Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η αίρεση του Παύλου του Σαμοσατέως

Ιστορική και θεολογική αναίρεση της διδασκαλίας του Παύλου Σαμοσατέως περί ανυπόστατου Λόγου και ψιλού ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 16 από 27

Κατὰ Παύλου τοῦ Σαμοσατέως 〈με〉, τῆς δὲ ἀκολουθίας 〈ξε〉. 1. Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι᾽ ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσεισμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς «φθόνῳ διαβόλου» ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα· ἐπ᾽ αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον «βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον».

Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ 〈νῦν〉 ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου.

Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν, ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος. μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως παρ᾽ ἐκείνους. ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. * καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ· δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυσέα «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν· ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα. καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία. 2. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου. φάσκει γὰρ ὅτι εἶπεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ᾽ αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ᾽ οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου.

ἀλλ᾽ ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι «πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου»· τῷ δὲ «ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου», ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα *. οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμοσατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι. τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες. τἀληθῆ δέ, ὅτι οὔτε περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι *. 3. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν θεότητα, * μίαν δοξολογίαν. οὗτος δὲ οὐ λέγει μόνον θεὸν διὰ τὸ πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν 〈αὐτὸν λέγων〉 ἀναιρεῖ ὅσον τὸ κατ᾽ αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος· ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν * ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς.

Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν [ἐκ θεοῦ] κεκτημένος. διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν». εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν. καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν· οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος. εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, * καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ οὔτε ὑπέστη, καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις. λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος * διαμένει. τοῦ δὲ θεοῦ ὁ Λόγος *, ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου «ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει».

συμφώνως δὲ τούτῳ ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα· «ὁ Λόγος» γάρ φησι «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο· καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ λόγος. 4. Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην (ἄλλως γὰρ καὶ ἄλλως «ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος») καὶ ἄρξωνται λέγειν· «οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος· ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος», πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια. ἐξελέγχουσα τὰς διανοίας τὰς κατ᾽ αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί».

ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ 〈λαλῶν〉, οὐχ 〈ὡς〉 σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ παρέχων λόγους, ὑποκαταβαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος εἰς αἴσθησιν παραστάσεως διὰ τῶν ἐν ἡμῖν γινομένων 〈ποιούμενος〉 τὴν παράστασιν τοῦ υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὤν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ Δαυὶδ λέγων «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς οἱ ἑβδομήκοντα ἡρμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ· ὡς κατ᾽ ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ· ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου, πέμπτη δὲ ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις· ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ· μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. τὸ γὰρ μηρὲμ 〈ἐκ〉 γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε. ὅπως ἐκ τοῦ λόγου γνῴης ὅτι ὁ ἐνυπόστατος θεὸς λόγος ἐκ πατρὸς φύσει ἐστὶ γεγεννημένος, ἀνάρχως καὶ ἀχρόνως πρὸ τοῦ τι εἶναι.

οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων· εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι «ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ». τὸ οὖν πρὸ ἑωσφόρου *, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι. ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί· «δι᾽ αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» 5. Λέξειε δ᾽ ἄν τις· «ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι. πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως. καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων 〈εὔδηλον〉· εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει;» ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας.

τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ὡς ἀρχῆς οὔσης 〈τῆς〉 κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων 〈ὑπάρχοντος〉.

Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου. εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· »οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» «οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». ὁρᾷς μονογενῆ Λόγον; ὁρᾷς ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα «δόξαν μονογενοῦς παρὰ πατρός»; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος 〈ὅπου〉 καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ 〈παρὰ〉 τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων;

εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; «ἀποστελεῖ» γάρ φησιν ὁ προφήτης «τὸν λόγον, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα», καὶ πάλιν «ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω» καὶ «ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ». πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; «θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». καί φησιν «ὁ μονογενὴς θεός»· ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη· διὰ τοῦτο μονογενὴς θεός. 6. Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπειδήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακοδοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν. καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος· τὸν μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ. πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος.

εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοιαύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς οὐσίας· καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ «μονογενής, πλήρης χάριτος καὶ ἀληθείας»· καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς· τὸ γοῦν «θεὸν οὐδεὶς πώποτε ἑώρακεν», ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος 〈τὸ δὲ «μονογενὴς θεός»〉, ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ.

Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». καὶ οὐκ εἶπεν· ἐγώ εἰμι ὁ πατήρ. ἀλλὰ τὸ ἐμὲ * ἐν τῷ πατρὶ σημαίνει. καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ᾽ «ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ». καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι 〈«ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ〉 ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ»· ὅρα πῶς τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον 〈καὶ〉 τὸ ἐγώ *, ἵνα δείξῃ πατέρα ἐνυπόστατον, 〈υἱὸν ἐνυπόστατον〉, πνεῦμα ἅγιον ἐνυπόστατον. «ἐκεῖνός με γὰρ δοξάσει», περὶ τοῦ ἁγίου πνεύματος λέγων 〈φησί〉 «ὅτι τοῦ ἐμοῦ λήψεται»· καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον. ἀλλὰ καί φησι «δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ». πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων *· ἰδοὺ γάρ φησιν «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου.

πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». 〈τὸ〉 «ἀπεκάλυψας γὰρ νηπίοις», καὶ 〈τὸ〉 «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», ἵνα ἐκκόψῃ τὴν τούτων ἐπινενοημένην ξενολεξίαν. 7. Ἀλλ᾽ ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν. δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγγελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀντιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει. φάσκουσι γὰρ ὅτι «ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος· καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει. ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει· καὶ οὕτως τὰ δύο πρόσωπα πληροῦνται». πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ.

οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου· εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρωπήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννημένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,» ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ· «οὐ μόνον» γάρ φησιν «ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ᾽ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων». τῷ γὰρ εἰπεῖν πάλιν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει. οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ 〈ὁ〉 ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής. φησὶ γὰρ περὶ αὐτοῦ Παῦλος «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τὸ μὲν περὶ θεοῦ * ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ 〈ἰδίαν〉 οὖσάν ποτε.

πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ᾽ οὐχ ὅτε λέγει «ἐκ τοῦ πατρός μου ἐξῆλθον καὶ ἥκω»· τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι· ἀλλ᾽ ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής», ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν· καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων «κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν», ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν. 8. Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες· οὐδὲ ἀνῄρηται ἡ ὑπόστασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα. οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος. οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί· ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ. ἀλλ᾽ οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος. διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα.

ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνει〈ς〉. τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον. οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν· «συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν». ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰουδαϊσμὸν ὑποφαίνει. Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας· οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας.

Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα. διό φησι «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν»· οὔτε κατ᾽ εἰκόνα σήν, ἵνα μὴ διέλῃ, οὔτε κατ᾽ εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ᾽ εἰκόνα δὲ ἡμετέραν. καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ᾽ αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας. ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός. δι᾽ οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί· καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πατρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, «εἰκὼν θεοῦ τοῦ ἀοράτου», οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ᾽ εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ.

Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός· καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι· εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα. «ἐγώ, γάρ 〈φησιν,〉 ἐν τῷ πατρί» οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον. καὶ οὐχ ὡς ἐν ἀνθρώπῳ ἐλθόντα, εἰς οἰκητήριον * ὁ θεῖος λόγος καὶ μετὰ τὸ γεγεννῆσθαι ὀφθέντα ἐν αὐτῷ τὸν Λόγον καὶ πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀνθρώπου λόγος. ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεΐας πάσης ἔχοντα τοὺς χαρακτῆρας. 9. Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκιμάσαντες *. οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι.

διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστατον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ * σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τροπαίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαντες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.

Δρυΐνας γάρ τις ἔχις οὕτω καλουμένη τούτῳ ἔοικε τῷ αἱρεσιάρχῃ· ὡς δρυΐνας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα· διὸ καὶ δρυΐνας καλεῖται, ἀπὸ τοῦ φιλόδενδρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι. οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν. οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ᾽ αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται· οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ᾽ αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα. — — —