Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Οι Πνευματομάχοι, η ορθόδοξη Τριαδολογία και οι Αεριανοί

Υπεράσπιση της θεότητας του Αγίου Πνεύματος, διατύπωση του ορθόδοξου τριαδικού δόγματος και ανασκευή των αντικανονικών απόψεων του Αερίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 22 από 27

Κατὰ Πνευματομάχων 〈〈νδ〉, τῆς δὲ ἀκολουθίας 〈οδ〉〉. 1. Ἀπὸ τούτων τῶν Ἡμιαρείων καὶ ἀπὸ ὀρθοδόξων τινὲς ὡς εἰπεῖν, τεράστιοι γενηθέντες ἄνθρωποι διφυεῖς καὶ ἡμίπλαστοι, ὡς τοὺς Κενταύρους ἢ Πᾶνας ἢ Σειρῆνας 〈διέγραψαν〉 οἱ ἀναγράψαντες τοὺς μύθους, ἐπανέστησαν ἡμῖν, 〈ὧν〉 οἱ μὲν ἀπὸ Ἀρείου ὄντες καὶ δῆθεν τὸν υἱὸν οὐ τέλεον κτιστὸν ὁριζόμενοι, ἀλλ᾽ υἱὸν ἀχρόνως γεγεννημένον, χρόνου δὲ ἐν ὑπονοίᾳ λέγουσι 〈αὐ〉τὸν ἀπ᾽ † οὐρανοῦ καὶ δεῦρο *, οὐ μὴν ἀπηλλαγμένοι τῆς ἐν πρώτοις ἀπὸ Ἀρείου ἐξεμεθείσης λέξεως, τῆς φασκούσης εἶναί ποτε ὅτε οὐκ ἦν, πρὸ χρόνων δὲ πάντων αὐτὸν εἶναι, «δι᾽ οὗ τὰ πάντα γέγονε», λέγοντες, 〈κτιστὸν δὲ τὸ πνεῦμα λέγοντες〉 βλασφημοῦσι τὸ πνεῦμα τὸ ἅγιον. ἄλλοι δὲ φύσει καὶ περὶ τοῦ υἱοῦ ὀρθοδόξως ἔχοντες, ὅτι ἦν ἀεὶ σὺν πατρί, καὶ οὐδέποτε διέλειπε τοῦ εἶναι, ἀλλ᾽ ἐκ πατρὸς μὲν † αὐτὸν γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως· εἰς τὸ πνεῦμα δὲ τὸ ἅγιον πάντες οὗτοι βλασφημοῦσι, μὴ συναριθμοῦντες αὐτὸ πατρὶ καὶ υἱῷ ἐν τῇ θεότητι. πολλάκις δὲ περὶ τούτου πολλὰ διελέχθημεν καὶ ἐν ἑκάστῃ αἱρέσει τήν τε ἀληθινὴν περὶ αὐτοῦ σύστασιν οὐ μικρῶς ὑφηγησάμεθα, ὡς σὺν πατρὶ καὶ υἱῷ κυριολεκτεῖται. «

πνεῦμα γὰρ κυρίου πεπλήρωκε τὴν οἰκουμένην», «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ· πνεῦμα γὰρ κυρίου λέγεται, [καὶ] «ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον», «χαριζόμενόν τε τὰ χαρίσματα διαφόρως ὡς βούλεται», «ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ», σὺν πατρὶ καὶ υἱῷ ὄν, βαπτίζον, σφραγίζον, τελειοῦν τὸν ἐσφραγισμένον. ἵνα δὲ μὴ ἐνταῦθα κάματον ἀναδέξωμαι, τὰ ἤδη μοι εἰρημένα ἐν τῷ μεγάλῳ λόγῳ τῷ περὶ πίστεως γραφέντι εἰς τὰ μέρη τῆς Παμφύλων παραθήσομαι, πρὸς ἀντίθεσιν μὲν τῶν βλασφημούντων τὸ ἅγιον πνεῦμα, εἰς διδασκαλίαν δὲ τῶν ἐντυγχανόντων καὶ εἰς εὐφρασίαν τῶν πνεύματος ἁγίου καταξιουμένων. καὶ ἔστι τόδε·

Ἐκ τοῦ Ἀγκυρωτοῦ λόγος. 2. «Ἐπεφάνη ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»· «ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «θύρας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας», τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. τοίνυν «κατῴκησεν ἐν ἡμῖν», καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος, εἰς τὸ γνῶναι αὐτὸν καὶ τὰ περὶ αὐτοῦ, ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως», «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας». διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον». ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν.

αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς», κατὰ τὸν Δαυὶδ «ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν». «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ». παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς». διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι᾽ αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν». ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν», καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναι [δὲ] τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν, εἰπὼν «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου.

καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι᾽ ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ, λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων, οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμένοις. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα», «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 3. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ», «μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ, «ὅτι ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, ὡς δόξαν μονογενοῦς παρὰ πατρός». ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ᾽ ὁμοιότητα ἕκαστον.

καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται, προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δ᾽ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν· οὕτως, οἶμαι, ὁ λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο, κατὰ τὴν ἐπαγγελίαν «εὑρήκαμεν γὰρ Μεσσίαν ὃν ἔγραψε Μωυσῆς». ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» καὶ ὁ Δαυὶδ «καταβήτω ὡς δρόσος ἐπὶ πόκον, καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν», ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν, τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου, προσδιδοῦσα τὴν φύσιν προθύμως, τοῦ δὲ λαμβάνειν παρ᾽ αὐτοῦ πλέον ἔχουσα σπουδήν), οὕτω δὴ καὶ ἡ παρθένος Μαρία «κατὰ τί γνώσομαι», ὅτε φησίν, «ὅτι ἔσται μοι τοῦτο;» ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται». Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών»· καὶ Μαρία μὲν ἀνιμᾶται τὸν λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ λόγος προσλαμβανόμενος θνητοῦ φύσιν.

οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης, ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ, καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ λόγος· οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος «ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ 〈ὁ〉 διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ᾽ ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, αὐτοὶ» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ, λαβεῖν τε πνεῦμα ἅγιον, ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. «

εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ᾽, οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ. 4. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ Χριστοῦ ἢ παρ᾽ ἀμφοτέρων (ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται»), ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου («τὸ γὰρ ἐν αὐτῇ», φησίν, «ἐκ πνεύματος ἁγίου», ἀγγέλου φωνή), συνίω τὸ λυτρούμενόν με μυστήριον, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύττει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως, ἀφιλονείκως 〈ἐκ〉 συνθημάτων ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου». γέγραπται 〈γὰρ〉 «ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ» δίδοσθαι τοῖς σωζομένοις.

πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα, τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ᾽ αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς πῦρ πνεῦμα καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος.

αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπὼν «γενηθήτω φῶς, καὶ ἐγένετο φῶς», τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» («ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου», ὁ Δαυίδ φησιν), αὐτός ἐστιν ὁ κύριος ὁ εἰπὼν «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς. 5. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρός, ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστός, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστός, ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον.

οὕτως λέγουσιν αἱ γραφαί· «ἀποστελεῖς τὸ πνεῦμά σου, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», ὅμοιον τῷ λέγειν «ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά»· «λειτουργούντων δὲ αὐτῶν (φησί) τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», ὅμοιον τῷ λέγειν «ὁ δὲ κύριος εἶπεν, εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν»· «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν», ὡς ἂν εἴποι Χριστὸς «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»· «ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος, πλὴν τῶν ἐπάναγκες», ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ᾽ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι»· «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ.

ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα», ὡς ἂν εἴποι Χριστὸς «πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη» 〈ἢ〉 «μὴ βαστάζετε πήραν, μὴ ῥάβδον, μηδὲ ὑποδήματα»· «οἵτινες (φησίν) ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ», ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη», ὅμοιον ᾧ εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ» ἢ «μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»· «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι», ὡς ἂν εἴποι «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»· «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον», ὅμοιον τῷ εἰπεῖν «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι»· «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», ὅμοιον τῷ εἰπεῖν «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος»· «καὶ περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ»· «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε»· καὶ «πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου» καὶ «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες», ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χριστός»· «ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ», ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ», ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»· «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός». 6.

Ἀλλὰ 〈καὶ〉 τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου, «διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι», καὶ «ἀπὸ δόξης εἰς δόξαν, καθὼς ἀπὸ κυρίου πνεύματος»· καὶ «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως», ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» ὅμοιον τῷ εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ». καὶ «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» 〈ὅμοιον τῷ εἰπεῖν〉 «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα»· Ἠσαΐας δὲ «καὶ ἐπ᾽ αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστὸς «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με»· καὶ «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», ἢ «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ». φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ».

ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς» ἢ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε»· ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον», ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ἢ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ἢ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἢ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», ἢ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι», ἢ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου» ἢ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἢ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν», ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἢ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἢ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς (τῷ Ἀνανίᾳ Πέτρος) ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ θεῷ». ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι, ἢ «θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι». τούτου μεῖζον οὐκ ἔχω λέγειν. θεὸς δὲ ὁ υἱός· «ἐξ ὧν (φησίν) ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». «

πίστευσον (φησίν) εἰς τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ», καὶ «ἐλάλησε (φησίν) αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ», ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἢ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν», ἢ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς», ἢ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». ἡ δὲ αὐτὴ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ λόγου· «προσέχετε (φησίν) ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν». 7. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ». εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται.

ἔστι γὰρ ἀπερίγραφος, ἀχώρητος, ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις. «ἐλάτρευσαν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος;» ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πατρὸς μὲν πατὴρ παντοκράτωρ, πατὴρ ἁπάντων, πατὴρ Χριστοῦ· υἱοῦ δὲ λόγος, Χριστός, φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος, πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, πνεῦμα Χριστοῦ. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ᾽, ὡς ὑπέρλαμπρον, δύναμις, σοφία. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς ἄρα ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρόσιτον». δύναμις δὲ ὅλος ὁ θεός, καὶ διὰ τοῦτο 〈ὁ υἱὸς〉 «κύριος τῶν δυνάμεων». σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι». ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν ζωὴ ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον, φωτιστικόν, παράκλητον, βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν.

