Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Σιμωνιανοί, Μένανδρος, Σατορνίλος και Βασιλείδης
Εξέταση των πρώτων γνωστών αιρέσεων της χριστιανικής εποχής και συστηματική ανασκευή των δοξασιών τους περί δημιουργίας και κοσμολογίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σιμωνιανοί, Μένανδρος, Σατορνίλος και Βασιλείδης
Εξέταση των πρώτων γνωστών αιρέσεων της χριστιανικής εποχής και συστηματική ανασκευή των δοξασιών τους περί δημιουργίας και κοσμολογίας.
Κατὰ Σιμωνιανῶν πρώτη μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν μόνην οὖσαν, τῆς δὲ ἀκολουθίας 〈κα〉. 1. Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη, οὖσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ εὐαγῶς 〈πιστευόντων〉, ἀλλὰ κατὰ τὴν παραπεποιημένην ἐν αὐτοῖς φθορὰν τὰ δεινὰ ἐργαζομένων. οὗτος ὁ Σίμων γόης ἦν, ἀπὸ Γιτθῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης ὑπαρχούσης. ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε καὶ δελεάζων, ἔλεγεν δὲ ἑαυτὸν εἶναι τὴν μεγάλην δύναμιν τοῦ θεοῦ καὶ ἄνωθεν καταβεβηκέναι. τὸν πατέρα δὲ ἔλεγεν ἑαυτὸν τοῖς Σαμαρείταις, Ἰουδαίοις δὲ ἔλεγεν ἑαυτὸν εἶναι τὸν υἱόν, παθόντα δὲ μὴ πεπονθέναι, ἀλλὰ δοκήσει μόνον. ὑπεκορίσθη δὲ οὗτος τοὺς ἀποστόλους καὶ αὐτὸς δὲ [ὁμοίως] ἴσα τοῖς ἄλλοις ὑπὸ Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν. οἱ πάντες δὲ χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγάλων ἀποστόλων παρουσίαν καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον πνεῦμα ἅγιον, ἐπειδήπερ Φίλιππος διάκονος ὢν οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας τοῦ δι᾽ αὐτῆς διδόναι πνεῦμα ἅγιον.
οὐκ ὀρθὴν δὲ ὁ Σίμων ἔχων τὴν καρδίαν οὔτε τὸν λογισμόν, αἰσχροκερδίᾳ δέ τινι καὶ φιλοχρημοσύνῃ προσανέχων καὶ τῆς μοχθηρᾶς αὐτοῦ ἐπιτηδεύσεως ἐκτὸς βαίνων οὐδαμῶς, προσέφερε χρήματα Πέτρῳ τῷ ἀποστόλῳ, ὅπως δῴη αὐτῷ ἐξουσίαν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν πνεῦμα ἅγιον παρέχειν, λογισάμενος ὀλίγον δώσειν πολλὴν δὲ ἀντὶ ὀλίγου διὰ τοῦ ἄλλοις παρέχειν πνεῦμα ἐπισωρεῦσαι χρημάτων πληθὺν καὶ ἐπικερδῆσαι. 2. Οὗτος μὲν οὖν ἔχων τὴν διάνοιαν πεπονηρευμένην ἀπὸ τῆς ἐν τῇ μαγείᾳ δαιμονιώδους πλάνης καὶ πεφαντασιωμένην, πρόχειρος ὢν ἀεὶ τῆς ἑαυτοῦ κακίας τὰ βαρβαρικὰ καὶ δαιμονίων πράγματα διὰ τῆς ἑαυτοῦ μαγγανείας ἐπιδείκνυσθαι, παρελθὼν εἰς μέσον καὶ προσχήματι ὀνόματος Χριστοῦ, ὡς ἐλλέβορον μέλιτι παραπλέκων, δηλητήριον τοῖς ὑπ᾽ αὐτοῦ ἀγρευθεῖσιν εἰς τὴν κακομήχανον αὐτοῦ πλάνην παρενθεὶς τῷ τοῦ ὀνόματος ἀξιώματι Χριστοῦ θάνατον ἐνεποίησεν τοῖς πεισθεῖσιν. λάγνος δὲ ὢν κατὰ τὴν φύσιν καὶ αἰδοῖ τῇ τῶν ἑαυτοῦ ὑποσχέσεων ὑπονυττόμενος, παραπεφθαρμένην ὑπόνοιαν τοῖς ὑπ᾽ αὐτοῦ ἀπατωμένοις ὁ ἀγύρτης παρεποιήσατο.
γυναῖκα γάρ τινα ἑαυτῷ εὑράμενος ῥεμβάδα Ἑλένην τοὔνομα ἀπὸ τῆς Τυρίων ὁρμωμένην ἄγεται, μὴ ὑποφαίνων συνάφειαν ἔχειν πρὸς ταύτην· ἐν παραβύστῳ δὲ αἰσχρότητι συμπεριπλεκόμενος τῷ γυναίῳ ὁ γόης τινὰ μυθώθη ψυχαγωγίαν τοῖς ἑαυτοῦ μαθηταῖς ὑφηγεῖτο, δῆθεν ἑαυτὸν εἶναι δύναμιν θεοῦ λέγων τὴν μεγάλην, τὴν δὲ σύζυγον πορνάδα πνεῦμα ἅγιον εἶναι τετόλμηκεν λέγειν καὶ διὰ ταύτην κατεληλυθέναι φησίν. «ἐν ἑκάστῳ δὲ οὐρανῷ μετεμορφούμην, φησίν, κατὰ τὴν μορφὴν τῶν ἐν ἑκάστῳ οὐρανῷ, ἵνα λάθω τὰς ἀγγελικάς μου δυνάμεις καὶ κατέλθω ἐπὶ τὴν Ἔννοιαν, ἥτις ἐστὶν αὕτη ἡ καὶ Προύνικος καὶ πνεῦμα ἅγιον καλουμένη, δι᾽ ἧς τοὺς ἀγγέλους ἔκτισα, οἱ δὲ ἄγγελοι τὸν κόσμον ἔκτισαν καὶ τοὺς ἀνθρώπους». εἶναι δὲ ταύτην τὴν Ἑλένην ἐκείνην τὴν πάλαι, δι᾽ ἣν οἱ Τρῶες καὶ Ἕλληνες εἰς μάχην ἦλθον. ἔλεγε δὲ μῦθόν τινα εἰς ταῦτα, ὅτι ἄνωθεν ἡ δύναμις κατιοῦσα ἑαυτὴν μετεμόρφου, ἀλληγορικῶς δὲ οἱ ποιηταὶ περὶ τούτου ἔφασαν.
