Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Οι Ημιαρειανοί και οι σύνοδοι της Άγκυρας και της Σελευκείας
Ιστορική και θεολογική καταγραφή των ερίδων γύρω από το ομοούσιο, με εστίαση στους Ομοιουσιανούς και τις συνοδικές τους εκθέσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι Ημιαρειανοί και οι σύνοδοι της Άγκυρας και της Σελευκείας
Ιστορική και θεολογική καταγραφή των ερίδων γύρω από το ομοούσιο, με εστίαση στους Ομοιουσιανούς και τις συνοδικές τους εκθέσεις.
Κατὰ Ἡμιαρείων 〈νγ〉, τῆς δὲ ἀκολουθίας 〈ογ〉. 1. Ἐν τῇ τοῦ θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαρρήξαντες καὶ τῶν μετ᾽ αὐτόν, Φωτεινοῦ δέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ᾧ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς (γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο), ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου «τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου» ἐκτεμόντες 〈περὶ〉 τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας διασκοπήσωμεν πῶς τινες ἡμιαρει〈ανί〉ζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον, ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ᾽ αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. οὕτω καὶ οὗτοι πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ καὶ τῷ ἤθει καὶ τῇ κακοδοξίᾳ ὁποῖα Ἄρειος καὶ Ἀρειομανῖται.
δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ᾽ ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν υἱὸν τοῦ θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι καὶ τῷ υἱῷ τοῦ θεοῦ τι χαρίσωνται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πτυρομένοις ἀγυρτωδῶς ἐπιλέγουσιν ὅτι οὐ φαμὲν κτίσμα ὡς ἓν τῶν κτισμάτων οὐδὲ γέννημα ὡς ἓν τῶν γεννημάτων. τὸ δὲ ὁμοούσιον τέλεον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας γραφῆς. περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον φημὶ καὶ Γεώργιον οἱ τῆς Ἡμιαρείων ταύτης [τῆς] αἱρέσεως προστάται, φασίν, οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου * διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανίτιδος αἱρέσεως, ὁ αὐτὸς Βασίλειος Ἀγκυρι〈α〉νὸς τούτων ἀρχηγὸς καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν Δάφνης ἤγουν Κοίλης Συρίας. οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν ἔχοντες.
οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως ἢ μετά τινος διστακτικοῦ λόγου ὡς περὶ τοῦ υἱοῦ, 〈περὶ οὗ〉 αἰσχυνόμενοι τέλεον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι, διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπιφέρουσι τὸ ὁμοιοούσιον καὶ τὸ κτίσμα 〈ἀλλ᾽ οὐχ〉 ὡς ἓν τῶν κτισμάτων, περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς ἔφην, οὐ διστακτικῶς ὁρμῶνται, ἀλλ᾽ ὡς λυσσητῆρες κύνες ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται καὶ οὕτως διαβεβαιοῦνται καὶ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὑπάρχον. καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσομαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν, Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. καὶ εἰσὶν αἵδε· 2. «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμοψύχοις συλλειτουργοῖς τοῖς ἐν Φοινίκῃ καὶ τοῖς λοιποῖς τοῖς τὰ αὐτὰ ἡμῖν φρονοῦσιν ἐν κυρίῳ χαίρειν.
Εὐχόμεθα μὲν μετὰ τὴν ὡς ἐν πυρὶ τοῖς ἐν μέσῳ γεγενημένοις ὑπὲρ τῆς πίστεως πειρασμοῖς βάσανον τῆς ἐκκλησιαστικῆς πίστεως καὶ 〈μετὰ〉 τὰ ἐπὶ τῆς Κωνσταντίνου πόλεως διὰ Μάρκελλον γεγενημένα καὶ μετὰ τὴν ἔκθεσιν τῆς πίστεως ἐν τῇ συνόδῳ συγκροτηθείσῃ ἐπὶ τοῖς ἐγκαινίοις τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ μετὰ ταῦτα κατὰ Σαρδικὴν καὶ τὴν ἐκεῖ αὖθις ἀνθήσασαν πίστιν καὶ ἔτι μετὰ τὰ ἐν Σιρμίῳ ἐπὶ Φωτεινῷ γεγενημένα, ἔτι μὴν καὶ λογισμούς, οὓς ἐφ᾽ ἑκάστῳ περὶ τῆς πίστεως κεφαλαίῳ ἐπερωτηθέντες παρὰ τῶν ἐν Σαρδικῇ πρὸς τὴν ἀνατολὴν διεστώτων ἐξεθέμεθα, ἠρεμῆσαι λοιπὸν καὶ ἑνωθείσης ἐν τῇ εὐσεβεῖ βασιλείᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τῆς ἀπὸ ἀνατολῆς ἕως δυσμῶν ἐκκλησίας, ἐκβεβλημένων τῶν σκανδάλων, εἰρηνεύειν τε καὶ ταῖς λατρείαις τοῦ θεοῦ προσανέχειν.
ἐπειδὴ δὲ ὡς ἔοικεν οὐ παύεται ὁ διάβολος διὰ τῶν οἰκείων σκευῶν σπουδάζων καθ᾽ ἑαυτόν, ἵνα δὴ πάντως 〈κατὰ〉 τά τε παρὰ τοῦ κυρίου προρρηθέντα καὶ διὰ τοῦ ἁγίου ἀποστόλου συμφώνως ἐπὶ προφυλακῇ τῶν πιστῶν κηρυχθέντα [εἰς] ἀποστασίαν ἐργάσηται, ἐπινοῶν καινισμοὺς κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως, καὶ νῦν ἐν »μορφώσει τινὰς εὐσεβείας» οἰκειώσασθαι * καὶ «βεβήλους καινοφωνίας» δι᾽ αὐτῶν ἐπινοήσας κατὰ τῆς εὐσεβοῦς γνησιότητος τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρότερον μὲν ἀκούοντες κατὰ τὴν Ἀντιόχειαν διατρέχειν τινάς, ἀλλὰ καὶ κατὰ τὴν Ἀλεξάνδρειαν, ἔτι τε καὶ τὴν Λυδίαν εἴτε κατὰ τὴν Ἀσίαν καὶ ἐμβαλεῖν σπινθῆρας ἀσεβείας ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἠλπίζομεν διὰ τὸ τολμηρὸν τῆς ἀσεβείας καὶ 〈τὸ〉 τοσοῦτον ἀναιδὲς αὐτῶν, ὑπερμαχούντων καὶ τῶν κατὰ τόπον κυρίων συλλειτουργῶν, μαρανθῆναι τὴν ἐπινοηθεῖσαν αἵρεσιν καὶ σβεσθῆναι τὴν κακίαν.
ἐπειδὴ δὲ ἑξῆς οἵ τε ἐκ τῶν προειρημένων τόπων ἐπιδημοῦντες καὶ οἱ ἀπὸ τῶν κατὰ τὸ Ἰλλυρικὸν ἀπαγγέλλουσιν, ὡς σπουδὴν τιθέντες οἱ τούτου τοῦ κακοῦ ἐξευρεταὶ καὶ πλείονας βλάπτειν τολμῶσι καὶ πρὸς κακίαν ζυμοῦν, οὐκέτι ἀνασχόμενοι ὑπερτίθεσθαι, ἀλλὰ καὶ τοῖς γράμμασιν ἐντυγχάνοντες τοῖς τοῦ ὁμοψύχου συλλειτουργοῦ ἡμῶν Γεωργίου τοῦ τῆς Λαοδικείας ἐκκλησίας, ὧν τὰ ἀντίτυπα ὑπετάξαμεν, καὶ τὰς μαρτυρίας τῶν διαμαρτυραμένων πρὸς ἡμᾶς ἐπὶ θεοῦ εὐλαβηθέντες, ὡς ἐνεδίδου ὁ καιρός, τῆς ἁγίας ἡμέρας τοῦ Πάσχα ἐπικειμένης, συναχθέντες ὅσοι γε ἠδυνήθημεν καὶ συναχθῆναι, διὰ 〈τὸ〉 καὶ τὸν χειμῶνα τοῖς πολλοῖς ἐμποδὼν γενέσθαι, ὡς διὰ τῶν γραμμάτων ἐσήμαναν, ἐκθέσθαι εἰς τοῦτο τὸ εἶδος τῆς πίστεως τὸ ἰδίωμα ἐσπουδάσαμεν, ὅσον ἐπὶ τοῖς λοιποῖς * τῇ ἐν Ἀντιοχείᾳ ὡς προέφαμεν 〈συνόδῳ〉, ἐκτεθείσῃ τε πίστει τῇ ἐν τοῖς ἐγκαινίοις, ἀλλὰ καὶ ἐν τῇ Σαρδικῇ, ἣν ἀνείληφεν ἡ ἐν Σιρμίῳ σύνοδος, καὶ τοῖς ἐκεῖθεν λογισμοῖς, διαρθρώσειν ἀκριβῶς 〈βουλόμενοι〉 τὴν εἰς τὴν ἁγίαν τριάδα τῆς καθολικῆς ἐκκλησίας πίστιν, πρὸς δὲ τοῦτο ὡς προέφημεν τῆς καινοτομίας τὸ εἶδος, μόνον ὡς ἐνεδίδου τὸ πνεῦμα ὑπαγορεύσαντες.
καὶ παρακαλοῦμεν ὑμᾶς, κύριοι τιμιώτατοι συλλειτουργοί, ἐντυχόντας, ὅτι ἡδράσθητε τῇ ἐκ πατέρων παραδοθείσῃ πίστει καὶ ὡς σύμφωνα ὑμῖν φρονοῦμεν, ὡς πεπιστεύκαμεν, ὑποσημήνασθαι, ἵνα πληροφορηθέντες οἱ τὴν αὐτὴν ἀσέβειαν ἐπεισάγειν τολμῶντες, ὅτι καθάπερ κλῆρόν τινα τὴν ἐκ τῶν ἀποστολικῶν χρόνων διὰ τῶν ἐν τῷ μέσῳ ἄχρι καὶ ἡμῶν 〈παραδοθεῖσαν ἀπὸ τῶν〉 πατέρων ὑποδεξάμενοι πίστιν φυλάσσομεν, ἢ αἰσχυνθέντες διορθωθήσονται ἢ ἐπιμένοντες ἀποκηρυχθῶσι τῆς ἐκκλησίας, 〈ὡς〉 τὴν ἀποστασίαν τῷ υἱῷ τῆς ἀνομίας, ὃς τολμᾶν ἀπειλεῖ καὶ «εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι», ἤδη δι᾽ ἑαυτῶν προπαρασκευάζοντες.« 3. »Ἡ πίστις ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα [ὅ] ἐστιν. οὕτω γὰρ ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰπών «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐκοῦν οἱ ἀναγεννώμενοι εἰς ταύτην τὴν πίστιν εὐσεβῶς νοεῖν τὰς ἐκ τῶν ὀνομάτων ἐννοίας ὀφείλομεν.
οὐ γὰρ εἶπε· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀσάρκου καὶ σαρκωθέντος ἢ τοῦ ἀθανάτου καὶ θανάτου πεῖραν λαβόντος ἢ τοῦ ἀγεννήτου καὶ γεννητοῦ, ἀλλ᾽ εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἵνα 〈τῶν〉 ὀνομάτων προσακούοντες ἀπὸ τῶν φυσικῶν, ἐν οἷς *, τὸν πατέρα αἴτιον ὁμοίας αὐτοῦ οὐσίας ἐννοῶμεν, καὶ τὸ ὄνομα τοῦ υἱοῦ ἀκούοντες ὅμοιον νοήσωμεν τὸν υἱὸν τοῦ πατρός, οὗ ἐστιν ὁ υἱός. ἐπιστεύσαμεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὐκ εἰς κτίστην καὶ κτίσμα. ἄλλο γάρ ἐστι κτίστης καὶ κτίσμα, ἄλλο πατὴρ καὶ [ὁ] υἱός, διότι κεχώρισται τούτων ἑκάτερον τῇ ἐννοίᾳ. τὸ γὰρ κτίσμα λέγων πρῶτον κτίστην φημί, καὶ τὸ υἱός *, ὡς ἀπὸ σωματικῶν προσλαμβανόμενον καὶ διὰ τὰ πάθη καὶ τὰς ἀπορροίας τῶν σωματικῶν πατέρων καὶ υἱῶν, * καθαρῶς τὴν τοῦ ἐξ ἀσωμάτου πατρὸς ἀσωμάτου υἱοῦ ὕπαρξιν ἵστησιν ἔννοιαν, διὰ τοῦτο καὶ τὴν τοῦ κτίσματος, ὅτι σωματικοῦ παρέπλεξεν ἔννοιαν *. καὶ ἐπειδὴ τὸ κτίσμα ὃ ποιεῖ, 〈υἱός ἐστιν〉, υἱὸν 〈ἐκάλεσεν〉 μόνον ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος λαβὼν τὸ ἀπαθὲς τοῦ κτίζοντος ὡς πρὸς τὸ κτίσμα καὶ τοῦ κτίσματος τὸ ἐξ ἀπαθοῦς τοῦ κτίζοντος ὑφεστὸς πάγιον 〈καὶ οἷον ὁ〉 κτίζων ἐβούλετο, τελείαν ἐκ τοῦ σωματικοῦ πατρὸς καὶ υἱοῦ 〈καὶ〉 ἐκ σωματικοῦ κτιστοῦ καὶ κτίσματος τὴν περὶ πατρὸς καὶ υἱοῦ καθαρῶς ἡμᾶς ἐπαίδευσεν ἔννοιαν.
ἀφαιρουμένου γὰρ ἀπὸ τοῦ κτίσματος τοῦ τε ἔξωθεν ὑφεστῶτος καὶ τοῦ ὑλικοῦ καὶ τῶν ἄλλων, ὅσαπερ σωματικοῦ κτίσματος τὸ ὄνομα περιέχει, μόνη ἀπὸ τοῦ κτίσματος μένει ἡ ἀπαθής φημι τοῦ κτίζοντος καὶ τελεία τοῦ κτιζομένου καὶ οἷον ἠβούλετο ὁ κτίζων εἶναι τὸ κτιζόμενον, ἔννοια. εἰ οὖν ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος τὰ ἄλλα πάλιν ἐκβάλλοντες, τὴν ἐξ ἀπαθοῦς τοῦ κτίζοντος καὶ τελείου τε καὶ παγίου καὶ οἷον ἐβούλετο εἶναι τὸ κτίσμα μόνην λαμβάνομεν ἔννοιαν, ἀκόλουθόν ἐστιν ἀπὸ 〈τῶν〉 τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀνομάτων (ἐπειδὴ μάλιστα εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐδιδάχθημεν), μίαν [οὖν] τινα εὐσεβῶς λαμβάνειν ἡμᾶς ἔννοιαν [δεῖ]. 4. «Διὸ καὶ ἐπὶ τούτων, ἐκβαλλομένου τοῦ κατὰ τὸ πάθος ἢ ἀπορροήν, 〈ὥστε〉 τὸν πατέρα πατέρα νοεῖσθαι τοῦ υἱοῦ καὶ τὸν υἱὸν μὴ σπερματικῶς καταβεβλημένον σωματικοῖς φύσεως τελειοῦσθαι καὶ κινουμένοις ἀεὶ πρὸς αὔξην καὶ φθοράν, ὡς τὰ σωματικὰ ἔχει τοὺς χαρακτῆρας, μόνη παραλειφθήσεται ἔννοια τοῦ ὁμοίου.
