Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Οι Ανόμοιοι και η εκτενής ανασκευή του συνταγματίου του Αετίου
Συστηματική ανατροπή της διαλεκτικής του Αετίου και των Ανομοίων περί της οντολογικής διαφοράς μεταξύ αγεννήτου και γεννητού Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι Ανόμοιοι και η εκτενής ανασκευή του συνταγματίου του Αετίου
Συστηματική ανατροπή της διαλεκτικής του Αετίου και των Ανομοίων περί της οντολογικής διαφοράς μεταξύ αγεννήτου και γεννητού Θεού.
Κατὰ Ἀνομοίων 〈νϛ〉, τῆς δὲ ἀκολουθίας 〈οϛ〉. 1. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι. οὗτοι δὲ πρόσφατοι. ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, 〈τοῦ〉 τῶν Ἀρειανῶν ἅμα καὶ Μελιτιανῶν γεγονότος ἐπισκόπου καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδήλωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου, καὶ πρῶτον μὲν πολλὰ ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε, ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν καὶ οὕτως ἀποθανόντος καὶ μετὰ θάνατον καέντος καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζῴων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ᾽ αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. λέξειε δ᾽ ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος, οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο. οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι᾽ ἣν ἐν τῇ ἑαυτοῦ δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πῆ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ἀπὸ τῶν γονέων αὐτῶν κληρονομήματα, *.
καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ᾽ ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς παπύρου καὶ τοῦ καλάμου καὶ τὰς λίμνας τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν· ὡς πᾶσα αἰσχρότης βίου κέρδους 〈ἕνεκα〉 διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ᾽ αὐτῷ οὐκ ἠμέλητο, ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι, καὶ ἄνευ τῶν ὑπ᾽ αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπὶ πλεῖστον δὲ τῶν ξένων, οὐ διὰ φιλοξενίαν, ἀλλά, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. εἴ τις γὰρ ἔθαπτε δι᾽ ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. οὕτως δὲ ὑφ᾽ ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. καὶ σιωπῶ τὰ ἄλλα λέγειν ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις * ἐκομίζετο καὶ ἐν ἀπηνότητι. διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος. ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι᾽ οὐδὲν ἕτερον [ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις] ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ᾽ αὐτοῦ κατασταθέντα διάκονον. 2. Οὗτος ὁ Ἀέτιος καὶ κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος.
ἐπενόησε δέ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ φιλοσόφῳ καὶ σοφιστῇ καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθών, οὐδὲν ἕτερον πλὴν σχηματοποιεῖν τὴν περὶ τοῦ θεοῦ λόγου ἀπόδοσιν· σχολαίτερον 〈δὲ〉 ἐπεχείρει, ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρι ἑσπέρας εἰς τοῦτο καθεζόμενος, φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. οἷα δὲ Ἀρειανὸς βαθύτατος καὶ τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος καὶ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν ὀξύνας.
Οὗτος δὲ κατηγορεῖται ὑπό τινων καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν· ἐν ᾧ τόπῳ πάντα τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε καὶ ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρρησίας· ἀποτριψάμενος 〈γὰρ〉 τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. ἐτόλμησε γὰρ εἰπεῖν ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ ὑπάρχειν καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν πατέρα. καὶ οὐχ ὅτι ἡμεῖς τῷ ὁμοιώματι ἐπερειδόμεθα· ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν υἱὸν πρὸς τὸν πατέρα ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον καὶ οὐδ᾽ ὅλως ἠλλοιωμένον. ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ θεῷ, ἀλλ᾽ οὐ ταυτὸν 〈ἢ〉 ἴσα ὑπάρχοντα τῇ θεότητι, ὡς καὶ ὁ ἄνθρωπος κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν, ἀλλ᾽ οὐ ταυτὸν τῷ θεῷ πρὸς ἰσότητα. καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως (ἀλλ᾽ οὐ ταυτὸν 〈κόκκος〉 τῇ βασιλείᾳ, οὐδ᾽ ὅλως μετέχων τι τῆς αὐτῆς) καὶ ὁμοία ζύμῃ καὶ ὁμοία δέκα παρθένοις καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ᾽ οὐ κατὰ ταυτότητα. τοῦ δὲ υἱοῦ ὁμοίου ὄντος τῷ πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν πατέρα καὶ ἴσον πατρί, οὐ τὸ ὅμοιον συνιστᾶν ἡμῖν μόνον ἐπιμελές [πεφιλοτίμηται], ἀλλὰ 〈τὸ〉 ταυτὸν καὶ ἴσον, ὡς θεὸν ἐκ θεοῦ καὶ υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας 〈αὐτοῦ〉, ἀλλ᾽ ἐξ αὐτοῦ γεγεννημένον.
οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος. τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τοῦ ὅμοιον πρὸς πατέρα τὸν υἱὸν ἀξιοῦν ἔδοξεν. οὐ τῷ ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως καὶ τὸ γεραίρειν τὴν τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται καὶ χρυσὸς χαλκῷ καὶ μόλιβδος σιδήρῳ καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα. 3. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς γραφῆς, ὁμολογούσης τὸν υἱὸν «εἰκόνα θεοῦ τοῦ ἀοράτου» ὑπάρχειν, τὴν δύναμιν τῆς θείας γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες τῆς φησάσης Φαρισαίοις «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἐπιστάμεθα [οὖν] διττὴν οὖσαν ταύτην τὴν σχέσιν, τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς παράστασιν φράσεως δηλοῦμεν. καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ 〈ἔστιν ὁμοία καὶ〉 οὐχ ὁμοία. ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζομένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου υἱοῦ πρὸς τὸν πατέρα χαρακτηρίζοντος τὸ γένος, ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου 〈διὰ τῆς〉 ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώματος.
καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ταυτὸν μὲν τῇ τοῦ πατρὸς θεότητι καὶ ἀξίᾳ καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ᾽ ἀπαραλλάκτου, ὡς υἱὸς ἐκ πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐκ πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ υἱοῦ μονογενές. οὗτος δὲ ὁ Ἀέτιος περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ οὐδὲ τὸ ὅμοιον υἱοῦ πρὸς πατέρα πειρᾶται ὁμολογεῖν. οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντων τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγόνοτι, *. τινὲς μὲν γὰρ αὐτὸν 〈κτίσμα ἔλεγον〉, ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται, ὅτι κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν, τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε, τηλαυγῶς τὸ τοῦ δόγματος πρὸς τὸν κύριον ἀπηνές τε καὶ ἀναίσχυντον 〈δηλῶν〉. καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται ἡ τούτου τοῦ Ἀετίου τοῦ καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία.
πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο, καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασι διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ ἐκτυπούμενον. καὶ ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, οὕτως καὶ ὕστερον ὑπ᾽ αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, [καὶ] ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε, ὅτι «ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ᾽ ὃ ἐν ἐμοὶ ἀληθές, αὐτοὶ κρυπτάζουσι, καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω 〈καὶ〉 ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δέ», τοῦ τότε βασιλέως οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ παραιτούμενος ἠγανάκτει καὶ εἰς ὑπερορισμὸν 〈αὐτὸν〉 κατέταξεν, ὡς ἄνω προδεδήλωται. 4. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται καὶ ἀπὸ τῆς μιᾶς ὑποθέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέτρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ αὐτῶν τῶν αὐτῷ πεισθέντων.
ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν, αὐτός τε καὶ οἱ ὑπ᾽ αὐτοῦ μεμαθητευμένοι, ὅτι «οὕτως, φησί, τὸν θεὸν ἐπίσταμαι τηλαυγέστατα καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν μᾶλλον ὡς θεὸν ἐπίσταμαι». ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος δι᾽ αὐτοῦ ἐμηχανήσατο ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμάτων θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ θεοῦ προστεταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι᾽ ἑνὸς ῥήματος τὸ πᾶν 〈κατασχεῖν〉· ὡς εἴ τις ἀπὸ νηὸς ῥίψας καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου δέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι᾽ ἑνὸς σκεύους τὸν πάντα πόντον διανήξασθαι καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι, σφαλέντος δὲ τοῦ τοιούτου καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, 〈ὡς〉 ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας· οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ Ἀνόμοιοι εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ εἰρημένον τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐκ ὀρθῶς κατέχοντες σφάλλεται καὶ σφάλλονται.