διὰ γὰρ τὴν ἄνωθεν δύναμιν (ἣν Προύνικόν φασιν, ἥτις παρ᾽ ἄλλαις αἱρέσεσι Βαρβηρὼ ἤτοι Βαρβηλὼ καλεῖται), τὸ κάλλος αὐτῆς ἐμφαίνουσαν εἰς οἶστρόν 〈τε〉 ἄξασαν αὐτοὺς καὶ διὰ τοῦτο πεμφθεῖσαν εἰς συλαγωγίαν τῶν ἀρχόντων τῶν τὸν κόσμον τοῦτον κτισάντων, [καὶ] τοὺς αὐτοὺς ἀγγέλους εἰς πόλεμον δι᾽ αὐτὴν ἥκειν, αὐτὴν δὲ μηδὲν πεπονθέναι, ἀλληλοκτονίας δὲ αὐτοὺς εἰς ἑαυτοὺς ἐργάσασθαι παρασκευάσαι δι᾽ ἣν ἐνέβαλεν εἰς αὐτοὺς πρὸς ἑαυτὴν ἐπιθυμίαν. καὶ συνέχοντες αὐτὴν τοῦ μὴ ἄνω δύνασθαι ἀνιέναι συνεγίνοντο αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἵνα δι᾽ ὧν αὐτοὶ ἐργάζονται, κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλεγομένη πάλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι δυνηθῇ. 3. «Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρὶν ἢ τὸν κόσμον γενέσθαι καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνάμεων τὰ ἰσότυπα πεποιηκυῖα. αὐτὴ δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ καὶ διὰ ταύτην κατελήλυθα. καὶ αὕτη δὲ προσεδόκα τὴν ἐμὴν παρουσίαν· αὕτη γάρ ἐστιν ἡ Ἔννοια, ἡ παρὰ Ὁμήρῳ Ἑλένη καλουμένη.
καὶ τούτου ἕνεκεν ἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου ἑστηκέναι καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν ἐπιβουλήν. ἐχαρακτήριζε δὲ διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς ἔνδειξιν.» διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημένον, ὃν νομίζουσιν Ἕλληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι τῶν ἐθνῶν· καί «ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω [γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν». ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ᾽ αὐτῷ Ἔννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό «ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν», πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν θείου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. «τί γάρ;» φησί, «ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε».
διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον, ὑποφαίνων ἐκείνην τὴν μετ᾽ αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ ἄλλα, «καὶ διὰ ταύτην, φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον». ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέδωκε τοῖς αὐτοῦ ὡς δῆθεν αὐτοῦ οὖσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει Διός· ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς, καὶ προσκυνοῦσι ταύτας οἱ παρ᾽ αὐτοῦ ἠπατημένοι. 4. Μυστήρια δὲ ὑπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας, γυναικῶν δὲ διὰ τῶν κατ᾽ ἐθισμὸν [τῶν] ἐμμηνίων συλλογῇ τινι αἰσχροτάτῃ εἰς μυστήρια συναγομένων. καὶ ταῦτα εἶναι μυστήρια ζωῆς γνώσεώς 〈τε〉 τῆς τελειοτάτης· ὅπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ θεοῦ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν. ὀνόματα δέ τινα ὁ αὐτὸς ὑποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρανούς τε διαφόρους φησί, καθ᾽ ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυνάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν.
εἶναι δὲ τὸν αἰῶνα τοῦτον ἀπὸ ἀρχῶν καὶ ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατεσκευασμένον. φθορὰν δὲ ὑφηγεῖται σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ πεπλανημένης γνώσεως ἐν μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνωστικῶν καλουμένων ἡ † ἀρχή. μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀριστερᾶς δυνάμεως ἔφασκε, μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν; ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός, Δαυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας, Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώματος, πάντα δὲ πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν. 5. Ἀνατρέπεται δὲ τοῦτο τὸ δόγμα ἀπ᾽ αὐτῆς τῆς ἀληθείας.
εἰ γὰρ αὐτὸς εἴη ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη καὶ τὸ σὺν αὐτῷ πορνίδιον τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτός φησι, φησάτω τί τὸ ὄνομα τῆς δυνάμεως ἢ τίνι τῷ λόγῳ τὸ ἐπίθετον τῇ μὲν γυναικὶ ἐφηύρατο, ἑαυτῷ δὲ οὐδὲν τὸ παράπαν· πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν Ῥωμαίων πόλει ὁ τάλας καταπεσὼν τέθνηκεν· τίνι 〈δὲ〉 τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας· πῶς δὲ δύναται ὁ κόσμος θεοῦ ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν· πῶς δὲ ἀριστερὰ εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ 〈ἀπὸ τοῦ〉 ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει· πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης, ὁπότε ὁ κύριος εἶπεν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι»; καὶ ἵνα δείξῃ ὅτι ὁ νόμος ὑπ᾽ αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγελικὴ χάρις δι᾽ ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγε τοῖς Ἰουδαίοις «εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν».
καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ «εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι»· ὁ δὲ πρὸς αὐτοὺς ἔφη «οὐ πάντες τοῦτο χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ δῶρον. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ λέγει κατὰ τὸν σεμνὸν γάμον, ὃν αὐτὸς ὁ Σίμων παραφθείρων αἰσχρῶς μεθοδεύει τὴν ἑαυτοῦ ἐπιθυμίαν, ὅτι «οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». 6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει, ὥσπερ ἀγνοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ᾽ αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορφοῦσθαι καθ᾽ ἕκαστον οὐρανόν, ὅπως λάθοι τοὺς αὐτοὺς ἐν τῷ κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς αὐτὸς ἐποίησεν ἀγγέλους; πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον «πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς».
εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρηται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ᾽ αὐτοῦ ἠπατημένοις. 7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας. ὑπερβήσομαι δὲ καὶ ἐφ᾽ ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης «ᾠὰ ἀσπίδων ἔρρηξαν, καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὗρεν οὔριον καὶ ἐν αὐτῷ βασιλίσκον». ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.