ὡς γὰρ ὁ υἱὸς «μεγάλης βουλῆς ἄγγελος», οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον· «ἀλλ᾽ ἐλάβομεν (φησί) πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». 8. Ἀλλ᾽ ἐρεῖ τις, οὐκοῦν φαμεν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; «μενοῦνγε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ᾽ ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων, φωτεινά, φωτοδότα, φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν πατέρα ποιεῖται φωτός, πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος, καὶ 〈ὁ〉 υἱὸς ἀληθοῦς πατρὸς 〈υἱός〉, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ· τὰ δ᾽ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα».

οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ᾽ ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα, καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν. οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς μεγάλης βουλῆς ἄγγελος» καλεῖται. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δὲ ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ᾽ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ᾽ ἀξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν· καὶ ἃ μὲν 〈ἐν〉 χρόνῳ ἔστιν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου.

καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις. 9. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», καὶ «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον». χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, «χαίροντα τῇ ἀληθείᾳ», ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα. «παρεκάλει» γὰρ τὸ εὐαγγέλιόν φησιν «ἵνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἐπέτασσε. καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ «οὐκ εἴα αὐτὰ λαλεῖν». λέγεται δὲ «πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως», λέγεται καὶ πνεῦμα κόσμου· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν» φησί, καὶ πνεῦμα δὲ ἀνθρώπου· «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»· «ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει», καὶ «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι», καὶ «πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσσεται». καὶ «ἰδού, πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν».

λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι, «πνεῦμα δειλίας», καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυρρῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφὸν καὶ πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεών», καὶ τὰ «πνευματικὰ τῆς πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ᾽ ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει, οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται ὑπὸ πατρὸς καὶ υἱοῦ «πνεῦμα ἀληθείας» καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ καὶ πνεῦμα χάριτος.

χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμάτων, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν», καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται»· ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ θεός», φησὶν ὁ Δαυίδ, ἢ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ», τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν, «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει», καὶ «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος», ὅμοιον ᾧ εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα». περὶ τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». καὶ «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα». 10.

Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει, καὶ ὁ πατὴρ παρ᾽ οὗ ἐκπορεύεται, καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρός, ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός· υἱὸς φυσικός, υἱὸς ἀληθής, υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ πνεῦμα 〈οὐχ υἱός〉, ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεί, καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς 〈ἐξ〉 ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὕτη ἀθανασία, ἐκ πίστεως τε αὐτῆς ἡ υἱοθεσία γίνεται.

ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς, σκηνὴν δὲ ἁγίαν λαὸν ἅγιον, 〈ὃς〉 τὸν δίκαιον ἔχει μόνον [τὸν] συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰώνια, αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκός, περιτομὴν καρδίας, «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν»· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φωνοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ 〈δοξάζουσα〉 σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο.

〈Πε〉πλήρωται τὰ 〈ἐκ〉 τοῦ Ἀγκυρωτοῦ. 11. Καὶ ταῦτα μέν ἐστιν ἃ ἤδη περὶ τῆς πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γράφοντες κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριότητος ἐξηγησάμεθα καὶ ἐκ τῶν προρρηθέντων παρεθέμεθα. ἔτι δὲ ἐπιμενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς εὐσεβῶς μαρτυρίας φέροντες καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. ὅτι μὲν γὰρ ἐν τοῖς πρὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ μονογενὴς συμπράττων τῷ πατρὶ καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος πατρί, οὐ μόνον δὲ ὁ υἱός, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συμπρᾶττον υἱῷ καὶ πατρὶ καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ θεοῦ ὂν καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ᾽ ὁμοούσιον πατρὶ καὶ υἱῷ, παντί τῳ σαφὲς 〈καὶ〉 κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται.

νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου πνεύματος περὶ μόνου τοῦ ἁγίου πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας γραφῆς διηγησάμενοι περισσοτέρως ταῖς πρότερον παραθησόμεθα μαρτυρίαις, ἀκολούθως τῇ περὶ ἁγίου πνεύματος ἀληθινῇ εὐσεβείᾳ· ὡς ἔχει γὰρ καὶ ἔστι πνεῦμα ἅγιον ἑνικόν, ὑπὸ πάντων προσκυνούμενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισούμενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ᾽ ἑνικόν· ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ πατρὸς καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενομένων ὄν. πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον πνεῦμα· ὥσπερ εἷς θεὸς καὶ εἷς μονογενὴς υἱὸς τοῦ θεοῦ, οὕτω καὶ 〈ἓν〉 πνεῦμα ἅγιον θεοῦ, ἀπὸ δὲ θεοῦ καὶ ἐν θεῷ. ἀλλὰ ὁ μὲν μονογενὴς υἱὸς ἀκατάληπτος, τὸ δὲ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δὲ καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐ συναλοιφὴ δέ ἐστι πατρὶ καὶ υἱῷ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ᾽ ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ μὲν πνεῦμα πνεῦμα ἅγιον, ὁ δὲ υἱὸς υἱός.

τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», «ἀναγγέλλον» τὰ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος· τρίτον τῇ ὀνομασίᾳ, (ἐπειδὴ ἡ τριάς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα «ἀπελθόντες, γάρ φησι, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»), ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐκ ἀλλότριον τῆς δωρεᾶς, ἀλλ᾽ εἷς θεός, μία πίστις, εἷς κύριος, ἓν χάρισμα, μία ἐκκλησία, ἓν βάπτισμα. 12. Ἀεὶ γὰρ ἡ τριὰς τριάς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε προσθήκην λαμβάνει, ὡς γλυκίως ἔστιν ὁμολογεῖν καὶ ἀκορέστως λέγειν· «γλύκια» γάρ φησιν ὁ προφήτης «τῷ λάρυγγί μου τὰ λόγιά σου». καὶ εἰ τὰ λόγια γλύκια, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ τριάς, ἡ πηγὴ πάσης γλυκύτητος; τριὰς οὖν οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ δὲ ἡ τριάς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. τὸ δὲ ἀνάπαλιν πνεῦμα ταττόμενον ἐν χαρίσμασι· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι».

Τούτων δὲ οὕτως ἐχόντων ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας, ἀλλ᾽ ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ θεοῦ, ἀλλ᾽ εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. ἀνένδεκτον γὰρ κτιστόν τι ἐν τριάδι λέγειν ἢ διανοεῖσθαι ἢ ἐπιγένητον, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὔτε συνάδελφος υἱὸς πατρὶ οὔτε συναλοιφή, καὶ τὸ πνεῦμα οὔτε συναλοιφὴ οὔτε συνάδελφον πατρὶ καὶ υἱῷ [οὔτε συναλοιφὴ τὸ πνεῦμα πατρὶ καὶ υἱῷ]. υἱὸς δὲ γεννητὸς ἐκ πατρὸς καὶ πνεῦμα προελθὸν ἐκ πατρός, ἀνεκδιηγήτως τῆς τριάδος οὔσης ἐν ταυτότητι δοξολογίας καὶ ἀκαταλήπτως υἱοῦ ὄντος σὺν πατρὶ καὶ πνεύματος ἁγίου ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς τριάδος τῆς αὐτῆς ἀϊδιότητος. πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς δὲ γεννητός, ἀλλ᾽ ἄκτιστος καὶ ἀκατάληπτος, πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ᾽ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον· «πνεῦμα γὰρ ὁ θεός». 13. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ γραφῇ ἐμφέρονται. ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν, ἵνα μὴ ἀμάρτυρον περὶ πνεύματος καὶ ἐν τῷ παρόντι παρελεύσομαι τὴν ὑφήγησιν.

εὐθὺς μὲν γὰρ ὁ πατήρ φησι περὶ τῆς τοῦ υἱοῦ παρουσίας ὅτι «θήσομαι τὸ πνεῦμά μου ἐπ᾽ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ», ἵνα γνήσιον κηρύξῃ θεὸν τὸ ἅγιον αὐτοῦ πνεῦμα, πᾶσι πιστοῖς εἰς σωτηρίαν. εἶτα δὲ ὁ μονογενὴς τῇ αὐτοῦ μαρτυρίᾳ προσθεὶς φάσκει «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», ἵνα ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ τῷ πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη καὶ πιστοῖς κηρυττομένη σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι οὐκ ἀλλότριον τὸ πνεῦμά ἐστι τοῦ θεοῦ. πάλιν δὲ ὁ κύριος περὶ τοῦ πνεύματος, ὅτι «τὸ πνεῦμα τοῦ πατρός μού ἐστι τὸ λαλοῦν ἐν ὑμῖν», καὶ πάλιν ὡς οὐκ ἀλλοτρίου τοῦ πνεύματος τυγχάνοντος τῆς τοῦ θεοῦ θεότητος, «ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ πνεῦμα αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν», ὡς αὐτοῦ τοῦ κυρίου παρακλήτου ὄντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. οἱ δὲ ἀπόστολοι δεικνύοντες ὅτι οὐ δοῦλον τυγχάνει τὸ πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασὶ «καὶ εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», καὶ τὰ ἑξῆς.

ὁ δὲ ἀπόστολος σαφῶς περὶ αὐτοῦ λέγει «ὁ δὲ κύριός ἐστι τὸ πνεῦμα, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ «ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα κυρίου οἰκεῖ ἐν ὑμῖν». εἰ τοίνυν ναὸς θεοῦ καλούμεθα δι᾽ ἐνοίκησιν ἁγίου πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ πνεῦμα καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ θεοῦ οὐσίας, σαφῶς τοῦ ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς θεοῦ γίνεσθαι, διὰ τὸ ἐνοικοῦν πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; πῶς δὲ ἀλλότριον θεοῦ ἔσται τὸ πνεῦμα «τὰ βάθη τοῦ θεοῦ ἐρευνῶν;» καὶ μὴ λέγε μοι· ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν καὶ ἑαυτοὺς ἀπολλύειν, ἐπεὶ ἂν καὶ 〈τὸ〉 αὐτὸ λέξωσι περὶ τοῦ πατρός, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται ὅτι «ἐρευνᾷ ταμεῖα κοιλίας». καὶ εἰ ἀσεβῶς νοήσεις διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾶν τὸ γινώσκειν ἐπὶ τοῦ πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν ὑπόνοιαν. οὔτε γὰρ ἐπὶ πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν (οὔτε γὰρ χρεία ἦν εἰπεῖν) σαφῶς δηλουμένης τῆς τοῦ θεοῦ προγνωσίας ἀπὸ τοῦ ἐρευνᾶν 〈καὶ〉 τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. οὕτω μοι καὶ περὶ πνεύματος καὶ υἱοῦ καὶ πατρὸς 〈νόησον〉 τὴν μίαν γνῶσιν καὶ τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας τριάδος τὴν τελειότητά τε καὶ ταυτότητα. 14.

