετέλεσεν, ὡς πολὺς ᾄδεται λόγος· ἀλλ᾽ ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν. καὶ οὕτως τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ὁμολογητῶν τε καὶ μαρτύρων ἀπεβλήθη τότε καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξεώθη. ἐν Ἀλεξανδρείᾳ δὲ τοῦτο ὑποστὰς καὶ μὴ δυνάμενος τὴν τῶν ὀνειδιζόντων χλεύην φέρειν ἀνεχώρησε καὶ τὴν Παλαιστινῶν, τούτεστι τῆς Ἰουδαίας κατοικεῖν γῆν εἵλατο. ἀνελθὼν γοῦν εἰς τὰ Ἱεροσόλυμα καὶ ὡς τοιοῦτος ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· φασὶ γὰρ αὐτὸν καὶ πρεσβυτερίου κατηξιῶσθαι τὸ πρίν, πρὶν ἢ τοῦ θῦσαι.

προτρεπομένων οὖν, ὡς ἔφην, αὐτὸν ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύμοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ ῥητὸν μόνον τὸ τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός, «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου»; πτύξας τὸ βιβλίον ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, τῶν πάντων ὁμοῦ σὺν αὐτῷ κλαιόντων. 3. Μετὰ χρόνον ἀπ᾽ ἐντεῦθεν προτρεπομένων αὐτὸν πολλῶν καὶ ἀναγκαζόντων, Ἀμβροσίῳ τινὶ συντυχὼν τῶν διαφανῶν ἐν αὐλαῖς βασιλικαῖς (τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν) κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκκλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἁγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως. ὁ δὲ προειρημένος Ἀμβρόσιος ἐπειδὴ ἀπὸ ἄλλης αἱρέσεως ὑπῆρχε καὶ 〈οἷα〉 ἀνὴρ λόγιος καὶ σπουδαῖος περὶ τὰς [θείας] ἀναγνώσεις τῶν θείων γραφῶν, διὰ τὴν ἐν ταῖς θείαις βίβλοις βαθύτητα τῶν νοημάτων ἠξίωσε τὸν αὐτὸν Ὠριγένην φράσαι αὐτῷ.

ὁ δὲ βουλόμενος εἰς ἐκείνου καθῆκον καὶ προτροπὴν πάσης γραφῆς ὡς εἰπεῖν ἑρμηνεὺς γενέσθαι [καὶ] ἐξηγήσασθαι ἐπετήδευσε καὶ ἐν τῇ Τύρῳ τῆς Φοινίκης, ὡς λόγος ἔχει, εἴκοσι ὀκτὼ ἔτη *, πολιτείᾳ μὲν ὑπερβαλλούσῃ καὶ σχολῇ καὶ καμάτῳ *, τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις [καὶ] τοῖς ὑπηρετοῦσιν αὐτῷ ἐπαρκοῦντος, χάρτην τε καὶ τὰ ἄλλα τῶν ἀναλωμάτων, καὶ τοῦ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ ἐν σχολῇ μεγίστῃ τὸν κάματον τὸν περὶ τῆς γραφῆς διανύοντος. ὅθεν τὸ πρῶτον αὐτοῦ ἐπιμελῶς φιλοτιμησαμένου συναγαγεῖν τῶν ἓξ ἑρμηνειῶν, Ἀκύλα Συμμάχου τῶν τε ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος, πέμπτης τε καὶ ἕκτης ἐκδόσεως 〈τὰς βίβλους ἐξέδωκεν〉, μετὰ παραθέσεως ἑκάστης λέξεως Ἑβραϊκῆς καὶ αὐτῶν ὁμοῦ τῶν 〈Ἑβραϊκῶν〉 στοιχείων· ἐκ παραλλήλου δὲ ἄντικρυς, δευτέρᾳ σελίδι χρώμενος κατὰ σύνθεσιν Ἑβραϊκῆς μὲν τῆς λέξεως, δι᾽ Ἑλληνικῶν δὲ [τῶν] γραμμάτων ἑτέραν πάλιν πεποίηκε σύνθεσιν· ὡς εἶναι μὲν ταῦτα καὶ καλεῖσθαι Ἑξαπλᾶ, ἐπὶ 〈δὲ〉 τὰς Ἑλληνικὰς ἑρμηνείας 〈γενέσθαι〉 δύο ὁμοῦ παραθέσεις, Ἑβραϊκῆς φύσει δι᾽ 〈Ἑβραϊκῶν〉 στοιχείων καὶ Ἑβραϊκῆς δι᾽ Ἑλληνικῶν στοιχείων, ὥστε εἶναι τὴν πᾶσαν παλαιὰν διαθήκην δι᾽ Ἑξαπλῶν καλουμένων καὶ διὰ τῶν δύο τῶν Ἑβραϊκῶν ῥημάτων.

Ταύτην ὁμοῦ πᾶσαν τὴν πραγματείαν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο· ἀλλὰ οὐκ εἰς τέλος τὸ κλέος αὐτοῦ ἄσβεστον διήνυσε. συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας εἰς μέγα πτῶμα. ἐξ αὐτοῦ γὰρ τοῦ σκοποῦ, βουλόμενος μηδὲν τῶν θείων γραφῶν ἐᾶσαι ἀνερμήνευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα, ἐξ οὗπερ οἱ Ὠριγενιασταὶ καλούμενοι, οὐχ οἱ πρῶτοι οἱ τὴν αἰσχρουργίαν *· οὐ γὰρ ἔχω περὶ ἐκείνων λέγειν, ὡς καὶ ἤδη προεῖπον, εἰ ἐκ τούτου τοῦ Ὠριγένους, τοῦ καὶ Ἀδαμαντίου, ἐσχήκασι τὴν ἀρχὴν ἢ ἕτερόν τινα ἀρχηγὸν ἐσχήκασιν, 〈καὶ αὐτὸν〉 Ὠριγένην λεγόμενον. φασὶ δὲ καὶ τοῦτον τὸν Ὠριγένην ἐπινενοηκέναι 〈τι〉 ἑαυτῷ κατὰ τὸ σωμάτιον. οἱ μὲν 〈γὰρ〉 λέγουσιν αὐτὸν νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ ὀχλεῖσθαι μηδὲ ἐν ταῖς κινήσεσι ταῖς σωματικαῖς φλέγεσθαί τε καὶ πυρπολεῖσθαι. ἄλλοι δὲ οὐχί φασιν, ἀλλ᾽ ἐπενόησέ τι φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι. ἕτεροι δὲ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρειν τολμῶσιν, ὡς ὅτι καὶ βοτάνην τινὰ ηὗρεν ἰατρικὴν μνήμης ἕνεκα. καὶ τὰ μὲν ὑπέρογκα περὶ αὐτοῦ λεγόμενα οὐ πάνυ πεπιστεύκαμεν, ὅμως τὰ λεγόμενα ἐξειπεῖν οὐ παρελίπομεν. 4.

Ἡ δὲ ἐξ αὐτοῦ φῦσα αἵρεσις πρῶτον μὲν ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχουσα, τὰ νῦν δὲ παρ᾽ αὐτοῖς τοῖς ἐξοχωτάτοις καὶ δοκοῦσι τὸν μονήρη βίον ἀναδεδέχθαι 〈εὑρίσκεται〉, παρὰ τοῖς φύσει κατὰ τὰς ἐρημίας ἀναχωροῦσί τε καὶ τὴν ἀκτημοσύνην ἑλομένοις· δεινὴ δὲ καὶ αὕτη καὶ πασῶν τῶν παλαιῶν μοχθηροτέρα, ἡ καὶ σὺν ἐκείνοις τὰ ὅμοια φρονοῦσα. κἄν τε γὰρ αἰσχρότητα ἐπιτελεῖν οὐ παρασκευάζῃ τοὺς αὐτῇ μαθητευομένους, ἀλλ᾽ οὖν γε δεινοτέραν αἰσχρότητος † δεινὴν ὑπόνοιαν εἰς αὐτὸ τὸ θεῖον ἐνσκήπτει. ἐκ τούτου γὰρ καὶ Ἄρειος τὰς προφάσεις εἴληφε καὶ οἱ καθεξῆς Ἀνόμοιοί τε καὶ οἱ ἄλλοι.

Φάσκει γὰρ οὗτος, τολμήσας δῆθεν περὶ τῶν ἀρχῶν λέγειν, πρῶτον μὲν ὅτι ὁ υἱὸς ὁ μονογενὴς ὁρᾶν τὸν πατέρα οὐ δύναται, ἀλλ᾽ οὔτε τὸ πνεῦμα τὸν υἱὸν δύναται θεάσασθαι, οὔτε μὴν ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ αὕτη πρώτη αὐτοῦ πτῶσις. ἐκ γὰρ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ παντάπασιν ἀλλότριον πατρὸς τοῦτον εἰσηγεῖται, κτιστόν τε ἅμα. βούλεται δὲ ὡς κατὰ χάριν τὸ υἱὸν αὐτὸν καλεῖσθαι λέγειν. εἰσὶ δὲ καὶ ἄλλαι αὐτοῦ πτώσεις μείζους. τὴν ψυχὴν γὰρ τὴν ἀνθρωπείαν λέγει προϋπάρχειν, ἀγγέλους δὲ ταύτας εἶναι καὶ δυνάμεις ἄνω, ἐν ἁμαρτίαις δὲ ἀμπλακησάσας καὶ τούτου ἕνεκεν εἰς τιμωρίαν εἰς τοῦτο τὸ σῶμα κατακεκλεισμένας. πέμπεσθαι δὲ ἀπὸ θεοῦ 〈κάτω〉 πρὸς τιμωρίαν, ὅπως ἐνταῦθα πρώτην κρίσιν ὑποδέξωνται. διόπερ, φησί, καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν τῷ σώματι· τὴν πάλαι Ἐλλήνων μυθώδη ὑπόνοιαν φανταζόμενος. εἰς ταῦτα δὲ καὶ 〈ἄλλους〉 μύθους ἐκτίθεται. ψυχὴν γάρ φησι διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψύχθαι. μαρτυρίας δὲ κατὰ τὸν ἴδιον νοῦν ἐπιπλάσσεται ἀπὸ τῶν θείων γραφῶν, οὐχ οὕτως ἐχούσας οὐδὲ οὕτως ἐκδεδομένας.

τὸ γὰρ εἰπεῖν, φησί, τὸν προφήτην «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», [ἐξ] αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ πλημμελησάσης, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι· καὶ τὸ εἰπεῖν «ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου», ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ, ἐπιστρέφοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιοπραγίαν. καὶ πολλὰ ἔστιν ἄλλα τοιαῦτα λέγειν. τὸ κατ᾽ εἰκόνα δέ φησιν ἀπολωλεκέναι τὸν Ἀδάμ. ἐντεῦθεν φησὶ καὶ τοὺς χιτῶνας τοὺς δερματίνους ἐπισημάνασθαι τὴν γραφήν· ὅτι, φησίν, 〈τό〉 «ἐποίησεν αὐτοῖς χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς» τὸ σῶμα, φησίν, ἐστί. καὶ πολλή τίς ἐστι παρ᾽ αὐτῷ ἡ ᾀδομένη χλεύη. τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἐλλιπῆ ποιεῖται, πῆ μὲν λόγῳ συνιστῶν ταύτην, πῆ δὲ ἐξαρνούμενος τελειότατα, ἄλλοτε δὲ καὶ μέρος ἐξ αὐτῆς ἀνίστασθαι 〈λέγων〉. ἀλληγορεῖ δὲ λοιπὸν ὅσαπερ δύναται, τόν τε παράδεισον τά τε τούτου ὕδατα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑποκάτω τῆς γῆς. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια φλυαρῶν οὐ διαλείπει. ἤδη δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις τὰ τοιαῦτα περὶ αὐτοῦ μνησθέντες διεξεληλύθαμεν. 5. Οὐδὲν δὲ καὶ νῦν λυπήσει αὖθις ἐν τῇ κατ᾽ αὐτὸν αἱρέσει περὶ τῆς αὐτῆς αἰτίας τε καὶ ὑποθέσεως διηγήσασθαι καὶ ἐξ αὐτῶν τῶν ὑπ᾽ αὐτοῦ ὑποβαλλομένων τὴν ἀνατροπὴν ποιήσασθαι.

πολλὴ γὰρ ἡ τούτου εἰς ὕστερον γενομένη ἀτοπία καὶ ἐπιτήδευσις παραπεποιημένης ἐννοίας καὶ ἔξω βεβηκυίας τῆς ἀληθείας. ἔδοξε γὰρ κατὰ αἱρέσεων πασῶν τῶν πρὸ αὐτοῦ λέγειν καὶ ἀνατρέπειν ἑκάστην, ὕστερον δὲ καὶ αὐτὸς αἵρεσιν οὐ τὴν τυχοῦσαν ταύτην τῷ βίῳ ἐξήμεσε. καὶ πρῶτον μὲν οὖν τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα εἰς ἔλεγχον τῆς αὐτοῦ παραπεποιημένης ἐπιπλάστου ἐννοίας παραθήσομαι, ἔπειτα δὲ καὶ τὰ κατ᾽ αὐτοῦ ῥηθησόμενα παρὰ τῆς ἡμῶν μετριότητος ὑποδείξω. καὶ ἔστι τάδε, ὅσαπερ ἐν τῷ πρώτῳ ψαλμῷ εἰσηγήσατο τῷ βίῳ—ἐν πάσῃ γὰρ γραφῇ ἀεὶ ὀλισθαίνων κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. ἐπειδὴ δὲ ὄγκος πολύς ἐστι (λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν εἰς ἑκάστην γραφήν, ὡς ἔφην), * οὐ παρῃτήσατο εἰπεῖν ἃ αὐτῷ ἔδοξε. καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ τῶν προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ τῶν ἄλλων παρ᾽ αὐτοῦ εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διηγήσατο· ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε καὶ περὶ πίστεως καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατος τῶν πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν εὑρίσκεται, πλὴν τῶν ἐν ταῖς αἱρέσεσιν αἰσχρουργιῶν. ἔδοξε γὰρ αὐτὸς καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, ὡς καὶ ἄνω μοι προδεδήλωται· διὸ καὶ τὸν θώρακα αὐτοῦ φασί τινες ἀπὸ ὑπερβολῆς πολιτείας, ἀσιτίας τε καὶ ἀποχῆς ἐμψύχων πεπτωκέναι.

φέρε δὴ οὖν αὐτὰς τὰς αὐτοῦ λέξεις παραθησόμεθα ἐκ τοῦ πρώτου ψαλμοῦ 〈μετὰ〉 καὶ τῶν ἐν αὐτῷ θεωριῶν, [καὶ] ὧν ἐδογμάτισεν, αὐτοῖς τοῖς λόγοις, ἵνα μή τινες εἴπωσι τὰ κατ᾽ αὐτοῦ ὑφ᾽ ἡμῶν λεγόμενα σεσυκοφαντῆσθαι. καὶ οὐχ ὅτι πάντως μόνον ἐν τῷ πρώτῳ ψαλμῷ ἐξέπεσε τῆς ἀληθείας, ἀλλὰ ὡς πολλάκις εἶπον, καὶ ἐν ἑκάστῃ ἐξηγήσει. διὰ δὲ τὸν ὄγκον τῆς αὐτοῦ πραγματείας ἀπὸ τοῦ προειρημένου ψαλμοῦ συλλέξαντες ἐνταυθοῖ, ἀπὸ [τῆς] μιᾶς ἢ δύο ἢ τριῶν λέξεων τὸ πᾶν τῆς περὶ τὴν πίστιν μοχθηρίας αὐτοῦ ἀποκαλύψωμεν κατ᾽ αὐτῶν τε εἰπεῖν ἀναγκαίως ἐπιμελησώμεθα. καὶ ἔστιν εὐθὺς ἑκάστης λέξεως τὸ ἐδάφιον οὕτως, ὅπως γνῴης, ὦ φιλόκαλε ἀκροατά, ὅτι φανερώτατα τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἐδογμάτισε, καὶ ἀπὸ τῆς περὶ τοῦ υἱοῦ τόλμης γνῷς ὅτι τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος εἰσηγήσατο. ἀπ᾽ ἀρχῆς οὖν ἀναλέξωμεν τὸν ψαλμόν, ἕως αὐτῆς τῆς λέξεως, ὡς αὐτὸς Ὠριγένης ἔφη·

Τῶν Ὠριγένους εἰς τὸν 〈α〉 ψαλμὸν ἀρχή. 6. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι τῇ «κλειδὶ τοῦ Δαυίδ», τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό «ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ», τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς θεοῦ τῇ ἀπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων «καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν». καὶ μετ᾽ ὀλίγα «καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ».

περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως «καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο. καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα». ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογουμένως κἂν παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν, σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό «οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν». 7. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς καὶ τὴν ἕξιν ἡμῶν ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητός σου καὶ τῆς μετριότητος, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν.

καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ τοῖς μεθ᾽ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάρτυς ἔσῃ μοι πρὸς θεὸν μεθ᾽ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται. καὶ πῆ μὲν ἐπιτυγχάνομεν, πῆ δὲ ἤτοι βιαζόμεθα βιαιότερον ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ «ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ» καλῶς εἰρημένου, καὶ τοῦ «περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός». ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς θεοῦ καλὸν εἶναι δύναται καὶ μάλιστα νόησις γραφῶν θεοπνεύστων, ὅπως τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῷ οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.

Ἕως ὧδε τὰ ἀπὸ Ὠριγένους. 8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευνήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων τουτονί, τὸν φλυαρίας ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ᾽ αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ. καὶ ὅτι μὲν ὁμολεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίῳ εἰσίν, παντί τῳ δῆλόν ἐστιν. καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τούτου χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν ὁρίζεται.

Ὡς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον 〈τοῦτο〉· * [δὲ] ἐπὶ θεοῦ λέγειν ἀλλ᾽ ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν. εἰς τὸ γοῦν παρ᾽ αὐτῷ ῥηθὲν κτιστὸν ἤτοι γενητὸν θεόν, πρῶτον ἐρωτῶμεν· ποίοις τρόποις ἔκτισται ὁ παρὰ σοῦ διὰ τῆς λέξεως ταύτης τιμώμενος θεός, πῶς δέ ἐστι προσκυνητός, εἰ ἔστι ποιητός; ἄφελε γὰρ τὴν μέμψιν τὴν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐπὶ τοῖς τὴν κτίσιν θεολογοῦσι καὶ ἐπίδος μοι θεὸν προσκυνούμενον κτιστὸν κατὰ τὴν εὐσεβῆ πίστιν, τὴν μὴ τῇ κτίσει προσκυνοῦσαν ἀλλὰ τῷ κτίσαντι, καὶ ἔσται παρὰ σοὶ εὔλογος ἡ τοῦ πεπλανημένου σου λόγου ἀπὸ τῆς τῶν πατέρων εὐσεβείας ἀκολουθία. ἀλλὰ οὐ μὴν δύνασαι τοῦτο παραστῆσαι. εἰ δὲ καὶ ἐτόλμας ἀποσυλῆσαί ποθεν καὶ βιάσασθαι, οὐδὲ ἐν τούτῳ τὸν εὔλογον λογισμὸν τῶν θεοσεβῶν παρεκτρέπειν εἰς τοσαύτην φαυλότητα δυνήσῃ, ὦ θεήλατε. ἀντιμάχεται γάρ σοι καὶ τὸ φρόνημα καὶ ὁ λόγος. πᾶν γὰρ τὸ κτιστὸν οὐ προσκυνῃτόν, ὡς ἔφην. εἰ δὲ ὅλως προσκυνητόν, πολλῶν ἄλλων ὑπαρχόντων κτιστῶν οὐδὲν ἂν διοίσει τὸ καὶ ἡμᾶς μετὰ τοῦ ἑνὸς κτιστοῦ τὰ ὅλα προσκυνεῖν, σύνδουλα ὄντα καὶ τῇ αὐτῇ ἀγωγῇ τῆς ὀνομασίας ὑποπεπτωκότα. 9.