Κατὰ Μενάνδρου, 〈β〉 ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, τῆς δὲ ἀκολουθίας 〈κβ〉. 1. Ταύτῃ καθεξῆς συνέπεται Μένανδρός τις, ὃς ἀπὸ Σαμαρειτῶν ὁρμώμενος ἐγένετο μαθητεύων τούτῳ τῷ Σίμωνι ἐν χρόνῳ τινί. ὁμοίως δὲ ἔλεγεν καὶ αὐτὸς τὸν κόσμον γεγονέναι ὑπὸ ἀγγέλων, ἑαυτὸν δὲ ἔλεγεν ἄνωθεν δύναμιν θεοῦ καταπεπέμφθαι. μείζονα δὲ κυβείαν οὗτος ὑπὲρ τὸν πρότερον ἐργασάμενος πρὸς ἀπάτην τῶν ἀνθρώπων ἔλεγεν ἑαυτὸν πεπέμφθαι εἰς σωτηρίαν, δῆθεν εἰς τὸ συναγαγεῖν τινὰς εἰς τὸ ἑαυτοῦ μυστήριον διὰ τὸ μὴ ὑπὸ τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν κατακυριευθῆναι. ὅμοια δὲ τῷ ἑαυτοῦ διδασκάλῳ τὰ πάντα συνυφαίνων καὶ γοητείαις καὶ ταῖς ἄλλαις μαγγανείαις * οὐ διέλειπεν, οὐδὲν δὲ διήλλαττε τῇ διδασκαλίᾳ ἀλλ᾽ ἢ μόνον ὅτι ἑαυτὸν ἔλεγε μείζονα μᾶλλον ἢ τὸν πρὸ αὐτοῦ ὄντα αὐτοῦ διδάσκαλον. 2. Τῷ δὲ αὐτῷ ἐλαττώματι ᾧ καὶ ὁ αὐτοῦ διδάσκαλος περιέπεσε καὶ αὐτὸς ἁλοὺς διὰ τῶν αὐτῶν τοῦ ἐλέγχου τῆς ἀληθείας λόγων ἀνατραπήσεται. † ἀνετράπη γὰρ οὗτος καὶ ἔληξεν ἡ αὐτοῦ αἵρεσις ὡς ἐπὶ τὸ πλεῖστον. ὑπερβήσομαι δὲ καὶ ἐφ᾽ ἑτέραν πάλιν προκόπτων τῇ ὑφηγήσει ἐλεύσομαι.
τῷ γὰρ ὄντι οἱ παλαιοὶ ἱστοροῦσι μῦθον, ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακίνῳ καὶ κατατεθεισῶν ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκάστου τεμένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων εἰδώλων, [καὶ] εἴ τις τούτων ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς ἑτέραις κατέφαγε· μείνασα δὲ καθ᾽ ἑαυτὴν καὶ τροφῆς μὴ εὐποροῦσα, στραφεῖσα αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ σώματος κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ. διὸ καὶ ἀσπιδογοργόνα ταύτην ἐκάλεσαν, ὥστε νοεῖν ἡμᾶς τὸ παλαιὸν μὲν εἶναι τοῦτο, νῦν δὲ μηκέτι τοῦτο εὑρισκόμενον, ἀλλὰ ἠφανίσθαι· ὡς καὶ αὕτη παντελῶς ἀπολομένη ἔχει μὲν παρ᾽ ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ ἠφάνισται. καὶ ταύτην δὲ ὑπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.
Κατὰ Σατορνίλου, 〈γ〉 ἀπὸ τῆς τοῦ κυρίου παρουσίας, τῆς δὲ ἀκολουθίας 〈κγ〉. 1. Μετὰ τοῦτον Σατορνῖλός τις ἀνέστη, καὶ αὐτὸς ἐκεῖθεν τὰς ἀφορμάς, ἀπὸ Μενάνδρου φημὶ καὶ τῶν πρώην λαβών. οὗτος πρὸς τῇ Συρίᾳ κατοικήσας, τουτέστιν Ἀντιοχείᾳ τῇ πρὸς Δάφνην, πολλήν τινα τέχνην καὶ ἐμπειρίαν πλάνης τῷ κόσμῳ παρεισήνεγκεν. δύο γὰρ οὗτοι ἐγένοντο συσχολασταί, Βασιλείδης τε καὶ Σατορνῖλος· καὶ ὁ μὲν Βασιλείδης πρὸς τῇ Αἰγύπτῳ χωρήσας ἐκεῖσε τὰ σκοτεινὰ αὐτοῦ τοῦ βάθους τῆς πλάνης κεκήρυχεν, ὁ δὲ Σατορνῖλος ἐν τῷ προειρημένῳ τόπῳ διατρίβων ὁμοίως τῷ Μενάνδρῳ τὸν κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι κατήγγελλεν. ἕνα δὲ εἶναι πατέρα ἄγνωστον, τὸν αὐτόν τε πεποιηκέναι δυνάμεις καὶ ἀρχὰς καὶ ἐξουσίας· τοὺς δὲ ἀγγέλους διεστάναι τῆς ἄνω δυνάμεως, ἑπτὰ δέ τινας τὸν κόσμον πεποιηκέναι καὶ τὰ ἐν αὐτῷ· τὸν κόσμον δὲ κατὰ μεριτείαν ἑκάστῳ ἀγγέλῳ κεκληρῶσθαι. ὁμοῦ δὲ συνελθόντας τοὺς αὐτοὺς ἀγγέλους ἐντεθυμῆσθαι καὶ κοινῇ τὸν ἄνθρωπον πεποιηκέναι κατὰ τὴν μορφὴν τῆς ἄνωθεν παρακυψάσης φωτεινῆς εἰκόνος, ἣν μὴ δυνηθέντες παρακύψασαν κατασχεῖν διὰ τὸ παραχρῆμα ἀναδραμεῖν, μιμήσασθαι ἠθέλησαν. καὶ πεπλάσθαι μὲν τὸν ἄνθρωπον ὑπ᾽ αὐτῶν οὐδενὸς ἕνεκα ἀλλ᾽ ἢ διὰ τοιαύτην πρόφασιν.