Καὶ ἀμύθητα ἔστι περὶ τούτων λέγειν καὶ ἀπὸ θείας γραφῆς ὄγκον μαρτυριῶν φέρειν καὶ εἰς πλάτος ἐπιμηκύνειν καὶ κάματον ἐμποιεῖν τοῖς ἐντυγχάνουσιν. ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες τὰς πάσας ἐν θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ κἄν τε ἐν πολλῷ, ὡς καὶ οὗτοι 〈οἱ〉 μάτην εἰς τὸν κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον πνεῦμα καὶ μὴ ἔχοντες «μήτε ἐνταῦθα μήτε ἐν τῷ μέλλοντι αἰῶνι» κατὰ τὰ ὑπὸ κυρίου εἰρημένα «ἄφεσιν» ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ᾽ αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν, παισθέντες τῷ τοῦ ξύλου λόγῳ καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα «οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται», ὡς ἔφην, καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀληθείας. «πύλαι γὰρ Ἅιδου» ἀληθῶς πᾶσαι αἱ αἱρέσεις, ἀλλὰ «κατὰ τῆς πέτρας οὐ κατισχύσουσι», τουτέστι κατὰ τῆς ἀληθείας.

κἄν τε γὰρ ἐξ αὐτῶν τινες θελήσειαν λέγειν ὅτι «τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν· δεῖξον δέ μοι ἀπ᾽ αὐτῆς ὅτι τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται», εὑρεθήσονται καὶ ἀπ᾽ αὐτῆς ἐλεγχόμενοι. οὐ γέγονε δὲ τότε περὶ τοῦ πνεύματος ἡ ζήτησις. πρὸς γὰρ τὸ ὑποπῖπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. ἐπεὶ οὖν ὁ Ἄρειος εἰς τὸν υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. ὅρα δὲ ἀπ᾽ αὐτῆς τῆς ὁμολογίας ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστείας. εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται· «πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα». τὸ δὲ πιστεύομεν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν θεὸν «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν»· 〈καὶ〉 οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ εἰς θεὸν ἡ πίστις «καὶ εἰς τὸ ἅγιον πνεῦμα»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα ἀπὸ τοῦ «πιστεύομεν» καὶ «πιστεύομεν» καὶ «πιστεύομεν». καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα;

διὸ ὑπερβήσομαι καὶ ταύτην, δεόμενος θεοῦ ἡμῶν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν ἁπάντων, ὅπως ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες κατὰ πάντα αὐτῷ εὐχαριστήσωμεν.

Κατὰ Ἀερίου 〈νε〉, τῆς δὲ ἀκολουθίας 〈οε〉. 1. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακόν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. πᾶσαν γὰρ αἵρεσιν κακοβουλία τῶν γενομένων ἀπ᾽ ἀρχῆς ἄχρι τέλους ἢ κενοδοξίας ἢ ἐπάρσεως φρόνημα εἰργάσατο, ἢ ἐπιθυμίας ὄρεξις ἢ ζῆλος πρὸς τοὺς πέλας ἢ παροξυσμὸς ἢ προπέτεια. τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ἰσχύοντος ἀπατᾶν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παραιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, «ἵνα» φησίν «οἱ δόκιμοι φανεροὶ γένωνται».

Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ καὶ περίεστι τῷ βίῳ, Ἀρειανὸς μὲν τὸ πᾶν. ἄλλως γὰρ οὐ φρονεῖ, ἀλλ᾽ ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν καὶ ἐξωπλισμένος ἐν χείλεσιν, ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἀεὶ τὰς ἀκοὰς γαργαλιζομένων καὶ τὴν διάνοιαν ὑποχαλωμένων. καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γέλοιον μέν 〈τι〉 ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. οὗτος γίνεται συσχολαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας, Πόντου τῆς καλουμένης χώρας ἤτοι μικρᾶς Ἀρμενίας. ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προειρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπήν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ᾽ οὐκ ἔφθασεν εἰς τοῦτο. ἐντεῦθεν ζῆλος γίνεται. ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. αὐτίκα 〈γὰρ〉 ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον. τοιαῦτα γάρ τινα κατασκευάζουσι κατὰ φιλοξενίαν καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταλύειν * ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν ἐκκλησιῶν προστάται. 2.

Ἐπεὶ οὖν ἡ μῆνις ἀπ᾽ αὐτοῦ οὐ διέλειπε, καθ᾽ ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι καὶ προέβαινεν ἀνὰ μέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. ὁ δὲ ἐπίσκοπος Εὐστάθιος μετακαλούμενος τὸν Ἀέριον ἐθώπευε, παρῄνει, ἠπείλει, ἐνεβριμεῖτο, παρεκάλει καὶ οὐδὲν ἤνυε. τὸ γὰρ ἐξ ἀρχῆς καταβληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. πέρας γοῦν καταλιπὼν τὸ πτωχοτροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν, ἐντεῦθεν τὴν πρόφασιν * ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα, καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· οὐκέτι τοιοῦτος ὑπάρχει, * ἀλλ᾽ ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν. ἅτινα ἦν ταῦτα συκοφαντία μὲν παρ᾽ ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος ἄλλως οὐκ ἠδύνατο πράττειν. καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα.