Ἴδωμεν δὲ διὰ τῶν τεσσάρων εὐαγγελίων, δι᾽ ὧν τὴν πᾶσαν ἡμῶν ζωὴν ᾠκονόμησεν ἐλθὼν ὁ θεὸς Λόγος, εἴ που εἴρηκεν ὁ Χριστός «ὁ θεός με ἔκτισεν» ἢ «ὁ πατήρ μου ἔκτισέ με». ἴδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι «ἔκτισα τὸν υἱὸν καὶ ἀπέσταλκα ὑμῖν». ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω. περὶ γὰρ μαρτυριῶν πολλάκις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα. οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν;» πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἴσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; «οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα».

Πάλιν δὲ ὡσαύτως, ὅσα αὐτῷ περὶ ἀναστάσεως ἀμφιβάλλεται, ἐπιλαβόμενοι τῆς ἀκολουθίας αὖθις ἐροῦμεν ἐκ τῶν αὐτοῦ ῥητῶν. ἀπὸ μιᾶς δὲ λέξεως τὸ πᾶν τῆς γνώμης αὐτοῦ ἀποδείξωμεν καὶ τὸ ἄπιστον τῆς δόξης τοῦ αὐτοῦ δόγματος ἀποκαλύψωμεν. εἰ 〈γὰρ〉 καὶ διὰ πλάτους αὐτῷ εἴρηται πολλάκις περὶ τούτου καὶ ἐν πολλαῖς βίβλοις πεφλυάρηται, ὅμως τὴν ἔλεγξιν παραθήσομαι ἀφ᾽ ὧν ἐν τῷ πρώτῳ ψαλμῷ ἐξηγήσατο κατὰ τῶν τὴν ἀνάστασιν τῆς βεβαίας ἐλπίδος ἡμῶν πεπιστευκότων. 10. Καὶ ἔστιν οὕτως· λέγει «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει». εἶτα (ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν)· ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς· Ἐντεῦθεν, φησίν, οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τὴν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἑξῆς ἀκόλουθον σῴζειν οὐ δυναμένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, φησίν, ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης.

ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν καὶ οὐδὲν περὶ τοῦ ῥευστὴν εἶναι τὴν οὐσίαν *, ἐξετάζοντες· εἰ συναναστήσονται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ αἱ ἐκτακεῖσαι ἐν νόσοις σάρκες καὶ τρίχες πᾶσαι αἱ πώποτε γενόμεναι ἡμῶν ἢ μόναι αἱ ἐπὶ τῷ τέλει πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι ὁτὲ μὲν προσκόπτουσι [καὶ] τῇ γινομένῃ ἐξετάσει, οἰόμενοι δεῖν ἐπιτρέπειν τῷ θεῷ ὃ βούλεται περὶ τούτων ποιεῖν, ὁτὲ δὲ δοκοῦντες συγκαταβαίνειν τὰς ἐπὶ τέλει ταύτης τῆς ζωῆς τρίχας φασὶν ἡμῖν συναναστήσεσθαι. οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αἵματα αὐτῶν συνάγειν τῷ λόγῳ τὰ πολλάκις ἀπεκκριθέντα τῶν σωμάτων ἡμῶν καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις 〈εἰς〉 ἱδρῶτας ἢ οἵαν δήποτε ὕλην, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀνίστασθαι σῶμα. 11. Ταῦτά ἐστι τὰ τοῦ προειρημένου ἐθελοσόφου ἐπαπορητικὰ πρὸς τὴν ἀλήθειαν λεξίδια, ἃ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τοῖς βουλομένοις εἰδέναι τὸν πάντα νοῦν αὐτοῦ τῆς περὶ ἀναστάσεως ἀπιστίας. καὶ γὰρ καὶ ἄλλα ἔχει μεθ᾽ ἕτερα * πολλὰ ἐν ταύτῃ τῇ τοῦ ψαλμοῦ ἀκολουθίᾳ.

φάσκει γάρ «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει»· ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα 〈κατὰ〉 τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν νεκρῶν ἀναστάσεως πιστευόντων, ὡς ἀκεραίων ὄντων, πολλὰ μοχθηρὰ ἐπειπὼν καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος, οὔτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *, ἐκ τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν.

Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων καὶ δικαιότατα ἀνατρεψάντων τὴν πᾶσαν αὐτοῦ ἐπινενοημένην ῥητορικὴν κακουργίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι, οἷα δὴ βραχὺς ὑπάρχων, ἀρκεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου εἰς τὸν περὶ τῆς ἀναστάσεως λόγον κατὰ τοῦ αὐτοῦ Ὠριγένους εἰρημένοις, ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. καὶ ἔστι τὰ ὑπὸ Μεθοδίου οὕτως, ὡς καὶ αὐτὸς ἐτάξατο·

Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου. 12. Ἐντεῦθεν οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *, τί νοοῦντες τὴν ἀνάστασιν *. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σῴζειν μὴ δυναμένους, *. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν *, εἰ συναναστήσεται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ σάρκες καὶ τρίχες αἱ πώποτε γενόμεναι ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι εἰς τὸ τῷ θεῷ 〈ἐξεῖναι〉 ποιεῖν ἃ βούλεται προστρέχουσιν· οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συνάγειν τῷ λόγῳ, ἃ πολλάκις ἀπεκκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη *, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα.

προσηπορήσαμεν δέ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν καὶ τοιαῦτα· ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις καὶ γίγνεται μέρη τῶν ἐκείνων σωμάτων, καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζῴων ἐσθιόμενα ἀντιμεταβάλλεται καὶ γίγνεται ἀνθρώπων ἢ ἑτέρων ζῴων σώματα. καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γίγνεσθαι μέρος. τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; καὶ οὕτως εἰς βυθὸν ἡμᾶς φλυαρίας ἀλόγου συμβήσεται ἐμπίπτειν. 13. Καὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεκιήλ «καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾽ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπον· κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου· καὶ ἐρεῖς πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου.

τάδε λέγει Ἀδωναῒ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ᾽ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ᾽ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ᾽ ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾽ ὑμᾶς καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος». τούτῳ μὲν οὖν 〈ὡς〉 πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ 〈συλ〉λέγουσιν εὐαγγελικά, οἷον [ὡς] τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων» καὶ τό «φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» καὶ τὸ ἐν τῷ Παύλῳ «ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». 14. Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατὰ ταὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων. τοῦτο οὖν εἰς τὸν τόπον τοῦτον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζῴων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν.

διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα, διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταὐτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν, καίτοι γε τοῦ οἱονεὶ Παύλου ἢ Πέτρου ἀεὶ τοῦ αὐτοῦ ὄντος, (οὐ [τοῦ] κατὰ ψυχὴν μόνον, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ᾽ ἡμᾶς οὔτ᾽ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾖ ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶναι, ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας, καθ᾽ ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι καὶ ἄλλα τινὰ ἰδιώματα, 〈ὡς〉 φακοὶ καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον· τοῦτο τὸ εἶδος, καθ᾽ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, [ὃ] ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. ὥσπερ δὲ τὸ εἶδος 〈ταὐτόν〉 ἐστιν ἐκ βρέφους μέχρι τοῦ πρεσβυτέρου, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν, οὕτως νοητέον καὶ τὸ ἐπὶ τοῦ παρόντος εἶδος ταὐτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ τὸ κάλλιον μεταβολῆς. ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις.

καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς· οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ᾽ ὃ ἦν. 15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον. ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· «σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα 〈πᾶσαν〉 διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς τοῦ εἴδους σῳζομένου κατὰ τὴν ἀνάστασιν· «τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν». ἴσως μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον 〈σῶμα〉 διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα, σὰρξ δὲ οὐκέτι, ἀλλ᾽ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.

Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε 〈πρὸς〉 τὰ ἐν τῷ Ἰεζεκιήλ, ἐφ᾽ ὅσον ἐπὶ τούτοις βούλονται * οἱ ἁπλούστεροι· κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων. ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γὰρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον, ὥσπερ οὐδὲ ἐν τῷ «ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην», καί «ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μου» καί «ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου», φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι «αὐτοὶ λέγουσιν ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν». ἆρά γε λέγουσι «ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν», θέλοντες ἀνίστασθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ᾽ ἄν· «ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν», ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες· ἐπιφέρουσι γοῦν τό «ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν». οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι «τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας».

πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω. 16. Τὸ δέ «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων» πρὸς αὐτοὺς ἀπορητέον ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν Γέενναν ὄντες κατ᾽ αὐτοὺς φάγονται. καὶ δεικτέον ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. «ὀδόντας γοῦν ἁμαρτωλῶν», φησίν, «συνέτριψας» καὶ «τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος». τίς δὲ οὕτως ἠλίθιος ὡς ὑπολαμβάνειν ὅτι τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ θεὸς τοὺς ὀδόντας αὐτῶν μόνον συντρίβει; ὥσπερ οὖν εἴ τις θέλων ταῦθ᾽ οὕτως ἔχειν θλιβόμενος εἵλκετο ἐπ᾽ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγκρουσμὸν τῶν † ὀδόντων ὧν ἐφρόνησε βρύξει τοὺς ὀδόντας. τὸ δὲ «φοβήθητε τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» τάχα μὲν διδάσκει ὅτι ἀσώματος ἡ ψυχή, τάχα δὲ καὶ δηλοῖ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν.

καὶ τὸ παρὰ τῷ ἀποστόλῳ δέ «ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα», θνητοῦ ὄντος τοῦ σώματος καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν ὅτι τὸ σωματικὸν εἶδος περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὄν, «ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν», καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι «σῶμα θανάτου», ζωοποιηθὲν διὰ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος, ἐκ τοῦ 〈σαρκικοῦ〉 πνευματικὸν γεγονός. καὶ τό «ἐρεῖ δέ τις, πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;» γυμνῶς παρίστησιν ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, τηρητέον ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης καὶ δι᾽ ὅλης αὐτῆς χωρήσας, περιδραξάμενός 〈τε〉 αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ πυρί, καὶ νικήσας τὰς ἐκείνων ποιότητας μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει καὶ σχήματι καὶ ποικιλίᾳ.

Πρόκλου τοῦ αὐτοῦ. 17. Ἃ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ τῆς ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀκόλουθα ἐφεξῆς. λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν, ἵν᾽ ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως 〈ἔχουσα, οὕτως〉 ὁ λόγος οὗτος 〈συμμετρίαν〉 λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, [ἀλλὰ] μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων. τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἀδυνατοῦντος ἀτρέπτου δι᾽ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζόμενος χαρακτὴρ τηρηθήσεται, ἵν᾽ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει. οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τίθεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ᾽ ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγι〈γ〉νομένου καὶ ἀπογι〈γ〉νομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ᾽ οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκη, φησί, τὴν ἀνάστασιν ἐπὶ μόνου τοῦ εἴδους σῴζεσθαι δεῖν προσδοκᾶν.

καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι. ἤδη γὰρ πάντως ἑώρακας δέρμα ζῴου ἢ ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὃ εἰσρεῖ καὶ ἀπορρεῖ τὸ ὕδωρ. καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ὀφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ᾽ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾽ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι (τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν 〈καὶ〉 ἀεὶ διασῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον. ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ αὐτοῦ, ὅμως ὁ χαρακτὴρ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾽ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αὐτῷ. 18. Καὶ ταῦτα μὲν οὖν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοῦς.

ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ «πρωτότοκον τῶν νεκρῶν» καὶ «ἀπαρχὴν» αὐτὸν εἰρῆσθαι «τῶν κεκοιμημένων», λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων 〈σώματα〉 ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, «οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ», ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ 〈σῶμα〉, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς, λέξομεν· ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν «ἐκ θελήματος ἀνδρός», «ἡδονῆς ὕπνῳ συνελθούσης», «ἐν ἀνομίαις συλληφθὲν καὶ κισσηθὲν ἐν ἁμαρτίαις», ἀλλὰ «ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καὶ παρθένου», τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος. καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ «ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον ‹ἀποφθέγγεται› κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας», καὶ 〈Δαυὶδ〉 ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ «μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐξήσωμεν τὸν λόγον.

Λοιπὸν Μεθοδίου· 19. Ὡς οὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος (ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν· ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν «σύν τε δύ᾽ ἐρχομένω». καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. «διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν». συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ᾽ ἡμῶν ὡπλισμένος λόγοις ἐκπέρσῃ τὴν ἀνάστασιν. ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους.

ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ᾽ ὅτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἔτι καὶ σεμνόν, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἳ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις. τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ᾽ οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, [καὶ] πάντες εἰς τὸ ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *. θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγείλατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ 〈ἐπ᾽〉 ἰατρικῆς, δι᾽ ἧς τοὺς κάμνοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν᾽ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.

ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλλώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν. 20. Εἰσὶ γάρ, εἰσὶν οἳ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, * ἐὰν μή τις πεφυλαγμένως αὐτοῖς τῶν ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶς. ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν καρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολλάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, κρύπτουσαι μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ. ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, 〈δοκεῖ〉 σοὶ ταῦτα τίθεσθαι; καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί.

Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀληθείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲν ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιχειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες. οὐκοῦν ἀποξέοντες 〈εἰ〉 θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης, ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι καὶ γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου;

Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον. Ἀλλ᾽ ὠφέλιμον, ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστων γραμμάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώσκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι;

Πάνυ πολύ, ἔφη. Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν τῆς ὁδοῦ ἢ ἐγὼ ἡγήσωμαι; Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κατάρχεις τοῦ λόγου. 21. Οὐκοῦν ἐλέγετο—φέρε γὰρ πρὸς μέρος ἐξ ἀρχῆς ἀκολούθως τὸν Ἀγλαοφῶντος ἐξετάσωμεν νοῦν—ἡ ψυχὴ τὸ σῶμα διὰ τὴν παράβασιν ὃ περικείμεθα τοῦτο ἀνειληφέναι, χρόνοις τοῖς ἄνω χωρὶς αὐτοῦ μακαρίως διάξασα. τοὺς γὰρ δερματίνους εἶναι χιτῶνας σώματα 〈ἔφη〉 εἰς ἃ ἐνεῖρχθαι συνέβη τὰς ψυχάς, δίκην ὅπως ὧν ἔδρασαν νεκροφοροῦσαι παράσχωσιν. ἢ οὐ ταῦτα πρῶτον ἦν ἐν ἀρχῇ τὰ λεχθέντα ὑπὸ σοῦ, ἰατρέ; ἀλλ᾽ ἴθι, ὑπόμνησον, ἐάν τί σοι μὴ φαίνωμαι μεμνημένος.

Οὐδὲν νῦν ὑπομνήσεως εἰς τοῦτο δέῃ· αὐτὰ ταῦτα γὰρ ἦν ἐν πρώτοις ἡμῖν τὰ εἰρημένα. Τί δέ; οὐχὶ καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἐλέγετο πολλαχῶς ὑπὸ σοῦ, ὡς ἐμποδὼν πρὸς τὴν κατάληψιν ἡμῖν τὸ σῶμα τῶν ὄντως ὄντων καὶ γνῶσιν διὰ τὰς πρὸς τὸ κοσμεῖν ἀσχολίας αὐτὸ καὶ θεραπεύειν γίγνεται καὶ τὰς ἄλλας τὰς περὶ τὴν ἐπιθυμίαν τῆς γαστρὸς προσβολάς, ἔτι τε βλασφημιῶν καὶ παντοίων αἴτιον ἁμαρτημάτων διὰ τὸ μὴ δύνασθαι καθ᾽ ἑαυτὴν δίχα σώματος ὅλως ἁμαρτῆσαι ψυχήν· καὶ διὰ τοῦτο, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκτὸς ἁμαρτήματος ὅπως ἔσοιτο καὶ παρακοῆς ἐν τοῖς οὐρανοῖς, ἔνθα καὶ τὰς διατριβὰς ἕξει μετὰ τῶν ἀγγέλων, ἐλευθέραν αὐτὴν καὶ γυμνὴν χρῆναι διαμεῖναι σώματος, ἐπειδήπερ τὸ σῶμα τοῦ χραίνεσθαι τοῦτο καὶ ἁμαρτάνειν παραίτιον αὐτῇ καὶ συνεργὸν γίγνεται; ἄνευ γὰρ σώματος ἀμήχανον ἁμαρτῆσαι ψυχήν. ὅθεν ἵνα τὸν ἄπειρον ἀναμάρτητος αἰῶνα τηρηθῇ, οὐκέτι τὸ ταλαντεῦον αὐτὴν εἰς τὴν φθορὰν κάτω καὶ τὴν ἀδικίαν σῶμα λήψεσθαι.

Ἀλλ᾽ ἐλέχθη καὶ τοῦτο. Τί δέ; καὶ καλῶς σοι τοῦτο καὶ ὀρθῶς, ἔφην, ἥγησαι λελέχθαι; Καὶ τί σοι, ἔφη, τοῦτο διαφέρει; ἀλλὰ οὐκ ἐξελέγχεις τὸν λόγον. Οὐδέν, ἦν δὲ ἐγώ, ἀλλὰ δι᾽ ἃ εἴρηκας ὅπως ἐξετάζηται ὁ λόγος.

Καλῶς καὶ ὀρθῶς, ἔφη. Καλῶς δέ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα; Οὐδ᾽ ὁπωστιοῦν. Ἀμούσως γὰρ οὗτός σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρίνεσθαι; Πάντων μάλιστα, ἔφη. Οὐκ ἄρα ἀποδέχῃ τὸν τὰς ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων;

Οὐδ᾽ ὁπωστιοῦν. Οὐκοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ᾽ ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχὰς ἀποσφαλείσας τῆς ἐντολῆς καὶ φράσας διὰ τὴν ἀνομίαν τοὺς χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώματα φράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἃ τὸ πρῶτον ὑπέθου μὴ δύνασθαι καθ᾽ ἑαυτὴν τὴν ψυχὴν ἁμαρτῆσαι λέγεις. οὐ πεφυκέναι γὰρ ὅλως πρὸς τοῦτο, ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι. ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν αὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ, καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματος τὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεσμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν. ὥστε ἢ τὸ πρότερον ἢ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε καὶ οὐδέν τι μᾶλλον κἂν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἢ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ χιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι.

εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες. ἀλλὰ πότερον πείθω σε καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχόμενα ὑπέθου καὶ σοὶ τοῦτο γεγένηται σαφὲς ἢ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὃ λέγω;

Μανθάνω, ἔφη, καὶ οὐδέν τι δέομαι δεύτερον ἀκοῦσαι, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάγκη γάρ μοι δεδωκότι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι, ἀνθ᾽ ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παράβασις ἐγένετο, —διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατασκευάζονται καὶ οὐχ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται—καὶ ἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ᾽ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἂν μὴ λάβῃ τὸ σῶμα, ἁμαρτήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ἥμαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα. 22. Τί δέ, οὐχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν;

Τὸ ποῖον; Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ προφήτης «δεσμίους γῆς» ἔφη ἡμᾶς διὰ τοῦτο καὶ ὁ Δαυὶδ «πεπεδημένους». Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ;

Καὶ ἐγώ—ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τῷ λόγῳ—· οἴει γάρ με κατὰ φθόνον ἐπιχειρεῖν σε ἐλέγξαι, ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ᾽, ὦ ἀγαθέ, μὴ ἀποκάμῃς ἀνερωτώμενος. ὁρᾷς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ᾽ οὖν τίνα τρόπον χρὴ πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι. ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα· ἀποσάφει καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μᾶλλον τῆς ἀληθείας φροντίσας ἢ ἐμοῦ, ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. φέρε οὖν παραλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ.

Πάνυ μὲν οὖν, ἔφη, καὶ δι᾽ ἃ εἴρηκα. Καὶ σὺ δέ, ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί. Ἀληθῆ, ἔφη, μοι λέγεις. Καὶ μὴν καὶ ἀκολασίας καὶ πλάνης καὶ λύπης καὶ θυμοῦ καὶ συλλήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἃ ἐμποδίζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς ψυχῆς, μὴ ἐῶντα τῶν ὄντως ὄντων εἰς κατάληψιν ἡμᾶς καὶ γνῶσιν παρελθεῖν. κἂν γὰρ ἐπιχειρήσωμεν θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμπίπτων ζόφος ζοφοῖ τὸν λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἡ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ἀπάτης δὲ καὶ ἡ διὰ τῆς ὄψεως, ἀπάτης καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.

Ὁρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὀρθῶς διασαφῇς τοὺς λόγους; 23. Ἄρα οὖν, ἵνα δή με καὶ μᾶλλον ἐπαινέσῃς, εἰ δεσμὸς τὸ σῶμα καθ᾽ ὑμᾶς δοκεῖ, οὐ δύναται κακίας ὑπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας. ὧδε δὲ σκόπει· οὕτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ σώματα κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς;

Δῆλον, ἔφη. Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς; Ἀνάγκη. Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως; Ναί. Τὸ δὲ δίκαιον πάγκαλον; Ὡμολόγει. Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει;

Συνέφη. Τὸ δὲ καλὸν ὠφέλιμον; Φαίνεται. Ὠφελοῦνται ἄρα οἱ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμάκοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νόσον ἀδικίαν ἀποβάλλοντα.

Ὡμολόγει. Τί δέ; οὐ κατὰ ἀναλογίαν τῶν ἁμαρτηθέντων τὰς κολάσεις τοῖς κολαζομένοις δικαίως προσφέρεσθαι φῄς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας; Ἐπένευσεν. Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεσμοῖς;

Ὡμολόγει. Ζημιοῦται δὲ ὁ ὀφλήσας, ἔφην, δεσμοῖς ἢ πληγαῖς ἢ ἄλλῃ τινὶ τοιαύτῃ τιμωρίᾳ, ὅπως παύσηται μεταγνοὺς τοῦ ἀδικεῖν, ξύλον καθάπερ διεστραμμένον βασάνοις εὐθυνόμενος; Ἀληθέστατα, ἔφη, λέγεις.

Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δικαστής, ἀλλὰ τοῦ μέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο. Δῆλον, ἔφη. Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει.

Ἀληθές. Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν ἔστ᾽ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν. Φαίνεται, ἔφη.

Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν. Ἔοικε. Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους ἀλεξιφάρμακον ὢν ψυχῆς, αὐστηρὸν μὲν καὶ δηκτικόν, ἀλλ᾽ ἰατικόν. Δῆλον, ἔφη. Τί γάρ; φέρε, ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθεν. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶναι τῆς ψυχῆς;

Καὶ δίδωμι, ἔφη. Ἁμαρτάνειν δὲ τὴν ψυχὴν μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώματος ἡ ψυχὴ ποιεῖ; Ἐπένευσεν. Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;

Ὡμολογήσαμεν, ἔφη. Κωλύεσθαι δὲ ἀλγυνόμενον ὑπὸ τῶν δεσμῶν; Ναί. Δεσμὸς δὲ ἡ σὰρξ τῆς ψυχῆς; Ἐπένευσεν. Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός; Ἁμαρτάνομεν, ἔφη. Ὁ δὲ πεπεδημένος οὐ δύναται ἁμαρτάνειν;

Καὶ ἐνταῦθα ἐπένευσεν. Ἄγχεται γάρ; Ναί. Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ; Δῆλον. Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν; Ναί. Εἴργει δὲ ὁ δεσμός; Συνέφη. Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ ἄλλον, ἔφην, ὦ Ἀγλαοφῶν, ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν.

Συνεχώρει. 24. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ Ἀγλαοφῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἱρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔφης; πῶς γὰρ συνᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ δεσμῷ, ὅπερ ἀδύνατον; εἰ γὰρ διὰ τὴν ἁμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖσαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πᾶσαι πρὸς ἐπανόρθωσιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται. οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον, συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ᾽ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμῶν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους. κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ τὸ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυλάκτως, ἀλλ᾽ οὐ πεπεδημένων. ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηὐξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο;

πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό «ἰδού, πρὸ προσώπου σου» λέγεται «τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν» καί «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου». ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη. ὥστε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν ἢ δεσμοὺς 〈δεῖν〉 νομίζειν τὸ σῶμα μήτε δεσμώτιδας γῆς διὰ ταῦτα τὰς ψυχάς, χοϊκαῖς κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι πέδαις. πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆναι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ διὰ τὸ δεσμὸν αὐτὸ καὶ πέδας εἶναι, ἵνα μὴ αἰώνιοι γενώμεθα κατάκριτοι δεσμῶται κατ᾽ αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοι. λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾧ «δεσμὸν τῆς ψυχῆς» ὡρίσαντο εἶναι τὴν σάρκα, λέλυται καὶ τό· «ἵνα μὴ δεσμῶται δι᾽ αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς—ἢν ἀπολαμβάνωμεν—ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήσεται». 25. Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἕτερον ἀλήθευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἐναργέστερον, οὗ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καὶ ἐξ ἑτέρων ἐλέγχοι πλειόνων.

ἀποδείξομεν γὰρ ἐν τοῖς ἑξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν Ἰερεμίαν «δεσμίους» ἡμᾶς «γῆς» διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυὶδ κατὰ τοῦτο «πεπεδημένους». ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οἷς μάλιστα φαίνονται διαπίπτοντες. περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων καὶ ὅτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἱ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς γὰρ ὑμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπὸν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην, τῶν προκειμένων, ἵν᾽ εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα. 26. Ὁ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστήσατο καθάπερ μεγάλην πόλιν καὶ διεκόσμησε προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αὐτῷ συμφώνως ἥρμοστο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο διαφοραῖς, ἵνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζωοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, μίμημα τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας.

ἠπίστατο γὰρ ὅτι πάντως ὅπερ ἂν τῇ ἑαυτοῦ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον ὄν. ἀθανασίᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γίγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακὰ καὶ τὰ ἄδικα ἀδικίᾳ ἄδικα. οὐ γὰρ δικαιοσύνης ἔργον τὸ ἀδικεῖν ἀλλὰ ἀδικίας, οὐδ᾽ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἀφθαρσίας τὸ φθείρεσθαι ποιεῖν ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν ἀλλ᾽ ἀφθαρσίας. καὶ συλλήβδην οἷον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτο καὶ τὸ ποιούμενον ἐξ ἀνάγκης ἀπεργάζεσθαι συμβαίνει. ὁ δὲ θεὸς ἀθανασία καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ. πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον· ἀθάνατος ἄρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὕδατι προσέταξε φέρειν. ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτ᾽ αὖ σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται, φθορᾶς τε ἁπάσης καὶ νόσων ἐκτός. μάθοι δ᾽ ἄν τις τοῦτο καὶ ἀπὸ τῆς γραφῆς ἱκανῶς.

ἐπὶ μὲν γὰρ τῶν ἄλλων, ὁπόσα χρόνων μετακοσμοῦνται διαστολαῖς ἡβῶντα καὶ γηράσκοντα, «ἐξαγαγέτω» λέγεται «τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ» καί «ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος»· ἐπὶ δὲ τοῦ ἀνθρώπου ὡσαύτως ἐκείνοις οὐκέτι, ἐξαγαγέτω ἡ γῆ ἢ ἐξαγαγέτω τὰ ὕδατα ἢ γενηθήτωσαν φωστῆρες, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν» καί «ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον». 27. Καὶ ἵνα δὴ μᾶλλον καὶ ὑμεῖς τὴν διαφορὰν αἴσθησθε, ὡς 〈ἐν〉 ὅλῳ καὶ παντὶ τῶν ἄλλων διαφέρων καὶ ἐν δευτέρᾳ τιμῇ τῶν ἀγγέλων ἐγκαταλεχθεὶς ὁ ἄνθρωπος εὑρίσκεται ἀθάνατος ὤν, φέρε κατὰ τὸν ἀληθῆ πάλιν καὶ ὀρθόδοξον καὶ τοῦτο διαλάβωμεν λογισμόν. τοῖς μὲν γὰρ ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ τὸν ἀέρα πνεύματος 〈τὸ〉 ἐμψυχῶσθαι ἐδόθη καὶ ζῆν, τῷ δὲ ἐξ αὐτῆς τῆς ἀθανάτου καὶ διαφερούσης οὐσίας. «ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». καὶ τοῖς μὲν δουλεύειν καὶ ἄρχεσθαι προσετάγη, τῷ δὲ ἄρχειν καὶ δεσπόζειν.

καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δίδονται καὶ μορφαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος θεοῦ ἐγέννησε· τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ πατρὸς καὶ μονογενοῦς εἰκόνα. «ἐποίησε γὰρ ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν»· διὸ καὶ ἐμέλησεν αὐτῷ τῆς τοῦ σφετέρου ἀγάλματος διαμονῆς, ἵνα μὴ εὐάλωτον ᾖ πρὸς διαφθοράν, καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δημιουργοῖς. οὐ γὰρ μόνον 〈τοῦ〉 κάλλους τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται, εἰς τὸ 〈εἰς〉 μακραίωνα χρόνον διασῴζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. οὗτος γὰρ μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον (ἐξ ἐλέφαντος δὲ τοῦτο ἦν) ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό.

καὶ τοίνυν εἰ τῶν χειροκμήτων οὕτως οἱ δημιουργοί, θεὸς ὁ ἀριστοτέχνας, ὃς πάντα δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο, ἀλλ᾽ εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδίδοσθαι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσίν, κατ᾽ εἰκόνα μορφοποιήσας αὐτὸ καὶ καθ᾽ ὁμοίωσιν τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι᾽ ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν. ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο. 28. Ἀλλ᾽ ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν, ὦ Ἀγλαοφῶν, λέξετε· καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ᾽ ὑμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; ἀμήχανον γάρ, ἐπεὶ οὐκ ἔστιν * ἀθάνατον. ἐπειδή, λέξω, γενόμενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ καὶ τοῦτον τὸν θεσμὸν εἰληφὸς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν. «ὁ γὰρ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». καὶ γὰρ «ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων»· «φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον», καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ. πόθεν οὖν ὁ θάνατος;

πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο δύσφημον, λέξομεν. πόθεν οὖν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ. εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο; εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός· ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώλεθρος καὶ ἀνενδεής. τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἅπαντα ταῦτα ὑπάρχειν δεῖ, ὁ δὲ διάβολος καταργεῖται καὶ κολάζεται. τὸ δὲ κολαζόμενον ἀλλοιοῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον, οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος. εἰ δὲ γενητὸς καὶ πᾶν τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; ἀλλὰ τὸ ἀγένητον ἓν εἶναι μόνον νοεῖσθαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἕτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ· «ἐγώ», γάρ φησιν, «πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος θεὸς οὐκ ἔστιν». οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ ὁ υἱὸς «οὐδὲν ἀφ᾽ ἑαυτοῦ δύνασθαι ποιεῖν» ὁμολογεῖ, «ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα»· «ἃ γὰρ ἄν», φησίν, «ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ».

οὐδὲ μὴν πολέμιόν τι ἢ ἀντίξουν αὐτῷ ἢ ἀντίθεόν ἐστιν· ἐπεὶ κἂν εἰ ἀντέπρασσέν τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν. 29. Τί οὖν ὁ διάβολος, λέξετε. πνεῦμα περὶ τὴν ὕλην ἔχον, καθάπερ ἐλέχθη καὶ Ἀθηναγόρᾳ, γενόμενον ὑπὸ τοῦ θεοῦ, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ᾽ αὐτοῦ ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν. τοῦτο γὰρ ἦν ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾽ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾖ, τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος, καὶ ὥσπερ σκάφος τῷ τῆς σοφίας οἴακι διευθύνων ἀκλινῶς τὸ πᾶν, τὴν δὲ διὰ μέρους οἱ ἐπὶ τούτῳ ταχθέντες ἄγγελοι. ἀλλ᾽ οἱ μὲν λοιποὶ ἐφ᾽ οἷς αὐτοὺς ἐποίησε καὶ διέταξεν ὁ θεὸς ἔμειναν, ὁ δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο διοίκησιν, φθόνον ἐγκισσήσας καθ᾽ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιληδονίαν ἐνομιλήσαντες θυγατράσιν. αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ θεός, οἷα καὶ ἐπὶ τῶν ἀνθρώπων, ἵν᾽ ἢ πειθόμενοι τῷ λόγῳ συνῶσιν αὐτῷ καὶ ἀπολαύωσι μακαριότητος ἢ μὴ πειθόμενοι κρίνωνται.

ἦν δὲ καὶ ὁ διάβολος ἀστὴρ ἑωσφόρος («πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων»), ἦν μετὰ τῶν ἀγγέλων ἀνατέλλων τοῦ φωτός, ἦν ἄστρον πρωϊνόν, ἀλλ᾽ ἐξέπεσε καὶ εἰς τὴν γῆν συνετρίβη, ἐπιτροπεύσας τῷ ἀνθρώπῳ τἀναντία. τὸ γὰρ θεῖον νεμεσᾷ τοῖς ὑπερηφάνοις καὶ τὰ αὐθάδη φρονήματα κολούει. ἐπέρχεται δέ μοι καὶ ἐμμέτρως εἰπεῖν· ὦ πᾶσιν ἀρχὴ καὶ πέρας κακῶν ὄφις, σύ τ᾽ ὦ βαρὺν τίκτουσα θησαυρὸν κακῶν πλάνη τυφλοῦ ποδηγὲ ἀγνοίας βίου, χαίρουσα θρήνοις καὶ στενάγμασι βροτῶν, ὑμεῖς ἀθέσμους εἰς ὕβρεις ὁμοσπόρων τὰς μισαδέλφους ὁπλίσαντες ὠλένας Κάϊν μολῦναι φοινίῳ πρῶτον λύθρῳ ἐπείσατον γῆν καὶ τὸν ἐξ ἀκηράτων πεσεῖν αἰώνων πρωτόπλαστον εἰς χθόνα ὑμεῖς ἐτεκτήνασθε. 30. Καὶ ὁ μὲν διάβολος οὕτως· ὁ δὲ θάνατος πρὸς ἐπιστροφὴν ηὑρέθη, καθάπερ καὶ τοῖς ἀρτιμαθέσι γραμμάτων παιδίοις πρὸς ἐπανόρθωσιν αἱ πληγαί. οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις καὶ διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. τί οὖν; παραίτιος ὁ θεὸς θανάτου; λέξετε. πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. μὴ γένοιτο, ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθηγουμένως τοῦ ἀλγύνεσθαι ταῖς πληγαῖς τοὺς παῖδας αἴτιοι. καλὸν οὖν ὁ θάνατος, εἰ καθάπερ παισὶ πρὸς ἐπιστροφὴν δίκην πληγῶν ηὑρέθη, οὐχ ὁ τῆς ἁμαρτίας, ὦ σοφώτατοι, ἀλλ᾽ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς καὶ τοῦ χωρισμοῦ.

αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος καὶ αὐτοδέσποτον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἵρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», ἐνδοὺς εἰς τὸ φαγεῖν ἀπ᾽ αὐτοῦ τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέτησε τὴν ἐντολὴν τοῦ θεοῦ· καὶ ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον. οὐ γὰρ ἐποίησεν ὁ θεὸς κακὸν οὐδ᾽ ἔστι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν αἴτιος κακοῦ· ἀλλὰ πᾶν ὅπερ ἂν αὐτεξούσιον οὕτως ὑπ᾽ αὐτοῦ γεγονὸς ᾖ πρὸς τὸ φυλάξασθαι καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαίως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης.

ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμιάνθη τῆς ἀποφάσεως ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο κακίας πολλῆς, ἃς ὁ ἄρχων τοῦ σκότους ἀπεκύησε καὶ πατὴρ τῆς πλάνης, πόνον κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φαντάζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῃ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτὸν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ. 31. Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζωμεν. αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεχθεῖσαν αὐτῷ θεασάμενος «τοῦτο νῦν ὀστοῦν» ἐφώνησεν «ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν».

οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυθριασμένως τὴν γραφήν, ἵνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ὀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις· καὶ ταῦτα οὕτως ὡς γέγραπται παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν γραφήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται «οὐκ ἀνέγνωτε ὅτι ἀπ᾽ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἑξῆς. πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό «αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν» παραληπτέον; ἢ τό «ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἔπλασε τὸν ἄνθρωπον», ὃ κυρίως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται· οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή. ὥστε συνέστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματίνων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται, τὰ δὲ κατὰ τοὺς χιτῶνας μετὰ τὸ ἐκπεσεῖν.

Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἱκανῶς ἀποδείξαντες μὴ εἶναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν. οὐ γὰρ ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ τῆς ζωῆς) ἀλλ᾽ ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν. ἐπεὶ διὰ τί τὸν Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως ἤθελε ζωῆς τὸν ἄνθρωπον ἀγευστήσαντα ἀποθανεῖν εἰς τὸ παντελές; εἰ δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τὸν θεὸν εἰσάγων. ἀλλ᾽ οὔτε ἀξύνετος τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώσκων τὰ μέλλοντα. ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σῴζεσθαι εἰς τὸν αἰῶνα φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶτον θανάτῳ τὴν ἁμαρτίαν, ἵν᾽ οὕτως μετὰ τὸ ἀποθανεῖν ἐκτακείσης τῆς ἁμαρτίας ἐγερθεὶς ὁ ἄνθρωπος καθαρὸς γεύσηται τῆς ζωῆς. 32. Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἑτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτην ἀθανασίας δεκτικὴν ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασφημεῖ.

διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; ὡς δυναμένου γὰρ αὐτοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται. φησὶ γάρ «καὶ ἐποίησε κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς· καὶ εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη, καὶ ἐξέβαλε τὸν Ἀδάμ». οὐκοῦν ἐδύνατο ζῆν εἰς τὸν αἰῶνα τὸ σῶμα καὶ ἀθάνατον ἔσεσθαι, εἰ μὴ κεκώλυτο γεύσασθαι τῆς ζωῆς. ἐκωλύθη δέ, ὅπως ἡ μὲν ἁμαρτία συναποκτανθεῖσα τῷ σώματι θάνῃ, τὸ δὲ σῶμα ἀναστῇ τῆς ἁμαρτίας ἀπολουμένης. ἵνα τοίνυν μὴ κακὸν ἀθάνατον ὁ ἄνθρωπος, ὡς ἔφην, ᾖ, ἀείζωον ἔχων ἐν ἑαυτῷ τὴν ἁμαρτίαν κρατιστεύουσαν, ἅτε ἐν ἀθανάτῳ βλαστήσασαν σώματι καὶ ἀθάνατον ἔχουσαν τροφήν, ὁ θεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι περιβαλών.

τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλοντο, ἵνα δὴ διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς διαιρέσεως ἡ ἁμαρτία κάτωθεν αὐτόπρεμνος πᾶσα διαφθαρῇ, ὡς μηδὲ κἂν βραχύτατον ῥίζης ἐαθῆναι μέρος, ἀφ᾽ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναβήσονται. 33. Καθάπερ γὰρ ὁπόταν ἐν οἰκοδομήμασι ναῶν καλοῖς συκῆ 〈ᾖ〉 γεννηθεῖσα καὶ εἰς ἔκτασιν καὶ μέγεθος εὐτροφήσασα καὶ περὶ πάσας τὰς ἁρμογὰς πολυκλημάτοις ῥίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν στέλλεται, ἔστ᾽ ἂν πᾶσα ἀποσπασθῇ, λυθέντων καθ᾽ οὓς ἐβλάστησε τόπους τῶν λίθων (δυνατὸν γὰρ πάλιν εἰς τοὺς αὐτοὺς ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σῴζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προθέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ), κατὰ ταῦτα καὶ ὁ θεὸς ὁ τεχνίτης τὸν ἑαυτοῦ ναὸν τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἁμαρτίαν βλαστήσαντα, διέλυσε θανάτου προσκαίροις προσβολαῖς «ἀποκτέννων» κατὰ τὸ γεγραμμένον «καὶ ζωοποιῶν», ἵνα πάλιν ἀπὸ τῶν αὐτῶν ἡ σὰρξ μερῶν μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα δίκην ἀνακαινοποιηθέντος ναοῦ ἀθάνατος καὶ ἀπήμων ἐγερθῇ, τελέως ἐκ βάθρων ἀπολομένης τῆς ἁμαρτίας.

ζῶντος γὰρ ἔτι τοῦ σώματος πρὸ τοῦ τεθνήξεσθαι συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀποκρύπτουσαν, κἂν ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν καὶ τῶν νουθετήσεων ἀνεστέλλετο, ἐπεὶ οὐκ ἂν ἔτι μετὰ τὸ φωτισθῆναι συνέβαινεν ἀδικεῖν, [ἅτε] παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ᾽ ἡμῶν τῆς ἁμαρτίας. νῦν δὲ καὶ μετὰ τὸ πιστεῦσαι καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγνισμοῦ πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι ἑαυτὸν καυχήσεται ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν. ὥστε συμβέβηκε συστέλλεσθαι μὲν καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν, εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιούς, οὐ μὴν ἀνῃρῆσθαι καὶ τῶν ῥιζῶν ἄχρις. νῦν μὲν γὰρ ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηράς, συστέλλομεν, «μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσῃ», μὴ ἐῶντες ἀναμύειν καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις, τοῦ λόγου δίκην ἀξίνης πρὸς τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος. τότε δὲ καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται. 34.

Οὐδὲ γὰρ ἀμάρτυρος ὁ λόγος γραφῶν τοῖς βουλομένοις εἰλικρινῶς τὸ ἀληθὲς ἀκούειν, ἐπεὶ οἶδεν ὁ ἀπόστολος μηδέπω τὴν ῥίζαν ἐξ ἀνθρώπων τῆς ἁμαρτίας ὁλοσχερῶς ἀνῃρημένην, ὁτὲ μέν «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ τουτέστιν ἐν τῇ σαρκί μου, φράζων, τὸ ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία»· ὁτὲ δέ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». οὕτως οὐδέπω τὴν ἁμαρτίαν αὐτόπρεμνον ἐκ ῥιζῶν διακοπῆναι συνέβη, ἀλλὰ ζῆν (οὐ γὰρ εἰς τέλος ἀπέθανεν· πῶς γὰρ πρὸ τοῦ περιβεβλῆσθαι θανάτῳ τὸν ἄνθρωπον;), ἵνα αὐτῷ συμμαρανθεῖσα καὶ συμφθινήσασα αὐτὴ μὲν εἰς ἄρδην ἀπόληται καὶ διαφθαρῇ, καθάπερ φυτόν, λυθέντος 〈τοῦ λίθου〉 ἐν ᾧ κρύπτουσα τὰς ῥίζας ὡς ἔφην ἑαυτῆς διεσῴζετο 〈τόπῳ〉, ὁ δὲ ἄνθρωπος αὖθις μηκέτι «ῥίζαν» ἐνθωπεύουσαν «πικρίας» ἔχων ἐξεγερθῇ.

ὡσπεροῦν ἀλεξιφαρμάκου γὰρ τρόπον ὑπὸ τοῦ ἀλεξητῆρος ἡμῶν ἀληθῶς καὶ ἰατροῦ θεοῦ πρὸς ἐκρίζωσιν τῆς ἁμαρτίας παρελήφθη ὁ θάνατος καὶ ἀφανισμόν, ἵνα μὴ διαιωνίζον ἐν ἡμῖν εἴη τὸ κακόν, ἀθάνατον ἅτε ἐν ἀθανάτοις ἀνατεῖλαν, αὐτοὶ δὲ λελωβημένοι καὶ ἐκστάντες νοσούντων τρόπον τῆς οἰκείας ἀρετῆς ἐπὶ πολὺ διατρίβωμεν, ἅτε ἐν ὑφεστηκόσιν ἀεὶ καὶ ἀθανάτοις σώμασι τὴν κατὰ τὸ ἁμάρτημα μεγάλην τρέφοντες νόσον. διὸ δὴ καλῶς ταύτην πρὸς ἄμφω σωτηρίαν καὶ ψυχῆς καὶ σώματος φαρμακευτικῆς τρόπον καθάρσεως τὸν θάνατον ὁ θεὸς ηὕρατο, ἵνα πανάμωμοι καὶ ἀσινεῖς οὕτως ἐξεργασθῶμεν. 35. Φέρε γάρ, ἐπειδὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων, ἐντεῦθεν αὐτὰ μάλιστα σκεπτώμεθα, μὴ ἀφιστάμενοι, πρὶν ἂν πρῶτον εἰς εὐδηλοτέραν ἑρμηνείαν ἀποτελευτήσῃ καὶ ἀπόδειξιν ὁ λόγος. φαίνεται τοίνυν ὡσπερεί τις δημιουργὸς ἄκρος ἄγαλμα καλὸν ἀπὸ χρυσοῦ κατεσκευασμένον ἢ ὕλης ἑτέρας αὐτῷ καὶ πάντα τὰ μέλη συμμέτρως εἰς κάλλος διακεκοσμημένον πάλιν χωνεύοι, λελωβημένον ἄφνω θεασάμενος ὑπό τινος ἀνθρώπου πονηροτάτου, ὃς οὐκ ἐνεγκὼν ὑπὸ βασκανίας εὐπρεπὲς εἶναι τὸ ἄγαλμα ἐσίνατο, ματαίαν ἡδονὴν καρπιζόμενος τοῦ φθόνου.

πρόσσχες γάρ, ὦ σοφώτατε Ἀγλαοφῶν, ὅτι, εἰ βούλοιτο μὴ εἶναι σεσινωμένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ σπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεύσας αὐτὸ τοιοῦτο ποιεῖν οἷον καὶ πρόσθεν ἦν. εἰ δὲ μὴ ἀναχωνεύοι μηδὲ ἀνασκευάζοι, ἐῴη δὲ οὕτως μένειν, 〈μόνον〉 θεραπεύων αὐτὸ καὶ ἐπανορθούμενος, ἀνάγκη δὴ πυρακτούμενον καὶ χαλκευόμενον τὸ ἄγαλμα μηκέτι δύνασθαι διατηρηθῆναι τὸ αὐτὸ, ἀλλὰ διηλλαγμένον ἔσεσθαι καὶ ὑπεσπασμένον. διὰ τοῦτο εἰ βούλοιτο ὅλον καλὸν αὐτὸ καὶ ἄμωμον εἶναι τὸ ἔργον, ἀναθλᾶσθαι αὐτὸ καὶ ἀναχωνεύεσθαι δεῖ, ὅπως τὰ μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα αὐτὰ μὲν διὰ τῆς ἀνασκευῆς καὶ ἀναχωνεύσεως ἀπόληται, τὸ δὲ εἰς τὸ ἑαυτοῦ εἶδος ἀσινὲς καὶ ἀκίβδηλον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτῷ κατασταθῇ. τῷ μὲν γὰρ ἀγάλματι ἀπολέσθαι οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ ὄντι, κἂν πάλιν εἰς ὕλην λυθῇ, ἀποκατασταθῆναι δὲ ἔστι· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασιν ἀπολέσθαι μὲν ἔστιν (τήκονται γάρ), ἀποκατασταθῆναι δὲ οὐκ ἔστι, διὰ τὸ ἐν πάσῃ τέχνῃ τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἢ ἐπιτευχθησόμενον ὁρᾶν, ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὐθὲς τοῦ δημιουργουμένου. ταὐτὸν γὰρ φαίνεται δή μοι καὶ ἐφ᾽ ἡμῶν ὁ θεὸς διῳκονομηκέναι.

τὸν γὰρ ἄνθρωπον, τὸ εὐπρεπέστατον ἑαυτοῦ τέχνημα, βασκάνοις ἐπιβουλαῖς φθόνου κεκακωμένον ἰδὼν οὐκ ἠνέσχετο τοιοῦτον καταλεῖψαι φιλάνθρωπος ὤν, ὅπως μὴ δι᾽ αἰῶνος εἴη μεμωμημένος, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψόγον, ἀλλὰ διέλυσεν εἰς ὕλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτακῶσι καὶ ἐξαφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα. τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆναι τὸν ἀνδριάντα, τοῦτο ἐνταῦθα τὸ ἀποθανεῖν καὶ διαλυθῆναι τὸ σῶμα, τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὕλην ἢ ἀνακοσμηθῆναι, τοῦτο ἐνταῦθα τὸ ἀναστῆναι, ὥσπερ καὶ ὁ προφήτης Ἰερεμίας τούτοις [γὰρ] ἤδη καὶ αὐτὸς ὧδε τὰ αὐτὰ παρεγγυᾷ «καὶ κατέβην» λέγων «εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδού, αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦτο ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; ἰδού, ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου». 36.

Πρόσσχες γὰρ ὅπως, ὡς ἔφην, μετὰ τὸ παραβῆναι τὸν ἄνθρωπον ἡ μεγάλη χεὶρ εἰς νῖκος καταλεῖψαι τὸ ἑαυτῆς ἔργον οὐκ ηὐδόκησεν ὡς κίβδηλον τῷ πονηρῷ ἀδίκως αὐτὸ λυμηναμένῳ βασκάνοις αἰτίαις, ἀλλὰ ἀνατήξασα ἀνέδευσεν αὖθις εἰς πηλόν, οἷα κεραμεὺς ἀναπλάσσων ἄγγος πρὸς τὸ ἀφανισθῆναι μὲν διὰ τῆς ἀναπλάσεως πάντα τὰ ἐν αὐτῷ αἴσχη καὶ θλάσματα, γενηθῆναι δὲ τὸ πᾶν ἄνωθεν ἀμέμπτως ἀρεστόν. «ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι σκεῦος, ὃ μὲν εἰς τιμὴν ὃ δὲ εἰς ἀτιμίαν»; ὃ δή ἐστι (τοῦτο γὰρ παντάπασιν ὁ ἀπόστολός μοι δηλοῦν φαίνεται)· μή τι ἐξουσίαν οὐκ ἔχει ὁ θεὸς ἀπὸ τῆς ὕλης ἑκάστου τῆς αὐτῆς ἀναπλάσας καὶ ἀνακοσμήσας ἰδίως ἕκαστον ἢ εἰς τιμὴν ἡμῶν ἀναστῆσαι καὶ δόξαν ἢ εἰς ἀτιμίαν καὶ κατάκρισιν; εἰς ἀτιμίαν μὲν τῶν ἐν ἁμαρτίαις φαύλως βιωσάντων, εἰς τιμὴν δὲ τῶν ἐν δικαιοσύνῃ. καθάπερ ἐδηλώθη καὶ τῷ Δανιήλ «καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι» λέγοντι «ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον, καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος». ἐφ᾽ ἡμῖν γὰρ οὐ τὸ ἀφανίσαι τὴν ῥίζαν τελείως τῆς πονηρίας, ἀλλὰ τὸ μὴ πρὸς ἔκτασιν αὐτὴν ἐᾶσα φῦναι καὶ καρποφορεῖν.

ἡ μὲν γὰρ καθόλου καὶ παντελικὴ αὐταῖς ῥίζαις αὐτῆς ἀναίρεσίς τε καὶ ἀπώλεια ὑπὸ τοῦ θεοῦ κατὰ τὴν τοῦ σώματος ὡς εἴρηται διάλυσιν γίγνεται, ἡ δὲ ἐκ μέρους πρὸς τὸ μὴ οἶσαι βλαστὸν ὑφ᾽ ἡμῶν. καὶ διὰ τοῦτο τὸν ἐκθρέψαντα πρὸς αὔξησιν αὐτὴν μᾶλλον καὶ μέγεθος, ἀλλὰ μὴ στειρώσαντα τὸ ὅσον ἐπ᾽ αὐτῷ καὶ συμπιλήσαντα ἀνάγκη διδόναι δίκην, ὅτι δυνάμενος καὶ ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν εἵλατο τὸ βλάπτον πρὸ τοῦ συμφέροντος μᾶλλον τιμῆσαι. 37. Ὥστε μηδείς, αὐτὸς αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας ἢ ἀρετῆς τὰ ἀμοιβαῖα. «τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως»; πῶς γάρ; ὁπότε αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο. διὸ καὶ οὐ λέξει 〈ἐν〉 δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ, τί με ἐποίησας οὕτως κατακριθέντα εἰς τὸ ἀλγύνεσθαι; πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινῶς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον. τοῖς μὲν γὰρ μὴ μετὰ σπουδῆς, ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς λόγοις ἀσυνάρτητα ἔσθ᾽ ὅτε δοκεῖ καὶ ἀσύμφωνα λέγειν, τοῖς δ᾽ αὖ σπουδαίως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.

Δι᾽ ἀκριβείας μὲν οὖν περὶ τούτων διεξιέναι τὰ νῦν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ᾽ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἧς ἕνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιέναι. ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν τῶν ἐθελοκακούντων τιμωρὸν δίκην. ἀποδειχθέντος τοίνυν ἐνδηλότατα τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι ἀλλὰ *, χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως νοεῖν τοῦ σώματος. πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν; εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ᾽ ὃν προσφέρεται, 〈εἶναι〉 δοκεῖ καθάπερ αὐστηρότατον τῷ νοσοῦντι φάρμακον. καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς διαληψόμενοι. 38. Τὸ γάρ «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου» λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀποκτέννυται καὶ θνῄσκει, ἵνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ; πατάσσεται πρῶτον καὶ θραύεται, ἵνα σῷον αὖθις πλασθῇ καὶ ὑγιές. καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ χειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ θάνατος, οὐ σκότος, οὐ χάος, οὐ φθορά. «

τίς γὰρ ἡμᾶς» φησίν «χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» (ὃς ἑρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος); «θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς». ἀληθέστατα· ἵνα πληρωθῇ, καθὼς ἔφην, τό «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται» «ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ» πρὸς ἀπώλειαν. διὸ καὶ «ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», ἵνα «ἀποθανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῷ θεῷ». καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὧδε πάλιν προχειριστέον. 39.

Εἰ πᾶν τὸ γεννώμενον νοσεῖ (προτείνει γὰρ οὕτως ὁ ἐξ ἐναντίας) καὶ κατὰ τὴν γένεσιν καὶ κατὰ τὴν τροφήν (ἀπὸ τῶν προσιόντων γάρ, φησίν, αὔξεται καὶ ἀπὸ τῶν ἀπιόντων ἐλαττοῦται), τὰ δὲ μὴ γεννώμενα ὑγιαίνει, ὅτι μὴ νοσεῖ, μηδὲ προσδεῖται ἢ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ τὰ γεννώμενα καὶ συνουσίας καὶ τροφῆς, τὸ δὲ ἐπιθυμεῖν νοσεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι μηδὲ ἐπιθυμεῖν ὑγιαίνειν, νοσεῖ δὲ τὰ γεννώμενα ὅτι ἐπιθυμεῖ, τὰ δὲ μὴ γεννώμενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγιγνομένων καὶ ἀπογιγνομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, —οὐ δύναται ἄρα ἀπαθὴς εἶναι ὁ ἄνθρωπος καὶ ἀθάνατος. καταπίπτει μὲν οὖν καὶ ἐπὶ τούτοις αὐτοῖς ὁ λόγος. εἰ γὰρ πᾶν τὸ γιγνόμενον ἢ γεννώμενον ἀπόλλυται (διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ᾽ ἐγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ («ὁ ποιῶν, γάρ φησιν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα»), ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ᾽ αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ᾽ οὔτε οἱ ἄγγελοι οὔτε αἱ ψυχαὶ ἀπόλλυνται. ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος. οὐκ ἀρεστὸν δὲ 〈οὐδ᾽〉 ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι.

ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν. εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας τὸν κόσμον ὁ θεός; ἀλλ᾽ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ σοφία συνίστησιν «ἔκτισε γὰρ εἰς τὸ εἶναι» λέγουσα «τὰ πάντα ὁ θεὸς καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου». καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ λέγων «ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». «τῇ γὰρ ματαιότητι, φησίν, ἡ κτίσις ὑπετάγη», ἐλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν· οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα.

μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέστερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ θεοῦ 〈ἐν〉 τῇ ἀναστάσει, δι᾽ οὓς στενάζει καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἐκδεχομένη, ὅπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκὸς κατὰ τὸ γεγραμμένον «ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον, Ἱερουσαλήμ», ἐλευθερωθέντων τε τῆς ἁμαρτίας ἐλευθερωθήσεται καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοσύνῃ. «οἴδαμεν γάρ, φησίν, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοί, τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν». καὶ ὁ Ἠσαΐας δέ· «ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ (φησί) ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως ἔσται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν». καὶ πάλιν «οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι». ὄντως γὰρ οὐκ εἰς κενὸν οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε κατὰ τοὺς φρονοῦντας μάταια τὸ πᾶν ὁ θεός, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι καὶ διαμένειν.

διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρανὸν μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν. διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἔτι πλείων τῶν εἰρημένων γίγνοιτο. οὔτε γὰρ εἰς ὕλην ἀργὴν καὶ τοιαύτην ἔτι κατάστασιν, οἵα καὶ πρὸ τῆς διακοσμήσεως ἦν, διαλυθὲν ἀναστοιχειωθήσεται τὸ πᾶν οὔτ᾽ αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν. 40. Ἐὰν δέ· πῶς οὖν, ἐὰν μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὁ μὲν κύριος τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη καὶ τὴν γῆν, ὁ δὲ προφήτης ἀπολεῖσθαι μὲν τὸν οὐρανὸν ὡς καπνόν, τὴν δὲ γῆν ὡς ἱμάτιον παλαιωθήσεσθαι; ἐπειδήπερ ἔθος ταῖς γραφαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀπὸ ταύτης τῆς καταστάσεως τοῦ κόσμου μεταβολὴν ἀπώλειαν λέγειν, οἷον τοῦ πρόσθεν σχήματος ἀπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότερον ἁπάντων ἐξαλλαγήν· ὅτι μηδεμία ὑπεναντίωσις ἢ ἀτοπία ἐν τοῖς θείοις λόγοις. «παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου» καὶ οὐχ ὁ κόσμος εἴρηται. οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς γραφὰς τὴν πρὸς τὸ ἄμεινον ἔσθ᾽ ὅτε καὶ εὐμορφότερον τροπὴν τοῦ πρόσθεν σχήματος, οἷον ὥσπερ ὁπόταν τις ἀπώλειαν λέγοι τοῦ κατὰ τὸ νήπιον σχήματος τὴν εἰς τὸν ἄνδρα τὸν τέλειον μεταλλαγήν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου. «

ὅτε γὰρ ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην, ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου». ταραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν ὥσπερ τεθνηξομένην κατὰ τὴν ἐκπύρωσιν, ἵνα καὶ ἀνακτισθῇ, οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον, ὅπως οἱ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι τῷ κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν «ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται» ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ «καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», τοῦ περιέχοντος τῆς εὐκρασίας ἐπιτροπεύοντος λοιπὸν τοῦ θεοῦ. ἐσομένης γὰρ καὶ μετὰ τοῦτον τὸν αἰῶνα γῆς ἀνάγκη πᾶσα ἔσεσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξομένους ἢ γαμήσοντας καὶ γεννησομένους, ἀλλ᾽ ὡς ἀγγέλους ἀμεταστρόφως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράξοντας. διὸ ληρῶδες τὸ ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος μήτε γῆς μήτε τῶν ἄλλων ἐσομένων. 41. Ἄξιον δὲ κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολλὴν διάπτωσιν, εἰ δεῖ παρρησίαν ἄγειν περὶ τηλικούτων, ὦ Ἀγλαοφῶν, διαλεγομένους πραγμάτων.

φράσας γὰρ ἀποφήνασθαι τὸν κύριον ὡς οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες «οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί, καὶ ἡμᾶς δὲ ἄρα ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν», οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας ἐκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους. ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ μία σύστασις καὶ φυλὴ καὶ φατριὰ τῶν ἀθανάτων, ἀλλὰ γένη καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται οὔτε αὖ πάλιν εἰς ἑτέραν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεγόνασιν. ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθεὶς 〈ἀπὸ〉 τῆς ἐξ ἀρχῆς διακοσμήσεως, ἀθάνατος ὢν τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων, τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι, μεταβάλλονται.

ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν. χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι τόποι καὶ τὰ ἄκρατα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ᾽ ἂν ὁ λόγος ἀναβὰς εἰς κίνδυνον πέσῃ. 42. Ἀλλ᾽ οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ᾽ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν. ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον 〈τοῦτο〉. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.

οὐκοῦν εἶναι τὸν ἄνθρωπον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος παρὰ τὸν ἄνθρωπον ὁ ἄνθρωπος γενηθῇ. δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι. ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος. «ἔκτισε», γάρ φησιν ἡ σοφία «τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος. 43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός—δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, «προσῆλθον δὲ αὐτῷ» εἰπών «καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν»—ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῶς καὶ ὀρθῶς φρονοῦσι.

νυνὶ δὲ ἀποκρούεται λέγων «ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾽ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν», οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν᾽ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ. οὐ γὰρ εἶπεν «ἔσονται ἄγγελοι», ἀλλ᾽ «ὡς ἄγγελοι», οἷον «δόξῃ μὲν καὶ τιμῇ» κατὰ τὸ γεγραμμένον «ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες» καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος. καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ᾽ ὡς ἥλιον, ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, ἐγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἂν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ δὲ μὴ ἔστι χρυσός, ἀλλὰ 〈ἐγγὺς〉 τοῦ εἶναι χρυσὸς καὶ φαντάζεσθαι τὸν χρυσόν, οὐ χρυσὸς ἀλλ᾽ ὡς χρυσὸς λέγεται.

οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος. ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ᾽ ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγῃ καὶ ὁ προφήτης «καὶ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν». ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς «γῆν χώματος». οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται. θνῄσκει δὲ σάρξ, ψυχὴ γὰρ ἀθάνατος. καὶ τοίνυν εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστὸς ἀλλὰ τὸ πεπτωκὸς καὶ κλιθὲν διανίσταται κατὰ τὸ γεγραμμένον «μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέψει»; 44.

Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ ἐδίδαξεν ἀναφανδὸν ὁ κύριος καὶ δι᾽ ἑαυτοῦ καὶ διὰ Σολομῶνος εἰπών· δι᾽ ἑαυτοῦ μὲν ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δεικνὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ ἐπιγραφομένῃ Σοφίᾳ, ἔνθα «δικαίων αἱ ψυχαὶ ἐν χειρί» γέγραπται «θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾽ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης». ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ ψυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείμενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα.

Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζεται λέγειν ἔσεσθαι, πολλὴ μὲν μωρία τοῦτο καὶ ἀλογία. δεῖ γὰρ φθορὰν πρῶτον καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἵνα δείξῃ δὴ καὶ τὴν ἀνάστασιν, μή τοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι. ὅμως γοῦν δοτέον αὐτῷ θνητὴν ὁρίσασθαι τὴν ψυχήν. δυοῖν γάρ τοι θάτερον ἐνταῦθα θετέον, ἢ ἀληθῆ τὸν κύριον ἀποφήνασθαι ἀθάνατον τὴν ψυχὴν διδάσκοντα καὶ ψεῦδος τὸ φθείρεσθαι αὐτὴν λέγοντα ἢ φθείρεσθαι καὶ ψεῦδος τῷ ἀνώλεθρον αὐτὴν καὶ ἀθάνατον εἶναι διδάσκειν 〈λέγειν〉 τὸν Χριστόν, καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει καὶ ἐν τῇ κατὰ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν ὀπτασίᾳ. ἀλλ᾽ οὐδὲν ὁ κύριος ἄλλως ἐφθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάντασμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν, ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἠλίαν καὶ τὸν Μωυσέα, ἀλλ᾽ ὃ ἦσαν ἀψευδῶς· ὥστε, ὡς ἔπος εἰπεῖν, καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν. 45.

Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίγνεται καὶ οὐ ψυχῆς, ὅπως ἡ πεπτωκυῖα τοῦ Δαυὶδ εἰς τὴν φθορὰν ἀνασταίη σκηνή, καὶ ἀναστᾶσα καὶ ἀνοικοδομηθεῖσα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ἀπήμων λοιπὸν καὶ ἀδιάπτωτος διαμένοι, ὅτι μὴ τῷ θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ Δαυὶδ ἔμελεν, ἵν᾽ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἰκίαν σχῇ καλήν, ἀλλὰ τὴν σάρκα, τὸ σκῆνος τῆς ψυχῆς, ἣν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο. σκοπεῖσθαι δέ σε, ὦ σοφώτατε Ἀγλαοφῶν, οὕτως χρή. πάντως δὲ ῥᾷστα μαθήσῃ τοῦτο, ἐὰν ἐπὶ τὴν τοῦ καθεύδειν εἰκόνα προσσχῇς καὶ ἀνίστασθαι. εἰ γὰρ τὸ ὑπνοῦν ἀπὸ τοῦ ἐγρηγορέναι καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίγνεται καὶ τοῦτο θανάτου καὶ ἀναστάσεως μελέτη («ὕπνῳ γὰρ καὶ θανάτῳ διδυμάοσιν»), ἀνάγκη δὴ καὶ τὸ ἀναβιώσκεσθαι εἶναι ἐκ τοῦ τεθνάναι εἰς τὸ ζῆν τὴν σάρκα, εἴπερ καὶ τὸ ἀνεγείρεσθαι ἐκ τῶν καθευδόντων. ὡς γὰρ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεται καὶ οὐ πάντως ὁ καθεύδων ἐν τῷ αὐτῷ διαμένει σχήματι καθεύδων ἀεί, ἀλλ᾽ αὖθις ἀνίσταται, οὕτως καὶ τὸ ζῆν ἐκ τοῦ ἀποθανεῖν συμβήσεται, καὶ οὐ πάντως ὁ ἀποθανών, ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ μένει. εἰ γὰρ ἐκ τοῦ κοιμᾶσθαι τὸ ἐγρηγορέναι καὶ ἐκ τοῦ πεσεῖν τὸ ἀνεγερθῆναι καὶ ἐκ τοῦ καταβληθῆναι τὸ ἀνοικοδομηθῆναι, τίς μηχανὴ καὶ ἐκ τοῦ κλιθέντος μὴ οὐχὶ προσδοκᾶν τὸ ἀναστήσεσθαι καὶ ἐκ τοῦ θανόντος τὸ ἀναβιώσεσθαι;

καὶ γὰρ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν ἐκ τῶν τεθνεώτων σωμάτων τὸ ἀναβιώσκεσθαι συμβαίνειν. καὶ μὴ μόνον τοῦτο, εἰ βούλει, ἀπὸ τοῦ καθεύδειν σκόπει καὶ ἀνίστασθαι, ἀλλὰ καὶ ἀπὸ τῶν σπερμάτων καὶ φυτῶν ὡς ἐν πᾶσιν αὐτοῖς ἡ ἀνάστασις καταγγέλλεται. καταμάθετε γὰρ τὰ σπέρματα, πῶς «γυμνά», φησίν, καὶ ἄσαρκα βάλλεται εἰς τὴν γῆν καὶ τελεσφορούμενα πάλιν ἀποδίδοται. ἐπεὶ εἰ θνῄσκοι μὴν καὶ σήποιτο τὰ σπέρματα, ἐκ δὲ τῶν σπερμάτων μηκέτι τὸ ἀναζῆν καὶ φύειν γένοιτο, τίς ἡ ἀποκλήρωσις μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι; 46. Ἀλλὰ γὰρ περὶ τούτων πλείω λέγειν τανῦν, ὦ κράτιστε Θεόφιλε, παρήσομεν, καὶ οἱ λοιποὶ κριταὶ τῶν λόγων. λάβωμεν δὲ καὶ τὰ τούτοις ἐφεξῆς ἀκόλουθα, ὡς ἀφέστηκε τοῦ δέοντος μακράν. ὁ θεὸς γὰρ αὐτῷ πάλιν αὐτὰς τὰς ψυχὰς ἐν τῇ κατὰ τὸν ἑξηκοστὸν πέμπτον ψαλμὸν προφητείᾳ βεβιασμένως αὐτὴν καὶ ἀνοικείως ἐκτιθεμένῳ, ὡς εἰς παγίδα 〈εἰς〉 τὴν σάρκα δίκην ὑφεξούσας τῶν ἡμαρτημένων ἐμβιβάζει, ὅπερ ἀτοπίας μᾶλλον ἢ ὀρθοδοξίας ἐστίν. εἰ γὰρ πρὸ τῆς παραβάσεως, καθάπερ ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν ἐξεθέμεθα, σῶμα ἐκέκτηντο αἱ ψυχαί, πῶς 〈ὡς〉 εἰς παγίδα ὕστερον μετὰ τὴν παράβασιν εἰς σῶμα ἐμβιβάζονται, οὐκ ὄντος χρόνου ἐν ᾧ πρὶν αὐτὰς τὸ σῶμα λαβεῖν ἐξημάρτοσαν;

οὐ γὰρ ἔμφρονος ὁτὲ μὲν ὡς διὰ τὸ σῶμα λέγειν τὰς ψυχὰς ἡμαρτηκέναι, ὁτὲ δέ, ἐπειδήπερ ἡμάρτοσαν, διὰ τοῦτο καὶ δεσμὸν αὐτὸ καὶ παγίδα πρὸς κατάκρισιν γεγονέναι. εἰ γὰρ διὰ τὸ σῶμα ἥμαρτον, συνῆν ἄρα ἐξ ἀρχῆς αὐταῖς καὶ πρὸ τῆς ἁμαρτίας τὸ σῶμα. πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, ὃ μὴ ἦν μηδέπω; εἰ δὲ παγὶς πάλιν αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτιον, ἀλλὰ ψυχὴ μόνη. ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι κατασκευάζονται. ἀλλὰ μὲν δὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἑκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἄδικον, συνεργεῖ, ὁ δὲ δεσμὸς εἴργει τοῦ ἀδικεῖν. ὥστε ὅπερ λέγω δυοῖν θάτερον· ἢ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος καὶ οὐ φαίνεται χρόνος ἐν ᾧ ἐκτὸς ὑπήρξαμεν σώματος καὶ συναίτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψυχῇ καὶ κακῶν, ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός. ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλόγου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεασθέντες ἡδονῇ· ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας.

περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονός, ἵν᾽ ἀκήρατον ἡ ψυχὴ καὶ συνεχῆ κατ᾽ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρης ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι. ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀνθ᾽ ὧν παρήκουσαν τῆς ἐντολῆς. πρὸς τί γάρ τις βλέψας πιστεύσειεν τοῖς οὕτω ὑπ᾽ αὐτῶν προπετῶς εἰρημένοις; καίπερ οὐκ ἔχοντος οὕτως τοῦ ψαλμοῦ, κἂν βεβιασμένως αὐτὸν ἐκτίθωνται. αὐτὰ δὲ προοίσω τὰ ἐγκείμενα, ἵνα δὴ καὶ τὸ μυθῶδες αὐτῶν τῆς ἐξηγήσεως φανῇ, ὀρθῶς μὴ θελόντων νοεῖν τὰς γραφάς. εἰσὶ γὰρ οὕτω πως δήπου τὰ λεχθέντα· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». καὶ εὐθέως ἐπιφέρουσι· ταῦτα δὲ ὑπὸ τῶν ψυχῶν εἴρηται τῶν εἰς τὴν παγίδα τὸ σῶμα ὡς εἰς ἀγώνισμα κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἔνθα ὁ παράδεισος.

τὸ γάρ «διήλθομεν διὰ πυρὸς καὶ ὕδατος» ἤτοι, φησί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑγρασίᾳ καταγίγνεται, ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχομένης 〈αὐτῆς〉 τὰς πηγὰς τοῦ πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα. πρὸς οὓς ἠξίουν ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ Ἀγλαοφῶν, αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι. 47. Πρῶτον γὰρ 〈ὅτι〉 ὁ παράδεισος, ὅθεν καὶ ἐξεβλήθημεν ἐν τῷ πρωτοπλάστῳ, ἐπὶ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωγὴν τοῖς ἁγίοις ἀφωρισμένος, 〈τοῦτο〉 δῆλον ἀπὸ τοῦ καὶ τὸν Τίγριν καὶ τὸν Εὐφράτην καὶ τοὺς λοιποὺς ποταμοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι τῶν ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ᾽ ἡμᾶς ἤπειρον ἐπικλύζοντας. οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι· ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὄγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ὑποδέξασθαι ὕδατος. ἀλλ᾽ οὐδὲ ὁ ἀπόστολος ὑποτίθεται τὸν παράδεισον εἶναι ἐν τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις· «οἶδα» γάρ «ἁρπαγέντα 〈τὸν τοιοῦτον〉 ἕως τρίτου» λέγων «οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε χωρὶς σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον».

δύο ἀποκαλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. τὸ γάρ «οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ» ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δὲ «καὶ οἶδα» πάλιν ἐπιφερόμενον «τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος, 〈ἁρπαγέντα〉 εἰς τὸν παράδεισον» ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι. τερετισμὸς οὖν ἐστι καὶ τραγικολογία τὸ καταβάλλεσθαι λέγειν τὰς ψυχὰς ἐκ τῶν οὐρανῶν καὶ διαβαίνειν τοῦ πυρὸς τὰς πηγὰς καὶ τὰ ὕδατα τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος, εἰς τὸν καθ᾽ ἡμᾶς φερομένας κόσμον. ἐπεὶ μηδὲ ὁ Ἀδὰμ ἐκ τῶν οὐρανῶν ἐξεβλήθη, ἀλλὰ ἀπὸ τοῦ κατὰ ἀνατολὰς ἐν Ἐδὲμ πεφυτευμένου παραδείσου. οὐ γὰρ πρὸ τῆς ἐνσωματώσεως τὸ παράπτωμα, καθάπερ ἐδείξαμεν ἱκανῶς, οὐδ᾽ αὖ τὸ σῶμα παγὶς τοῦτο, ἀλλὰ μετὰ τὴν εἰς τὸ σῶμα σύμφυσιν τῆς ψυχῆς γίγνεται τὸ παράπτωμα, ὅτι τὸ συναμφότερον ὁ ἄνθρωπος καὶ ἡ ἐκ τοῦ παραδείσου κατάπτωσις ἐνθάδε. ὁ δὲ ὅλως οὐ προσέσχεν ἐπιμελέστερον, Ἀγλαοφῶν, τῷ λόγῳ, ἀλλὰ διετείνατο περὶ πραγμάτων διανόησιν οὐκ ἐχόντων ἀκίνδυνον, ἐπιχειρήσας κατὰ τὰς δόξας ἐξηγήσασθαι τῶν φαύλων τὸν ψαλμόν, περὶ ὧν λέγειν πλείω παρήσομεν. 48.

Βούλομαι γάρ, ἐπειδὴ ἅπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐτῶν ἥκαμεν, ἀπογυμνῶσαι καὶ ταύτης αὐτοῖς τῆς προφητείας τὴν πρόφασιν· «ἐδοκίμασας ἡμᾶς ὁ θεός· ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον». δοκιμασθέντες διαρκῶς οἱ μάρτυρες ἐν ταῖς κατὰ τοὺς πειρασμοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς τὴν καθ᾽ ἡμᾶς αἱ προφητεῖαι πίστιν πληροῦνται) καὶ εὐκλεῶς καὶ ἐρρωμενέστατα διαθλήσαντες εὐχαριστοῦσι, τό «ἐδοκίμασας ἡμᾶς» λέγοντες τῷ θεῷ, ὡς ἵνα τὴν δόξαν παρ᾽ αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἤλεγξε πόνων, τὸν ἀληθῶς Ὀλυμπιακὸν ἀγῶνα νικῆσαι προθείς. καὶ ἐπισκέψασθε ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ μαρτύρων καὶ ὁ Σολομῶν ἀναφθέγγεται (οὐ γὰρ ἀμάρτυρος ὁ λόγος καὶ ἄλλων γραφῶν) ὅτι «ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ ηὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτοὺς καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν 〈ἀναλάμψουσιν〉»· πρόσθεν εἰπών «καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται». ἀλλὰ καὶ ἐν τῷ 〈ρκγ〉 ψαλμῷ τό «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν», οἱ μάρτυρές εἰσιν οἱ ψάλλοντες. δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἷς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν», τὸ δικαστήριον τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ᾽ οὓς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν· «δοκίμασόν με» γάρ φησι «κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα προτιμήσας τε 〈τοῦ παιδὸς〉 τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι «Ἀβραάμ, φεῖσαι τοῦ παιδός σου» ἀπορρίψας τὸ ξίφος· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον». λεγέτω καὶ ὁ Ἰὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ «ἢ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. ἔθου θλίψεις ἐναντίον ἡμῶν, κύριε, ἵνα ἡμᾶς ὡς χρυσίον ἐν χωνευτηρίῳ δοκιμάσῃς».

λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες, δροσιζόμενοι ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ, ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητὶ καὶ τῶν ὑδάτων εἰς τὴν καυστικὴν μεταβληθέντων φύσιν, ὑπεξαλύξαντι τὰς ὁρμάς· «διῆλθον διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν». σὴ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία «ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· κἂν διαβαίνῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε». ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα. 49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφανταζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ» καὶ βοῶσι, 〈ὅτι〉 τῇ πρὸ τῆς ἐντολῆς ζωῇ 〈τὴν〉 ἐν τῷ πρωτοπλάστῳ 〈ἐν παραδείσῳ〉 διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν»· ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχεσθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ᾽ ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ.

διὸ δριμέως ἐπήγαγεν τό «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν»· πρόσθεν εἰπὼν τό «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ». θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας· δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι ἀλήπτους τε εἶναι καθ᾽ ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες πάλιν ἀνέτρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ 〈δοθῆναι〉, διὰ τὸ πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἐπῆλθον αὐτοῖς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν *. νῦν δὲ ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει. χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος· ἐπεὶ εἰ ἄληπτος ἡ ψυχὴ καθ᾽ ἑαυτὴν τῇ ἁμαρτίᾳ, οὐκ ἂν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος. εἰ δὲ ἥμαρτεν, οὐκέτι ἄληπτος καθ᾽ ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὐάλωτος μᾶλλον καὶ εὔληπτος. διὸ καὶ πάλιν, κἂν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ἁμαρτήσεται, ὥσπερ δὴ καὶ πρὸ τοῦ λαβεῖν αὐτὸ ἥμαρτεν. διὰ τί δὲ ὅλως καὶ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; ἢ τίς αὐτῇ χρεία σώματος ἦν; εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ τοῦ σώματος;

πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμῳ; ἐφ᾽ ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται καὶ τὸ μὴ πιστεῦσαι ἐνθάδε, ἐφ᾽ ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτῆσαι, ἐφ᾽ ἡμῖν τὸ ἀγαθοποιῆσαι καὶ κακοποιῆσαι. ἀλλὰ καὶ ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ᾽ ἣν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ γε τὸ γεννηθῆναι μὲν καὶ εἰς σῶμα ἐλθεῖν τὴν ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εἰς τὸ σῶμα ἐμβιβάζεσθαι καθ᾽ ὑμᾶς; ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς. 50. Ἤρκει μὲν οὖν ἀπὸ τῆς γραφῆς αὐτῆς ἀποδείξαντα 〈καὶ〉 πρὸ τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα καταπαύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. κἀγὼ δὲ νῦν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, * ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίνω τῶν λόγων.

πάρεστι γὰρ ἤδη σκοπεῖν ὑμᾶς, ὦ δικασταί, ὅτι τό «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ» λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίους, οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ᾽ αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπερ τὰ ἐπιφερόμενα τούτοις μηνύει· κἂν ὁ γενναῖος οὗτος ἰατρὸς τῶν ῥητῶν τὰ ἑξῆς ὑφελόμενος πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνίατόν τι παθὼν λίαν καὶ παιδικόν. ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύσεις καὶ ἁρμογὰς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἵνα τὸ πᾶν ἄρτιον ᾖ κατὰ φύσιν σχῆμα τοῦ σώματος, ἠκρωτηρίασε παρελθὼν τὸν εἱρμὸν τῆς γραφῆς, καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ μέλη. εἶεν· πῶς οὖν ὁ ἀπόστολος, λέξουσι, ταῦτα ἀπεφήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι νόμον, εἴποιμ᾽ ἂν, θέμενος εἶναι τὴν ἐντολήν (δεδόσθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν αὐτὸν νόμον εἰρηκέναι). οὐ παρὰ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τοὺς πρωτοπλάστους ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κτίσεως αὐτῶν ἄχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾧ διέζησαν χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες ἐν τῷ παραδείσῳ χρόνον.

ἐὰν δέ τις λαβόμενος τῆς ῥήσεως τῆς «ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου» λεγούσης «ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν», διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται, οἷον 〈τό〉 «ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα», ἢ τό «οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· 〈οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται〉. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι», λεκτέον αὐτῷ· πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἦν ἐκ τοῦ βίου καὶ οἷς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἦν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἐπεσταλκέναι ταῦτα, οὐ λεκτέον. φανερὸν γὰρ ὅτι ἦν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἷς ταῦτα ἐπέστελλεν. πῶς οὖν «ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν» ὡς οὐκ ὢν οὔτε αὐτὸς ἔτι ἐν σαρκὶ οὔτε οἷς ταῦτα ἐπέστελλεν, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς.

ἔθος γὰρ αὐτῷ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου. ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον· γέγραπται γάρ «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει». ὥσπερ 〈οὖν〉 ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων *, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴ ψυχὴ μὲν ἀπόλλυται, 〈τὰ〉 ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ ἐν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται. ὑποβὰς δὲ καὶ εἰπών «οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» εὐθέως ἐπιφέρει «ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν» καὶ μετ᾽ ὀλίγον «ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε».

προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο. 51. Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες· πῶς δὴ οὖν «τὸ φρόνημα τῆς σαρκός» εἶναι εἴρηται «ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται», λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον. καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὑποτάσσεται τῷ δημιουργῷ. οὐδὲ γὰρ δύναται· ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ. καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην σκληρότητα. οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα· ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν «παλαιὰν ζύμην» κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελε〈ί〉ως ἀφ᾽ ἡμῶν ἀιστωθῆναι, ὁτὲ δὲ «νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ αἰχμαλωτίζοντα».

ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαίνοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾽ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι; ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη, ἐχρῆν μηδὲ παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός. εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσσουσιν (ἄλλως γὰρ ἐγκρατεύεσθαι ἁμαρτίας ἀδύνατον) οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ. ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὑπέταξεν ἑαυτοῦ τὸ σῶμα εἰς ἁγνείαν; ἢ πῶς Πέτρος εἰς ὁσιότητα; ἢ οἱ καθεξῆς εἰς δικαιοσύνην;

πῶς δὲ καὶ Παῦλος «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν» λέγει «σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ» καὶ πάλιν «ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν»; 52. Οὐκοῦν ἐγίγνωσκεν δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρὸς τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα. ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐφ᾽ ἡμῶν, ἐὰν μὴ πρότερον ὑποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὰ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ᾽ ἀξίαν τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἁμαρτῆσαι διὰ τοῦ σώματος γίγνεται, τῆς ψυχῆς ἢ πρὸς ἀρετὴν ἢ πρὸς κακίαν ὀργάνῳ χρωμένης αὐτῷ.

εἰ γὰρ «οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἅρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται», πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ δὲ τούτων ὁ ἐκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσύνη. ὥστε ὁ ἀπόστολος οὐ τὴν σάρκα μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς [αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καὶ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι ζῆν εἶναι νομίζοντας, οἳ «θεὸν ἡγοῦνται τὴν κοιλίαν», 〈φάσκοντες〉 «φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν», καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ τὴν βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει» ἐπήγαγε «τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι. ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὅτι τὰ μέλη ἡμῶν μέλη Χριστοῦ ἐστιν;

ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι; ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε οὖν τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν». 53. Πρόσσχες γὰρ ὅτι ἐπειδὴ τὸ σῶμα τοῦτο δύναται τῷ νόμῳ τοῦ θεοῦ 〈ὑποτάσσεσθαι〉 καὶ τὴν ἀθανασίαν ὑποδέξασθαι, ἐὰν καθαίροιτο τῆς ἀκρασίας τῶν ὑπεκκαυμάτων, μὴ χραινόμενον ἀθέσμοις ὅλως οἴστρων παρατριβαῖς, ὁ ἀπόστολος ταῦτα ἀπεφθέγξατο. ποῖον γὰρ «τὸ κολλώμενον» ἕτερον «τῇ πόρνῃ» καὶ πλησιάζον καὶ σὰρξ μετ᾽ αὐτῆς κατὰ τὴν σύνερξιν τῶν μελῶν καὶ τὴν κοινωνίαν μία γιγνόμενον παρὰ τοῦτο τὸ σῶμα τὸ ἔξω, δι᾽ οὗ ταῦτα πάντα πληροῦνται τὰ πρὸς μῖξιν καὶ ἔκκαυσιν ἁμαρτήματα; ὅθεν καὶ «πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.»

τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ τρυφὴ σώματος· μεθ᾽ ὧν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀναπτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω διολισθήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ. καὶ τοίνυν εἰ τὰ σώματα ἡμῶν ἐν ἁγιασμῷ διακρατούμενα «ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος πνεύματος», καὶ «ὁ κύριος ἐν τῷ σώματι», καὶ τὰ μέλη τοῦ σώματος «μέλη Χριστοῦ», ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τῷ θείῳ καὶ «κληρονομῆσαι δύναται τὴν βασιλείαν τοῦ θεοῦ». «ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει» φησί «καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν», «ἵνα τὸ θνητὸν τοῦτο ἐνδύσηται τὴν ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν ἀφθαρσίαν, εἰς νῖκός τε καταποθῇ ὁ θάνατος». οὐ γὰρ περὶ ἄλλου διελάμβανεν καθ᾽ ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ νεκρουμένου, δι᾽ οὗ καὶ πορνεῦσαι καὶ ἄλλως ἁμαρτῆσαι δυνατόν. 54.

Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὑποτοπάζωσιν (ἵνα δὴ καὶ ταῦτα αὐτοῖς ἐπιτρέψωμεν λογικεύεσθαι) καὶ σῶμα μὲν ἄλλο νομίζοιεν, οἷον αὐτῆς τῆς ψυχῆς 〈τὸ ἴδιον〉, ὃ μὴ βλέπεται, σάρκα δὲ τοῦτο τὸ ἔξω τὸ βλεπόμενον, λεκτέον, ὡς οὐ μόνον ὁ Παῦλος καὶ οἱ προφῆται σῶμα γιγνώσκουσι τὴν σάρκα ὀνομάζεσθαι ταύτην, ἀλλὰ καὶ ἄλλοι 〈ἔξωθεν〉 φιλόσοφοι, παρ᾽ οἷς δὴ μάλιστα καὶ ἡ τῶν ὀνομάτων ἀκρίβεια παρατετήρηται. σὰρξ γὰρ ὅλως, εἰ βούλονται καὶ περὶ τούτων ἐπιστημόνως ἐπισκέψασθαι, πᾶς ὁ ὄγκος οὗτος τοῦ σκηνώματος ἡμῶν κυρίως οὐ λέγεται, ἀλλά τι μέρος τοῦ ὅλου, καθάπερ ἢ ὀστᾶ ἢ νεῦρα ἢ φλέβες, σῶμα δὲ τὸ ὅλον. ὅθεν καὶ ἰατροί, οἳ δὴ καὶ περὶ φύσεως σωμάτων ἀκριβῶς διειλήφασι, σῶμα γιγνώσκουσι τοῦτο τὸ βλεπόμενον. ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὐτὸ τοῦτο 〈τὸ σῶμα〉 σῶμα καὶ αὐτὸς ἐπίσταται. ἐν γοῦν τῷ Φαίδωνι ὁ Σωκράτης «ἄρα μὴ ἄλλο τι τὸν θάνατον ἡγούμεθα εἶναι» ἔφη «ἢ 〈τὴν〉 τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν»; καὶ εἶναι τοῦτο 〈τὸ〉 τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ᾽ ἑαυτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν 〈ἀπὸ〉 τοῦ σώματος;

ὁ γάρ τοι Μωυσῆς ὁ μακάριος (ἥκομεν γὰρ καὶ ἐπὶ τὰς κυριακὰς ἤδη γραφάς) οὐ σῶμα τοῦτο ὀνομάζειν ἐπίσταται, ὃ βλέπομεν· «καὶ πλυνεῖ τὰ ἱμάτια» λέγων ἐν τοῖς καθαρισμοῖς ὁ ἐπιψαύσας τοῦ ἀκαθάρτου «καὶ λούσεται τὸ σῶμα ὕδατι» «καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας». τί δὲ καὶ ὁ Ἰώβ; οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, «φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων» λέγων; ἀλλὰ καὶ ὁ Σολομῶν ὅτι «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας». καὶ ἐν τῷ Δανιὴλ ἐπὶ τῶν μαρτύρων «οὐκ ἐκυρίευσεν αὐτῶν τὸ πῦρ τοῦ σώματος» λέγεται, «καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη». καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τί φάγητε ἢ τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;» καὶ ὁ ἀπόστολος δὲ «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι» λέγων, σῶμα γινώσκειν τοῦτο ὃ περικείμεθα συνίστησιν, καὶ πάλιν «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν» καὶ πάλιν «ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος», καὶ πάλιν «καὶ μὴ ἀσθενήσας Ἀβραὰμ τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον».

καὶ πάλιν «τοὺς γὰρ ἅπαντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε», καὶ πάλιν «αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής», καὶ πάλιν «οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα» καὶ πάλιν «οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα», καὶ πάλιν «αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». οἱ δέ, ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδέν, ἐν σάλῳ καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὐτοῦ τὰς διανοήσεις τῶν λόγων καὶ ἕδραν οὐκ ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμιλούσας παλίμφημα, ὁτὲ μὲν τὴν σάρκα ἀνίστασθαι, ὁτὲ δὲ οὐκ ἀνίστασθαι. 55. Ὅθεν ἵνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἕν, ὅπως τελε〈ί〉ως ἐκτέμνωμεν 〈τὴν〉 ὕδραν, εἰς τὸ προκείμενον πάλιν ἐπανελεύσομαι· ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἃ προσαποροῦσι κεφάλαια θεὶς καὶ ἃ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα. ἴδωμεν δὴ οὖν ἃ τὸ πρῶτον εἰς τὸν ἀπόστολον προήχθημεν εἰπεῖν.

τὸ γάρ «ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ, ἐπειδὴ πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν «χοῦν ὁ θεὸς ἀπὸ τῆς γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον». ἐκτὸς δὲ ἐπιθυμίας διήγομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας ἀλόγου προσβολάς, βιαζομένης ἡμᾶς ἑλκτικαῖς ἡδονῶν περιαγωγαῖς πρὸς ἀκρασίαν. τὸ γὰρ μὴ ἔχον διορισμὸν καθ᾽ ὃν δεῖ πολιτεύεσθαι μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογισμοῦ, ποίῳ χρῆσθαι αἱρεῖται πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυνον παντὸς λεκτέον ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι μὴ δύναται τούτων ἐπιθυμῆσαι ὧν μὴ κεκώλυται. κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ᾽ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ. πῶς γὰρ οὗ μὴ κεκώλυταί τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν», 〈ἔφη,〉 «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις». ἀκούσαντες γάρ «ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐνεκίσσησαν.

οὐ γὰρ ὧν ἔχει καὶ ὧν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς, ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλὰ ὧν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει. διὸ δὴ καλῶς «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν» ἐλέχθη, «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις», ὃ δή ἐστιν, εἰ μὴ εἴρητο «οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ». ἐντεῦθεν γὰρ ἐκτήσατο τόπον καὶ ἀφορμὴν εἰσελθεῖν εἰς τὸ διαπαῖξαί με καὶ παρατρέψασθαι ἡ ἁμαρτία. 56. Δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν διὰ τῆς ἐντολῆς ὁ διάβολος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν, παρορμήσας με καὶ προσκαλεσάμενος ἐντέχνως εἰς ὄρεξιν καταπεσεῖν τῶν κεκωλυμένων. «χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά»· οἷον οὐ δοθείσης γὰρ οὐδὲ οὔσης οὐδέπω τῆς ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία· «ἐγὼ δὲ ἔζων» ἀμέμπτως πρὸ τῆς ἐντολῆς, οὐκ ἔχων διορισμὸν καὶ διαταγήν, καθ᾽ ἣν ἔδει πολιτεύσασθαι, ἧς καὶ διολισθήσας ἁμαρτήσομαι. «ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαι ὃ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος.

ἡ γὰρ παραίνεσις τοῦ θεοῦ καὶ παραγγελία ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ καὶ κατ᾽ αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι᾽ αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη καὶ καταδίκην, ἐπειδὴ ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὕτως ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν καὶ εὑρετήν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἐξηπάτησέ με καὶ ἀπατήσας ἀπέκτεινεν, ὑπεύθυνον τῷ «ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι γενέσθαι κατεργασάμενος. «ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ τοῦ θεοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι, ἀλλ᾽ ἐπὶ τῷ σῶσαι ἐδόθη. μὴ γὰρ οἰώμεθα ὅλως ἀνωφελές τι ποιεῖν ἢ βλαβερὸν τὸν θεόν. τί οὖν; «τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ μεγίστου ἐμοὶ ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; «μὴ γένοιτο». ὅτι μὴ ἡ ἐντολὴ τοῦ θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ καὶ ἐναπομάξασθαι κῆρας ὀλέθρου αἰτία, ἀλλ᾽ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ «καθ᾽ ὑπερβολὴν» ὁ εὑρετὴς καὶ τέκτων τῆς ἁμαρτίας «ἁμαρτωλός» καὶ διορισθῇ ἀπὸ τοῦ καλοῦ ὁ τἀναντία τῆς ἐντολῆς τοῦ θεοῦ 〈κακῶς〉 ἐπιτροπεύσας. «

οἴδαμεν γὰρ ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον· ἐγὼ δὲ σάρκινος ὢν καὶ ἐν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵν᾽ ἐπ᾽ ἐμοὶ 〈τὸ〉 ἑλέσθαι ὃ βούλομαι ᾖ («τέθεικα» γάρ φησι «πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον»), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου οἷον τῆς ἐντολῆς, ὑπακοῦσαι δὲ τοῦ ὑλικοῦ οἷον τοῦ ὄφεως τῆς συμβουλίας, πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ ἁμαρτίαν, τῷ διαβόλῳ. ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ἐν τῇ σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ. διὸ καί «οὐ γινώσκω ὃ κατεργάζομαι», λογιζόμενος ὃ μὴ θέλω· τὸ γὰρ ὃ κατεργάζομαι οὐ γινώσκω, καὶ «ποιῶ ὃ μισῶ» λεγόμενον οὐκ ἐπὶ τοῦ τελεσιουργῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ᾽ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι, λογισμῶν ἀνοικείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόντων ἡμᾶς πρὸς ἃ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης. 57. Οὐ γὰρ ἐφ᾽ ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι.

κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκιμὴν ἡμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα. ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾧ ἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾧ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἃ ἐνθυμούμεθα ἔσθ᾽ ὅτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινώσκοντες αἰτίας; ἃ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν. ὀρθῶς ἄρα «ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω» ἔλεγεν, «οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ». θέλομεν γὰρ τὰ μὴ προσήκοντα καὶ ἃ μὴ θέμις μηδ᾽ ἐνθυμεῖσθαι, ἐπειδὴ τοῦτο ἀγαθὸν τέλειον, μὴ μόνον τοῦ ποιῆσαι αὐτὸ ἐγκρατεύεσθαι, ἀλλὰ καὶ τοῦ ἐνθυμηθῆναι. καὶ ὃ θέλομεν, τοῦτο ἀγαθὸν οὐ γίγνεται, ἀλλ᾽ ὃ οὐ θέλομεν, πονηρόν. ἐπιφοιτῶσι γὰρ ἐπὶ τὴν καρδίαν ἡμῶν καὶ ἐπιβαίνουσιν καὶ μὴ βουλομένων ἡμῶν πολλάκις μυρία τε περὶ μυρίων 〈ἐνθυμήματα,〉 περιεργίας ἡμᾶς καὶ φιλοπραγμοσύνης ἀλόγου πιμπλάντα. διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμεῖσθαι παράκειται, τὸ δὲ κατεργάζεσθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ καὶ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν, 〈οὔ,〉 ὅτι μὴ κεῖται τοῦτο ἐφ᾽ ἡμῖν, ὡς ἔφην, ἀλλὰ τὸ χρήσασθαι μόνον αὐτοῖς πως ἢ μὴ χρήσασθαι.

ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ «οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν»· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο ἀγαθὸν πανάμωμον, κατὰ τὸ λεγόμενον «ἄνευ ψόγου τετυγμένον χερσί τε καὶ νόῳ τετράγωνον». καὶ τοῦτο μέν «ὃ θέλω ἀγαθὸν οὐ ποιῶ, ὃ δὲ μὴ θέλω κακὸν πράσσω»· οὐ θέλω ἐννοεῖσθαι καὶ ἐννοοῦμαι ὅσα μὴ θέλω. καὶ ἐπισκέψασθαι 〈δεῖ〉 εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαυὶδ ἐνετύγχανε τῷ θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «ἀπὸ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης». καὶ αὐτὸς δὲ ὁ ἀπόστολος ἐν ἑτέρῳ «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». 58.

Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν αὐτὸ καὶ κατεργάζεσθαι, διὰ τό «οὐ γὰρ ὃ θέλω ποιῶ» λελέχθαι «ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω», ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακόν, ὃ ἐμίσει ὁ ἀπόστολος καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ 〈τὸ〉 ἀγαθόν, ὃ ἐβούλετο μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλὰ ἀντιστρόφως ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθὸν ὃ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὃ μὴ ἤθελεν ἐποίει. ἄρα γὰρ οὐ θέλων εἰδωλολατρεῖν ἀλλὰ θεολατρεῖν, ὃ μὲν ἤθελε θεολατρεῖν οὐκ ἠδύνατο, ὃ δὲ μὴ ἤθελεν εἰδωλολατρεῖν ἠδύνατο, ἢ σωφρονεῖν μὲν ὃ ἤθελεν οὐκ ἐποίει, ἀκολασταίνειν δὲ ὃ ἤχθετο ἐποίει; καὶ συλλήβδην κραιπαλᾶν, ἀλλὰ ἀσωτεύεσθαι καὶ θυμοῦσθαι, ἀδικεῖν καὶ τὰ ἄλλα ὅσα πονηρίας ἔργα, ἃ μὴ ἤθελε μὲν ἐποίει, ἃ δὲ ἤθελε, δικαιοσύνην καὶ ὁσιότητα, οὐκ ἐποίει; καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμενος.

πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός. πολλάκις γοῦν ἐν ταῖς ἐπιστολαῖς ἀναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἡμᾶς ὑπεκτρέπεσθαι καὶ μισεῖν φησί «μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι»· καὶ τὸ κορυφαιότατον, εἰς τὸ παντάπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρέπων «μιμηταί μου» ἀποφαίνεται «γίνεσθε, καθάπερ κἀγὼ Χριστοῦ». οὕτως οὐ τὸ ποιεῖν ἃ μὴ ἤθελε καὶ πράττειν ὑπέθετο τὰ προειρημένα, ἀλλὰ τὸ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς ἀκριβὴς τοῦ Χριστοῦ; νυνὶ δὲ ἐπειδήπερ ἐμπίπτουσι θηριώδεις πολλάκις λογισμοί, ἐπιθυμίας ἡμᾶς ἄλλοτε ἄλλως ἐμπιπλάντες καὶ περιεργίας ἀλόγου, ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά, ἔφη «τὸ γὰρ ὃ οὐ θέλω, τοῦτο ποιῶ»· ἃ χρὴ τῆς ψυχῆς εὐθαρσῶς ἀποσοβεῖν, μηδὲν ὅλως εἰς τὸ ποιῆσαι τὰ ὑπ᾽ αὐτῶν ὑπηχούμενα νεύοντας. ἵνα γὰρ ἐγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες, εἰ μὴ μεταβαλλοίμεθα ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρυσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει τοῦτο 〈τὸ〉 διοχλεῖσθαι τὸν νοῦν ὑπὸ πολλῶν.

ὅθεν δὴ γενναίως ὥσπερ στρατιώτας ἀρίστους ἀντιπαρατάσσεσθαι δεῖ, οἳ ἐπειδὰν ὑπὸ τῶν ἐχθρῶν αἴσθωνται πολιορκούμενοι, τοξείας οὐδὲν φροντίσαντες καὶ τῶν ἄλλων αὐτῶν ἀκοντισμάτων, ὑπὲρ τοῦ σῶσαι τὴν πόλιν προθύμως ἐπ᾽ αὐτοὺς ἵενται, μηδὲν ἐλλείποντες σπουδῆς, ἔστ᾽ ἂν τὸ στῖφος αὐτῶν εἰς φυγὴν ἀνατρέψαντες ἀπώσωνται τῶν ὅρων ἔξω. ὁρᾷς γὰρ ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἔξωθεν ἐπισυνίστανται, καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ᾽ ἡμῶν ἀεὶ παρορμώμενοι ὑπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἡμᾶς εἰ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι. 59. Ἄγε οὖν, μή ποτε ὑπενδοῦσα ἁρπασθῇς, ὦ ψυχή, πρὸς αὐτῶν, καὶ οὐχ ἕξομεν ὑπὲρ σοῦ δοῦναι λύτρα. «τί γὰρ ἀντικατάλλαγμα δώσει, φησίν, ἄνθρωπος τῆς ψυχῆς αὐτοῦ»;

καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, καὶ ὃ θέλομεν οὐ δυνάμεθα (θέλομεν δὲ μὴ ἔχειν τοὺς ἐξέλκοντας ἡμᾶς εἰς πάθη)—ἦν γὰρ ἀνιδρωτὶ σωθῆναι—καὶ ὃ θέλομεν τοῦτο οὐ γίγνεται, ἀλλ᾽ ὃ οὐ θέλομεν (δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι, ὡς ἔφην), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, «ἀλλὰ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ» ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν «ἐνδυσώμεθα τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου», «λογισμούς τε καθαιρεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ»· «ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα». τούτου δὲ ἕνεκα ταῦτα λέγω, ὅτι οὗτος ὁ τρόπος τοῦ ἀποστόλου τῶν συνταγμάτων. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν ἐν τῇ ἐπιστολῇ ταύτῃ εἰρημένων ἀποδεῖξαι, ὡς ὀρθοδόξως καὶ μεμελετημένως ἔχει· ἀλλὰ μακρὸν ἂν εἴη ἕκαστον αὐτῶν οὕτως διελθεῖν. τὸν γὰρ τύπον αὐτοῦ δεῖξαι μόνον καὶ τὴν βούλησιν προῄρημαι νῦν. «

οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ. 〈εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ〉, σύμφημι τῷ νόμῳ τοῦ θεοῦ ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν», ὀρθῶς λέγων. μέμνησθε γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὡριζόμεθα· εἰ καὶ σπεύδων ἐγὼ ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνω, μακροτέρας μοι τῶν λόγων τῆς περιόδου ἢ προσεδόκησα γεγενημένης, ἣν προθυμητέον δὴ διανῦσαι. ἄλλως γὰρ τοῦ προκειμένου οὔποτε ἥξομεν ἐπὶ τέλος. 60. Οὐκοῦν ἐλέγομεν· ἀφ᾽ οὗ τὸν ἄνθρωπον, εἰ μνημονεύετε, πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ἡμᾶς ὄφις, βραχυπορησάντων ἡμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον. διὸ καὶ τὸν θάνατον ὁ θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ.

ὅθεν ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα καὶ κλῶνες οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται. δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη, τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν. ὅθεν τῇ μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν «συνηδόμεθα» (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· ὁ γὰρ νόμος «ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ», οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός. 61.

Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχούμενος πολλάκις καθ᾽ ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς. ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος καὶ διὰ τῶν αἰσθήσεων καθάπερ ἀσφαλτῶδες ῥεῦμα ἔνδον εἰς αὐτὴν ἐκχεόμενος τὴν ψυχὴν ὑπὸ τοῦ ἐν τῇ σαρκὶ κατὰ τὴν ἐπιθυμίαν ὑπάρχοντος κραταιοῦται νόμου. φαίνεται γὰρ ὡς ἐν αὐτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ὃ ἀντιστρατεύεσθαι τῷ ἐν ἡμῖν λέγεται ἀγαθῷ, ἄγεται πάλιν ἀντιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας. 62. Οὗ δὴ καὶ χάριν ὁ ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον εἶναι ἡγούμενος, ὥσπερ δὴ καὶ ὁ προφήτης «ἀπὸ τῶν κρυφίων μου» λέγων «καθάρισόν με».

αὐτὰ γοῦν τὰ ῥήματα τοῦτο παρίστησιν «συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω» λέγοντος «ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»; οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι 〈τοῦ σώματος〉 διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. ἐπιφέρει γοῦν εὐθέως, ἀμέλει διαλυόμενος ἀπὸ ποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «χάρις τῷ θεῷ διὰ Ἱησοῦ Χριστοῦ». προσεκτέον γὰρ ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν· ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν;

ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, [καὶ] αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς. τί οὖν ὁ ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ εἰ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο; ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν 〈ἔνδον〉 διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», ὅπως «ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν», «τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης» πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίωμα τοῦ» κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελκομένου φυσικοῦ «νόμου» φανερωθῇ ἐξαφθέν, ὃ ἀσθενῆσαν, τῆς σαρκὸς κεκρατημένης τῇ ἁμαρτίᾳ, πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ταῖς ὑλικαῖς φροντίσιν ἐπεχώννυτο. «

τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ νόμου, ἐν ᾧ ἠσθένει» ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, ὁ θεὸς ἀνερρώσατο, πέμψας τὸν υἱὸν ἑαυτοῦ, τὴν ὁμοίαν τῇ σαρκὶ τῆς ἁμαρτίας σάρκα ἀνειληφότα (ἀληθείᾳ γὰρ καὶ οὐ δοκήσει ἦν ὃ ἐφάνη), ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν «εἰς τὸ» μηκέτι «καρποφορῆσαι» ἐν τῇ σαρκὶ τὸ δικαίωμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός.

Ἃ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ Θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ἡμῖν πρὸς τὴν διέξοδον εὕρωμεν τοῦ λόγου. ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾴδια πρὸς καθαίρεσιν τὰ ἑξῆς. διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν ὁρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.

[ΕΩΣ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ.] 63. Ταῦτα μέν ἐστιν ἃ ἀπὸ μέρους καθ᾽ εἱρμὸν 〈ἐκ〉 τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εὐβουλίου, περὶ τοῦ προειρημένου Ὠριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν * τῆς τῶν ἀνθρώπων ζωῆς δι᾽ ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας. πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως ἀκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς ἀληθείας ἀγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἕτερα. ἀλλ᾽ ἐπειδὴ ἐπηγγειλάμεθα καθ᾽ ἑκάστην αἵρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν (οὐ γάρ εἰσιν ὀλίγαι), ἕως ὧδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν. ὀλίγα δὲ καὶ αὐτοὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ᾽ αὐτοῦ ἀγῶνα, τῷ θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλησίαν τῇ ἰδίᾳ αὐτοῦ φιλανθρωπίᾳ πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν.

Φάσκεις, ὦ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων· μὴ ἄρα βυρσοδέψης ἦν ὁ θεός, ἵνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Ἀδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ δὲ καὶ ἐτύθη ζῷα, * οὐκ ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα σῶμα. καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπι〈π〉νοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἀνθρωπότητι ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς διανοίας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοίαις παραφθείροντος. ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὦ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα. εἰ γάρ ἐστιν ἀληθές, ὃ περὶ σοῦ ᾄδεται, ὅτι ἑξακισχιλίους βίβλους συνεγράψω, ὦ ματαιόπονε, [καὶ] τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας φρούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγκαίων πταίσας δι᾽ ὧν παρεχάραξας τὴν ἀνάστασιν, ἀνέλπιστον τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω. εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ καὶ ἡ αὐτὴ κοινωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς κληρονομίας ἐλπίδα, ἥτις κατὰ σὲ οὐ γενήσεται.

ἄρα ἡ πίστις ἡμῶν 〈κενή〉, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἁγίου ἀποστολικὸν καὶ ἀληθῆ λόγον. ἀνάστασιν δὲ παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δόκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύναται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης; ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὅτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνάστασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γραφῶν κηρυττομένη ἀνάστασις. εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν ἀνάστασίς ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων. εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα.

Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ᾽ αὐτὸ ψυχικὸν αὐτὸ πνευματικόν, *. ὅτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματα ἔχομεν ψυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους. ὅτε δὲ ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ἡ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, ἀπ᾽ ἐντεῦθεν ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου «εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ζήσομεν». οὐκέτι γὰρ γάμοι, οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι, ἀλλ᾽, ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾽ ὡς ἄγγελοί εἰσιν. 64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ σώματος. εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σὺν σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὢν πνευματικῷ.

ἀλλὰ καὶ περὶ τοῦ Ἠλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ ἔστιν ἔτι ἐν σαρκί, σαρκὶ δὲ πνευματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, 〈ὡς〉 ὅτε ἐν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεσθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἧς ἐστι χορηγὸς ὁ τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν.

Καὶ ὁρᾷς ὅτι αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ὁ κύριος ἡμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ᾽ αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων, ὅπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν [τοῦτο] διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν. τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἐσταυρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογῆσαι αὐτὸ τὸ ἐσταυρωμένον. ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ «μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός». ἔδειξε γὰρ τύπον ἥλων καὶ τύπον λόγχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν. ἠδύνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ᾽ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ σέ, ὦ θεήλατε. ἄρα οὖν ἦν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριήμερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάσει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι «ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει, ὡς ὁρᾶτέ με ἔχοντα». πῶς οὖν εἰσῆλθε θυρῶν κεκλεισμένων;

ἀλλ᾽ ἵνα δείξῃ ὅτι σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ ἐνανθρωπήσει, αὐτὸ ὂν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ᾽ εἰς ἀεὶ διαμένον, μηκέτι ἀποθνῇσκον. «ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων»· 〈ἀναστὰς δὲ〉 «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». 65. Ἵνα δὲ γνῷς καὶ τοῦτο, δι᾽ ἣν αἰτίαν «ἀπαρχὴ τῶν κεκοιμημένων» λέγεται ὁ Χριστός—καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου ἀνίστασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι᾽ αὐτοῦ Λάζαρος καὶ ὁ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ἠλία καὶ διὰ Ἐλισσαίου. ἀλλ᾽ ἐπειδὴ ἐκεῖνοι πάντες ἀναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων. ἀναστὰς γὰρ «οὐκέτι ἀποθνῄσκει», ὡς † ἡ μέλλουσα ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπίας. εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὅλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, 〈φαίνεται ὅλη〉 ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, [καὶ] μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· «οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν».

καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἅιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ «τὸν ὅσιον», ἵνα δείξῃ τὸ ὅσιον σῶμα [τὸ] μὴ ἑωρακὸς διαφθοράν, ἀλλὰ ἀναστὰν ἄφθορον τὸ τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα.

Σὺ δὲ φάσκεις, ὦ οὗτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ ἀπ᾽ ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομύθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέντα σοὶ κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων. «ὁ γὰρ ψυχικὸς ἄνθρωπος» φησίν «οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὅτι πνευματικῶς ἀνακρίνεται». εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὅτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· «ἐπέβαλε» γάρ φησιν «ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ». πλευρὰ δὲ οὐδὲν ἕτερον τυγχάνει ἀλλὰ ὀστέον. ᾠκοδόμησε γὰρ «σάρκα ἀντ᾽ αὐτῆς». σαρκὸς δὲ ὀνομαζομένης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις; καὶ ἀνωτέρω φησί «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν». «καὶ ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον». ὁ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἕτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα «καὶ ἀναστὰς Ἀδὰμ ἀπὸ τοῦ ὕπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου». οὔπω δὲ χιτῶνες δερμάτινοι, οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν.

ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτι σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Ἀδὰμ καὶ ἡ Εὔα. «καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν», ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν ἐν παρακοῇ, «καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ». καὶ ὁ θεός φησι τῷ Ἀδάμ «ποῦ εἶ»; ὁ δὲ ἐλεγχόμενος ἀποκρίνεται «τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι». γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα; τὰ δὲ φύλλα τῆς συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἢ τὸ σῶμα; «καὶ τίς σοι εἶπε» φησίν «ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοὶ τούτου μόνου μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ, ἔφαγες»; καί φησιν «ἡ γυνὴ ἣν ἔδωκάς μοι ἔδωκέν μοι, καὶ ἔφαγον». πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλὰ ἀπὸ τῆς πλευρᾶς τουτέστιν ἀπὸ τοῦ σώματος, πρὶν ἢ τοὺς χιτῶνας αὐτοῖς δοθῆναι; καὶ τῇ γυναικί φησι «τί ὅτι τοῦτο ἐποίησας»; ἡ δὲ εἶπεν «ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον καὶ ἔδωκα καὶ τῷ ἀνδρί μου». ὁ δὲ θεὸς τῷ ὄφει ἐπιφέρει τὴν κατάραν καὶ τῇ γυναικὶ τὴν ὀδύνην καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον. καὶ μετὰ ταῦτα λέγει «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα».

καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὅτι «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν»· ἐλεγκτικῶς γάρ, τὴν οἴησιν τοῦ Ἀδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· ἐπιθυμήσας γὰρ Ἀδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε. τὸ δέ «ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα» οὐ φθονῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι᾽ ἑαυτοῦ, ἵνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές· ἀλλ᾽ ὡς ἄριστος κεραμεὺς τὸ βλαβὲν δι᾽ ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γῆν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασιλείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν τῆς κρίσεως τὴν τιμωρίαν. οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ [δεκτῷ] δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ᾽ αὐτοῦ. ἀλλ᾽ ἐρεῖς δι᾽ ἐναντίας· πῶς οὖν πληροῦται τό «ἐν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», εἴπερ εἶχε φαγεῖν ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό «θανάτῳ ἀποθανεῖσθε».

πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί «ὁ θεὸς 〈ὁ〉 εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ αὐτοῦ προστάγματος ὅτι ἀπατηθεὶς ἤσθιεν ἀπ᾽ αὐτοῦ, ὥρισε τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ᾽ αὐτοῦ παράβασιν γενέσθαι.» ἐν τούτῳ γὰρ πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι «καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν λέγων· ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα». ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἀπ᾽ ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ». ἦν δὲ καὶ τὸ ξύλον τῆς ζωῆς ἓν ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου 〈τῶν〉 πρὸ ὀφθαλμῶν τοῦ Ἀδάμ. μόνου δὲ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν ἀγαθοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Ἀδὰμ ἄπληστος διάνοια ἀκέραιος οὖσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπατηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο.

ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι᾽ ἑαυτοῦ ὁ Ἀδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα ἐν ἐλαττώματι, ἀλλ᾽ ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἴδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι᾽ ἑαυτοῦ ηὐδόκησε μεταβαλεῖν, ἵνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἰδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν. ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον. * * καὶ μεθ᾽ ἕτερα «καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίνους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου». καὶ ὁρᾷς ὅτι μάταιος ἡ παρὰ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ἦσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ. 66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοούμενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων, λέγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην ἔχει τὴν θαυματουργίαν καὶ ἔκπληξιν; πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη ἥλιος καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου ὕλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; ἀπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη; πόθεν ἡ σύστασις ὅλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων θεῷ πορισθεῖσα;

πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν; πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλίνην ῥάβδον εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἕρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι; οὕτω καὶ τότε ἠθέλησεν ὁ θεός, ὦ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζῴων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἅμα 〈τε〉 θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ᾽ ἀρχῆς ἅμα ἠθέλησε καὶ οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω. καὶ τοῖς μὲν βουλομένοις * τὸ ζῆν σύντομος ἡ σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθα. διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, «κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος 〈κωφῆς〉 καὶ τὰ ὦτα βυούσης, τοῦ μὴ καταδέξασθαι φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ» κατὰ τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ ὀλίγως, κἄν τε 〈οὐ〉 διὰ πλάτους ὁ λόγος εἰρημένος ἐνταῦθά μοι κεῖται. 67. Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάσεώς σου ἐκ τοῦ πρώτου ψαλμοῦ λόγον.

ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ σὸν φρόνημα ὑποβαλλόμενος, ὦ ματαιοπόνε, καὶ εἴπῃς, 〈ὅτι〉 τινὲς τῶν ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως, καὶ ὕστερον δείξῃς τοὺς αὐτοὺς ἁπλουστέρους πάλιν ἐρωτωμένους ὑπὸ σοῦ ὅτι ποίου σώματος ἔσται ἡ ἀνάστασις καὶ ὡς ἀντεπαπορήσεις διὰ σεαυτοῦ ἐκ προσώπου τῶν ἁπλουστέρων κατὰ σὲ λεγομένων * (καὶ γὰρ τοῦτο ἀνάγκη σαφῶς λέγειν), ἀγαθοὺς ἀποκαλεῖν τοὺς ἁπλουστέρους παρὰ σοὶ λεγομένους· οὐ 〈γὰρ〉 διὰ σεαυτοῦ ὁ λόγος οὐδὲ τῷ λόγῳ σου ἡ χάρις, ἀλλὰ τῇ ἀληθείᾳ τῇ ἀναγκαζούσῃ σε λέγειν τῶν δούλων τοῦ θεοῦ βελτιότητός τε καὶ ἀγαθότητος τεκμήρια. καὶ γὰρ καὶ ὁ ἐκτὸς λόγος λέγει «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας». ἁπλοῦς δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμφέρεται ἐν πολλοῖς τόποις, 〈ὡς〉 τῷ «γίνεσθε ἀκέραιοι ὡς περιστεραί» καὶ τῷ «ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν», τουτέστι τῶν ἁπλουστάτων. ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώματος οὗ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὅλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὅτι ὅλου τοῦ σώματος.

σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς φλυαρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἵματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μεθόδιος. ἀλλὰ καὶ ἀφ᾽ ἡμῶν τῶν σμικρῶν ὀλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται, τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν. τὸ γὰρ ἱμάτιόν ἐστιν ὅλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε 〈τινὸς〉 αὐτῷ προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον· ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς ἀκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἕνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ᾽ ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον.

ἕτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ᾽ αὐτῶν δὲ ὧν ἔφης ἀνατραπήσῃ. οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα. καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἡγήσαιτό τις. 〈οὕτως καὶ〉 τὰ ἀφ᾽ ἡμῶν ῥυέντα, εἰ καὶ † οὕτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ᾽ ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ᾽ αὐτοῦ δὲ δι᾽ εὐκοσμίαν ἀποβληθέντος ἐν δευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ὁ δημιουργὸς ἀγάγοι· πάντα γὰρ αὐτῷ δυνατά.

εἰ δὲ οὐχ οὕτως ἦν, ὦ τὰς φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ 〈τὸ〉 πᾶσαν ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε πλεῖστα ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστασιν, μέρος αὐτοῦ [εἶχεν] ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυθώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὦ φιλόνεικε. αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὅτι «ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει». καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἑαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἧς ἀπὸ Μαρίας εἴληφε καὶ ὅλης αὐτοῦ τῆς ἐνανθρωπήσεως. τὸ δὲ πεσεῖν καὶ ἀποθανεῖν, ὡς λέγει «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί», περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὁμολογήσεις· ἡ γὰρ θεότης αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος. ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ὁ κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὢν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ἰωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ.

τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι «τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὧδε. δεῦτε, ἴδετε τὸν τόπον». ὡσεὶ ἔλεγε· δεῦτε, ἴδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὅλον ἀνέστη. καὶ ὅπως γνῷς ὅτι ὅλον ἀνέστη, 〈φησίν〉 «ἀνέστη, οὐκ ἔστιν ὧδε», ἵνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὅτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ᾽ αὐτὸ τὸ ἡλωθέν, αὐτὸ τὸ νυχθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαίων, αὐτὸ τὸ ἐμπτυσθὲν 〈ἀνέστη〉. 68. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεεινοῦ τῆς 〈τε〉 ἐν αὐτῷ γενηθείσης φλυαρίας; ἄρα οὖν ὡς ἀνέστη καὶ ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὕτως καὶ ἡμᾶς ἐγερεῖ. ἀπὸ τούτου γὰρ ἔδειξεν ὁ ἅγιος ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας ὅτι «πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ἡμῶν, εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι εἴπαμεν ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρε» καὶ τὰ ἑξῆς.

καὶ ὕστερον ἐπιφέρει λέγων «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»· καὶ οὐκ εἶπε τὸ θνητὸν μόνον οὐδὲ τὸ φθαρτὸν μόνον οὐδὲ τὴν ἀθάνατον ψυχήν, ἀλλὰ τὸ φθαρτὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο καὶ τὸ θνητὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο. αὐτὸς οὖν ὅλος ὁ κόκκος αὐτοῦ ἀνέστη καὶ οὐ μέρος ἀνέστη ἀλλὰ ὅλος ἀνέστη καὶ οὐκ ἄλλος κόκκος παρὰ τὸν ὄντα ἀνέστη ἀλλὰ αὐτὸς ὁ πεσὼν ἐν τῷ μνήματι ὅλος ἀνέστη. καὶ πῶς ἰσχύει σου ἡ κενοφωνία; δύο γὰρ κόκκους οἶδεν ἡ θεία γραφὴ εἰρημένους, ἕνα ἐν τῷ εὐαγγελίῳ καὶ ἕνα παρὰ τῷ ἀποστόλῳ. καὶ ὁ μὲν εἷς τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὅπερ ἐστὶ πρωτότυπον τῆς 〈ἡμῶν〉 ἀναστάσεως. τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ σωτὴρ τὰ πάντα ἡμῖν εἰς παράστασιν βεβαίως εἰργάσατο. εὐθὺς γὰρ ἔλεγε περὶ τοῦ κόκκου καὶ ἤγειρε τὸν κόκκον, ἵνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀναστάσεως ἐν ἀληθείᾳ. ἀπὸ τούτου διαδεξάμενος ὁ ἀπόστολος, πνεύματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν καὶ τὴν 〈ἐλπίδα〉 τῆς ἀπολαύσεως τῶν ἀγαθῶν δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου, κατὰ τῶν ἀπίστων ἐπικηρυκευόμενος· «ἀλλὰ ἐρεῖς μοι, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται»; καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα «ἄφρων».

ὁ γὰρ ὅλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ ἀσύνετος. εἶτά φησιν «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἢ τῶν ἄλλων σπερμάτων, καὶ οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα». καὶ ὁρᾷς ὅτι οὐκ ἀλλάσσεται τὸ σῶμα. οὐδεὶς γὰρ σπείρας κριθὰς ζητεῖ σῖτον οὐδὲ μελάνθιόν τις ἔσπειρε καὶ εὗρε κριθήν. ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον. ἐὰν δὲ καὶ καταλειφθῇ 〈τι〉 ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα. ὧδε μὲν ἐν τούτῳ τῷ φθαρτῷ σίτῳ καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ τὸ μὲν καταλειφθὲν ἄχρηστον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον. ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ θεοῦ καραδοκούντων. τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. ποῦ δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι καὶ βάσεις καὶ κάλαμοι καὶ [αἱ] γονατίδες καὶ αἱ τοσαῦται σύριγγες καὶ κεφαλίδες καὶ θῆκαι καὶ ἀνθέρικες καὶ κόκκοι πολυπλασιάζοντες; 69. Ἵνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ, υἱῷ τοῦ Ἀμράμ, τὸ νύξαι πέτραν ἐν ῥάβδῳ καὶ προ[σ]ενεγκεῖν ὕδωρ ἐξ ἀπόρου ὕλης, τὸ ξηρὸν εἰς ὑγρὸν μεταβαλεῖν;

τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς ὁδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι 〈θεοῦ〉; τὸ ποταμὸν εἰς αἷμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον; τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ χάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη; τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι᾽ αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ; τὸ ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριάδων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι τὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ; τὸ τὴν χεῖρα σαρκίνην οὖσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὑποδοχὴν τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ Αὐνᾶν; τὸ ἐπὶ τέλους ἀκοῦσαι «ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα»; τὸ μὴ γινώσκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν;

σημαίνοντος τοῦ θείου γράμματος [ὡς] ὑπὸ ἀνθρώπων τὸ σῶμα Μωυσέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων· καὶ πάντα ταῦτα ἔτι ὄντος αὐτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. λαβόντες δὲ ἀπ᾽ ἐντεῦθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὅτε πληροῦται τὸ εἰρημένον «σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει». πῶς γὰρ οὐκ ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν; πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὅπου λάμψουσιν «οἱ δίκαιοι ὡς ὁ ἥλιος», ὅπου ἔσονται «ἰσάγγελοι», ὅπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὅπου οἱ περὶ Πέτρον «καθέζονται ἐπὶ δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ», ὅπου λήψονται οἱ δίκαιοι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; ἡμῶν τοίνυν ἡ ἀνάστασις ἐν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων εἰς ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν αἰώνιον. 70.

Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν ἀνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ἡ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη· «ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ» καὶ «σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσονται» καὶ «ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα»· ὡς καὶ ὁ καλλίων 〈ἡμῶν πρεσβύτης καὶ〉 μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αὐτοῖς καὶ αὐτοὶ 〈ἐπ〉οικοδομοῦντες προσεθήκαμεν. ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἅγιος ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ «ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς συνάντησιν αὐτοῦ», ἵνα δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἕτερον παρὰ τοῦτο 〈ἀνιστάμενον〉· ὁ γὰρ ἁρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι «οὐ φθάσομεν τὴν τῶν νεκρῶν ἀνάστασιν», ἵνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐπόριστον καὶ δυνατὸν ἀποδείξῃ («ἡμεῖς γὰρ οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν»), ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ. «Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις», φησὶν ὁ προφήτης.

ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι. αἰνιγματωδῶς γὰρ διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ᾽ ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα τυφλόν, καὶ ἕκαστος 〈αὐτῶν〉 κατ᾽ ἰδίαν ἐκαθέζετο καὶ κατ᾽ ἰδίαν ᾤκει. γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλὴν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν». ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ»; ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου». ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαίνειν»; ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; ἀλλὰ τεχνασώμεθα». τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με».

ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα». τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες «ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ»; ὁ δὲ ἐθαύμασε, [καὶ] ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παράδεισον»; ὁ δὲ ἔφη «οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι 〈οὐχ〉 ὁρῶ ποῦ βαδίζω». εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου»; ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας βούλει». καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος; ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνήσασθαι.

ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυφλῷ «οὐ σύ με ἐβάστασας καὶ ἀπήνεγκας»; καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας»; οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων [τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων.

Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο, ὡς καὶ ὁ ἅγιος προφήτης Δαυὶδ λέγει «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν». πᾶς γὰρ ὁ ἑαυτῷ συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο». ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις 〈θέλει〉 θεῷ ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς «οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει, ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν ᾗ τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως. 71. Ἐν δὲ τῷ 〈τοῦ〉 Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακαινίζων μου τὸν οἶκον», τουτέστιν τὸ σῶμα τὸ πεσόν, «καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ».

καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὡσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προὔτρεπε φάσκων «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου» (ἔξοδον λέγων τὴν ἀπ᾽ ἐντεῦθεν ἀπαλλαγήν) «καὶ ἑτοιμάζου» φησίν «εἰς τὸν ἀγρόν», ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος τοῖς κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἷς οὐδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη· πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα «ἑτοιμάζου εἰς τὸν ἀγρόν», 〈τί〉 ἀλλ᾽ ἢ τοῦτο αἰνιττομένη, ὅτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος; εἶτα μετέπειτα τὴν αὐτὴν τῆς ἀναστάσεως σημαίνων ἐλπίδα φάσκει «καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου».

οὐκ εἶπεν «οἰκοδομήσεις τὸν οἶκον»· ἅπαξ γὰρ ᾠκοδομήθη ἐν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὅτε αἱ μητέρες ἐκύϊσκον ἕκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ δὲ τῆς γῆς ἡ ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οἰκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώματι· ὡς καὶ ὁ σωτὴρ ἔφη «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν» ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ «φρονήσει» *, ἧς «οὐκ ἔστιν» ὑπὸ ἀνθρώπων «ἐξεύρεσις», ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν εἰς τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.

Εἰ γὰρ τὰ 〈ὄντα〉 ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὂν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἵνα δικαίαν ὁρίσῃ κρίσιν, ἵνα μὴ ἕτερον ἀνθ᾽ ἑτέρου κρίνῃ, ἵνα μὴ ἀποστερήσῃ τὸ καμόν. εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασιλείας κληρονομία, μετασχέτω τὸ σῶμα ὧν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν «ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι», μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ. εἰ δὲ ἄρα κοινωνεῖ σῶμα ψυχῇ ἐν πολιτείαις ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, «οὐκ ἄδικος ὁ θεὸς» ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἅμα τῇ ψυχῇ κεκμηκότι σώματι. εὐθὺς γὰρ εὑρεθήσεται ἀργὴ ἡ κρίσις· εἰ γὰρ ἡ ψυχὴ μονωτάτη εὑρεθήσεται, ἀντιλέξειεν κρινομένη ὅτι οὐκ ἀπ᾽ ἐμοῦ τὸ αἴτιον τῆς ἁμαρτίας, ἀλλὰ ἀπ᾽ ἐκείνου τοῦ φθαρτοῦ καὶ γηΐνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ᾽ ἐμοῦ ἀπέστη, οὐδέν μοι τούτων πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν.

εἰ δὲ καὶ τὸ σῶμα καθ᾽ ἑαυτὸ ἀγάγοι ὁ θεός—δύναται γάρ, ὡς καὶ ἄνω μοι διὰ τοῦ Ἰεζεκιὴλ δεδήλωται· εἰ καὶ διὰ παραβολῆς τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὐδέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, [καὶ] εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστερεώθη. καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἷμα σῶμα ὂν μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή· οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον. ἀλλ᾽ οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι. ἀντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὅτι οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ ἡ ψυχή· μή, ἐξότε ἀπεκρίθη ἀπ᾽ ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον. τούτου ἕνεκα τοίνυν καὶ δι᾽ ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τὰ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν τῇ αὐτοῦ ὑποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν ἅμα σώματι.

Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν. ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην. καὶ οὐκ εἶπεν· ἀνέστησαν ἅγιοι, ἵνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν * εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων. καὶ οὐ μόνον ὅτι ἤγειρεν, ἀλλὰ καὶ ὅτι ἐνεφάνισαν 〈ἑαυτοὺς〉 πολλοῖς ἐν τῇ πόλει, ἐφ᾽ οἷς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνάμεως τό «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ», ἵνα εἴπῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων. οὗτοι γὰρ ἦσαν οἱ δέσμιοι τῆς παρεμβολῆς, οἱ ἐν Ἅιδῃ πεπεδημένοι· καί φησιν «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις», ἵνα εἴπῃ τὰ σώματα τῶν ἀναστάντων, καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας.

ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱ πρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων—νομίζω γὰρ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι * τῶν αὐτῶν σωμάτων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ᾽ αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ὁ ἐπάνω σου ἐσταυρωμένος, —καὶ ἄλλων μετ᾽ αὐτῶν ἐκ τῶν ἰδίων 〈αὐτοὺς〉 ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς ὁρῶντας. εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάντι ἢ ἀδελφὸς ἀδελφῷ ἢ 〈συγγενὴς〉 συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ ἐκ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ταφεὶς ὑφ᾽ ἡμῶν; πῶς ἀνέστης καὶ ἦλθες; ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ ἀναστάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ᾽ ὑμῖν, ὅτε ἡ γῆ ἐκλονεῖτο, καὶ λέγοντες ὅτι πλάνον τινὰ ἀπατῶντα τὸν λαὸν Ἰησοῦν ὀνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ἡ πλάνη, ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος «οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἐκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως», ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις».

ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὅτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ σταυρῶσαι. τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ. 72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν.

παρελθὼν δὲ καὶ τούτου τὴν αἵρεσιν καθεξῆς τὰς ἄλλας διασκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι «πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ», ἵν᾽ οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν. συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι᾽ ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ, ὅτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας.

Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν καὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι. καὶ ἐὰν εὕρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς ὀφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέρειν καὶ τοῦτον ἐσθίειν. ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν 〈τὰ〉 ἀπὸ τοῦ ἰοῦ τῆς ἐχίδνης ἀνατεθραμμένα. οὕτω καὶ σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης Ἑλληνικῆς παιδείας τυφλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εἰς βρῶμα δηλητηρίου, δι᾽ ὧν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς πλείους.