ὡς γὰρ ἐπὶ τοῦ κτίσματος πάλιν ἐροῦμεν, 〈ὅτι〉 πάντων ἐκβεβλημένων 〈τῶν σωματικῶν〉 παρελείφθη ἡ ἀπαθὴς μὲν τοῦ κτίζοντος, τελεία 〈δὲ〉 καὶ οἵαν ἠβούλετο καὶ παγία ἡ τοῦ κτίσματος 〈ἔννοια〉, οὕτω καὶ ἐπὶ τοῦ πατρὸς καὶ υἱοῦ, ἐκβεβλημένων τῶν σωματικῶν πάντων, παραλειφθήσεται μόνη ἡ ὁμοίου [καὶ] κατ᾽ οὐσίαν ζῴου γενεσιουργία, ἐπειδὴ πᾶς πατὴρ ὁμοίας οὐσίας αὐτοῦ νοεῖται πατήρ. εἰ δὲ μετὰ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν τοῦ πατρὸς καὶ υἱοῦ ὀνομάτων σωματικῶν ἐκβαλλομένων ἐννοιῶν συνεκβάλλοιτο καὶ ἡ ὁμοίου κατ᾽ οὐσίαν ζῴου 〈αἴτιον〉 τὸν πατέρα παρέχουσα ἡμῖν νοεῖν, οὐκέτι ἔσται πατὴρ καὶ υἱὸς πιστευόμενος, ἀλλὰ κτίστης καὶ κτίσμα, καὶ περιττὰ 〈τὰ πατρὸς καὶ υἱοῦ〉 ὀνόματα, μηδὲν παρ᾽ ἑαυτῶν εἰσφερόμενα. καὶ ἔσται οὕτως κτίστης μὲν ὡς θεός, κατ᾽ οὐδὲν 〈δὲ〉 ὅλως πατήρ. ὅτι γὰρ οὐκ ἐνεργείας λέγεται πατὴρ ὁ πατήρ, ἀλλ᾽ ὁμοίας ἑαυτῷ οὐσίας, τῆς κατὰ τὴν τοιάνδε ἐνέργειαν ὑποστάσης, δῆλον ἐκ τῶν φυσικῶν καθέστηκε λογισμῶν. πολλὰς γὰρ ἐνεργείας ἔχων ὁ θεὸς ἄλλῃ μὲν ἐνεργείᾳ κτίστης νοεῖται, καθὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν τούτοις, ἀλλὰ καὶ τῶν ἀοράτων κτίστης ἐστί. πατὴρ δὲ μονογενοῦς ὢν οὐχ ὡς κτίστης, ἀλλ᾽ ὡς πατὴρ γεννήσας νοεῖται.
εἰ δέ 〈τις〉 διὰ τὴν ὑπόνοιαν τὴν περὶ 〈τῶν κατὰ〉 τοὺς σωματικοὺς πατέρας τε καὶ υἱοὺς [τῶν] παθῶν, δεδιὼς μή τι πάθῃ γεννῶν ὁ ἀσώματος, εἰ μὴ ἀτελὲς εἴη τὸ γεννώμενον καὶ ὅσα συμβαίνει περὶ τὸν σωματικὸν πατέρα τε καὶ υἱόν, εὐλαβούμενος ἀφέλοιτο τὴν γνησίαν ἐπὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, ὁποῖον ἂν λέγοι ἕτερον ποίημα καὶ οὐδέποτε ἐρεῖ τὸν υἱὸν υἱόν. εἴτε γὰρ μεγέθει ὑπερβάλλοντα λέγοι, ὡς οὐρανὸν ὄρους ἢ βουνοῦ, τοῦ τῶν ποιημάτων γένους αὐτόν, κἂν μεγέθει ὑπερβάλλων νοοῖτο, 〈ὑπάρχοντα〉 ἕξει, εἴτε χρείᾳ ὡς πρῶτον αὐτὸν γεγονότα, εἴτε εἰς τὴν ἄλλων δημιουργίαν ὑπουργήσαντα, οὔτε οὕτως αὐτὸν ἔξω ποιήσει τῆς τῶν ποιημάτων ἐννοίας. ὡς γὰρ οὐδὲν διαφέρει τὸ τῇ λαβίδι ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα, μὴ αὐτῇ τῇ χειρὶ λαμβάνεσθαι, 〈εἰ〉 καὶ διὰ ταύτης ἡ χαλκευτικὴ εἴη, 〈τὸ〉 ἐπελαύνειν τὸν σίδηρον (ἔσται γὰρ καὶ ἡ λαβὶς καὶ ὁ διὰ ταύτης ἐλαυνόμενος σίδηρος τοῦ γένους τῶν ποιημάτων), οὕτως οὐδὲν διοίσει τῶν ποιημάτων ὁ δι᾽ οὗ τὰ πάντα, εἰ μὴ ἔστιν υἱός, ὡς ἡ φυσικὴ ἔννοια ὑποβάλλει. ποιηθεὶς δὲ πρῶτος ἔσται τῶν ποιημάτων καὶ ὄργανον γινόμενος τῷ ποιητῇ, δι᾽ οὗ τὰ πάντα ὁ κτίστης ἐργάζεται. 5.
Καὶ οὐκ ἄν τις σοφίσαιτο τὴν τοῦ ἰδίως πατρὸς καὶ τοῦ ἰδίως υἱοῦ ἔννοιαν ἐκ τῶν κοινότερον υἱῶν λεγομένων, ἐπεὶ οὕτως πολλοὶ ἔσονται οἱ υἱοὶ τοῦ θεοῦ, 〈ὡς〉 ὅταν λέγῃ »υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν«, καὶ τὸ »οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐκ θελήματος σαρκός, φησίν, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν», καὶ πρὸς τούτοις περὶ ἀψύχων [ὡς] «ὁ τετοκὼς βώλους δρόσου». ἐπὶ γὰρ πλέον διὰ τούτων κατασκευασθήσεται ἀπὸ τῆς κοινῆς 〈ἐννοίας〉 τὸ μὴ εἶναι μὲν αὐτὸν υἱόν, ὡς οὐδὲ ταῦτα, ποίημα δὲ ὄντα ὡς ταῦτα κλήσεως υἱοῦ μόνης μετέχειν. ἡ δὲ ἐκκλησία πεπίστευκεν ὅτι θεὸς οὐ μόνον ἐστὶ κτίστης κτισμάτων (τοῦτο γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες ἐπίστανται), ἀλλ᾽ ὅτι καὶ πατήρ ἐστι μονογενοῦς, οὐ μόνον τὴν κτιστικὴν ἔχων ἐνέργειαν, ἀφ᾽ ἧς κτίστης νοεῖται, ἀλλὰ καὶ ἰδίως καὶ μονογενῶς γεννητικήν, καθ᾽ ἣν πατὴρ μονογενοῦς ἡμῖν νοεῖται.
τοῦτο γὰρ παιδεύων ἡμᾶς ὁ μακάριος Παῦλος γράφει «τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· 〈ὥσπερ γὰρ ἐπὶ γῆς πατέρες ὀνομάζονται〉, καθ᾽ ὁμοιότητα τῶν οἰκείων οὐσιῶν τοὺς υἱοὺς ἔχοντες, οὕτω καὶ πατὴρ ἐν οὐρανοῖς ὀνομάζεται, ἀφ᾽ οὗ οἱ πατέρες οἱ ἐπὶ γῆς κατ᾽ οὐσίαν ὠνομάσθησαν, καθ᾽ ὁμοιότητα τῆς ἑαυτοῦ οὐσίας πάντως τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον υἱόν. καὶ οὐ δύναται ἡ ἐπὶ τῶν καταχρηστικῶς καὶ ὁμωνύμως λεγομένων υἱῶν ἔννοια τῷ μονογενεῖ ἁρμόζειν. ὥσπερ γὰρ πυξίον μὲν λέγεται κυρίως τὸ ἐκ πύξου κατεσκευασμένον, κοινότερον δὲ καὶ καταχρηστικῶς ἀπ᾽ ἐκείνου πυξίον καὶ τὸ ἐκ μολίβου καὶ χαλκοῦ καὶ ἄλλης τινὸς ὕλης γεγονός *. οὔτε οὖν ὡς «ὁ τετοκὼς βώλους δρόσου» * τουτέστιν οὐσιωδῶς· καταχρηστικῶς γὰρ ἐνταῦθα ἐπὶ τοῦ ποιήματος τὸ τοῦ τόκου παρείληπται· οὔτε ὡς τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐνταῦθα γὰρ καταχρηστικῶς ἀπὸ τῆς εὐνοίας καὶ τιμῆς προσωνόμασται· οὔτε 〈ὡς〉 τὸ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· καὶ τοῦτο γὰρ 〈ἀπὸ〉 τῆς κατ᾽ ἀρετὴν καὶ μίμησιν [τῆς] ποιήσεως εἴληπται· 〈οὐχ〉 οὕτως ὁ μονογενὴς νοηθήσεται, ἀλλὰ κυρίως, ὡς μόνος ἐκ μόνου, ὅμοιος κατ᾽ οὐσίαν ἐκ τοῦ πατρός, οὗπερ καὶ ὠνομάσθη καὶ ἐνοήθη υἱός, γεννηθείς. 6.
Εἰ δὲ διὰ τὸ ἀδύνατον τῶν λογισμῶν μὴ 〈δ〉έχοιτό τις τὸν λογισμόν, ὡς, εἰ οὕτως νοηθείη πατήρ, πάθος ἢ μερισμὸν ἢ ἀπόρροιαν ὑπομένοντος τοῦ πατρός, καὶ παρωσάμενος τὴν πίστιν, ἣ ὑφίστησι τὴν εὐσεβῆ περὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, λογισμοὺς ἀπαιτοίη, ἀπαιτητέον αὐτὸν λογισμούς, πῶς ὁ θεὸς σταυροῦται καὶ πῶς «τὸ μωρότερον» τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τὸ ἀσυλλόγιστον παρὰ τοῖς δοκοῦσιν εἶναι τοῦ κόσμου σοφοῖς «σοφώτερον ἀνθρώπων ἐστίν», οὓς οὐδὲ λόγου ἀξιοῖ ὁ μακάριος Παῦλος, διότι τῷ ἀσυλλογίστῳ τῆς δυνάμεως «ἐμώρανε τὴν σοφίαν» τῶν συλλογίζεσθαι δυναμένων. εἴρηκε γὰρ «ἦλθον καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». ὁ οὖν ἐν σοφίᾳ λόγου 〈λογισμοὺς〉 ἀπαιτῶν τὸ μυστήριον, μετὰ τῆς μωρανθείσης σοφίας ἔχων τὸ μέρος ἀπιστείτω τῷ μυστηρίῳ, ὅτε, κἂν ἐκεῖνος ἀπιστεῖται ἐν σοφίᾳ λόγου, ὁ Παῦλος * «ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». εἰ δὲ ἐν τούτοις ἀποκρίνεται, οὐκ ἐν σοφίᾳ λόγου, ἀλλὰ μωρίαν πᾶσαν συλλογιστικὴν σοφίαν ἐλέγξας διὰ τῆς ἀσυλλογίστου δυνάμεως, τὴν πίστιν μόνην λαμβάνει πρὸς σωτηρίαν τῶν τὸ κήρυγμα δεχομένων.
οὐδὲ ἀποκρίνεται πῶς ὁ πατὴρ ἀπαθῶς γεννᾷ τὸν υἱόν, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τῆς ἐκ πατρὸς υἱότητος τοῦ μονογενοῦς, ἀλλὰ μωραινομένην τὴν σοφίαν τῶν συνετῶν (καθὰ γέγραπται «ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;») ἐλέγχων, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ διὰ τὰ ἐκ λογισμῶν ὑποπτευόμενα κενωθῇ 〈τὸ μυστήριον〉, φημὶ 〈δὲ ἡ〉 εὐσεβὴς ἔννοια ἡ περὶ πατρὸς καὶ υἱοῦ, ἀλλ᾽ ἀπαθῶς πατέρα καὶ υἱόν, πατέρα μὲν ἐξ ἑαυτοῦ γεγεννηκότα ἄνευ ἀπορροίας καὶ πάθους τὸν υἱόν, υἱὸν δὲ ὅμοιον [καὶ] κατ᾽ οὐσίαν ἐκ τοῦ πατρός, τέλειον ἐκ τελείου, μονογενῆ ὑποστάντα, 〈πιστευόμενα〉 τοῖς πιστοῖς ἢ ὑποπτευόμενα 〈τοῖς ἀπίστοις〉 ἀσυλλογίστως κηρύττει. τῶν γὰρ ἀτόπων ἐστὶν ἐκ σοφοῦ θεοῦ σοφίαν ὑφισταμένην ἀκούοντα, ὡς σοφῶς οἶδε τῆς ἐξ ἑαυτοῦ γεννηθείσης σοφίας γενέσθαι πατήρ, πάθος ἐννοεῖν πατρὶ 〈ἐν τῷ〉 τὴν σοφίαν ὑφίστασθαι, εἰ μέλλοι ἐξ αὐτοῦ κατ᾽ οὐσίαν ὁμοία τῷ σοφῷ ἡ σοφία ὑφίστασθαι. εἰ γὰρ μήτε ὁ σοφὸς θεὸς μεθέξει σοφίας συνθέτως σοφὸς ἡμῖν νοεῖται, ἀλλ᾽ ἀσυνθέτως αὐτός ἐστι σοφός, οὐσία ἐστί, μήτε ἡ σοφία ἐστὶν ὁ υἱός, ἐξ ἧς νοεῖται, ἀλλὰ ἡ σοφία οὐσία ἐστὶν ἀπὸ σοφοῦ οὐσίας, ὅ ἐστι σοφία, οὐσία ὁ υἱὸς ὑποστὰς ὁμοία ἔσται [καὶ] κατ᾽ οὐσίαν τοῦ σοφοῦ πατρός, ἀφ᾽ οὗπερ ὑπέστη σοφία ὁ υἱός. 7.
Διὸ καὶ εἰωθὼς ὁ μακάριος Παῦλος, καλῶς τὰ Ἑβραίων πεπαιδευμένος, ἀπὸ τοῦ αὐτοῦ πνεύματος τοῦ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ λαλήσαντος τὰς αὐτὰς ἕλκειν ἐννοίας, ὥσπερ ἀπὸ τῶν δύο ψαλμῶν, ἀπὸ τοῦ τε λέγοντος «τὰ κρίματά σου ἄβυσσος πολλή» καὶ ἀπὸ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸν περὶ κριμάτων τοῦ θεοῦ λόγον μετέβαλε, ἀντὶ μὲν τοῦ «ἄβυσσος πολλή» τὸ «ὦ βάθος πλούτου» 〈θέμενος〉, ἀντὶ δὲ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸ «ἀνεξιχνίαστοι», ἀντὶ δὲ τοῦ «τὰ κρίματά σου ἄβυσσος πολλή» τὸ «ἀνεξερεύνητα τὰ κρίματά σου,» οὕτω καὶ παρ᾽ αὐτῆς τῆς σοφίας τὴν περὶ ἑαυτῆς καὶ τοῦ πατρὸς 〈ἔννοιαν〉 καὶ τὴν πρὸς τάδε 〈τὰ〉 γενόμενα σχέσιν μαθών, ἐν τοῖς ἑαυτοῦ ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν ἐκ πατρὸς δι᾽ υἱοῦ γεγονότων παρίστησιν ἔννοιαν.
τῆς γὰρ σοφίας εἰπούσης «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὰ ἑξῆς, καὶ μεταβάσης εἰς τὸν δι᾽ οὗ λόγον (εἴρηκε γὰρ «δι᾽ ἐμοῦ βασιλεῖς» καὶ τὸ «ἐὰν ἀναγγείλω ὑμῖν τὰ δι᾽ ἐμοῦ, μνημονεύσω τὰ ἀπ᾽ αἰῶνος ἀριθμῆσαι») καὶ εἰπούσης «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων γεννᾷ με», ἀντὶ μὲν τοῦ «ἀρχήν» ἔλαβεν ὁ ἀπόστολος τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ με» τὸ «τόκος», ἀντὶ δὲ τοῦ ὅλου ὁμοῦ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «δι᾽ ἐμοῦ τὰ ἀπ᾽ αἰῶνος», 〈τὸ〉 «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται».