Νομίσειε δ᾽ ἄν τις, ἐπειδήπερ κατὰ Ἀερίου λέγοντες Εὐστάθιον παρηγάγομεν, μή τι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν. τὸν μὲν γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε. τὸ γὰρ Ἀρείου καὶ αὐτὸς ἀπ᾽ ἀρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο· ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις ἐπισκόποις καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι· εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς καὶ ἐξ ὀνείρων ἀναστὰς τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακοδοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί· διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον. 3. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀποταξίαν ἐν ἀρχῇ, καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ 〈φατρίας〉 ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων. πολλάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαιθροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης, καί φησι· «τί ἐστιν ἐπίσκοπος πρὸς πρεσβύτερον;

οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησί, τιμὴ καὶ ἓν ἀξίωμα. χειροθετεῖ, φησίν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος· λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως καὶ ὁ πρεσβύτερος· τὴν λατρείαν τῆς οἰκονομίας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως· καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται καὶ ὁ πρεσβύτερος». ἐν τούτῳ πολλοὺς ἠπάτησε, 〈οἳ〉 καὶ ἀρχηγὸν τοῦτον ἐσχήκασιν. εἶτά φησι· τί ἐστι τὸ Πάσχα, ὅπερ παρ᾽ ὑμῖν ἐπιτελεῖται;

Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. οὐ γὰρ χρή, φησί, τὸ Πάσχα ἐπιτελεῖν· «τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός». Εἶτα μετέπειτα· τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησίν, ὀνόματα τεθνεώτων; 〈εἰ〉 εὔχεται, γάρ φησιν, ὁ ζῶν ἢ οἰκονομίαν ἐποίησε, τί ὠφεληθήσεται ὁ τεθνεώς; εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνησεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω μηδὲ ἀγαθοποιείτω, ἀλλὰ κτησάσθω φίλους τινάς, δι᾽ οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτοῦ, ἵνα μή τι ἐκεῖ πάθῃ μηδὲ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ.

Ἀλλ᾽ οὔτε νηστεία, φησίν, ἔσται τεταγμένη. ταῦτα γὰρ Ἰουδαϊκά ἐστι καὶ «ὑπὸ ζυγὸν δουλείας»· «δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατρολῴοις καὶ μητρολῴοις καὶ λοιποῖς». εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ᾽ ἂν αἱρήσομαι ἡμέραν ἀπ᾽ ἐμαυτοῦ νηστεύω〈ν〉 διὰ τὴν ἐλευθερίαν. ὅθεν παρ᾽ αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ προσάββατον ἐσθίειν. πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλὰ ἰδίᾳ προαιρέσει, φησίν. ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ᾽ ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαί, ἀγρυπνίαι τε καὶ νηστεῖαι, καὶ πᾶσαι τῶν ψυχῶν * αἱ σωτηρίαι τῶν ἁγίων Πάσχων, αὐτοὶ ἀφ᾽ ἕωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσί 〈τε〉 γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ᾽ αὐτοῖς, πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν 〈γίνεται〉, ἀλλ᾽ εἰ ἄρα τινὲς σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ᾽ ἰδίας προαιρέσεως βούλοιντο τοῦτο 〈ποιεῖν〉. μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκοφαγίαις καὶ οἰνοποσίαις, ὡς πολλάκις ἔφην. ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα. 4. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν καὶ τὰ δι᾽ αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα.

εἰς δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι καὶ οὕτως παρερχόμενοι. καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις 〈κατὰ〉 τοῦτο δῆλον τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ἴσον εἶναι. καὶ πῶς ἔσται τοῦτο δυνατόν; ἡ μὲν γάρ ἐστι πατέρων γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ ἐκκλησίᾳ, ἡ δὲ πατέρας μὴ δυναμένη γεννᾶν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον 〈ἐπίσκοπον〉 καθιστᾶν μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἴσον τῷ ἐπισκόπῳ; ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος.

Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων ὅτι ὁ ἀπόστολος γράφει «πρεσβυτέροις καὶ διακόνοις», καὶ οὐ γράφει ἐπισκόποις, καὶ τῷ ἐπισκόπῳ φησί «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου», πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἐπισκόποις καὶ διακόνοις», ὡς εἶναι, φησί, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας καὶ ἱστορίαις βαθυτάταις μὴ ἐντυχὼν ὅτι νέου ὄντος τοῦ κηρύγματος πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος ἀπόστολος. ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις· οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν οἱ ἀπόστολοι καταστῆσαι. πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ διακόνων· διὰ γὰρ τῶν δύο τούτων τὰ ἐκκλησιαστικὰ δύνανται πληροῦσθαι. ὅπου δὲ οὐχ εὑρέθη τις ἄξιος ἐπισκοπῆς, ἔμεινεν ὁ τόπος χωρὶς ἐπισκόπου· ὅπου δὲ γέγονε χρεία καὶ ἦσαν ἄξιοι ἐπισκοπῆς, κατεστάθησαν ἐπίσκοποι. πλήθους δὲ μὴ ὄντος οὐχ εὑρέθησαν ἐν αὐτοῖς πρεσβύτεροι κατασταθῆναι, καὶ ἠρκέσθησαν ἐπὶ τῷ κατὰ τόπον μόνῳ ἐπισκόπῳ. ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι. καὶ ἐπεμελήσατο ὁ ἅγιος ἀπόστολος διακόνους εἶναι τῷ ἐπισκόπῳ διὰ τὴν ὑπηρεσίαν, οὕτω τῆς ἐκκλησίας λαβούσης τὰ πληρώματα τῆς οἰκονομίας.