ἐπειδὴ γάρ, φησίν, ἄνωθεν τὸ αὐτὸ φῶς παρακῦψαν ἐρεθισμόν τινα ἐνεποίησε τοῖς αὐτοῖς ἀγγέλοις, τούτους πρὸς πόθον τοῦ ἄνω ὁμοιώματος ἐπιχειρῆσαι τοῦ ἀνθρώπου τὸ πλάσμα ποιῆσαι. ἐπειδὴ γὰρ ἠράσθησαν τοῦ ἄνω φωτὸς πόθῳ τῷ πρὸς αὐτὸ καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ ἀφαντωθέντος ἀπ᾽ αὐτῶν, ἐρασθέντας τε αὐτοῦ καὶ μὴ δυνηθέντας ἐμπλησθῆναι τῆς αὐτοῦ ἐρασμιότητος διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ αὐτὸ φῶς, τούτου χάριν εἰρηκέναι τοὺς ἀγγέλους [φησὶ] δραματουργεῖ ὁ αὐτὸς γόης ὅτι «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν»· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ ἁγίου θεοῦ τὸ «[καθ᾽] ἡμετέραν», ἐάσας 〈δὲ〉 τὸ «κατ᾽ εἰκόνα», ἵνα δὴ ἔχῃ ἡ αὐτοῦ πλάνη τὴν πιθανότητα· ὡς δῆθεν ἄλλων μὲν ποιούντων εἰκόνα δὲ ἑτέρου † λέγειν ἐν τῷ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν». γενομένου δέ, φησί, τοῦ ἀνθρώπου διὰ τὸ αὐτῶν ἀδρανὲς μὴ δύνασθαι αὐτὸν τελεσφορῆσαι, κεῖσθαι δὲ καὶ σκαρίζειν χαμαὶ κείμενον δίκην σκώληκος ἕρποντος, μὴ δύνασθαι δὲ μήτε ἀνορθοῦσθαι μήτε τι ἕτερον πράττειν, ἕως ἡ ἄνω δύναμις παρακύψασα καὶ σπλαγχνισθεῖσα διὰ τὴν ἰδίαν αὐτῆς εἰκόνα τε καὶ ἰδέαν κατ᾽ οἶκτον ἀπέστειλε σπινθῆρα τῆς αὐτῆς δυνάμεως καὶ δι᾽ αὐτοῦ ἀνώρθωσε τὸν ἄνθρωπον καὶ οὕτως ἐζωογόνησε, δῆθεν τὸν σπινθῆρα ψυχὴν τὴν ἀνθρωπείαν φάσκων.
καὶ τούτου ἕνεκα πάντως δὴ τὸν σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω μὲν τὸ ἄνωθεν κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί, τὸ δὲ κάτωθεν πᾶν τὸ ὑπὸ τῶν ἀγγέλων πλασθὲν ἐνταῦθα αὐτοῖς καταλιμπάνεσθαι.
Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ [ἐν] τῷ δοκεῖν πεποιηκέναι, τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ ὀπτάνεσθαι τὸ πεπονθέναι. 2. Ἀπὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πάλιν προστίθεσθαι τῷ βυθῷ τῆς αὐτῆς πονηρίας, ἀπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ ἄλλῃ περισσοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν. φάσκει γὰρ οὗτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι, διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα ἀπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων 〈αὐτῷ〉· εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αἱρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός. δύο γὰρ πεπλάσθαι ἀπ᾽ ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὧν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπων ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν. ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἦλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν ἀγαθῶν ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων.
τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλείους αὐτῶν ἐμψύχων ἀπέχονται, ὅπως διὰ τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγάγωνται εἰς τὴν αὐτῶν ἀπάτην. τὰς δὲ προφητείας φάσκει ὁ αὐτὸς πάλιν γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων πεπροφητεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν ἄγγελον φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ἀγγέλοις, μάλιστα δὲ τῷ θεῷ τῶν Ἰουδαίων. 3. Ὅταν δὲ ταῦτα φάσκῃ ὁ κτηνώδης, πάντως που καὶ αὐτὸς δειχθήσεται ἕνα θεὸν ὁμολογῶν καὶ ἐπὶ μίαν ἑνότητα μοναρχίας ἀνάγων τὸ πᾶν. εἰ γὰρ οἱ ἄγγελοι 〈τὸν ἄνθρωπον〉 πεποιήκασιν, ἄγγελοι δὲ πάλιν ἀπὸ τῆς ἄνωθεν δυνάμεως τὸ αἴτιον ἐσχήκασι τοῦ εἶναι, ἄρα οὐκ αὐτοὶ αἴτιοι τοῦ πλάσματος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἄνωθεν δύναμις ἡ τοὺς ἀγγέλους ποιήσασα, ἐξ ὧν καὶ ἡ πλάσις τοῦ ἀνθρώπου συνέστηκε. καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ᾽ αὐτοῦ γινομένων, ἀλλὰ ὁ ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι᾽ οὗ τὸ ἔργον γίνεται, ὡς καὶ γέγραπται «μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν» καὶ τὰ ἑξῆς. οὕτω δὲ ὁρῶμεν ὅτι οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ τὸ κηροπλαστεῖον δύναται δι᾽ ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος.
οὐκοῦν οὐδὲ οἱ ἄγγελοι αἴτιοι, ἀλλ᾽ ὁ τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ 〈μὴ〉 ἦν παραγγείλας αὐτοῖς τοῦ [μὴ] ποιῆσαι ἄνθρωπον. ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς * τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ [μὴ] ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον, ὡς ἡ αὐτοῦ μυθώδης τεχνουργία περιέχει. 4. Ἢ οὐκοῦν πάλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύναμις ὅ τι μέλλουσι πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αὐτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί, τίνι τῷ λόγῳ οὐ κεκώλυκεν; εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης, ὅτι καθ᾽ ἑαυτῆς τοὺς ὑπ᾽ αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώλυκεν, ἀλλὰ συνήργησεν εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων γεγενημένον. εἰ δὲ οὐ συνήργησε καὶ βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦσαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ δυνηθείσῃ, καὶ μᾶλλον ἰσχυρότερον εἴη τὸ ὑπ᾽ αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ᾽ αὐτῆς γεγονότων ἀγγέλων.
ἐξ ἅπαντος τοίνυν ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ ἀληθείᾳ. εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὃ μὴ θέμις ἐστὶ 〈μέλλοντας〉 πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἐλαττώσει ἑτέρᾳ περιπεσεῖται πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον. ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὦ οὗτος, ὁ διὰ θυρίδων παρακύψας (ἵνα οὕτως χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ᾽ αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν. ἡ τοίνυν ἄνωθεν δύναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ αὐτοὺς μόνον, οὗτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα. οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὦ πάντων ἀνθρώπων ἀβέλτερε. καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ οἱ αἴτιοι ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις ἐν ἀγνωσίᾳ.