πάντων οὖν πρὸς λέξιν ἐξισαζόντων 〈τῶν〉 ἀποστολικῶν πρὸς τὰ παρὰ τῆς σοφίας, τουτέστι τοῦ τε «ἀρχήν» πρὸς τὸ «πρῶτος» καὶ τοῦ «γεννᾷ» πρὸς τὸ «τόκος», καὶ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πρὸς τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι᾽ ἐμοῦ τὰ ἀπ᾽ αἰῶνος» τὸ «πάντα δι᾽ αὐτοῦ», φανερὸν 〈ὅτι〉 καὶ ἡ «εἰκὼν» οὐκ ἐν πάθει *, ἀλλ᾽ ἀντὶ τοῦ «ἐγὼ ἡ σοφία» παρείληπται, καὶ ὡς ἡ σοφία τοῦ σοφοῦ υἱός, οὐσία οὐσίας, οὕτως ἡ εἰκὼν οὐσίας ὁμοία ἐστί· διὸ καὶ «εἰκὼν» ἐνοήθη «τοῦ θεοῦ τοῦ ἀοράτου», 〈ἡ σοφία〉 ὅς ἐστιν υἱός. καὶ ἔχομεν ἐξισαζούσας τὰς λέξεις πάσας, ἀντὶ μὲν «τοῦ σοφοῦ» τὸ «θεός», ἀντὶ δὲ «τῆς σοφίας» τὸ «εἰκών», ἀντὶ δὲ τοῦ «ἀρχή» 〈τὸ〉 «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ» τὸ «τόκος», ἀντὶ δὲ ὅλου ὁμοῦ φαμεν, ἀντὶ [δὲ] τοῦ «ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με εἰς ἔργα αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι᾽ ἐμοῦ» τὸ «πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτόν».
φανερὸν 〈οὖν〉 ὡς 〈τοὺς〉 «εἰκόνα» ἀκούοντας τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ οὕτως ἀναιδῶς σοφίζεσθαι τὴν κατ᾽ οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα ἐπιχειροῦντας τοῖς πᾶσιν ἐλέγχει παραπεσόντας † οὐ Παῦλός γε μόνος, ἀλλά γε πρὸς τούτου Ἰωάννης, ὁ υἱὸς ὄντως βροντῆς, τῇ οἰκείᾳ μεγαλοφωνίᾳ ὥσπερ ἔκ τινων νεφελῶν τῶν τῆς σοφίας αἰνιγμάτων τὴν εὐσεβῆ ἡμῖν ἔννοιαν τοῦ υἱοῦ κατὰ τὸν ὅμοιον τρόπον ἀνῆκεν. 8. Ὅρα γὰρ ὅτι καὶ αὐτὸς ἃ ἐδιδάχθη παρὰ τῆς σοφίας, ταῦτα ἐν τῷ παρ᾽ αὐτοῦ κηρυχθέντι ἡμῖν εὐαγγελίῳ παραδέδωκε.
τῆς γὰρ σοφίας εἰπούσης «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» τὸ «ἐν ἀρχῇ» ἐξέθετο εἰπὼν «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀντὶ δὲ τοῦ «ἔκτισέ με» 〈τὸ〉 «καὶ θεὸς ἦν 〈ὁ λόγος〉», ἵνα μὴ τὸν ἐν προφορᾷ, ἀλλὰ τὸν ἐν ὑποστάσει παγίᾳ ἀπαθῶς ἐκ πατρὸς 〈γεγεννημένον〉 θεὸν λόγον νοήσωμεν, ἀντὶ δὲ τοῦ «ἤμην παρ᾽ αὐτῷ» τὸ «〈ἦν〉 πρὸς θεόν», ἀντὶ δὲ τοῦ «δι᾽ ἐμοῦ τὰ ἀπ᾽ αἰῶνος», τὸ «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», ᾧ ἴσον τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» 〈τὸ〉 «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», ἀντὶ δὲ τοῦ «ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα» τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ὡς ἔχειν τὴν ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων * εἰς ἀπόδειξιν τῆς κατ᾽ οὐσίαν πρὸς πατέρα τοῦ υἱοῦ ὁμοιότητος. ὁ μὲν γὰρ τοῦ σοφοῦ τὴν σοφίαν υἱόν, ὁ δὲ τοῦ θεοῦ τὸν λόγον μονογενῆ θεόν, ὁ δὲ τοῦ θεοῦ τὸν υἱὸν εἰκόνα φησίν, ὡς τὸν θεοῦ λόγον καὶ τὴν σοφίαν καὶ τὴν εἰκόνα ὅμοιον ἐκ πάντων, καθὰ προείρηται, καὶ κατ᾽ οὐσίαν υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τοῖς πᾶσι κηρύττεσθαι.
ἔτι δὲ μᾶλλον ὡς τὸν Θωμᾶν ἡμᾶς τῇ ψηλαφίᾳ τῆς ἐνεργείας τῆς κατ᾽ οὐσίαν ὁμοιότητος ὁ τοῦ θεοῦ λόγος προσάγει λέγων «ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ». εἰ γὰρ τὸ «ὡς ὁ πατὴρ ἔχει» οὐχ ὡς ἐν ἄλλῳ νοεῖται (οὐ γὰρ ἄλλο μέν ἐστιν ὁ πατήρ, ἄλλο δὲ ἡ ζωὴ ἡ ἐν αὐτῷ, ἵνα τὸ μὲν ἔχον, τὸ δὲ ἐχόμενον νοῆται· ἀλλ᾽ αὐτὸς ἀσυνθέτως ἐστὶ ζωὴ ὁ πατήρ, καὶ ὡς ἔχει αὐτός, οὕτω δέδωκε 〈ἔχειν〉 καὶ τῷ υἱῷ, δηλονότι ἀσυνθέτως ὡς ὁ πατήρ), φανερὸν ὅτι οὕτως ἔχων, ἐπεὶ μὴ ἀγεννήτως ἔχει μηδὲ συνθέτως, ἔχει ὁμοίως πάντα κατ᾽ οὐσίαν καὶ ἀσυνθέτως ὡς ὁ πατήρ· δήλου ὄντος ὅτι τὸ ὅμοιον οὐδέποτε ταὐτὸν εἶναι δύναται οὗ ἐστιν ὅμοιον, * ἀπόδειξιν τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον» τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον μὲν γενέσθαι, μὴ κατὰ πάντα δὲ ταὐτὸν γενέσθαι ἀνθρώπῳ, καὶ 〈ἐν〉 «ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενον γενέσθαι μὲν ἐν τοῖς πάθεσι τοῖς αἰτίοις τῆς ἐν σαρκὶ ἁμαρτίας, πείνης φαμὲν καὶ δίψης καὶ τῶν λοιπῶν, μὴ γενέσθαι δὲ ἐν ταυτότητι τῆς σαρκὸς ἁμαρτίας· ὥστε καὶ ἀπὸ τῶν ἀποστολικῶν μαρτυριῶν [καὶ] τὴν κατ᾽ οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα κηρύττεσθαι. 9.
Ὡς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ ἄνθρωπος ἦν καὶ οὐ κατὰ πάντα ἄνθρωπος, ἄνθρωπος μὲν τῷ καὶ σάρκα ἀναλαβεῖν ἀνθρωπίνην, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο», οὐκ ἄνθρωπος δὲ ὤν, ἐπεὶ οὐχ ὁμοίως ἀνθρώποις ἐγεννήθη (οὐ γὰρ ἐκ σπορᾶς καὶ συνδυασμοῦ), οὕτω καὶ ὁ πρὸ αἰώνων υἱὸς θεὸς μὲν καθὸ υἱὸς θεοῦ, ὡς ἄνθρωπος καθὸ υἱὸς ἀνθρώπου, οὐ ταὐτὸν δὲ τῷ θεῷ καὶ πατρὶ τῷ γεννήσαντι, ὡς οὐ ταὐτὸν τῷ ἀνθρώπῳ, καθὸ ἄνευ ἀπορροίας καὶ πάθους, 〈ὡς〉 καθὸ ἄνευ σπορᾶς καὶ ἡδονῆς. καὶ 〈ὥσπερ〉 ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας 〈ἐγένετο〉, καθὸ πεῖνάν τε καὶ δίψαν καὶ ὕπνον ἐν τῇ σαρκὶ ὑπέμεινεν, ἐξ ὧν παθῶν ἁμαρτητικῶς κινεῖται τὰ σώματα, ὑπομένων δὲ τὰ σαρκὸς προειρημένα πάθη οὐκ ἐξ αὐτῶν ἁμαρτητικῶς ἐκινεῖτο, οὕτω καὶ ὁ υἱός, 〈υἱὸς〉 ὢν τοῦ θεοῦ καὶ «ἐν μορφῇ ὑπάρχων θεοῦ» καὶ «ἴσα» ὢν θεῷ, τὰ μὲν ἰδιώματα εἶχε τῆς θεότητος, κατ᾽ οὐσίαν ἀσώματος ὢν καὶ ὅμοιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἀσωματότητα καὶ τὰς ἐνεργείας. ὥσπερ ὅμοιος τῇ σαρκὶ τῷ σὰρξ εἶναι καὶ πάθη σαρκὸς ὑπομένειν, μὴ μέντοι τὸν αὐτὸν εἶναι, 〈οὕτως ὅμοιος τῷ θεῷ〉 καθὸ θεὸς ὢν οὔτε μορφή ἐστι τοῦ θεοῦ, ἀλλὰ θεοῦ, οὔτε ἴσα ἐστὶ τῷ θεῷ, ἀλλὰ θεῷ, οὔτε αὐθεντικῶς 〈ἔχει τὴν θεότητα〉 ὡς ὁ πατήρ. ὥσπερ γὰρ οὐχ ἁμαρτητικῶς 〈ἐκινεῖτο ὡς〉 ἄνθρωπος, ἀλλ᾽ ὁμοίως 〈ἐφέρετο〉 ἐνεργείᾳ ὡς ἄνθρωπος, *. «
ἅπερ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὥσπερ οὖν ἐνταῦθα οὐχ ἁμαρτητικῶς, ἀλλ᾽ ὁμοίως τοῖς ἐν σαρκὶ ἐκινεῖτο (τῶν γὰρ ἀτόπων ἐστὶν ἀπὸ μὲν τοῦ κατὰ φύσιν ἐλθόντα αὐτὸν εἰς τὸ παρὰ φύσιν, τουτέστιν ἀπὸ θεοῦ γενόμενον υἱὸν ἀνθρώπου, ὅμοιον γενέσθαι τοῖς κατὰ φύσιν, τουτέστι τοῖς φύσει ἀνθρώποις, ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ μὴ εἶναι ὅμοιον αὐτὸν τῷ κατὰ φύσιν πατρί, ἐκ θεοῦ θεὸν γεννηθέντα· καὶ φανερὸν ὅτι οἱ μὴ κατ᾽ οὐσίαν λέγοντες ὅμοιον τῷ πατρὶ τὸν υἱὸν οὔτε υἱὸν λέγουσιν, ἀλλὰ κτίσμα μόνον, οὔτε τὸν πατέρα πατέρα, ἀλλὰ κτίστην, τῆς ὁμοίου ἐννοίας οὐκ ἐπὶ τὴν ταυτότητα τοῦ πατρὸς ἀγούσης τὸν υἱόν, ἀλλ᾽ ἐπὶ τὴν κατ᾽ οὐσίαν ὁμοιότητα καὶ ἀπόρρητον ἐξ αὐτοῦ ἀπαθῶς γνησιότητα)—ὡς γάρ, πάλιν ἐρῶ, ἐν ὁμοιώματι ἀνθρώπων καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας 〈γενόμενος〉 οὐκ ἐπὶ τὴν ταυτότητα ἤγετο τοῦ ἀνθρώπου, ἀλλ᾽ ἐπὶ τὴν τῆς σαρκὸς οὐσίας ὁμοιότητα διὰ τὰ εἰρημένα, οὕτως οὐδὲ ὁ υἱὸς ὅμοιος κατ᾽ οὐσίαν γενόμενος τῷ γεννήσαντι πατρὶ εἰς ταυτότητα ἄξει τοῦ πατρὸς τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ᾽ ἐπὶ τὴν ὁμοιότητα. 10.
Καὶ εἴ τις τῇ σοφίᾳ τοῦ κόσμου προσέχων, ἣν ἐμώρανεν ὁ θεός, μὴ προσέχοι τῷ ἐν σοφίᾳ θεοῦ κηρύγματι καὶ μετὰ πίστεως τὴν ὁμοιότητα [καὶ] κατ᾽ οὐσίαν τοῦ υἱοῦ πρὸς πατέρα ὁμολογοίη, ὡς ψευδωνύμως λέγων τὸν πατέρα καὶ τὸν υἱόν, καὶ μήτε πατέρα λέγων ἀληθῶς μήτε υἱόν, ἀλλὰ κτίστην καὶ κτίσμα, καὶ κοινοποιῶν τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔννοιαν ἐπὶ τῶν λοιπῶν ποιημάτων, καὶ σοφίζεσθαι θέλων εἴτε χρείᾳ 〈ὑπερβάλλοντα〉, ὡς τὸ πρῶτον 〈τῶν〉 ποιημάτων 〈τῶν γεγονότων〉 δι᾽ αὐτοῦ, εἴτε ὑπερβολῇ τοῦ μεγέθους, καὶ κατὰ μηδὲν ὁμολογῶν τὴν ἐκκλησιαστικὴν πίστιν τὴν εἰς πατέρα τε καὶ υἱόν, ὡς παρ᾽ ὃ εὐηγγελίσαντο ἡμᾶς οἱ ἀπόστολοι θέλων εὐαγγελίσασθαι, ἀνάθεμα ἔστω.