οὕτω κατ᾽ ἐκεῖνο καιροῦ ἦσαν οἱ τόποι· καὶ γὰρ ἕκαστον πρᾶγμα οὐκ ἀπ᾽ ἀρχῆς τὰ πάντα ἔσχεν, ἀλλὰ προβαίνοντος τοῦ χρόνου τὰ πρὸς τελείω〈σιν〉 τῶν χρειῶν κατηρτίζετο. 5. Εὐθὺς μὲν γὰρ Μωυσῆς πέμπεται εἰς Αἴγυπτον κατὰ τὴν παλαιὰν διαθήκην, ῥάβδῳ μόνῃ ὑπὸ τοῦ θεοῦ [δὲ] ἀπεσταλμένος. ἐν 〈δὲ〉 τῷ εἰσελθεῖν εἰς Αἴγυπτον προστίθεται αὐτῷ εἰς βοήθειαν Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ. εἶτα μετὰ τὸ πιστεῦσαι αὐτῷ τὸν ἀδελφὸν συνήχθη πρὸς αὐτὸν ἡ γερουσία καὶ οἱ ἀρχηγοὶ τοῦ λαοῦ κατ᾽ ἐκεῖνο καιροῦ. καὶ μετὰ ταῦτα κρατυνομένου τοῦ ἔργου καὶ τῆς ἀκολουθίας συναγομένης διεπέρασε τὴν θάλασσαν. καὶ οὔπω ἦσαν κατὰ τὸν νόμον, ἕως ὅτε 〈ὁ〉 κύριος αὐτὸν καλεῖ εἰς τὸ ὄρος. δίδωσι δὲ αὐτῷ τὰς πτύχας καὶ ὑποδείκνυσιν αὐτῷ σκηνὴν κατασκευάσαι, ἀρχηγούς τε προστήσασθαι, δεκάρχους, πεντηκοντάρχους, ἑκατοντάρχους, χιλιάρχους. καὶ ὁρᾷς πῶς τὰ πράγματα πλατύνεται; «ὅρα, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει Σινᾶ».

καὶ ὁρᾷς πῶς προσετέθη τῇ νομοθεσίᾳ ἑπτάμυξος λυχνία, ποδήρη, ἱερατικὰ ἐνδύματα, κώδωνές τε καὶ μανδύαι, ἐπωμίδες τε καὶ κιδάρεις, μίτραι τε καὶ λίθων διαφόρων συνθέσεις, κύαθοι, θυΐσκαι, λουτῆρες, θυσιαστήρια, τρυβλία, μασμαρώθ, ἅτινά ἐστι διϋλιστήρια, μιδικώθ, ἅτινα καλοῦνται κύαθοι, μαχωνώθ, αἵτινες εἰσὶ βάσεις, καὶ ὅσαπερ ὁ νόμος διαλέγεται, Χερυβὶμ καὶ τὰ ἄλλα, κιβωτὸς διαθήκης, ἀναφορεῖς τε καὶ δακτύλιοι, σκηνή τε καὶ δέρρεις καὶ δέρματα ἠρυθροδανωμένα, ἀγκύλαι τε καὶ τὰ ἄλλα, πυλωροὶ καὶ σάλπιγγες ἐλαταὶ καὶ καμπύλαι, καὶ χρυσαῖ καὶ ἀργυραῖ, χαλκαῖ 〈καὶ〉 κερατίναι, καὶ τὰ ἄλλα ὅσαπερ ὁ νόμος ἔφη, θυσίαι διάφοροι, διδασκαλίαι. ἐπειδὴ ἀπ᾽ ἀρχῆς ταῦτα οὐκ ἦν, ἆρα μετὰ τὸ γενέσθαι τὴν τάξιν οὐκ εἴληφε 〈στάσιν〉 τὰ πράγματα; οὕτω καὶ τὰ παρὰ τῷ ἀποστόλῳ γεγραμμένα, ἕως ὅτε ἐπλατύνθη ἡ ἐκκλησία, ἕως ὅτε εἰς τὸ ἴδιον μέτρον ἐλήλακεν, ἕως ὅτε τὸν κόσμον τῆς συνέσεως 〈ἐπλήρωσε, ἥτις〉 δικαιότατα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ᾠκονόμηται. καὶ ἔπεσεν ὁ τοῦ Ἀερίου λόγος.