ληρῶδες δ᾽ ἂν εἴη τοῦτο καὶ ἠλίθιον, ὅτι μᾶλλον ἐντελέστερον τὸ ἔργον τοῦ τεχνίτου καὶ ὁ τεχνίτης ἀδρανέστερος τῶν ὑπ᾽ αὐτοῦ γενομένων ἀγγέλων, αἰτίων ὄντων τῆς ἀνθρωπείας συστάσεως. ὥστε οὖν ἐξ ἅπαντος ἀνάγκῃ ὁμολογήσειας ἂν ἐπὶ τὸν αὐτὸν ποιητὴν τὸν ἕνα καὶ ἐπὶ τὴν μίαν μοναρχίαν 〈δεῖν〉 τὸ πᾶν ἄγειν. 5. Καὶ γὰρ ὁ θεὸς ὁ πατὴρ ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα κατὰ τὴν ἰδίαν εὐδοκίαν καὶ οὐχ οἱ ἄγγελοι, οὐδὲ κατὰ τὴν τῶν ἀγγέλων συμβουλίαν τι γέγονεν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν «ποιήσωμεν ἄνθρωπον», «κατ᾽ εἰκόνα ἡμετέραν» εἶπεν, καὶ οὐ «κατ᾽ εἰκόνα» μόνον. συνεκάλει γὰρ εἰς τὴν ἑαυτοῦ δημιουργίαν συνδημιουργὸν τὸν αὐτοῦ Λόγον καὶ μονογενῆ, ὡς ἔχει καὶ ἡ ἐξ ἀληθείας ὁρμωμένη πιστῶν ἔννοια καὶ αὐτὸ τὸ τῆς ἀληθείας ἀκρίβασμα, ὡς καὶ ἐν ἑτέροις πλείοσι περὶ τούτου σαφῶς καὶ διὰ μήκους ἐποιησάμεθα τὴν ὁμολογίαν, ὡς ὁ πατὴρ συγκαλεῖται τὸν υἱὸν συνδημιουργεῖν τὸν ἄνθρωπον, δι᾽ οὗ καὶ τὰ ἄλλα πάντα ἐποίησεν. οὐ μόνον δὲ συγκαλεῖν εἴποιμι τὸν υἱόν, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».
εἴτε δὲ βουληθείη εἴτε καὶ μὴ βουληθείη (φημὶ δὲ ὁ Σατορνῖλος ὁ τῆς αἱρέσεως ταύτης ἀρχηγός), ἀναγκασθήσεται ἐξ ἅπαντος ἕνα τὸν θεὸν ὁμολογεῖν, θεὸν καὶ κύριον, τοῦ σύμπαντος ὄντα κτιστήν τε καὶ δημιουργόν, ἅμα τε καὶ τοῦ ἀνθρώπου. αἰσχυνθήσεται δὲ κατὰ πάντα τρόπον ὡς συκοφάντης καὶ εἰς τὸν περὶ προφητῶν λόγον καὶ εἰς τὴν κατὰ τοῦ σεμνοῦ γάμου φαύλην κατηγορίαν. αὐτὸς γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαρρήδην ἐκφωνεῖ ἐν τῷ εὐαγγελίῳ καὶ λέγει συνῳδὰ τῷ προφήτῃ ὅτι «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι» καὶ πάλιν «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». ἵνα δὲ δείξῃ τί ἐργάζεται ὁ αὐτοῦ πατὴρ καὶ αὐτός, ἀπεφήνατο λέγων τοῖς ἐρωτήσασιν αὐτὸν εἰ χρὴ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν «πῶς γέγραπται; ὅτε ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς», καὶ πάλιν μεθ᾽ ἕτερα ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ εὐθὺς προσέθηκε λέγων «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα.
καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ᾽ ἐκ τοῦ θεοῦ τυγχάνει, πρῶτον μὲν ὁ κύριος λέγει· «ὃ ὁ θεός» φησίν «συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· εἶτα ὁ ἅγιος ἀπόστολος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ταῖς δὲ φύσει χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου «νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι», καὶ μεθ᾽ ἕτερα «γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν», ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ θεοῦ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον. 6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ᾽ αὐτοῦ σεσυκοφαντημένων ὑπονοιῶν, ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, † ἐξ ὧν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζόμενος λέγει, πρῶτον μὲν ὅτι «Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη», καὶ πάλιν φησίν «εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». τίς δὲ τῶν εὖ φρονούντων καὶ σύνεσιν ἀπὸ θεοῦ κεκτημένων οὐκ ἐλέγξειε τὸν ἀπατεῶνα Σατορνῖλον, γινώσκων ἐν δόξῃ ἀποκαλυφθέντα τὸν σωτῆρα εἰς παράστασιν ἀληθείας ἄλλως τὴν ἑαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ᾽ αὐτοῦ ὀφθέντων;
ἄλλα δὲ ὅσα τοιαῦτά ἐστιν ἃ ὑπ᾽ αὐτοῦ τοῦ κυρίου καὶ ἐν πάσῃ τῇ καινῇ διαθήκῃ λεγόμενα τὴν σύστασιν ποιεῖται νόμου τε καὶ προφητῶν καὶ πάσης παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν διαθήκην, ὅτι ἑνὸς θεοῦ εἰσιν ἀμφότεραι, ὡς λέγει «ἐλεύσονται καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἀναπαύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν» καὶ τὰ ἑξῆς, πάλιν δὲ τὸ ἐκ προσώπου Δαυὶδ περὶ αὐτοῦ προφητευόμενον, τό «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ πάλιν 〈τὸ〉 παρ᾽ αὐτοῦ λεγόμενον τοῖς Φαρισαίοις «οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» καὶ ὡς ὁ Λουκᾶς διαβεβαιοῦται αὐτὸν τὸν σωτῆρα μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν ὦφθαι κατὰ τὴν ὁδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν «ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ». καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας πρὸς τὰς τῶν προφητῶν προφητείας. 7. Ἀλλ᾽ ἕως τούτου περὶ τῆς Σατορνίλου αἱρέσεως εἰρήσθω, ἵνα μὴ ἀναλίσκω χρόνους περὶ τὰς μωρὰς αὐτοῦ ζητήσεις καὶ τὰς τούτων ἀνατροπὰς ἐνειλούμενος. ἐκ ταύτης δὲ παρελθὼν ἑξῆς τὴν Βασιλείδου τοῦ συσχολαστοῦ τούτου, τοῦ καὶ συνηπατημένου δηλώσω.