Καὶ 〈τὸ〉 κατὰ τὸν μακάριον Παῦλον «προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω» ἀνειληφότες καὶ 〈πάλιν〉 ἀναγκαίως φαμέν· εἴ τις τὸν σοφὸν μόνον ἀκούων πατέρα καὶ σοφίαν τὸν μονογενῆ τούτου υἱόν, ταὐτὸν εἶναι λέγοι τὴν σοφίαν τῷ μόνῳ σοφῷ, ἀναιρῶν τὸ εἶναι υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις τὸν σοφὸν ἀκούων πατέρα καὶ σοφίαν τὸν υἱὸν αὐτοῦ, ἀνόμοιον λέγοι [καὶ] κατ᾽ οὐσίαν τὴν σοφίαν τοῦ σοφοῦ θεοῦ, ὡς μὴ λέγων τὸν σοφὸν τῆς σοφίας ἀληθῶς πατέρα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν θεὸν νοῶν τὸν πατέρα, τὸν δὲ ἐν ἀρχῇ λόγον τε καὶ θεὸν τοῦτον 〈μὴ〉 λέγοι πρὸς τὸν θεόν, λόγον τε καὶ θεὸν αὐτῷ τῷ θεῷ τῷ πρὸς ὃν λόγος τε 〈καὶ〉 θεός, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις τὸν μονογενῆ θεὸν λόγον υἱὸν ἀκούων τοῦ θεοῦ πρὸς ὃν ὁ λόγος τε καὶ θεός, ἀνόμοιον λέγοι [καὶ] κατ᾽ οὐσίαν τὸν θεὸν λόγον τοῦ πατρός, τὸν θεὸν τοῦ θεοῦ καὶ πατρός, πρὸς ὃν ὁ μονογενὴς ἐν ἀρχῇ ἦν θεὸς λόγος, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ταὐτὸν λέγοι τὴν εἰκόνα τῷ θεῷ τῷ ἀοράτῳ, ὡς μὴ ὁμολογῶν ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν μονογενῆ υἱὸν «τοῦ ἀοράτου θεοῦ» ἀνόμοιον λέγοι [καὶ] κατ᾽ οὐσίαν τὸν υἱόν, εἰκόνα ὄντα τοῦ θεοῦ τοῦ ἀοράτου, οὗ εἰκὼν καὶ κατ᾽ οὐσίαν νοεῖται, ὡς ἀληθῶς μὴ λέγων υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἀκούων τοῦ υἱοῦ λέγοντος «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ,» ταὐτὸν λέγοι τὸν εἰληφότα παρὰ τοῦ πατρὸς τὴν ζωὴν καὶ ὁμολογοῦντα τὸ «κἀγὼ ζῶ διὰ τὸν πατέρα» τῷ δεδωκότι, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἀκούων τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ» ἀνόμοιον λέγοι κατ᾽ οὐσίαν τὸν υἱὸν τῷ πατρί, διαμαρτυρόμενος ὅτι οὕτως ἔχει ὡς εἴρηκεν, ἀνάθεμα ἔστω. φανερὸν γὰρ ὅτι τῆς ζωῆς τῆς ἐν τῷ πατρὶ νοουμένης οὐσίας σημαινομένης καὶ τῆς ζωῆς τῆς τοῦ μονογενοῦς τῆς ἐκ τοῦ πατρὸς γεγεννημένης οὐσίας νοουμένης, τὸ «οὕτως» τὴν ὁμοιότητα τῆς οὐσίας πρὸς οὐσίαν σημαίνει [ἀνάθεμα ἔστω]. 11. Καὶ εἴ τις τὸ «ἔκτισέ με» καὶ τὸ «γεννᾷ με» παρ᾽ αὐτοῦ ἀκούων, τὸ «γεννᾷ με» μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ κατ᾽ οὐσίαν ἐννοεῖ, ἀλλὰ ταὐτὸν λέγοι τὸ «γεννᾷ με» τῷ «ἔκτισέ με», ὡς μὴ λέγων τὸν υἱὸν τὸν ἀπαθῶς τέλειον ἐκ τῶν δύο ὀνομάτων 〈σημαίνεσθαι υἱόν, ἀλλὰ διὰ τῶν δύο ὀνομάτων〉, τοῦ «ἔκτισέ με» καὶ τοῦ «γεννᾷ με», κτίσμα μόνον ὁμολογῶν καὶ μηκέτι υἱόν, ὡς παραδέδωκεν ἡ σοφία ἐκ τῶν δύο εὐσεβῶς τὴν ἔννοιαν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις, τοῦ υἱοῦ τὴν μὲν κατ᾽ οὐσίαν πρὸς τὸν ἑαυτοῦ πατέρα ὁμοιότητα ἡμῖν ἀποκαλύπτοντος, δι᾽ ὧν φησιν «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», τὴν δὲ κατ᾽ ἐνέργειαν δι᾽ ὧν παιδεύει «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», μόνην τὴν κατ᾽ ἐνέργειαν ὁμοιότητα διδοὺς τῆς κατ᾽ οὐσίαν, ἥ ἐστι τὸ κεφαλαιωδέστατον ἡμῶν τῆς πίστεως, ἀποστεροίη τὸν υἱόν, ὡς ἑαυτὸν ἀποστερῶν τῆς ἐν γνώσει πατρὸς καὶ υἱοῦ αἰωνίου ζωῆς, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐπαγγελλόμενος, τὸν πατέρα μὴ οὐσίας ὁμοίας αὐτοῦ λέγοι πατέρα, ἀλλὰ ἐνεργείας, ὡς «βεβήλους καινοφωνίας» κατὰ τῆς οὐσίας τοῦ υἱοῦ τοῦ θεοῦ φθέγγεσθαι τολμῶν καὶ ἀναιρῶν τὸ εἶναι ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις υἱὸν ὅμοιον κατ᾽ οὐσίαν νοῶν ἐκείνου οὗ καὶ νοεῖται υἱός, ἢ ταὐτὸν λέγοι τῷ πατρὶ τὸν υἱὸν ἢ μέρος τοῦ πατρὸς ἢ κατὰ ἀπόρροιαν καὶ κατὰ πάθος, ὡς σωματικοὺς υἱούς, τὸν ἐκ τοῦ ἀσωμάτου πατρὸς ἀσώματον υἱὸν ὑποστάντα, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις διὰ τὸ τὸν πατέρα μήποτε υἱὸν νοεῖσθαι καὶ τὸν υἱὸν μήποτε πατέρα νοεῖσθαι, ἕτερον λέγων τὸν υἱὸν παρὰ τὸν πατέρα, διὰ τὸ τὸν πατέρα ἕτερον εἶναι καὶ τὸν υἱόν, καθὼς εἴρηται «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ «μαρτυρεῖ» γάρ φησιν «ὁ πέμψας με πατήρ», διὰ ταύτην τὴν εὐσεβῆ ἐν τῇ ἐκκλησίᾳ νοουμένην ἰδιότητα τῶν προσώπων, πατρὸς μὲν καὶ υἱοῦ, δεδιὼς μή ποτε ταὐτὸν νοηθῇ υἱὸς πατρί, ἀνόμοιον λέγοι κατ᾽ οὐσίαν τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἐν χρόνῳ τὸν πατέρα πατέρα νοεῖ τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ὑπὲρ χρόνους καὶ παρὰ πάσας ἀνθρωπίνας ἐννοίας πιστεύει τὸν μονογενῆ υἱὸν ἐκ τοῦ πατρὸς ἀπαθῶς ὑφεστάναι, ὡς παραβαίνων τὸ ἀποστολικὸν κήρυγμα, χρόνους μὲν περὶ πατρὸς καὶ υἱοῦ παρωσάμενον, πιστῶς δὲ ἡμᾶς παιδεῦσαν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀνάθεμα ἔστω.
Καὶ εἴ τις τὸν πατέρα πρεσβύτερον χρόνῳ λέγοι τοῦ ἐξ ἑαυτοῦ μονογενοῦς υἱοῦ, νεώτερον δὲ χρόνῳ τὸν υἱὸν τοῦ πατρός, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸ ἄχρονον τῆς τοῦ μονογενοῦς Χριστοῦ ἐκ πατρὸς ὑποστάσεως ἐπὶ τὴν ἀγέννητον τοῦ θεοῦ οὐσίαν ἀναφέρει, ὡς υἱοπάτορα λέγων, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἐξουσίᾳ μόνῃ τὸν πατέρα 〈πατέρα〉 λέγοι τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ἐξουσίᾳ ὁμοῦ καὶ οὐσίᾳ πατέρα τοῦ μονογενοῦς υἱοῦ, ὡς μόνην τὴν ἐξουσίαν λαμβάνων καὶ κοινοποιῶν αὐτὸν πρὸς τὰ λοιπὰ ποιήματα καὶ οὐ λέγων ἀληθῶς ἐκ πατρὸς γνήσιον υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἐξουσίᾳ καὶ οὐσίᾳ λέγων τὸν πατέρα πατέρα τοῦ υἱοῦ, ὁμοούσιον δὲ ἢ ταὐτοούσιον λέγοι τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καί εἰσιν οἱ ὑπογράψαντες Βασίλειος, Εὐστάθιος, Ὑπερέχιος, Λητόϊος, Ἑορτικός, Γυμνάσιος, Μεμνόνιος, Εὐτυχής, Σευηρῖνος, Εὐτύχιος, Ἀλκιμίδης, Ἀλέξανδρος· καὶ οὕτω πιστεύω ὡς προγέγραπται καὶ δι᾽ ὑπογραφῆς ὁμολογῶ.
Ἐπληρώθη τῶν περὶ Βασίλειον καὶ Γεώργιον ὁ ὑπομνηματισμός. 〈Ἐπιστολὴ Γεωργίου〉 12. Τὸ τῆς οὐσίας ὄνομα γυμνῶς μὲν ἐν παλαιᾷ καὶ καινῇ οὐ κεῖται γραφῇ, ὁ νοῦς δὲ πανταχοῦ φέρεται· καὶ πρῶτον ἀφ᾽ ὧν ὁ θεὸς πέμπων Μωυσέα εἴρηκεν «οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὤν», ὡς ἐπὶ τοῦ πρώτως νοουμένου πατρός, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», 〈ἐμφαίνεται〉 ὁ μήτε ἔκ τινος ὢν καὶ τοῖς οὖσιν αἴτιος ὤν. ἐπειδὴ δὲ καὶ υἱός ἐστιν [ὁ] ὤν, ἔλαβε δὲ ἀπὸ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου λέγοντος «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀφορμὴν [εὕρατο] Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος, οὐκέτι θέλοντες λέγειν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀληθῶς, ἀλλὰ ἀπὸ τοῦ λόγος ὀνόματος ἀφορμὴν λαβόντες, φημί, ἐκ στόματος ῥῆμα καὶ φθέγμα ἠβουλήθησαν εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ, ἠναγκάσθησαν οἱ πατέρες, οἱ κρίναντες Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῷ τοιούτῳ αἱρετισμῷ, ἵνα δείξωσιν ὅτι ὁ υἱὸς ὑπόστασιν ἔχει καὶ ὑπάρχων ἐστὶ καὶ ὤν ἐστιν, οὐχὶ δὲ ῥῆμά ἐστιν, οὐσίαν εἰπεῖν καὶ τὸν υἱόν, τὴν διαφορὰν τοῦ τε καθ᾽ ἑαυτὸν ἀνυπάρκτου καὶ τοῦ ὑπάρχοντος τῷ τῆς οὐσίας ὀνόματι ἐπιδεικνύντες. τὸ μὲν γὰρ ῥῆμα καθ᾽ ἑαυτὸ ἀνύπαρκτόν ἐστι καὶ οὐ δύναται εἶναι υἱὸς θεοῦ, ἐπεὶ πολλοί γε οὕτως ἔσονται υἱοὶ θεοῦ.
πολλὰ γὰρ ὁ πατὴρ ὁμολογεῖται λαλῶν τῷ υἱῷ, 〈ὡς〉 ὅταν λέγῃ «γενηθήτω στερέωμα», «γενηθήτωσαν φωστῆρες», «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον». ὥστε ὁ πατὴρ τῷ υἱῷ λαλεῖ καὶ οἱ μὲν λόγοι τοῦ θεοῦ οὓς λαλεῖ τῷ υἱῷ, οὐκ εἰσὶν υἱοί, ὁ δὲ υἱὸς πρὸς ὃν λαλεῖ ὁ πατὴρ μετὰ τῶν ἄλλων εὐσεβῶς καλεῖται ἄρτος καὶ ζωὴ καὶ ἀνάστασις, ἔτι καὶ λόγος ὀνομάζεται, ἐπειδὴ ἑρμηνεύς ἐστι τῶν τοῦ θεοῦ βουλημάτων. ἵνα μὴ οὖν ἀπατῶντες τοὺς ἁπλουστέρους τὸν υἱὸν ταὐτὸν λέγωσιν οἱ αἱρετικοὶ τοῖς λόγοις τοῖς παρὰ τοῦ θεοῦ λαλουμένοις, τὸ διάφορον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς πρὸς τὰ ῥήματα τοῦ θεοῦ ὑποδεικνύντες οἱ πατέρες τὸν υἱόν, φημί, οὐσίαν ἐκάλεσαν· οὕτως τὴν διαφορὰν παριστῶντες, ὅτι ὁ θεὸς ὤν ἐστιν, καὶ οἱ λόγοι, οὓς λαλεῖ, ὄντες 〈εἰσίν〉, ἀλλ᾽ οὐκ οὐσίαι τοῦ θεοῦ, λεκτικαὶ δὲ ἐνέργειαι. ὁ δὲ υἱός, λόγος ὤν, οὐχὶ ἐνέργεια λεκτική ἐστι τοῦ θεοῦ, ἀλλ᾽ υἱὸς ὢν οὐσία ἐστίν. εἰ γὰρ ὁ πατὴρ ὢν καὶ υἱὸς ὤν 〈ἐστιν〉, ὢν δὲ οὕτως ὁ υἱός, ὡς ἐκ τοῦ θεοῦ ἔχων γνησίως τὸ εἶναι, λόγος νοηθήσεται [ὁ υἱὸς] οὐχ ὡς οἱ λόγοι οἱ παρὰ θεοῦ λαλούμενοι. ἐκεῖνοι γὰρ τὸ εἶναι ἐν τῷ λαλοῦντι ἔχουσιν, ὁ δὲ τὸ εἶναι τῷ ἐκ τοῦ πατρὸς γεγεννῆσθαι καὶ ἀκούειν τοῦ πατρὸς καὶ ὑπουργεῖν τῷ πατρὶ ἔχει. ταύτην οὖν τὴν ὑπόστασιν οὐσίαν ἐκάλεσαν οἱ πατέρες. 13.
Ὅμοιον οὖν νοοῦμεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα, μαχόμενοι καὶ πρὸς τὴν νῦν ἐπιφυομένην αἵρεσιν τῇ ἐκκλησίᾳ. ἡ γὰρ νῦν αἵρεσις κατὰ μὲν 〈τὴν〉 βούλησιν καὶ τὴν ἐνέργειαν ἀποφαίνεται εἶναι ὅμοιον τὸν υἱὸν τῷ πατρί, κατὰ δὲ τὸ 〈εἶναι〉 ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρί· ὡς κατασκευάζεσθαι παρὰ τῶν νῦν καινῶν αἱρετικῶν, ὅτι ἡ μὲν βούλησις τοῦ υἱοῦ καὶ ἡ ἐνέργεια τοῦ υἱοῦ ὁμοία τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ τοῦ πατρός, αὐτὸς δὲ ὁ υἱὸς ἀνόμοιος τῷ πατρί. καὶ διὰ τοῦτο τὴν μὲν βούλησιν τοῦ υἱοῦ καὶ τὴν ἐνέργειαν βούλονται εἶναι ὁμοίαν τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ, τὸν δὲ υἱὸν οὐ βούλονται ὅμοιον εἶναι τῷ πατρί, ἐπειδὴ διαβεβαιοῦνται μὴ εἶναι ἐκ τοῦ θεοῦ γεγεννημένον τὸν υἱόν, ἀλλὰ μόνον κτίσμα εἶναι αὐτὸν καὶ ἐν τούτῳ διαφέρειν τῶν λοιπῶν κτισμάτων, ὅτι τε ὑπερέχει μεγέθει καὶ ὅτι πρῶτος τῶν ἁπάντων ὑπέστη καὶ ὅτι ὑπουργῷ αὐτῷ ἐχρήσατο εἰς τὴν τῶν λοιπῶν δημιουργίαν ὁ θεός. ἐπειδή, φασὶν οἱ αἱρετικοί, τὰ μὲν ἄλλα δι᾽ υἱοῦ ὁ θεὸς ἐποίει, αὐτὸν δὲ οὐ διά τινος, ἀλλ᾽ αὐτὸς αὐτὸν αὐτούργησε, καὶ ὑπερέχοντα μεγέθει καὶ δυνάμει ἁπάντων ἐποίησε, διὰ τοῦτο αὐτὸν ἐκάλεσε μονογενῆ υἱόν. 14.