Καὶ ὅτι μὲν οὐ δύναται ταυτὸν εἶναι διδάσκει ὁ θεῖος λόγος 〈διὰ〉 τοῦ ἁγίου ἀποστόλου 〈σημαίνων〉, τίς μέν ἐστιν ἐπίσκοπος, τίς δέ ἐστι πρεσβύτερος, ὡς λέγει Τιμοθέῳ ἐπισκόπῳ ὄντι, «πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα». τί εἶχε πρᾶγμα ἐπίσκοπον πρεσβυτέρῳ μὴ ἐπιπλήττειν, εἰ μὴ ἦν ὑπὲρ τὸν πρεσβύτερον ἔχων τὴν ἐξουσίαν; ὡς καὶ πάλιν λέγει «κατὰ πρεσβυτέρου μὴ ταχέως κατηγορίαν δέχου, εἰ μή τι ἐπὶ δύο καὶ τριῶν μαρτύρων»· καὶ οὐκ εἶπε τινὶ τῶν πρεσβυτέρων· μὴ δέξῃ κατηγορίαν κατὰ ἐπισκόπου, οὐδὲ ἔγραψε τῶν πρεσβυτέρων τινὶ μὴ ἐπιπλήττειν ἐπισκόπῳ. καὶ ὁρᾷς ὅτι παντὸς τοῦ ἐκ τοῦ διαβόλου παρασαλευομένου ἡ πτῶσις οὐ μικρά τίς ἐστιν. 6. Ἴδωμεν δὲ καὶ τὰ ἄλλα αὐτοῦ καὶ διασκοπήσωμεν. καὶ περὶ τοῦ Πάσχα πρῶτον εἴπωμεν, ὥς φησι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός»· ἴδωμεν αὐτὸν τὸν εἰπόντα, εἰ οὐκ ἐπετέλει. καί φησιν «ἔσπευδεν ὅπως ποιήσῃ τὴν Πεντηκοστὴν εἰς Ἱερουσαλήμ». ποίαν δὲ τὴν Πεντηκοστὴν ἐπετέλει Παῦλος, εἰ μὴ Πάσχα ἐπετέλεσε; τίνι δὲ οὐ συμπεφώνηται ἐν πᾶσι κλίμασι τῆς οἰκουμένης ὅτι τετρὰς καὶ προσάββατον νηστεία ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ὡρισμένη;

εἰ δὲ καὶ χρὴ τὸ τῆς διατάξεως τῶν ἀποστόλων λέγειν, πῶς ἐκεῖ ὡρίζοντο τετράδα καὶ προσάββατον νηστείαν διὰ παντὸς χωρὶς Πεντηκοστῆς, καὶ περὶ τῶν ἓξ ἡμερῶν τοῦ Πάσχα πῶς παραγγέλλουσι μηδενὸς ὅλως 〈μετα〉λαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος, ποίαν τε ἡμέραν ἄγειν πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν κυριακήν, φανερόν ἐστι. τίς δὲ μᾶλλον ἐπίσταται τούτων; ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας καὶ ἕως νῦν ἐν τῷ βίῳ περιών, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς ἐκκλησίας καὶ οὕτως παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, ὡς ἡ ἐκκλησία παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν καὶ τὰς παραδόσεις; καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς ὑποθέσεως τετράδων καὶ προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ διατάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι· ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι, παρείληφε δὲ ἡ ἐκκλησία καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται, πρὶν [γὰρ] τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ᾽ αὐτοῦ Ἀεριανούς. τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν· ἀέριον γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας ἀπὸ τῶν ἀερίων «πνευμάτων τῆς πονηρίας», τὸ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς ἐκκλησίας. 7.

Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προυργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον; πιστεύειν μὲν τοὺς παρόντας ὅτι οἱ ἀπελθόντες ζῶσι καὶ ἐν ἀνυπαρξίᾳ οὐκ εἰσίν, ἀλλὰ εἰσὶ καὶ ζῶσι παρὰ τῷ δεσπότῃ; καὶ ὅπως ἂν τὸ σεμνότατον κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν ἀποδημίᾳ τυγχανόντων; ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχή, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι, ἀλλ᾽ οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. καὶ γὰρ 〈ὑπὲρ〉 δικαίων ποιούμεθα τὴν μνήμην καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν κύριον Ἰησοῦν Χριστὸν ἀφορίσωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς καὶ σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ κύριός τινι τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ 〈πράξας〉 ὑπάρχῃ ἕκαστος ἀνθρώπων. πῶς γὰρ οἷόν τε εἴη τοῦτο;

ὁ μὲν γάρ ἐστι θεός, ὁ δὲ ἄνθρωπος, καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς, διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι, ὥς φησι τὸ ἅγιον εὐαγγέλιον «πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν». ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; πληροῦται γὰρ κατ᾽ ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα καὶ εἰς τὴν ἄνω. ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον. πρὶν ἢ δὲ τοῦ ἀναβῆναι τὸν σωτῆρα εἰς τὸν οὐρανόν, οὐδεὶς ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου». ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. εἰ δέ τις ἐρεῖ ὅτι ἆρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον· μαθέτω ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ «τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Ἰησοῦς ἔνθα ἦσαν οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· εἰρήνη ὑμῖν». 8. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγκαίως ἡ ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν ἢ νόμον πατρός;

ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα 〈σημαίνει〉 «ἄκουε, υἱέ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ πατήρ, τουτέστιν ὁ θεός, ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. τεταγμένων τοίνυν τῶν ἐν τῇ ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων ἐλήλεγκται πάλιν καὶ οὗτος ὁ πλάνος. καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον ἢ κανθαρίδα ἢ τὸ καλούμενον βούπρηστις κνώδαλον καταθλάσαντές 〈τε〉 τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ θεοῦ δυνάμει ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν θεὸν βοηθὸν ἐπικαλούμενοι. — — —