μετέχουσι γὰρ οὗτοι 〈τῶν αὐτῶν〉, ὡς ἀπ᾽ ἀλλήλων τὸν ἰὸν δανεισάμενοι κατὰ τὴν ἐναργῆ παροιμίαν, [ὡς] ἀσπὶς παρ᾽ ἐχίδνης ἰὸν δανειζομένη. ὁμοῦ γάρ εἰσι τῆς σχολῆς καὶ συνεδρίου ἀλλήλων, καθ᾽ ἑαυτὸν δὲ ἕστηκεν ἑκάτερος τὴν αἵρεσιν προστησάμενος, καὶ τὴν μὲν κακίαν παρ᾽ ἀλλήλων ἠρανίσαντο, τὴν δὲ διαφωνίαν ἐν αὑτοῖς ἐνεστήσαντο. εἴτε οὖν οὗτος δίκην ἐχίδνης παρὰ τῶν ἀνωτάτω μετασχὼν τῷ Βασιλείδῃ μεταδέδωκεν ἢ ἐκεῖνος τούτῳ, ὅμως ὀλέθριος ὢν ὁ τούτων ἰὸς καὶ ἀπὸ τοιούτων ἑρπετῶν ὁρμώμενος διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἀντιδότου δίκην ἀμαυρωθείς τε καὶ ἀφανισθεὶς ὑφ᾽ ἡμῶν καταλελείφθω. ἡμεῖς δὲ θεὸν ἐπικαλούμενοι ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.
Κατὰ Βασιλείδου 〈δ〉, τῆς δὲ ἀκολουθίας 〈κδ〉. 1. Βασιλείδης μὲν οὖν, καθὰ ἄνω προδεδήλωται, ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ στειλάμενος τὴν πορείαν ἐκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, εἶτα ἔρχεται εἰς τὰ μέρη τοῦ Προσωπίτου καὶ Ἀθριβίτου, οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Σαΐτην [καὶ Ἀλεξάνδρειαν] καὶ Ἀλεξανδρειοπολίτην χῶρον ἤτοι νομόν. (νομὸν γὰρ οἱ Αἰγύπτιοί φασι τὴν ἑκάστης πόλεως περιοικίδα ἤτοι περίχωρον. εὕροις δ᾽ ἄν, ὦ φιλολόγε, καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς εὐσεβῆ σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς ἐμβαλλόντων δι᾽ ἀπειρίαν. ὅπου γὰρ ἐν τῷ ἁγίῳ προφήτῃ Ἠσαΐᾳ εὕροις γεγραμμένον περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν ἑρμηνευέσθω). ἦν γοῦν ἐν τούτοις τοῖς τόποις ὁ προειρημένος ἀγύρτης τὴν διαβίωσιν ἔχων, ἐξ ὧν φαίνεται ἡ καὶ εἰς δεῦρο ἀκμάζουσα αὐτοῦ αἵρεσις ἐκ τῆς αὐτοῦ διδασκαλίας λαβοῦσα τὴν πρόφασιν. καὶ ἄρχεται μὲν κηρύττειν ὑπερβολὴν ὑπὲρ τὸν συσχολαστὴν αὐτοῦ γόητα τὸν καταλειφθέντα ἐπὶ τῆς Συρίας, ἵνα δῆθεν τὰ ὑπὲρ ἐκεῖνον διηγούμενος δόξῃ φαντασιάζειν πλέον τοὺς ἀκούοντας, ἀρέσκεσθαί τε καὶ συναγείρειν πλῆθος ὑπὲρ τὸν ἑταῖρον αὐτοῦ Σατορνῖλον.
καί τινας λοιπὸν φαντασιώδεις μυθοποιίας ὑποβαλλόμενος ἄρχεται μὲν οὕτως (τὰ ἀληθῆ δὲ 〈εἰπεῖν〉 οὐκ ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας ἐναρξάμενος ἡμῖν τὰ δεινά τε καὶ ὀλετήρια, ἀλλὰ προφάσεις λαβὼν ἐκ τοῦ Σατορνίλου καὶ Σίμωνος τοῦ προεληλεγμένου· βούλεται δὲ ἑτέρως αὐτὰ μεταχειρίζειν καὶ εἰς ὄγκον μείζονα διηγεῖσθαι τὰ μυθολογήματα)· ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος, ἐκ δὲ τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως Δύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς Δυνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι. ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὑπ᾽ αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους. καὶ οἱ ἐξ αὐτῶν γενόμενοι τρίτον αὖθις πεποιήκασιν οὐρανὸν καὶ οὕτως οἱ καθ᾽ ἕνα οὐρανὸν εἰσαῦθις ἕτερον καὶ ἑτέρους κατασκευάζοντες ἄχρι τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν ἐληλάκασι τὸν ἀριθμὸν ἀπὸ τοῦ ἀνωτάτου ἕως τούτου τοῦ καθ᾽ ἡμᾶς οὐρανοῦ. 2. Ἀφραινόντων δ᾽ ἂν εἴη τοῦτο τὸ ἐπαγωγὸν πιστεύειν τῇ μανιώδει αὐτοῦ φλυαρίᾳ, συνετοῖς δὲ εὐθυέλεγκτος καὶ ληρώδης ὁ τούτου λόγος καὶ ἡ γνώμη, πῶς εἰς ὑπερβάλλουσαν καὶ ἄπειρον κακοτροπίαν ἐξετόπισε τὴν ἑαυτοῦ γνώμην.
ὁρίζει γὰρ ὡς κατὰ ποιητικόν τινα ἐνθουσιασμὸν ἐμβροντηθὲν τὸ ἐλεεινὸν ἀνθρωπάριον ὀνόματα ἑκάστῳ ἄρχοντι τῶν οὐρανῶν ἐκτιθέμενον πρὸς τὸ διὰ τῶν ὀνομάτων ὧν ποιητεύεται παρὰ τῶν μὴ τὸν νοῦν ἐρρωμένον ἐχόντων πιστεύεσθαι εἰς ὄλεθρον τῆς τῶν ἠπατημένων ψυχῆς. οὐ μὴν δὲ ἀλλὰ καὶ μαγγανικαῖς μηχανίαις προσανέχων οὐκ ἐπαύσατο καὶ περιεργίαις ὁ ἀπατεών. ὕστερον δέ φησιν ὑπὸ τῶν ἐν τούτῳ τῷ καθ᾽ ἡμᾶς οὐρανῷ ἀγγέλων καὶ τῆς ἐν αὐτῷ δυνάμεως τὴν κτίσιν ταύτην γεγενῆσθαι· ἐξ ὧν ἀγγέλων ἕνα λέγει τὸν θεόν, ὃν διελὼν τῶν Ἰουδαίων μόνον ἔφη εἶναι, ἕνα τοῦτον καὶ συναρίθμιον ἀγγέλοις τοῖς ὑπ᾽ αὐτοῦ κατὰ μιμολογίαν ὀνοματοποιουμένοις τάσσων, καὶ ἐξ αὐτοῦ πεπλάσθαι τὸν ἄνθρωπον. καὶ τούτους ἅμα αὐτῷ μεμερικέναι τὸν κόσμον κατὰ διαίρεσιν κλήρων τῷ πλήθει τῶν ἀγγέλων, τούτῳ δὲ λελογχέναι τὸ γένος τῶν Ἰουδαίων τῷ προειρημένῳ θεῷ τῶν Ἰουδαίων· βλασφημῶν δὲ τὸν αὐτὸν παντοκράτορα κύριον, τὸν ὄντως ὄντα θεὸν μόνον καὶ οὐχ ἕτερον (πατέρα γὰρ τὸν αὐτὸν εἶναι ὁμολογοῦμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ), τοῦτον ἐκεῖνος ἀρνούμενος ἕνα βούλεται αὐτὸς παριστᾶν τῶν ὑπ᾽ αὐτοῦ λεγομένων ἀγγέλων, καθά μοι προδεδήλωται.
ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ καὶ αὐτὸν ὑπερασπίζειν τούτων, εἶναι δὲ αὐτὸν πάντων τῶν ἀγγέλων αὐθαδέστερον ἐξαγαγεῖν τε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου διὰ τὸ εἶναι αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον. ὅθεν διὰ τὴν αὐθάδειαν αὐτοῦ, ὥς φησιν βλασφημῶν ὁ γόης, βεβουλεῦσθαι τὸν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη καὶ διὰ τοῦτο παρεσκευακέναι πολέμους. πολλὰ δὲ καὶ ἄλλα κατὰ τοῦ ἁγίου θεοῦ χαλάσας τὴν γλῶτταν καὶ ἐπάρας τὸ στόμα οὐκ ἐντρέπεται λαλῶν ὁ ἐλεεινότατος. διὰ τοῦτο γάρ, φησί, καὶ τὰ ἄλλα ἔθνη ἐπολέμησε τοῦτο τὸ ἔθνος καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξατο διὰ τὴν τῶν ἄλλων ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες (ὡς καταφρονούμενοι ὑπ᾽ αὐτοῦ) καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ᾽ αὐτὸν ἐπέσεισαν. καὶ τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι κατ᾽ αὐτῶν ἐπανέστησαν. 3. Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία. καὶ αὐτὸς δὲ περὶ Χριστοῦ ὡς δοκήσει πεφηνότος ὁμοίως δοξάζει. εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰληφέναι.
δραματουργεῖ δὲ ἡμῖν ἄλλην δραματουργίαν ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον· ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ Ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν. ἔνθεν εὑρίσκει * τῆς αὐτοῦ κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί φησιν· ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι. ἐκείνου δὲ σταυρουμένου ἕστηκεν καταντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων, αὐτὸς δὲ ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν· ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχὶ ὁ Ἰησοῦς· Ἰησοῦς γάρ, φησίν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν διῆλθε πάσας τὰς δυνάμεις, ἕως οὗ ἀπεκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα. οὗτος γάρ, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ πατρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀνθρώπων, δι᾽ ἣν εἶδεν ὁ πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς ἀγγέλοις. καὶ οὗτός ἐστι, φησίν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν ἀλήθειαν.
Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. ἀλλὰ καὶ ἀπεντεῦθεν, προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν μετὰ γυναικῶν πολυμιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων· ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν «ἀποκαλύπτεσθαι ὀργὴν θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχοντας». διὰ ταύτην γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις. 4. Διδάσκει δὲ πάλιν καὶ ἐπιτρέπει φάσκων μὴ δεῖν μαρτυρεῖν. ὁ γὰρ μαρτυρῶν ἄμισθος εὑρεθήσεται, μὴ μαρτυρῶν ὑπὲρ τοῦ πεποιηκότος τὸν ἄνθρωπον· μαρτυρεῖ γὰρ ὑπὲρ τοῦ ἐσταυρωμένου Σίμωνος. πόθεν δὲ τούτῳ μισθὸς εἴη, ὁπότε ἀποθνῄσκει μὲν ὑπὲρ Σίμωνος τοῦ ἐσταυρωμένου, ὑπὲρ Χριστοῦ δὲ τοῦτο ποιεῖν ὁμολογεῖ ὃν ἀγνοεῖ, ἀποθνῄσκων ὑπὲρ οὗ οὐ γινώσκει; δεῖ τοίνυν ἀρνεῖσθαι καὶ μὴ προαλῶς ἀποθνῄσκειν. 5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι «τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς».
ἀλλά φησιν ὁ ἀγύρτης· «ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν». κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ᾽ αὐτοῦ ἠπατημένοις. ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ᾽ αὐτοῖς λεγόμενα καὶ γινόμενα «αἰσχρόν ἐστι καὶ λέγειν», λέγει ὅτι «ἐνώπιον τῶν ἀνθρώπων» δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· «ἡμεῖς γάρ ἐσμεν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες», ὡς προεῖπον. φάσκει δὲ ὅλως περὶ πατρὸς καὶ τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ 〈δεῖν〉 ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑαυτοῖς, ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι «σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω». αὐτὸς δὲ καὶ οἱ ἀπ᾽ αὐτοῦ ἐρωτώμενοι Ἰουδαίους μὲν ἑαυτοὺς μηκέτι εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ ὑφορώμενος διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας. 6. Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ λέγειν πόθεν τὸ κακόν. πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός ἐστιν.