ὅταν γὰρ αὐτοῖς περιτύχοι τις καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν ὡς ἔφη τὸ ῥητὸν ὅτι οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ θεὸς παρ᾽ ἡμῶν, ἀλλ᾽ ἵνα γινώσκωμεν αὐτὸν μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησίν, ἐν τῷ λέγειν αὐτόν «δὸς αὐτοῖς, πάτερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. αὕτη δέ ἐστιν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀκηκόαμεν γὰρ καί τινων λεγόντων ὡς παρ᾽ αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ἁλόντες καὶ κατεγινώσκοντο ὑπ᾽ αὐτῶν. ὁ δὲ οὐδὲ περὶ τούτου χαλεπῶς ἔφερεν, ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον· σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία. ὥσπερ γάρ, φησί, περὶ τὸ οὖς κνηθόμεθα (καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος 〈ὁ〉 ἀκάθαρτος διηγήσατο), λαβόντες δέ, φησί, πτερὸν ἢ κάρφος τὸ οὖς κνηθόμεθα καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς, οὕτω καὶ τοῦτο, φησί, συμβαίνει κατὰ φύσιν καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει. 5. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν, ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν, οἱ δὲ τοῦ κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;» οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται. ὡς μὲν κατὰ τοῦ δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρογλωττῶν, εἰς τὸν ἑαυτοῦ κύριον βλασφημεῖν μὴ αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμάσαντες μὴ δρέψωνται τῶν αὐτοῦ καρπῶν. οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη. ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα· τὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ κυρίου τολμηθέντα, ὡς ἔφην, πολλὰ μέν ἐστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παραθήσομαι, πρὸς αὐτὰ δὲ ἃ ὁ κύριος δίδωσι πρὸς ἀνατροπὴν καὶ αὐτοὶ λέξομεν. καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία καὶ 〈οἱ〉 τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ᾽ αὐτοῦ δὲ οὕτως λαμβανόμενοι· 6. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ ὅτι «οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ. καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν». τὸ δὲ πᾶν ἐστιν ἠλίθιον καὶ εἰς μανίαν τρέψαν τὸν ἄνδρα.
εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ πατήρ, οὐδὲ 〈εἷς〉 πατὴρ πατρός, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς θεός ἐστιν, ὁ ὢν ἀεὶ καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς καὶ ἀεὶ διατελῶν καὶ μένων, ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς υἱὸς γεγέννηται καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ, ἀλλ᾽ ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται καὶ οὐκ ἀλήθεια. δεῖ δὲ καὶ ὡς ἔστιν ἕνα εἰδέναι θεὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον «ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον». καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς θεός, εἷς κύριος, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις ὢν ὁ υἱὸς τῷ πατρί, οὐδὲ τὸ ἅγιον πνεῦμα, ἀλλ᾽ ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τρία τέλεια, μία θεότης, εἷς θεός, εἷς κύριος, ὡς καὶ πολλάκις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ θεοῦ ἀπεδώκαμεν δοξολογίαν. οὐκοῦν ἐπειδὴ εἷς ἐστι θεὸς καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμαστῶς καὶ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ 〈ὁ〉 ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν.
εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν υἱόν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ πατρὶ καὶ ὅμοιον· πᾶν γὰρ τὸ γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ, καὶ οὐ μόνον ὅμοιον, ἀλλ᾽ ἴσον τῇ ταυτότητι. ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ θεὸς ἀνεκδιηγήτως μόνος μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥύσιν οὐδὲ συστολὴν οὐδὲ πλατυσμόν, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν υἱὸν ἐγέννησεν, ὅμοιον αὐτῷ κατὰ πάντα καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον εὐαγγέλιον ὅτι «ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ᾽ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς γὰρ οὐχ ὅμοιος τῷ πατρὶ καὶ ἴσος κατὰ πάντα ὁ ἐν αὑτῷ ἔχων τὸ ζῆν καὶ λέγων «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ υἱὸς ἐγείρει τοὺς νεκρούς», καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ δύναται διηλλαγμένος εἶναι ὁ δι᾽ ἑαυτοῦ τὸν πατέρα σημαίνων καὶ [ὁ] λέγων ὅτι «ὁ γινώσκων ἐμὲ γινώσκει τὸν πατέρα» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν πατέρα· ὡς καὶ ὁ πατὴρ † καὶ ὁ υἱὸς σημαίνει «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν». εἰ μὲν γὰρ οὐκ ἦν ὁ υἱὸς ὅμοιος τῷ πατρί, πῶς λοιπὸν ὁ ἄνθρωπος κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἐγένετο;
οὐ γὰρ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἐμήν» ἢ «κατ᾽ εἰκόνα σήν», ἀλλὰ κατ᾽ εἰκόνα ἡμετέραν. ἀπὸ δὲ τοῦ «κατὰ ἡμετέραν» λέγειν τὸ ἴσον τοῦ πατρὸς ἐν τῷ υἱῷ ἀπέδειξε καὶ τὸ ὅμοιον οὐ μόνον, ἀλλὰ καὶ ταυτὸν ἐν ἅπασι καὶ μὴ παρηλλαγμένον. 7. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἶπον, ὁ λέγων ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ πνεύματι ἁγίῳ προφητεύων Ἠσαΐας ἔγνω τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ μὴ ἀλλότριον τοῦ πατρὸς μηδὲ παρηλλαγμένον, ὡς ἔχει τὸ ῥητόν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀπὸ μὲν τοῦ Ἑβραϊκοῦ οὕτως «φθόου σααρείμ, οὐϊαβω γωι σαδίκ, σωμὴρ ἐμμουνείμ, ἰεσρο σαμώχ, θεσὰρ σαλὼμ σαλώμ, χι βὰκ βατόου, βετοὺ βααδωναῒ ἀδὰ ὤθ, χι βαϊὰ ἀδωναῒ σωρ ωλεμείμ»· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ᾽ αὐτῷ πεποίθασι· πεποίθατε ἐπὶ τῷ κυρίῳ ἕως αἰῶνος, ὅτι ἐν τῷ κυρίῳ κύριος ὁ στερεώσας τοὺς αἰῶνας», παρὰ δὲ τοῖς οʹ οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω 〈λαὸς δίκαιος〉 φυλάσσων ἀλήθειαν καὶ ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἤλπισαν, κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος».
παρατηρείσθω δὲ ὁ ἀναγινώσκων ὡς 〈τὸ ὁ θεὸς〉 ἀντὶ τοῦ κύριος καὶ τὸ ὁ μέγας ἀντὶ τοῦ ἐν κυρίῳ κεῖται παρὰ τοῖς οʹ. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; δέδια δὲ μή πως εἰς ὄγκον πολὺν ἐλάσω τὴν περὶ τούτων τῶν λόγων πραγματείαν. πάντα γὰρ σαφῆ ἐν τῇ θείᾳ γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρχεσθαι τῷ θείῳ λόγῳ καὶ μὴ διαβολικὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου, ὡς οὗτος ὁ ἐλεεινὸς καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς θεὸν καὶ τὴν αὐτοῦ πίστιν. καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ υἱὸς τῷ πατρὶ 〈ἀπεδείξαμεν〉, ἀλλ᾽ οὐδὲ τούτῳ ἐπερειδόμενοι ταῦτα ἔφημεν. ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. ταυτὸν δὲ λέγομεν τῇ θεότητι καὶ τῇ οὐσίᾳ καὶ τῇ δυνάμει 〈καὶ〉 κατὰ πάντα ἴσον τῷ πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ὁμοούσιόν τε φαμέν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμο σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ υἱὸς ἐκ πατρὸς τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον πνεῦμα. 8. Ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης μαρτυρίας οὗτοι φωραθήσονται.