Ἡμεῖς δὲ οἱ τῆς καθολικῆς ἐκκλησίας ἐκ τῶν θείων γραφῶν τὴν ὁμολογίαν τῆς πίστεως παρειληφότες οὕτως ἔχομεν, ὅτι ὁ πατὴρ ὁμοίου ἐστὶν ἑαυτοῦ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς ὅμοιός ἐστι τοῦ πατρός, ἐξ οὗ πατρὸς νοεῖται υἱός. τοῦτο ἡμῶν προσδιοριζομένων καὶ οὕτως καθαιρούντων τὸν νοῦν, ὡς πρὸς τοὺς Σαβελλίους καὶ τοὺς λοιπούς, ὅτι οὔτε ὁ υἱὸς δύναται εἶναι πατὴρ οὔτε ὁ πατὴρ δύναται εἶναι υἱός, ἀλλ᾽ ὁ υἱὸς υἱὸς καὶ ὁ πατὴρ πατὴρ καὶ οὐχ υἱός (ἐν τούτοις γάρ ἐστιν ἡ ἀκρίβεια τῆς τῶν προσώπων ἐπιγνώσεως, τῷ τὸν πατέρα πατέρα ἀεὶ ὄντα ἄσαρκον μὲν εἶναι καὶ ἀθάνατον, τὸν δὲ υἱὸν υἱὸν ὄντα ἀεὶ καὶ οὐδέποτε ὄντα πατέρα, ἀεὶ 〈ὄντα〉 δὲ λεγόμενον διὰ τὸ ἄχρονον καὶ ἀκατάληπτον τῆς ὑποστάσεως, σάρκα ἀνειληφέναι κατὰ βούλησιν τοῦ πατρὸς καὶ θάνατον ὑπὲρ ἡμῶν ὑποστῆναι)—τούτων διευκρινημένων οἱ θαυμαστοί, οἱ τῇ αἱρέσει συμμαχοῦντες, δύο πραγματεύσασθαι σπεύδουσιν, ἓν μὲν τὸ μηκέτι λέγειν πατέρα καὶ υἱόν, ἀλλὰ ἀγέννητον καὶ γεννητόν, [καὶ] διὰ τοῦτο σόφισμα τῆς αἱρέσεως οἰόμενοι ἐπεισάγειν τῇ ἐκκλησίᾳ. συνίσασι γὰρ οἱ σοφοὶ τὰ τοῦ θεοῦ, ὅτι τὸ ἀγέννητον ἔλαττον 〈δοκεῖ〉 εἶναι τοῦ πατρὸς ὀνόματος. τὸ γὰρ ἀγέννητον, ὅτι ὁ μὲν οὐκ ἐγεννήθη νενόηται, οὐδέπω δὲ εἰ καὶ πατήρ ἐστι σημαίνει· τὸ δὲ πατὴρ πλέον ἐστὶ τοῦ ἀγεννήτου ὀνόματος [ὄν].
ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φημί, οὐκ ἐμφαίνεται ἡ τοῦ πατρὸς δύναμις, ἐν δὲ τῷ πατὴρ ὀνόματι ὁμοῦ ἐμφαίνεται ὅτι οὐκ ἔστιν υἱὸς ὁ πατήρ, εἴ γε κυρίως νοεῖται [ὁ] πατήρ, καὶ ὅτι αἴτιός ἐστιν ὁμοίου ἑαυτοῦ υἱοῦ. ἓν μὲν δὴ τοῦτο, ἕτερον δὲ ὅτι φθάσαντες ἀνόμοιον κατ᾽ οὐσίαν γράψαι τὸν υἱὸν τῷ πατρί, ὡσπεροῦν ἐνόμισαν καταψηφίζεσθαι τὴν ἐκκλησίαν δι᾽ ὧν ἐθήρασαν παρὰ τοῦ αἰδεσίμου ἐπισκόπου Ὁσίου γραμμάτων, ἐν οἷς φέρεται τὸ ἀνόμοιον 〈κατ᾽〉 οὐσίαν. ἐπειδὴ δὲ ἀνελθόντες οἱ ἐκ τῆς ἀνατολῆς ἐπὶ τὸ Σίρμιον πέρυσιν ἤλεγξαν τὸ κακούργημα τούτου τοῦ αἱρετισμοῦ, ἵνα μὴ εὐθύνας ὑπέχωσιν ἐπὶ τοῖς εἰς τὴν ἐκκλησιαστικὴν πίστιν τολμηθεῖσιν, ἐσπούδασαν τὸ τῆς οὐσίας ὄνομα, ἐν χρήσει ὑπάρχον τοῖς πατράσιν, διὰ τὰς προειρημένας αἰτίας ἀνελεῖν τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ἵνα καὶ κατὰ τοῦτο δόξωσι κρατύνειν ἑαυτῶν τὴν αἵρεσιν. 15. Ὑπέλαβον γὰρ ὅτι, εἰ τὸ τῆς οὐσίας ὄνομα ἐκβληθείη, κατὰ βούλησιν μόνον λέγοντες καὶ κατ᾽ ἐνέργειαν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἐξουσίαν ἕξουσιν οὐσίας μὴ ὀνομαζομένης, λοιπὸν ἀνόμοιον λέγειν κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑπάρχειν τὸν υἱὸν τῷ πατρί. ἀλλ᾽ ὅμως ὁ ἔκδικος τῆς ἀληθείας θεός, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», [ὃς] τὴν συγγένειαν τοῦ μονογενοῦς αὐτοῦ, τὸ κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρὶ εἶναι, ἐπὶ τοῦ εὐσεβοῦς βασιλέως ἐπαρρησιάσατο.
οὕτω γὰρ καὶ αὐτὸς ἐφρόνει, εὐσεβὴς ὤν, ὑπὲρ τοῦ ὑπερμαχοῦντος αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ φρονῶν εὐσεβεῖ στόματι διωρίσατο κατὰ πάντα, ὡς οἱ καθολικοὶ πεπιστεύκαμεν, ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ δι᾽ αὐτοῦ μὴ προχωρῆσαι τὴν κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως μεθοδείαν, ἀναιρεῖν βουλομένην τὸ ὄνομα τῆς οὐσίας, ἵνα τῷ στόματι μὴ λαλουμένης οὐσίας λοιπὸν ἐν ταῖς καρδίαις φωλεύουσα ἡ αἵρεσις νέμηται. ἀλλ᾽ αὐτοὺς φθάσωμεν γράφοντας ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον δὲ κατ᾽ οὐσίαν· εἴ γε ἀνυπούλως καὶ καθαρῶς τὸ κατὰ πάντα ὅμοιον ὁμολογοῦσιν, ἕωλον αὐτοῖς ἀπελεγχθήσεται τὸ ἐπιχείρημα, σπουδάσασιν ἆραι τὸ ὄνομα τῆς οὐσίας.
οὐδὲν γὰρ ἐκέρδαινον, ἀναγκασθέντες ὁμολογῆσαι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὅμοιον· εἰ γὰρ κατὰ πάντα, ὡς ὡμολόγησαν, ἔστιν ὅμοιος, ὥσπερ οὖν ἔστιν ὁ υἱὸς τῷ πατρὶ ὅμοιος, ἔστιν ὅμοιος οὐ κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν μόνην, καθὰ αὐτοὶ διορίζονται, ἀλλὰ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὸ εἶναι ὡς υἱός, καὶ καθάπαξ 〈τὸ〉 κατὰ πάντα ἁπάντων ἐστὶ περιληπτικὸν καὶ οὐδεμίαν διαφορὰν προσίεται, ὁμολογουμένου τοῦ μήτε αὐτὸν ἑαυτῷ ὅμοιον εἶναι τὸν πατέρα μήτε τὸν υἱὸν αὐτὸν ἑαυτῷ εἶναι ὅμοιον, ἀλλὰ υἱὸν εἶναι ὅμοιον τῷ πατρὶ καὶ ἐν τῷ κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρί, υἱὸν ὄντα καὶ οὐ πατέρα, (ἐξ οὗ πατρός, τέλειος ἐκ τελείου, πρὸ πάσης ἐννοίας καὶ πάντων λογισμῶν καὶ χρόνων καὶ αἰώνων ἐκ τοῦ πατρὸς † ὁμοιότητος ἐγεννήθη, ὡς οἶδε μόνος ὁ πατὴρ ὁ ἐξ αὑτοῦ αὐτὸν ἀπαθῶς γεννήσας καὶ ὁ υἱὸς ὁ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων καὶ ᾧ αὐτὸς ἀποκαλύψει) ἐν τῇ κατ᾽ αὐτὸν θεωρίᾳ ἀξίως ἡμῖν τὸν ἑαυτοῦ πατέρα παρέχειν νοεῖν. 16. Καὶ μὴ ταρασσέτω τὸ τῶν ὑποστάσεων ὄνομά τινας. διὰ τοῦτο γὰρ ὑποστάσεις οἱ ἀνατολικοὶ λέγουσιν, ἵνα τὰς ἰδιότητας τῶν προσώπων ὑφεστώσας καὶ ὑπαρχούσας γνωρίσωσιν.
εἰ γὰρ πνεῦμα ὁ πατήρ, πνεῦμα καὶ ὁ υἱός, πνεῦμα καὶ τὸ ἅγιον πνεῦμα, οὐ νοεῖται 〈δὲ〉 πατὴρ ὁ υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα, ὃ οὐ νοεῖται υἱός, ὃ καὶ οὐκ ἔστι [τὸ πνεῦμα οὐ νοεῖται υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον.], καὶ οὐκέτι τὸ πνεῦμα τὸ ἅγιον οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλὰ πνεῦμα ἅγιον ἐκ πατρὸς δι᾽ υἱοῦ πιστοῖς διδόμενον, εἰκότως ὑφεστῶτος καὶ ὑπάρχοντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τὰς ἰδιότητας ὡς προειρήκαμεν προσώπων ὑφεστώτων ὑποστάσεις ὀνομάζουσιν οἱ ἀνατολικοί, οὐχὶ τὰς τρεῖς ὑποστάσεις τρεῖς ἀρχὰς ἢ τρεῖς θεοὺς λέγοντες. ἀναθεματίζουσι γὰρ εἴ τις λέγει τρεῖς θεούς.
ἀλλ᾽ οὐδὲ πατέρα καὶ υἱὸν δύο θεοὺς λέγουσιν· ὁμολογοῦσι γὰρ μίαν εἶναι θεότητα, ἐμπεριέχουσαν δι᾽ υἱοῦ ἐν πνεύματι ἁγίῳ τὰ πάντα, ὁμολογοῦντες 〈δὲ〉 μίαν θεότητα καὶ μίαν βασιλείαν καὶ μίαν ἀρχὴν ὅμως τὰ πρόσωπα ἐν ταῖς ἰδιότησι τῶν ὑποστάσεων εὐσεβῶς γνωρίζουσι, τὸν πατέρα ἐν τῇ πατρικῇ αὐθεντίᾳ ὑφεστῶτα νοοῦντες καὶ τὸν υἱὸν οὐ μέρος ὄντα τοῦ πατρός, ἀλλὰ καθαρῶς ἐκ πατρὸς τέλειον ἐκ τελείου γεγεννημένον καὶ ὑφεστῶτα ὁμολογοῦντες καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἡ θεία γραφὴ παράκλητον ὀνομάζει, ἐκ πατρὸς δι᾽ υἱοῦ ὑφεστὼς γνωρίζοντες· ὡς 〈γὰρ〉 ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, διδάσκει ἡμᾶς τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ υἱός («οὐδεὶς γὰρ λέγει κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ»), οὕτω καὶ ὁ υἱός, ὅς ἐστιν ἀλήθεια, τὸν ἀληθινὸν θεόν, τὸν ἑαυτοῦ πατέρα, ἡμᾶς εὐσεβῶς εἰδέναι διδάξει, καθὼς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐκοῦν ἐν πνεύματι ἁγίῳ υἱὸν ἀξίως νοοῦμεν, ἐν υἱῷ δὲ μονογενεῖ πατέρα εὐσεβῶς καὶ ἀξίως δοξάζομεν. καὶ αὕτη ἐστὶν ἡ σφραγὶς τῆς πίστεως, ἐν ᾗ σφραγῖδι βαπτισθῆναι προσέταξεν ὁ σωτὴρ καὶ κύριος Ἰησοῦς Χριστός, ὁ λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». 17.
Περὶ γὰρ τῆς κατὰ πάντα τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοιότητος πλατύτερον μὲν ἀλλαχοῦ εἴρηται, ὅμως δὲ καὶ νῦν ἐν βραχεῖ παρασημειώσασθαι οὐκ ὀκνήσομεν ὅτι ὁ ἀπόστολος, εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν υἱὸν εἰρηκὼς καὶ ἐν τούτῳ διδάξας ὅτι ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἀλλαχοῦ πῶς δεῖ νοεῖν τὸν υἱὸν παρέδωκεν. ἐν γὰρ τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ φησιν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», ἐν δὲ τῇ πρὸς Ῥωμαίους «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», ὡς διὰ τῶν δύο μαρτυριῶν ἐκ τῶν δύο ἐπιστολῶν ἀπὸ τοῦ σωματικοῦ εὐσεβῶς καὶ τὴν περὶ τοῦ ὁμοίου ἔννοιαν ἡμᾶς [καὶ] ἐπὶ τοῦ ἀσωμάτου πατρός τε καὶ υἱοῦ διδαχθῆναι. τὸ μὲν γὰρ «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» δείκνυσιν ὅτι ἐκ τῆς παρθένου σάρκα ἀνέλαβεν.
οὐκοῦν ἡ σάρξ, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἡ αὐτὴ μέν ἐστι τῇ σαρκὶ τῶν ἀνθρώπων, ἐν ὁμοιώματι δὲ ἀνθρώπων ἐστίν, ἐπειδὴ οὐκ ἐκ σπορᾶς ὡς ἄνθρωποι οὐδὲ ἐκ κοίτης ἀνδρὸς ἐγεννήθη· οὕτως κατὰ τὸν ὅμοιον τρόπον καὶ ὁ υἱός, πνεῦμα ὢν καὶ ἐκ τοῦ πατρὸς πνεῦμα γεννηθείς, κατὰ μὲν τὸ πνεῦμα ἐκ πνεύματος εἶναι τὸ αὐτό ἐστιν 〈τῷ πατρί〉 (ὥσπερ [τὸ] κατὰ τὸ σὰρξ ἐκ σαρκὸς εἶναι τῆς Μαρίας 〈τὸ αὐτὸ τοῖς ἀνθρώποις〉), κατὰ δὲ τὸ ἄνευ ἀπορροίας καὶ πάθους καὶ μερισμοῦ ἐκ τοῦ πατρὸς γεννηθῆναι ὅμοιός ἐστι τῷ πατρὶ καὶ οὐκ αὐτὸς 〈ὁ πατήρ, ὥσπερ καὶ〉 ὁ κατὰ σάρκα υἱὸς ἐν ὁμοιώματι ἀνθρώπων ἐστὶ καὶ οὐκ αὐτὸ〈ς〉 κατὰ πάντα ἄνθρωπος. 18. Οὐκοῦν διὰ τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς πῶς ἡ ὑπόστασις τοῦ υἱοῦ ὁμοία ἐστὶ τῇ ὑποστάσει τοῦ πατρός· πνεῦμα γὰρ ἐκ πατρὸς καὶ κατὰ μὲν τὴν τοῦ πνεύματος ἔννοιαν ταυτόν, ὡς κατὰ τὴν τῆς σαρκὸς ἔννοιαν ταυτόν· οὐ ταυτὸν δέ, ἀλλ᾽ ὅμοιον, διότι τὸ πνεῦμα, ὅ ἐστιν ὁ υἱός, οὐκ ἔστιν ὁ πατήρ, καὶ ἡ σάρξ, ἣν ὁ λόγος ἀνέλαβεν, οὐκ ἔστιν ἐκ σπέρματος καὶ ἡδονῆς, ἀλλ᾽ οὕτως ὡς τὸ εὐαγγέλιον ἡμᾶς ἐδίδαξε.
διὰ μὲν δὴ τούτων, ὡς προείρηται, πῶς ὁ υἱὸς κατὰ τὸ εἶναι ἑαυτοῦ καὶ κατὰ τὸ ὑφεστὼς εἶναι ἑαυτοῦ ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρί, ὁ υἱὸς ἐπαίδευσεν ἡμᾶς· πῶς δὲ ὅμοιός ἐστι κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν καὶ τὰ ἐνεργήματα, διὰ τῆς πρὸς Ῥωμαίους ἀφ᾽ ὧν εἴρηκεν «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». ἡ γὰρ αὐτὴ σὰρξ οὖσα, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, τῇ ἁμαρτίας σαρκὶ καὶ ὁμοίως κινουμένη πρὸς πεῖναν καὶ δίψαν καὶ ὕπνον ὡς πᾶσα σάρξ, ἐκ τούτων ἁμαρτητικῶς οὐκ ἐκινεῖτο. διὸ εἴρηται «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ὅπερ ὅμοιόν ἐστι τῷ «ἅπερ γὰρ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὁ γὰρ πατὴρ πνεῦμα ὢν αὐθεντικῶς ποιεῖ, ὁ δὲ υἱὸς πνεῦμα ὢν οὐκ αὐθεντικῶς ποιεῖ ὡς ὁ πατήρ, ἀλλ᾽ ὁμοίως. οὐκοῦν καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὥσπερ καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἄνευ σπορᾶς οὐ ταυτόν, ἀλλ᾽ ὅμοιον, ὥσπερ καθὸ ἄνευ ἀπορροίας καὶ πάθους ὁ υἱὸς οὐ ταυτόν, ἀλλ᾽ ὅμοιον. καὶ καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὡς καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὅμοιον τοῖς σαρκὸς κινήμασι καὶ οὐ ταυτόν, ὡσπεροῦν ἐν ὁμοιώματι κινήσεως ὁ υἱὸς ὑπουργικῶς καὶ οὐ ταυτὸν ὡς ὁ πατὴρ αὐθεντικῶς· ἃ γὰρ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς οὐχ οὕτως αὐτὸς ποιεῖ, ἀλλ᾽ ὁμοίως.