ἔμποροι γοῦν κακῶν οὗτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ γραφὴ εἶπεν ὅτι «ζητοῦντας κακὰ καταλήψεται κακά». οὔτε γάρ ποτε 〈τὸ〉 κακὸν ἦν οὔτε ῥίζα γέγονε κακίας οὔτε ἐνυπόστατον τὸ κακόν ἐστιν. οὐκ ἦν γάρ ποτε τὸ κακόν, ἐπείσακτον δὲ διὰ προφάσεως ἐν ἑκάστῳ τῶν ποιούντων τὸ κακὸν ἔνεστιν· ἐν δὲ τῷ μὴ ποιοῦντι οὐκ ἔστιν, καθάπερ ἐν τοῖς ἄνω λόγοις προδεδήλωται. λέγει γὰρ ὁ κύριος μετὰ τὸ πάντα πεποιηκέναι «ἰδοὺ πάντα καλὰ λίαν», δεικνὺς ὅτι τὸ κακὸν οὐκ ἀρχαΐζει οὐδὲ ἐξ ὑπαρχῆς ὑπῆρχεν πρὸ τοῦ ἀπὸ τοῦ ἀνθρώπου ἐνάρξασθαι· δι᾽ ἡμῶν γὰρ γίνεται καὶ δι᾽ ἡμῶν οὐ γίνεται. ἄρα οὖν ἐν τῷ πάντα ἄνθρωπον δύνασθαι μὴ ποιεῖν τὸ κακὸν καὶ δύνασθαι ποιεῖν τὸ κακόν, ὅταν μὲν ποιῇ, ἔστι τὸ κακόν, ὅταν δὲ μὴ ποιῇ, οὐκ ἔστι τὸ κακόν. ποῦ τοίνυν τοῦ κακοῦ ἐστιν ἡ ῥίζα ἢ ἡ ὑπόστασις τῆς πονηρίας; 7. Εἰς δὲ πολλὴν οὗτος ἐλήλακε μωρίαν, φάσκων ὅτι ἡ 〈ἄνω〉 Δύναμις τὸν Νοῦν προεβάλετο, ὁ δὲ Νοῦς τὸν Λόγον, ὁ δὲ Λόγος τὴν Φρόνησιν, ἡ δὲ Φρόνησις Δύναμιν καὶ Σοφίαν, ἐκ δὲ Δυνάμεως καὶ Σοφίας ἐξουσίαι καὶ δυνάμεις καὶ ἄγγελοι. λέγει δὲ τὴν ὑπεράνω τούτων δύναμιν εἶναι καὶ ἀρχὴν Ἀβρασάξ, διὰ τὸ τὴν ψῆφον τοῦ Ἀβρασὰξ ἔχειν τριακοσιοστὸν ἑξηκοστὸν πέμπτον ἀριθμόν, ὡς ἐκ τούτου τὴν μαρτυρίαν τῆς αὐτοῦ μυθοποιίας τῶν τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν συνιστᾶν πειρᾶσθαι.
οἷς οὐρανοῖς καὶ τοποθεσίας ἴσα τοῖς μαθηματικοῖς διαιρεῖν καὶ συνιστᾶν ἐπιτηδεύων οὐ παρέργως μηχανᾶται. τὰ γὰρ ἐκείνων μάταια θεωρήματα λαβὼν εἰς ἴδιον χαρακτῆρα αὐτός τε καὶ οἱ ὑπ᾽ αὐτὸν εἰς αἰτίαν τῆς ἰδίας εἰδωλοποιοῦ καὶ [πεπλανημένης] ἐπιπλάστου διδασκαλίας μετήνεγκαν. καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων ποιεῖσθαι, ὡς προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν ἀριθμὸν κατὰ περίοδον. πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος. εὑρίσκεται γὰρ ὁ ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν. εἶτα, ἐντεῦθεν, φησί, καὶ ὁ ἄνθρωπος ἔχει τριακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἑκάστῃ τῶν δυνάμεων ἀπονέμεσθαι ἓν μέλος. ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐτοῦ ἡ ἐπινενοημένη καὶ νόθος διδασκαλία· ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ 〈τξδ〉 μέλη. 8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος, ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν.
ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ, ὅτι εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ᾽ αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἄρ᾽ οὖν ἡ ἄνω Δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς [τι] γεγενῆσθαι εὑρεθήσεται, ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ᾽ αὐτῶν καταγγέλλεται, καὶ τὸ λεγόμενον παρ᾽ αὐτοῖς τοῦ κόσμου τούτου ὑστέρημα ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλ᾽ ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων. ἐρωτητέον δὲ τὸν αὐτόν, τίνι 〈τῷ〉 λόγῳ ἐπὶ τοσαύτην ἡμᾶς πληθὺν φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχήν, τουτέστιν ἐπὶ τὸν ἕνα θεὸν τὸν παντοκράτορα; ὁπότε ἐξ ἅπαντος ἤτοι οὕτως λέγοντα ἢ οὕτως δεῖ τὸν ἕνα αἴτιον πάντων ὁμολογεῖν δεσπότην. ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ τῆς μυθοποιοῦ πραγματείας ταύτης πλάστα. εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία γεγένηται ἡμῶν ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειεν διὰ Ἰησοῦ Χριστοῦ σῴζεσθαι τοῦ μὴ παθόντος ὑπὲρ ἡμῶν. οὔτε γὰρ Σίμων δύναται σῴζειν, ἄνθρωπος ὢν ψιλὸς καὶ οὐδὲν ἕτερον.
ἅμα δὲ καὶ συκοφαντίαν καταψηφίζῃ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, εἰ ἕτερον ἀνθ᾽ ἑαυτοῦ παρέδωκεν ὁ ἀγαθὸς θεὸς βιασάμενος εἰς φόνον. καὶ ἔσται λοιπὸν ὄναρ, μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι 〈ὁ〉 κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ᾽ αὐτοῦ παρέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν μὴ δυναμένη δέ. ἀλλὰ ἐλεγχομένη ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη. 9. Πάντῃ γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ.
παντὶ γάρ τῳ δῆλον ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε καὶ θελήματι ἰδίῳ καὶ τοῦ ἰδίου πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος ἔλαβε τὴν σάρκα ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι θεὸς ὢν ἀπ᾽ ἀρχῆς, ἐκ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς ἐν ἀληθείᾳ καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ ἡμῶν τῇ σαρκὶ καὶ τὴν ψυχὴν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων· ὡς ἐλέγχει τούτους λέγων «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται», τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας «δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν;», ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί»· πάλιν δὲ Ἰωάννης λέγει «εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, οὗτος ἀντίχριστός ἐστιν», ὁ δὲ ἅγιος Παῦλός φησι «γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ», ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν «ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου».
ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ᾽ ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἵνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, καταβὰς εἰς τὰ καταχθόνια, ἵνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ· ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην. 10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς. τί γὰρ λέγεις, ὦ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ᾽ αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι; ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ θεοῦ 〈υἱὸς〉 θεὸς Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· «ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή»; ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε καὶ ἡ ἀλήθεια οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ᾽ αὐτῆς γινόμενον καὶ ἕτερα ἀνθ᾽ ἑτέρων ὑποδείξῃ. οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια, πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι᾽ ἐναντίου δὲ πραγματευομένη σοφίσματος. καὶ ἁπλῶς ἐκ πάντων ὡς εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, «οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων» καὶ «τῶν ἐργαζομένων τὴν ἀνομίαν». πόσοι ἑαυτοῖς σκότος ηὕρηνται καὶ ἄλλοις τοῖς μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις· τοῖς δὲ συνετοῖς φανήσεται ἡ ἀλήθεια, ἡ δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται.
Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω· ἐντεῦθεν δὲ ἐφ᾽ ἑτέραν αἵρεσιν βαδιοῦμαι. τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη; ἀλλὰ καὶ «τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται», ὅπερ ἐστὶ πίστις ἀληθείας. διὸ καὶ τοῦτον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.