εἰ γὰρ ὅλως ὁμολογεῖται 〈υἱὸς〉 ὑπ᾽ αὐτοῦ γεγεννημένος, ὁμολογηθήσεται εἶναι ἐπάναγκες ὅμοιος τῷ γεγεννηκότι. δῆλον δὲ ὅτι ἐν λόγῳ μὲν λέγει τὸ γέννημα, κτίσμα δὲ σαφῶς ἔχει τε καὶ πεπίστευκε 〈ὑπάρχειν〉, κατὰ χάριν δὲ καλεῖσθαι αὐτὸν υἱόν, ὡς ἐδοκίμασεν ὁ ὁρι〈ο〉γνώμων τῶν ἐπουρανίων καὶ μεριστὴς τῶν ἀδιαιρέτων καὶ γεωμέτρης τῆς ἡμετέρας εἰς Χριστὸν σωτηρίας. διαπίπτει δὲ ὁ πάντων τούτων λόγος, τῶν κτίσμα αὐτὸν παρεισφερόντων, ὡς καὶ ὁ τούτου πεσεῖται. λέξω γὰρ πρὸς αὐτὸν δικαιότατα· λέγε μοι, ὦ οὗτος, τί ἂν λέγοις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ; κτίσμα αὐτὸν φάσκεις ἢ γέννημα; εἰ μὲν γὰρ κτίσμα αὐτὸν λέγεις εἶναι, μηκέτι πιθανῶς παράκρυπτε τὴν λύμην, ὀνόματι γέννημα αὐτὸν καλῶν τοῦ πατρός. πᾶν γὰρ τὸ κτιστὸν οὐ γεννητόν, καὶ εἰ γεννητόν, οὐ κτιστόν. ἔασον τοίνυν τὸ μήτε λόγῳ λέγειν γεννητόν. οὐ γὰρ πρέπει σοι ὅλως κἂν ἑνὶ λόγῳ φέρειν τῆς ἀληθείας τὰ ῥήματα ἐπὶ χειλέων, ἀλλὰ λέγε σου τὸ πᾶν τῆς ἐπιβουλῆς, ἵνα μάθωμεν τίς εἶ καὶ οὕτως ἀποφύγωμεν ἀπὸ τῆς ἐπιβουλῆς σου, ἀγρευτὰ τῶν ψυχῶν καὶ ἐπίβουλε τῶν σοι πειθομένων. προσκυνεῖς τοίνυν τὸν υἱὸν τοῦ θεοῦ ἢ οὐ προσκυνεῖς; ναί, φησί, προσκυνῶ αὐτόν. θεὸν προσκυνεῖς ἢ οὐχί; ναί, φησί, θεὸν προσκυνῶ. ποῖος οὖν θεὸς ἔσται κτιστὸς παρὰ σοὶ λεγόμενος καὶ προσκυνούμενος;
εἰ μὲν γὰρ τὸν ἕνα ἔκτισεν ὁ προσκυνητὸς θεὸς καὶ τοῦτον εὐδόκησε προσκυνεῖσθαι, τὰ δ᾽ ἄλλα πάντα αὐτὸς ὁ κτίσας οὐ βούλεται προσκυνεῖσθαι, ἀλλὰ καὶ αἰτιᾶται τοὺς προσκυνοῦντας τὴν κτίσιν, διὰ νόμου διδάσκων «οὐ ποιήσεις σεαυτῷ πᾶν ὁμοίωμα καὶ προσκυνήσεις αὐτῷ μήτε ἐν τῷ οὐρανῷ μήτε ἐπὶ τῆς γῆς μήτε ἐν τοῖς ὕδασι», καὶ ὁ ἀπόστολός φησιν «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν», πῶς τοίνυν περὶ πάντων κελεύει μὴ προσκυνεῖσθαι〈, τοῦτον δὲ εὐδόκησε προσκυνεῖσθαι〉; ἆρα οὖν «προσωποληψία ἐστὶ παρὰ θεῷ»; μὴ γένοιτο. ἐν τῷ γὰρ τὸν ἕνα προσκυνεῖσθαι ἔδειξε παντάπασιν ἄλλον ὄντα παρὰ τὴν κτίσιν τὸν προσκυνούμενον καὶ ἄλλην τὴν προσκυνουμένην κτίσιν παρὰ τὸν προσκυνητὸν κύριον, υἱὸν τοῦ θεοῦ ἐκ πατρὸς γεγεννημένον· διὰ γὰρ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι ὅμοιον αὐτῷ καὶ ὄντα υἱόν· διὰ τοῦτο γὰρ καὶ προσκυνητὸν παρὰ πᾶσι· «δι᾽ αὐτοῦ ἐποίησε τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐν αὐτῷ γὰρ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι τῷ «ἐξ αὐτοῦ ἐκπορευθέντι καὶ τοῦ υἱοῦ λαμβάνοντι» ἐποίησε τὰ πάντα καὶ ἐστερέωσε. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».