καὶ φανερὸν ἐκ τούτων ὅτι κατὰ πάντα ὁ υἱὸς ὅμοιός ἐστι τῷ πατρί, ὡς [ὁ] υἱὸς πατρὶ ἐξ αὐτοῦ γνησίως γεγεννημένος. τῶν γὰρ ἀτόπων ἐστὶν υἱὸν θεοῦ αὐτὸν πρὸ αἰώνων ὑπάρχοντα καὶ κατὰ φύσιν ὄντα θεὸν ἐκ θεοῦ τοῦ πατρός, ὅτε παρὰ φύσιν μὲν ἑαυτοῦ ἐκ Μαρίας γέγονεν ἄνθρωπος, ὅμοιον αὐτὸν γενέσθαι τοῖς κατὰ φύσιν ἀνθρώποις ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν (παρὰ φύσιν γὰρ ἦν αὐτῷ θεῷ ὄντι γενέσθαι ἄνθρωπον), ἐν τῷ κατὰ φύσιν δὲ ἑαυτοῦ μὴ εἶναι αὐτὸν ὅμοιον τῷ πατρὶ τῷ γεννήσαντι. εἰ γὰρ ἐν τῷ παρὰ φύσιν ἑαυτοῦ ὅμοιός ἐστι τοῖς κατὰ φύσιν, πολλῷ πλέον ὅμοιός ἐστιν ἐν τῷ κατὰ φύσιν ἑαυτοῦ τῷ κατὰ φύσιν γνησίως αὐτὸν γεγεννηκότι πατρί· ὥστε τὸ ὅμοιον εἶναι κατὰ πάντα τὸν υἱὸν τῷ πατρὶ προσκεῖσθαι κατὰ τὰς γραφάς. ὅμοιος 〈δέ〉 ἐστιν 〈καὶ ἡμῖν〉 ἐνοήθη ὡς ἐδίδαξεν ἡμᾶς τὴν τοῦ ὁμοίου ἔννοιαν διὰ τῶν προειρημένων ὁ ἀπόστολος. ὅμοιος γάρ ἐστι καὶ καθὸ ζωὴ ἐκ ζωῆς, φῶς ἐκ φωτὸς καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ καὶ σοφία ἐκ σοφοῦ, καὶ καθάπαξ ἔστι κατὰ τὰς γραφὰς οὐ κατὰ τὴν ἐνέργειαν καὶ τὴν βούλησιν [ἐστι] μόνον ὅμοιος, ἀλλὰ κατ᾽ αὐτὸ τὸ εἶναι καὶ ὑφεστάναι καὶ ὑπάρχειν ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρὶ τῷ γεννήσαντι, ὡς υἱὸς πατρί. 19.
Ἐὰν οἱ καινοὶ αἱρετικοὶ προσδιαλεγόμενοι ἡμῖν ἀγέννητον λέγουσι καὶ γεννητόν, ἐροῦμεν αὐτοῖς· ἐπειδὴ κακουργήσαντες τὸ τῆς οὐσίας ὄνομα ἐν χρήσει τοῖς πατράσιν ὑπάρχον ὡς ἄγραφον οὐ δέχεσθε, οὐδὲ ἡμεῖς τὸ ἀγέννητον ἄγραφον ὂν δεξόμεθα. ἄφθαρτον μὲν καὶ ἀόρατον καὶ ἀθάνατον λέγει ὁ ἀπόστολος, οὐδέποτε δὲ αὐτὸν ἀγέννητον ὠνόμασεν ἡ γραφή. ἔπειθ᾽ ὅτι ὡς προείρηται τὸ ἀγέννητος οὐδέπω σημαίνει τὴν τοῦ πατρὸς ἔννοιαν καὶ ὅτι τὸ γεννητὸς ἰδίως υἱὸν οὐδέπω σημανεῖ, ἀλλὰ κοινοποιεῖ πρὸς πάντα τὰ γεννητὰ τὴν ἔννοιαν (ὁ γὰρ εἰπὼν γεννητὸν ὅτι μὲν γέγονεν ἐσήμανεν, οὐδαμοῦ δὲ τὸ〈ν〉 ἀϊδίως υἱὸν νοούμενον παρεδήλωσε), διὸ ἀϊδίως ἐννοοῦντες υἱὸν θεοῦ οὐ δεξόμεθα τοῦτο· πρὸς τούτοις 〈δέ〉, ὅτι τὸ τοῦ πατρὸς καὶ υἱοῦ ὄνομα τὴν πρός τι σχέσιν σημαίνει, διὸ κἂν πατέρα μόνον ὀνομάζωμεν, ἔχομεν τῷ ὀνόματι τοῦ πατρὸς συνυπακουομένην τὴν ἔννοιαν τοῦ υἱοῦ (πατὴρ γὰρ υἱοῦ πατὴρ λέγεται), κἄν 〈τε〉 υἱὸν μόνον ὀνομάσωμεν, ἔχομεν τὴν ἔννοιαν τοῦ πατρός, ὅτι υἱὸς πατρὸς λέγεται. ἔχεται γὰρ θάτερον θατέρου καὶ οὐ διακόπτεται ἡ σχέσις, ἀλλὰ καὶ μόνον ἑκάτερον λεγόμενον συνεισάγει θατέρου τὴν ἔννοιαν, καὶ οὐ τὸ ὄνομα μόνον, ἀλλὰ μετὰ τοῦ ὀνόματος καὶ τῆς φύσεως τὴν οἰκειότητα.
πατέρα γὰρ νοοῦντες τὸν θεὸν θεοῦ νοοῦμεν πατέρα καὶ υἱὸν νοοῦντες θεοῦ θεὸν νοοῦμεν τὸν ῥηθέντα υἱὸν θεοῦ καὶ ὅμοιον ἐκείνῳ κατὰ τὴν φύσιν οὗ καὶ νοεῖται υἱός. ἀγέννητον δὲ οὐ λέγεται γεννητοῦ ἀγέννητον οὐδὲ γεννητὸν ἀγεννήτου γεννητόν. 20. Ἐπειδὴ τοίνυν οὔτε τὴν πρὸς ἄλληλα σχέσιν ἔχει τὰ τοῦ ἀγεννήτου καὶ γεννητοῦ οὔτε συνεμφαίνει τὴν φύσιν, κοινοποιεῖ δὲ πρὸς τὰ λοιπὰ ποιήματα τοῦ υἱοῦ τὴν ἰδιότητα, οὐ δεξόμεθα μὲν διὰ τὴν πρὸς ἀσέβειαν μεθοδείαν τὰ ὀνόματα, ἀεὶ δὲ τῷ τοῦ πατρὸς καὶ υἱοῦ ὁσίως χρησόμεθα. πρῶτον μὲν οὖν ὅτι οἱ ἐξ ἐθνῶν κληθέντες οὐκ ἐβαπτίσθημεν εἰς ἀγέννητον καὶ γεννητόν, ἀλλ᾽ εἰς πατέρα καὶ υἱόν· ἔπειτα ὅτι οὐδαμοῦ εὑρίσκεται ὁ υἱὸς εἰρηκὼς τὸν ἑαυτοῦ πατέρα ἀγέννητον, ἀλλὰ ἀεὶ πατέρα εἰρηκὼς τὸν θεὸν καὶ ἀεὶ ἑαυτὸν υἱὸν τοῦ θεοῦ, (ὀλίγα παρασημειωτέον) ἀκούοντες αὐτοῦ λέγοντος «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου», καὶ «ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἐμοὶ χολᾶτε ὅτι εἶπον, υἱὸς θεοῦ εἰμι», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα», καὶ ἡ ὁμολογία δὲ τοῦ Πέτρου «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ», καὶ ὁ πατὴρ ἄνωθεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός».
καὶ διὰ τοῦτο, ἐπειδὴ οὕτως καὶ πατὴρ υἱοῦ μέμνηται καὶ υἱὸς πατρὸς καὶ ἐν τούτοις τοῖς ὀνόμασι (πάλιν ἐρῶ) ἐσφραγίσθημεν, τούτοις καὶ ἀεὶ χρησόμεθα, ἀποκρουόμενοι τὰς κατὰ τῆς ἀποστολικῆς πίστεως «βεβήλους κενοφωνίας». τὸ γὰρ παρὰ τοῦ πατρὸς εἰρημένον «ταῖς λαμπρότησι τῶν ἁγίων»· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» ἀναγκαίως εἴρηται καὶ ἀπάξει τῆς κοινότητος τῆς πρὸς τὰ ποιήματα [τοῖς] τὸν υἱόν, τοῦ πατρὸς [καὶ] τὸν ἐξ αὐτοῦ γνήσιον καὶ ἰδίως γεγεννημένον υἱὸν διὰ τοῦ κατὰ τὴν γαστέρα ὀνόματος παιδεύοντος· ὡς ὁμοίως καὶ ὁ υἱὸς «κύριος ἔκτισέ με» εἰπών, ἵνα 〈μὴ〉 κοινοποιουμένην αὐτοῦ πρὸς τὰ λοιπὰ κτίσματα ὑποπτεύσωμεν τὴν φύσιν, ἐπήνεγκεν ἀναγκαίως «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», εὐσεβῆ ἡμῖν καὶ ἀπαθῆ τὴν ἐκ θεοῦ πατρὸς τῆς υἱότητος αὐτοῦ ἔννοιαν παριστάς. ἀλλ᾽ ἅπαξ μὲν ὁ πατὴρ καὶ ἅπαξ ὁ υἱὸς διὰ τὴν προειρημένην εὐσεβῆ γνησιότητα τοῦ υἱοῦ τὸ γεννητὸν ἡμῖν ἐξέθεντο. πᾶσα δὲ ἡ καινὴ διαθήκη γέμει πατρὸς καὶ υἱοῦ ὀνομάτων. 21.
Ἵνα δὲ ἀπὸ τῶν ἰδίων γνωρισθῶσιν οἱ καινοτομοῦντες τὴν αἵρεσιν, ἐκ πολλῶν τῶν παρ᾽ αὐτῶν εἰς τὴν ὑπόθεσιν γεγραμμένων ὀλίγα διὰ τὸ μῆκος παρεσημειωσάμεθα, ἀφ᾽ ὧν ὅλον οἱ καθολικοὶ καταμαθόντες τὸν νοῦν τῆς αἱρέσεως ἀναγκαίως, οἶμαι, κρινοῦσι τοὺς ταῦτα γράψαντας ἀναθεματίσαι αὐτὰ καὶ αὐτούς 〈τε καὶ〉 τὰ ἑαυτῶν ἐκβαλεῖν τῆς ἀποστολικῆς πίστεως, ἀναθεματίσαι δὲ καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας καὶ διδάσκοντας. γράφουσι γὰρ αὐταῖς λέξεσιν οὕτως· «τὸ γὰρ μεταδοῦναι ὑμῖν τῶν ἐν θεῷ ῥημάτων καλλίστων τὰ μάλιστα διὰ βραχέων προεθυμήθην. ὅσοι τὴν κατ᾽ οὐσίαν ὁμοιότητα ἀποσώζειν τὸν υἱὸν τῷ πατρὶ ὑπολαμβάνουσιν, ἔξω τῆς ἀληθείας βεβήκασι, »διὰ τῆς ἀγενήτου προσηγορίας κατηγοροῦντες τοῦ ὁμοίου κατ᾽ οὐσίαν«. καὶ πάλιν ἐροῦσιν· »ὁ δὲ υἱὸς ἐλάττων * γενέσεως καὶ ἔστι καὶ ὡμολόγηται. οὐκ ἄρα τὴν κατ᾽ οὐσίαν ὁμοιότητα ἀποσώζει πρὸς τὸ ἀγένητον, ἀποσώζει δὲ ἀκραιφνῆ φέρων ἐν τῇ οἰκείᾳ ὑποστάσει τὴν τοῦ θεοῦ βούλησιν. οὐκοῦν ὁμοιότητα διασώζει, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸν τῆς θελήσεως λόγον, * οἷον ἠθέλησεν ὑπεστήσατο.» καὶ πάλιν· «πῶς οὐχὶ καὶ αὐτός μοι συνομολογεῖς ὅτι κατ᾽ οὐσίαν οὐκ ἔστιν ὁ υἱὸς ὅμοιος τῷ πατρί;»
καὶ πάλιν· «ὅταν δὴ ὁ μὲν υἱὸς ἀτελεύτητος ὁμολογεῖται, οὐκ ἐκ τῆς οἰκείας φύσεως τὸ ζῆν ἔχων, ἀλλ᾽ ἐκ τῆς τοῦ ἀγενήτου ἐξουσίας, ἡ δ᾽ ἀγένητος φύσις ἀτελευτήτως πάσης ἐξουσίας κρείττων ἐστί, πῶς 〈οὐ〉 δῆλοί εἰσιν οἱ ἀσεβεῖς, ὁμοιότητι οὐσίας τὸ ἑτεροούσιον τῆς εὐσεβείας ἐναλλάττοντες κήρυγμα;» καὶ πάλιν· «διὸ τὸ ὄνομα [ὁ] πατὴρ οὐσίας οὐκ ἔστι δηλωτικόν, ἀλλ᾽ ἐξουσίας, ὑποστησάσης τὸν υἱὸν πρὸ αἰώνων θεὸν λόγον, ἀτελευτήτως 〈ἔχοντα〉 τὴν [ἐν] αὐτῷ δωρηθεῖσαν, ἣν ἔχων διατελεῖ οὐσίαν τε καὶ ἐξουσίαν.» καὶ πάλιν «〈εἰ〉 οὐσίας εἶναι βούλονται τὸ πατὴρ δηλωτικόν, ἀλλ᾽ οὐκ ἐξουσίας, τῷ πατὴρ ὀνόματι καὶ τὴν τοῦ μονογενοῦς ὑπόστασιν προσαγορευέτωσαν.» 22. Ἐροῦμεν νῦν πρὸς τοὺς νῦν αἱρετικοὺς ὅτι ὑμεῖς ἐγράψατε «ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον κατ᾽ οὐσίαν». διὸ ἡμεῖς ἀντεγράψαμεν ὅτι «ὅμοιος οὐ κατὰ μίμησιν μόνον, ἀλλὰ καὶ κατ᾽ οὐσίαν».
ἐπειδὴ τοίνυν πρῶτοι ὑμεῖς οὐσίας ἐμνήσθητε, λέγοντες ἀνόμοιον κατ᾽ οὐσίαν, καὶ διὰ τοῦτο σπουδάζετε ἀρθῆναι τὸ ὄνομα τῆς οὐσίας, ἵνα κατὰ βούλησιν ὅμοιον εἶναι μόνον λέγοιτε τὸν υἱόν, εἰ ἀληθῶς συντίθεσθε κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρί, ἀναθεματίσατε τοὺς διαφορὰν λέγοντας ὁμοιότητος καὶ γράψατε οὕτως, ὅτι εἴ τις μὴ κατὰ πάντα λέγοι ὅμοιον τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, ἀλλὰ κατὰ μὲν βούλησιν λέγοι ὅμοιον, κατὰ δὲ τὴν οὐσίαν ἀνόμοιον, ἀνάθεμα ἔστω. καὶ μετὰ ταῦτα εἰ βούλονται οὐσίας ὀνόματος 〈μὴ〉 μεμνῆσθαι καὶ ἀθετοῦσι καὶ τὰς ἑαυτῶν ὑπογραφάς, οὐσίας πανταχοῦ 〈μὴ〉 μνημονεύσαντες, καὶ τὰ τῶν πατέρων ὁμολογείτωσαν, μὴ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑφεστάναι καὶ κατὰ τὸ ὑπάρχειν, κατὰ πάντα καθάπαξ ὅμοιον εἶναι τὸν υἱὸν 〈τῷ〉 πατρὶ ὡς υἱὸν πατρί, καθὼς αἱ θεῖαι λέγουσι γραφαί.
Εἰς τὴν ἐκτεθεῖσαν πίστιν περὶ τοῦ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως· Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας· οὕτω πιστεύω καὶ φρονῶ 〈καὶ συνευδοκῶ〉 τοῖς προγεγραμμένοις, καὶ οἱ παρόντες ὁμοίως.
Οὐάλης δὲ οὕτως· ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφωσκούσης τῆς πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεύς, πρὸς ὃν καὶ ἐμαρτυράμην, ἀγράφως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἔθει ὑπογράψαντος Οὐάλεντος καὶ προστεθεικότος τῇ ὑπογραφῇ ὅμοιον τὸν υἱὸν τῷ πατρί, μὴ προστεθεικότος δὲ κατὰ πάντα καὶ 〈μὴ〉 δείξαντος ὅπως ἢ συνέθετο τοῖς προγεγραμμένοις ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτο τοῦ εὐσεβοῦς βασιλέως καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ κατὰ πάντα 〈μὴ〉 ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα, 〈ἃ〉 ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ᾽ ᾧ τε ἀποκομίσαι εἰς τὴν κατὰ Ἀρίμινον σύνοδον, ὑπέγραψεν οὕτως· Βασίλειος ἐπίσκοπος Ἀγκύρας· 〈οὕτως〉 πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα· κατὰ πάντα δέ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὸ εἶναι ὡς υἱὸν κατὰ τὰς θείας γραφάς, πνεῦμα ἐκ πνεύματος, ζωὴν ἐκ ζωῆς, φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ, ἀληθινὸν υἱὸν ἐξ ἀληθινοῦ 〈πατρός〉, σοφίαν υἱὸν ἐκ σοφοῦ θεοῦ καὶ πατρός, καὶ καθάπαξ κατὰ πάντα τὸν υἱὸν ὅμοιον τῷ πατρί, ὡς υἱὸν πατρί.
καὶ εἴ τις κατά τι λέγει ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας γραφὰς ὅμοιον τὸν υἱὸν τῷ πατρὶ λέγοντα. ἀνεγνώσθη ἡ ὑπογραφὴ καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ, Ὑπατιανοῦ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων πλειόνων. 23. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγοντες, ἀλλ᾽ ἐξ ἀληθινῶν συστάσεων φιλοτιμούμεθα ὁρμᾶσθαι. διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς διὰ μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτερον καὶ φιλαρχοῦντες, καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον φημὶ καὶ Γεώργιον καὶ Σιλουανὸν καὶ λοιπούς· * ἔχοντες μεθ᾽ ἑαυτῶν σαρκὸς δεξιάν, Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. καὶ οἱ μὲν περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες, ἐξ ὧν πάλιν ἕτεροι διῃρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου, καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα.
Ἀκάκιος γὰρ ὁ Παλαιστινὸς ὁ Καισαρείας ἅμα Μελιτίῳ καὶ Οὐρανίῳ τῷ Τυρίῳ καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτην ζῆλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακεδόνιον τὸν Κωνσταντινουπολίτην, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντα, κατ᾽ αὐτῶν 〈τε〉 ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο. καὶ γεγόνασιν εἰς ἀλλήλους ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολογοῦντος, [εἰς ἀλλήλους] διενηνεγμένοι καὶ σχισθέντες εἰς τὰ προειρημένα διεσπάσθησαν τρία τάγματα. ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ᾽ αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν οὔτε κτίσμα 〈ὡς〉 ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῆ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες τὸ τοῦ κτίσματος 〈ὄνομα οἱ〉 αὐτοὶ μὲν ὅλοι ἦσαν ὁποῖοι καὶ 〈οἱ〉 Ἀρειανοί, παρεκρύβησαν δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ᾽ ἢ οὗτοι, διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν καὶ δεδιότας· καὶ ἔχοντες πρὸς ἀλλήλους ἐχθρίαν βουλόμενοι στῆναι 〈οὐκ ἠδυνήθησαν〉.
Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν [οὐκ] ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον, καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης· δι᾽ οὓς Ἀκάκιος καὶ οἱ μετ᾽ αὐτοῦ, τὴν αὐτὴν ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν, τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὴν ὁμολογεῖν 〈τολμῶντες τὸ ὁμοούσιον〉 οὔτε ἀρνεῖσθαι, ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ τῇ Τραχείᾳ καλουμένῃ κατὰ τὴν Ἰσαυρίαν ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ τὴν ὑπὸ τῶν πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν ὡς κατὰ ἀφελότητα εἰπόντες· 24. «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα» καὶ καθεξῆς, «καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ» λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες. ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν ὅτι «ἐκβάλλομεν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῆς θείας γραφῆς, τὸ δὲ ἀνόμοιον υἱοῦ πρὸς πατέρα ἀναθεματίζομεν.» καὶ ἦν τοῦτο δολίων θηρευτῶν δέλεαρ.
καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδίδασκον ὅτι κτίσμα μέν ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ᾽ ὅμοιός ἐστι τῷ πατρί, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην. ἐκτυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας καὶ ἀφομοιάζουσιν εἰκόνας, ἤτοι ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλης ὕλης ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ᾽ ἰσότητα τῶν ἐκτυπουμένων. οὕτως παρ᾽ αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ πατρί, οὐδὲν δὲ ἔχοντα τῆς τοῦ πατρὸς θεότητος τὸ παράπαν. ἀλλά τινες τῶν μετ᾽ αὐτῶν *, ἅμα δὲ διὰ τὴν οὕτω συμβᾶσαν συμφορὰν τοῦ καιροῦ κατεδέχοντο, καὶ ὁμοῦ ἦσαν συνειδότες οἱ πλείους αὐτῶν, τινὲς δὲ καὶ ἀγνοοῦντες, ὡς ὕστερον ἐδείχθη. ἦν γὰρ ἅμα τούτοις Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ μετὰ τοῦτον Φίλιππος ὁ ἐκεῖ κατασταθεὶς διάδοχος τοῦ προειρημένου καὶ ἄλλοι πλείους οἱ φύσει ταύτην τὴν αἵρεσιν κατέχοντες. νῦν δὲ μετὰ τὴν ἐκείνων τελευτήν, ὅτε εἰς πλάτος ἐλήλακεν ἡ αὐτῶν κακοδοξία καὶ μετὰ παρρησίας τυγχάνουσι διὰ τὴν τῆς σαρκὸς δεξιάν, [καὶ] μηκέτι ἐμποδιζόμενοι κηρύττουσι σαφῶς τὸ αὐτῶν ἐπιχείρημα, οὐκέτι οὔτε αἰδοῖ τινι κατεχόμενοι οὔτε ἰνδαλλόμενοι ἀπό τινος προστάγματος.
εἰς 〈δὲ〉 τὸ μή τινα δοκεῖν κατὰ κενοῦ φέρεσθαι καὶ τὴν ἐκτεθεῖσαν ἐκεῖ [καὶ] ὑπ᾽ αὐτῶν τῶν περὶ Ἀκάκιον πίστιν μεθ᾽ ὑπογραφῆς τῶν ἐν αὐτῇ τῇ συνόδῳ γενομένων ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· 25. Οἱ συνελθόντες ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ πρόσταγμα τῆς εὐσεβείας τοῦ θεοσεβεστάτου βασιλέως ἡμῶν Κωνσταντίου. Τάδε διελαλήσαμεν ἡμεῖς οἱ συναχθέντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ βασιλικὸν βούλημα· Τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν εἰσηνεγκάμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάξαι καὶ 〈περὶ〉 τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς 〈καὶ εὐαγγελικὰς〉 φωνὰς καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς παρεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει.
ἐπειδὴ δὲ ἐν τῇ συνόδῳ τινὲς τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ᾽ ἑαυτῶν καὶ τοὺς παρὰ κανόνα κατασταθέντας ἦγον μεθ᾽ ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλῆρες γενέσθαι τὸ συνέδριον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβε, τούτου ἕνεκεν διαλαλοῦμεν, ὡς οὐ φεύγομεν τὴν 〈ἐκτεθεῖσαν〉 αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν, προκομίζοντες 〈αὐτήν〉, ᾗ καὶ αὐτοὶ μάλιστα οἱ πατέρες ἡμῶν κατ᾽ ἐκεῖνο καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον· ἐπειδὴ 〈δὲ〉 πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἕως ἄρτι λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῶν γραφῶν ἐκβάλλομεν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν, καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ υἱοῦ «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων.
πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι᾽ οὗ τὰ πάντα ἐγένοντο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. πιστεύομεν δὲ καὶ εἰς ἓν ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐπαγγειλάμενος μετὰ τὸ ἀνελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλεν, δι᾽ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας καὶ βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες. 26. Τῇ πίστει ὑπέγραψαν οἱ παρόντες· Βασίλειος, Μάρκος καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, Παγκράτιος καὶ Ὑπατιανὸς καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς δύσεως.
Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται.
Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζωΐλος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παραιτωνίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης, Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Εἰρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πινάρων καὶ Σιδύμων, Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαΐδος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος *, Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου, Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος 〈Τριπόλεως τῆς〉 Λυδίας, Θεοδόσιος ἐπίσκοπος Φιλαδελφίας τῆς Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος Δολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, [Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας,] Πολυδεύκης ἐπίσκοπος * ἐπαρχίας δευτέρας Λιβύης, Παγκράτιος ἐπίσκοπος Πηλουσίου, Φιλίκαδος ἐπίσκοπος Ἀγουσταδῶν Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως, Πτολεμαῖος ἐπίσκοπος Θμούεως Ἀγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γεράσων, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου, Ἐλισσαῖος ἐπίσκοπος Διοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πέτρων, Βαρόχιος ἐπίσκοπος Ἀραβίας.
ὁμοῦ ἐπίσκοποι 〈μγ〉.
Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν ἔκθεσις. 27. Οἱ νουνεχεῖς ταύτην καὶ τὰς ἄλλας διελθόντες, γνῶτε πῶς ῥᾳδιουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος καὶ οὐδὲν ὀρθόν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ θεὸν ὁμολογίας. φάσκει γὰρ ὁ κύριος λέγων, «ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ καθὼς ὁ ἅγιος ἀπόστολός φησιν, «ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ», ὁ δὲ προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφωνεῖ λέγων «μετὰ τοῦ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν», [εἴτ᾽ οὖν κακίαν], οὕτω καὶ οὗτοι οἱ περὶ Ἀκάκιον, ἐκ τῶν περὶ Βασίλειον [δὲ] διῃρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπατηλὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾶν, [δύνασθαι] ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα πρὸς τὰς δύο σχέσεις καὶ δυναμένη ποιεῖν ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν.
ἀλλ᾽ ἐπειδήπερ ἐν τῇ κατὰ τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ —ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῶν Ἀρειανῶν διῃρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος καὶ Γερμανός, Γεώργιός τε ὁ Ἀλεξανδρεύς, Εὐζώϊός τε Ἀντιοχείας εἰς ἓν τάγμα ἀπεσχίσθησαν, Βασίλειός τε καὶ Ἐλεύσιος, Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακεδόνιος ὁ Κωνσταντινουπολίτης καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διῃρέθησαν, Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελίτιος καὶ Εὐτύχιος καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι γεγόνασι. καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον. ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν, εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν καὶ Εὐτύχιον πρὸς Κύριλλον, εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχέων καὶ Γεωργίῳ τῷ Λαοδικείας—τί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων; ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν· συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν. 28.
Μελίτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον (ἐντεῦθεν γὰρ γέγονε τῷ Ἀκακίῳ ἔνστασις ὑπὲρ τοῦ κἂν ἀλίγον τι ἀποστρέψαι τῆς κακοδόξου αὐτῶν γνώμης καὶ ὑποφαίνει ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις διὰ τοῦ βεβαιῶσαι τὸν προειρημένον Μελίτιον ἐν τῇ καταστάσει) κατασταθεὶς γοῦν ὁ Μελίτιος οὗτος ὑπ᾽ αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ᾽ αὐτῶν εἶναι τῆς αὐτῶν δόξης, ἀλλ᾽ οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλιμένοι καὶ τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοῦ δεδιῶχθαι προβαίνοντες καὶ προστιθέμενοι διὰ τὸν θεὸν ὀρθοδοξοῦσιν. ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου † τοῦ τῆς συνόδου· οἳ ἐπισκόπους ἑαυτοῖς κατατάξαντες ὁμολογοῦσι περὶ υἱοῦ θαυμαστῶς καὶ τὸ ὁμοούσιον οὐκ ἐκβάλλουσιν, ἀλλὰ καὶ ἐν ἑτοίμῳ ὥς φασι τοῦτο ἔχουσι, εἰ γένοιτο σύνοδος τελεία, ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι. συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον Μελίτιον 〈τὸν〉 ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα ἐπὶ τῆς Ἀντιοχέων πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς μὲν οἱ πλείους φασίν, ὀρθοδόξως. τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε·
Ἀντίγραφον ὁμιλίας Μελιτίου. 29. Ὁ μὲν σοφώτατος ἐκκλησιαστής φησιν «ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ», ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας ἢ ἄρχεσθαι, μάλισθ᾽ ὅτε ὁ αὐτὸς ἐκκλησιαστής φησιν «αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι». ἐπειδὴ 〈δὲ〉 «τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά», «πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι», καὶ «οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ἀλλ᾽ «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν», ὅτι μὲν οὖν ἀπαραίτητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι.
Τίνα δ᾽ ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο; ἦ δῆλον ὡς παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ᾽ αὐτῆς ἀρχομένους καὶ εἰς αὐτὴν καταλήγειν. «τοῦτο γάρ φησιν ὁ ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος», ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. καὶ οἰκοδομὴν εἴτε λαλοίη τις, «εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν πνεύματος» διὰ τῆς εἰρήνης τῆς κατὰ θεὸν παραγίνεται, οὐ μὴν πᾶσιν ἀδιορίστως, ἀλλὰ «τοῖς ἀγαπῶσι τὸν νόμον», ὡς ὁ προφήτης φησί· τὸν νόμον οὐ τὸν σωματικόν, ὃς «εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων», ἀλλὰ τὸν πνευματικόν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνηθέντων τὴν ἔκβασιν. «εἰρήνη, γάρ φησι, πολλὴ τοῖς ἀγαπῶσί σε καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον»· ὡς δῆλον εἶναι ὅτι τοὺς τὴν εἰρήνην μεμισηκότας μένει τὸ σκάνδαλον, καὶ προσήκει τοὺς τούτων ἐλευθερωθῆναι ποθοῦντας καθάπερ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν κύριον· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.»
καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης («ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε»), οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης («ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς»), ἀλλ᾽ οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. («ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ᾽ ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»·) ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει». τῶν γὰρ μὴ οὕτω διακειμένων 〈ἢ〉 ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος· ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ 〈ἢ τὸ〉 «μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου». 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ 〈τις〉 τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι 〈γὰρ〉 δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ᾽ οὐρανοὶ 〈διηγοῦνται〉 («οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ»), μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».
ὃν οὐκ ἔστιν ὁμολογῆσαι, εἴ τις «εἰς ὕψος ἀδικίαν λαλοίη» πρὸς τὸν πλησίον αὐτοῦ, εἴ τις εἰς τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν ἑαυτὸν † ὁμολογήσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου». «τίς, γάρ φησιν, ὁ ψευδόμενος, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; οὗτος, φησίν, ὁ ἀντίχριστος· ὁ γὰρ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ δὲ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ὁμολογεῖ. ὅπερ οὖν, φησίν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. καὶ ἐάν, φησί, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ μενεῖτε καὶ τῷ πατρί». μενοῦμεν δέ, ὅταν ἐνώπιον θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολογήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα («ἐλάλουν, γάρ φησιν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην»), ὅτι υἱὸς τοῦ θεοῦ, θεὸς ἐκ θεοῦ, εἷς ἐξ ἑνός, ἐξ ἀγεννήτου μονογενής, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος καὶ ἄξιος [ὁ] υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, λόγος καὶ σοφία καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀπορρεῦσαν ἐκ πατρός, οὐδὲ ἀποτμηθέν τε καὶ διαιρεθέν, ἀλλ᾽ ἀπαθῶς καὶ ὁλοκλήρως προελθὸν ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε.
καὶ ὅτι λόγος ἔστι τε καὶ λέγεται 〈ὁ〉 υἱός, οὐ μὴν φωνὴ τοῦ πατρὸς οὐδὲ ῥῆμα νοεῖται. ὑφέστηκε γὰρ καθ᾽ ἑαυτὸν καὶ ἐνεργεῖ, καὶ δι᾽ αὐτοῦ τὰ πάντα καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ καὶ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ πατρὸς καὶ τὸν χαρακτῆρα τοῦ πατρὸς ἀκριβοῦν. τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός, καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ᾽ ἑαυτό〈ν〉, ἀλλὰ γέννημά 〈ἐστιν〉 ἐνεργητικὸν καὶ πεποιηκὸς τόδε τὸ πᾶν καὶ φυλάττον ἀεί. ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι καὶ τῆς αἱρετικῆς κακοδοξίας. 31.
Ἐπειδὴ δὲ τῶν ἐν ταῖς γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε τῶν ῥημάτων τὴν δύναμιν μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦντες τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις «κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» (οὓς δέον τῷ πνεύματι τῷ ζωοποιοῦντι ἀκολουθεῖν καὶ μὴ τῷ γράμματι τῷ ἀποκτένοντι· «τὸ γὰρ πνεῦμα ζωοποιεῖ»), φέρε δή, τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι 〈οὐκ〉 ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν (ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι) οὐδὲ ὅτι χρῄζετε διδάσκοντος («αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε») ἀλλ᾽ ἵνα «φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ὑμῶν», ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν «χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ».
Πίστευσον οὖν ὅτι οὔτε ἀλλαχοῦ τῆς γραφῆς οὔτε ἐπὶ τοῦ παρόντος χωρίου ἐναντία τὰ ῥήματα τῆς γραφῆς ἀλλήλοις ἐστί, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ, καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ᾽ ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ μονογενοῦς τὴν φύσιν. καὶ διὰ τοῦτο ἡ γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ᾽ ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς καταλαβεῖν καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι.
ἐπεὶ τοίνυν ἔδει 〈εἰδέναι〉 τοὺς πιστεύοντας εἰς Χριστόν, ὡς ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἅτε δὴ «εἰκὼν» ὑπάρχων τοῦ «ἐπὶ πάντων» ὁ «διὰ πάντων», δι᾽ οὗ τὰ πάντα δεδημιούργηται τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου οὐδ᾽ ὡς ἐνέργεια τέχνης οὐδ᾽ ὡς ἀποτέλεσμα ἐνεργείας, ἀλλὰ 〈ὡς〉 γέννημα τοῦ γεννήσαντος, καὶ ὅτι οὐ θέμις ἐστὶ 〈ἀπὸ〉 τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι, καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων * τοῦ πατρός, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος, ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ γραφή, τῆς τε κτίσεως καὶ [τῇ] τῆς γεννήσεως, τῇ τε τοῦ ἔκτισε καὶ τοῦ ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ᾽ ἵνα διὰ μὲν τοῦ ἔκτισε τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ ἐγέννησε τὸ ἐξαίρετον τοῦ μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. «ἐγώ, 〈γάρ〉 φησιν, ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι. 32. Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ».
ἔχομεν γὰρ διδάσκαλον τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ κύριος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν», ἐν ᾧ «καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς τοῦ πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες», ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν, δι᾽ ὃ ἀτιμαζόμεθα, ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι᾽ οὗ προσαγόμεθα τῷ υἱῷ. ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; μὴ γὰρ «ὡς σαρκικοῖς, ἀλλ᾽ οὐχ ὡς πνευματικοῖς» διαλεγόμεθα; ἐπ᾽ ἄλλων γὰρ εἴρηται ὅτι «οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς». δέος γάρ ἐστι μή πως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέσωμεν· «καὶ εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾽ ἐμοῦ ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν;» μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». «εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι». καὶ διὰ τοῦτο δέος ἐστὶ μή πως βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγχωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμένων πιστεύειν. «ἐπίστευσα, γάρ φησι, διὸ ἐλάλησα».
ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γενέσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι, περιεργαζώμεθα καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ θεοῦ γεννήσεως, πῶς οὐ δέος ἐστί, μή πως ὁ διδοὺς οὐ μόνον «γλῶτταν παιδείας», ἀλλὰ καὶ «γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον», καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν; ὅπερ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηται, ὃς ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ τὴν γένεσιν τοῦ παιδός, ἀνθρωπίνοις λογισμοῖς δοκιμάζων τὴν τοῦ θεοῦ χάριν καὶ δύναμιν καὶ διαπορῶν πρὸς ἑαυτόν, εἰ 〈κατὰ〉 φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; «πῶς γνώσομαι τοῦτο ὅτι ἔσται; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς», τοιγαροῦν ὁπότε ἤκουσεν ὅτι «ἰδού, ἔσῃ σιωπῶν καὶ οὐ δυνάμενος λαλεῖν», καὶ οὐκ ἐλάλησεν ἐξελθών. 33. Διόπερ ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. τίς γάρ ἐστιν ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ «τῶν ἀποκαλύψεων» καταξιωθείς, ὁ «εἰς οὐρανὸν τρίτον» ἀναληφθείς, ὁ «ἀκούσας ἄρρητα ῥήματα», ἐσωφρονίσθη διὰ «τοῦ κατὰ τὴν σάρκα σκόλοπος» «μὴ ὑπεραίρεσθαι»; καὶ αὐτὸς ὁ προφήτης ὁ εἰπὼν «ἐπίστευσα, διὸ ἐλάλησα», «ἐταπεινώθην» φησίν, οὐχ ἁπλῶς, ἀλλὰ «σφόδρα».
ὅσῳ γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. περὶ τούτου ἄκουε τί λέγει· «ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης». ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ᾽ ἐννοοῦντες, * καὶ μήτε τρόπους περιεργαζώμεθα μήτε ἕτερόν τι. ὥσπερ γὰρ τὴν γέννησιν τοῦ υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ πατρὸς ἔστιν ἀποφήνασθαι, ἀλλὰ 〈δεῖ〉 ἀρκεῖν ἡγεῖσθαι πρὸς διδασκαλίαν τοῦτο ὅτι «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». δῴη δὲ κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα «νῦν ἠρξάμην λαλεῖν τῷ κυρίῳ μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», καὶ μὴ «ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου», ὅτι «μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πίστεως» ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ᾽ ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ θεῷ καὶ πατρὶ καὶ μετ᾽ αὐτοῦ καὶ σὺν αὐτῷ 〈τῷ υἱῷ〉 ἐν ἁγίῳ πνεύματι, 〈ᾧ〉 ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Πεπλήρωται ἡ τοῦ Μελιτίου ὁμιλία. 34. Ἔδοξε δὲ τοῦτο τοῖς μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας 〈σπουδάσασι〉 τοὺς πλείους τῶν Ἀρειανῶν οὐκ ἐπὶ χαρᾶς 〈καταστῆσαι〉, οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ᾽ εἰς ἐπάχθειαν 〈εἰρῆσθαι〉. ἐντεῦθεν κινοῦσι τὸν βασιλέα καὶ συσκευάζονται τὸν ἄνδρα ὡς διὰ τὸ μὴ ὡμολογηκέναι κτίσμα τέλειον αὐτὸν καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ ἕως τῶν χρόνων τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι᾽ ὧν νυνὶ ἐνηχούμεθα κατωρθωκέναι καὶ ἀφ᾽ ὧν νυνὶ οἱ ὑπ᾽ αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦσιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος, ἀλλ᾽ ὁμοούσιον ὁμολογοῦντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ καὶ ἀποστολική, ἣν ὡμολόγησαν οἱ συνελθόντες πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως. γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελίτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ᾽ αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ 〈τοὺς〉 ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας.
εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν καὶ τῇ κατ᾽ αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον, καὶ περὶ μὲν υἱοῦ καλῶς λέγοντες, τὸ δὲ πνεῦμα κτιστὸν ἡγούμενοι καὶ ἀλλότριον θεοῦ παντάπασι· περὶ ὧν ὕστερον ἐν τῇ κατ᾽ αὐτοὺς ἀνατροπῇ τῆς αἱρέσεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν. 35. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας περὶ αὐτοῦ φήμας ὑπάρχει. καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνός, τρόπος ἀγαθός, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθειαζόμενον. τινὲς δὲ καὶ περὶ τούτου, οὐκ οἶδα λέγειν εἰ μίσει φερόμενοι ἢ φθόνῳ ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ᾽ αὐτοῦ γέγονε κίνησις, ἀλλ᾽ ἕνεκεν, φησί, κανονικῶν πραγμάτων καὶ τῆς ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ ἱερατείου ἐρεσχελίας, καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν. ἀλλ᾽ οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὰ μάλιστα εἰς ὕστερον ἐν τῇ κατ᾽ αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα καὶ ὁμολογούμενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. δεῖ γὰρ κατὰ τὸ μέρος τοῦτο ἀληθεύειν, ὅση δύναμις κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. θέλεις γάρ, παρῆλθέ 〈τι〉 τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγήσεως· οὐκ ἔχω λέγειν· θέλεις, κατὰ ἀφέλειαν ἀπ᾽ αὐτοῦ ὁ λόγος προήχθη· θεῷ ἔγνωσται.
πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως 〈ὡς〉 περὶ κτίσματος περὶ υἱοῦ τοῦ θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι κἂν ἕως ὀνόματος, καὶ ἐν τῷ εἰπεῖν ὅτι «ὑπὲρ σοφίαν» καὶ εἴ τι ἕτερον. 36. Ὀλίγα δὲ πρὸς τὰ ὑπ᾽ αὐτῶν ὑποβληθέντα διηγησάμενοι καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ ὁμοι[ο]ούσιον ὁμοούσιον; σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας καὶ μὴ ἀλλοτρίους. δύναται γὰρ καὶ ὁμοι[ο]ούσιον εἶναι πρὸς χρυσὸν χαλκός, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. ἀλλ᾽ οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία. εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε 〈προφασίζεσθαι〉 προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν υἱὸν πρὸς πατέρα ἢ τὸ πνεῦμα πρὸς τὸν υἱὸν καὶ πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. οὐ γὰρ εἴπομεν ἁμαούσιον, ἀλλ᾽ ὁμοούσιον, ἵνα μηδὲν τοῦ πατρὸς παρηλλαγμένον 〈τὸν υἱὸν〉 ὁμολογήσωμεν, ἀλλὰ θεὸν ὄντως ἐκ θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν οὐδὲ ἐξ οὐκ ὄντων, ἀλλὰ 〈ἐκ〉 πατρὸς προελθόντα, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν πατέρα καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορον.
τὸ γὰρ ὁμο δύο μὲν ὑποστάσεών ἐστι σημαντικόν, οὐκ ἀλλοτρίων 〈δὲ〉 τῇ φύσει. διὸ ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ᾠκονόμηται ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. καὶ ὁρᾷς ὅτι οὐκ ἔσται σοι πρόφασις οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους ὅτι, ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. οὐκέτι γὰρ ἔσται τοῦτο. ἀπὸ γὰρ τοῦ ὁμοουσίου σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ ὁμοουσίου δηλωθήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν πατέρα ὑπάρχον. σὺ δὲ ἐπιπλασάμενος τὸ ὁμοι[ο]ούσιον διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχθήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ οὐχ ἃ λέγεις φρονῶν, ἀλλὰ 〈ἃ〉 φρονεῖς παραπεποιημένως διδάσκων· εἰ γὰρ ὅλως οὐκ ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε· καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. τὸ δὲ γεννώμενον ἐκ τοῦ τινός, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσῴζει εἶδος. εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννηται τοῦ πατρὸς ὁ υἱός, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοι[ο]ούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ᾽ ἐξέπεσας τῆς παρ᾽ αὐτοῦ χάριτος. «
ὁ γὰρ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν» ὁ ἅγιος ἀπόστολός φησι, καὶ πάλιν «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω», ὁ φήσας «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ λέγων «Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». 37. Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος ἀρκετῶς ἔχειν ἐνταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν, τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκφύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τούτους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν καὶ τοὺς ἀπ᾽ αὐτῶν σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι ὁμοίως μετὰ τὴν Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. ἵνα δὲ καὶ ταύτην τὴν κρυφῆ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν ὥσπερ † διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον καὶ Εὐζώϊον καὶ Εὐτύχιον καὶ τοὺς ἄλλους. καὶ φανερὰ μέν ἐστιν ἡ ἔκθεσις ἡ προκειμένη ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας.
ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προβαινόντων τῶν χρόνων ὤφθη καὶ ἐφωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρχων, ὃς καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε· κατασταθέντων γὰρ τῶν τριῶν καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν, ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης, ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παρρησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ᾽ ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως καὶ τοὺς τὴν ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις καὶ πολέμοις καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς. 38. * Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν υἱὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ. ἡ δὲ αὐτῶν φατρία * καθ᾽ ἑκάστην ἡμέραν τίνι τῶν σύνεσιν θεοῦ ἐχόντων οὐκ ἔστι δήλη;
ὡς δημοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν υἱὸν τοῦ θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ ἀλλότριον παντάπασι τῆς τοῦ θεοῦ οὐσίας. περὶ γὰρ τῶν περὶ Εὐδόξιον * ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ᾽ Ἀλεξανδρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο καὶ τὰ φίλα πρὸς τὴν κατ᾽ ἐξοχὴν οὖσαν ἐξουσίαν Εὐδόξιος, 〈ὃς〉 ὢν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε 〈δὲ〉 τὰ μὲν τῶν Ἀνομοίων φρονῶν (ἐπικρυβόμενος δέ), οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγών, Δημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητάς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου, ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα· μιᾶς μὲν ἀκανθώδους οὔσης ὕλης καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα *, οὕτω καὶ ἡ τούτων κακόνοια, ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμηνεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα * τὴν λύμην τῷ βίῳ ἐξήμεσε, ὡς καὶ ὕστερον περὶ τούτων τῶν Ἀνομοίων πάλιν ἐροῦμεν.
τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες καὶ παρωσάμενοι, † ἀνετρέψαμεν μὲν καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν καὶ παρεγκλίναντες ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, θεὸν ἐπικαλούμενοι βοηθῆσαι ἡμῖν ὡσαύτως εἰς τὸ τὴν ἐπαγγελίαν πληρῶσαι. — — —
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.