ὅταν γὰρ εἴπῃ ὁ μονογενής, ὡς ἄνω μοι εἴρηται, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», ἀφώρισεν ἑαυτὸν ἀπὸ τῆς κτίσεως, ὡς καὶ ὁ ἀπόστολος φάσκει «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ». καὶ ὁρᾷς μὲν πῶς ἔδειξεν ἕνα θεὸν τὸν πατέρα, ἕνα δὲ κύριον τὸν ἐξ αὐτοῦ γεγεννημένον· καὶ οὐκ εἶπεν· εἷς θεός, καὶ εἷς κύριος σὺν πᾶσι τοῖς ἐξ αὐτοῦ γεγονόσιν, ἀλλ᾽ εἷς κύριος δι᾽ οὗ τὰ πάντα. εἰ δὲ εἷς κύριος δι᾽ οὗ τὰ πάντα ἐστίν, οὐκ ἔστιν εἷς ἐκ πάντων, ἀλλὰ ποιητὴς τῶν ἁπάντων, τῶν κεκτισμένων πάντων κτίστης ὑπάρχων. 9. Τοῦ δὲ υἱοῦ ἐκ πατρὸς γεγεννημένου καὶ ἐκ πατρὸς τυγχάνοντος, δι᾽ οὗ τὰ πάντα γεγένηται, ἀνόμοιος τοῖς πᾶσίν ἐστιν, οἷα δὴ κτίστης ὢν τῶν ἁπάντων· ἐπειδὴ εἷς καὶ εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ κύριος Ἰησοῦς δι᾽ οὗ τὰ πάντα, συνενουμένης τῆς ἄνω λέξεως διὰ τοῦ εἷς καὶ εἷς καὶ διὰ τοῦ ἐξ οὗ καὶ δι᾽ οὗ, τὸ μὲν σαφῶς ἐκ πατρὸς τὸν υἱὸν δεδήλωκεν, τὸ δὲ οὐκέτι τὸν υἱὸν ἐκ τῶν λοιπῶν εἶναι θαυμαστῶς ἀπεφήνατο, «δι᾽ οὗ τὰ πάντα» φάσκον, ἵνα δείξῃ πατέρα ὄντα καὶ υἱὸν ὄντα ἀπὸ πατρὸς ὄντος τὸν μονογενῆ κύριον.
ἔλεγε δὲ ταῦτα ὁ ἀπόστολος πνεύματι ἁγίῳ φερόμενος· διὸ οὐκ ἔσχε χρείαν περὶ πνεύματός τι δηλῶσαι, οὐχ ὡς μὴ συνδοξαζομένου τοῦ πνεύματος πατρὶ καὶ υἱῷ οὐδ᾽ ἵνα αὐτὸ ἀπὸ τῶν πάντων σημάνῃ τῶν δι᾽ υἱοῦ κεκτισμένων. ἤρκει γὰρ τὸ συναριθμηθῆναι διὰ τῆς βεβαίας ὁμολογίας τοῦ υἱοῦ πατρὶ καὶ υἱῷ ἐν τῷ εἰπεῖν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». φθεγγόμενος γοῦν ὁ ἀπόστολος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον φθεγγόμενον ἐν αὐτῷ, οὐκ ἐδήλου περὶ ἑαυτοῦ. σαφὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ γνῶσις, οὐδὲ ὑπὸ τῶν Ἰουδαίων ἀμφιβαλλομένη· ἐταμιεύετο δέ, ἵνα μὴ αὐτοσύστατον εἴη τὸ ἅγιον πνεῦμα. ὁ δὲ ἀπόστολος [σὺν] πνεύματι ἁγίῳ ἐφέρετο καὶ περὶ πατρὸς ἔλεγε καὶ υἱοῦ, ἵνα δειχθῇ ἡ τριὰς ἀεὶ οὖσα καὶ μηδέποτε διαλείπουσα τοῦ εἶναι. μὴ θαύμαζε δὲ ἐὰν ἀκούσῃς «εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος δι᾽ οὗ τὰ πάντα». τῷ γὰρ εἰπεῖν τὸν υἱὸν κύριον οὐ πάντως ἠρνήσατο ὁ ἀπόστολος τὸ εἶναι τὸν κύριον καὶ θεόν, καὶ τῷ εἰπεῖν «εἷς θεὸς δι᾽ οὗ τὰ πάντα» οὐκ ἠρνήσατο τὸ εἶναι τὸν θεὸν καὶ κύριον. ὁμοῦ γὰρ καὶ κύριος καὶ θεός, καὶ θεὸς καὶ κύριος, καὶ οὐδὲν διοίσει περὶ τῶν εἰς ἡμᾶς ἐν ἀληθείᾳ σωτηριωδῶς ἐκ θεοῦ διὰ τῶν ἀποστόλων κεκηρυγμένων.
καταλείψας δὲ ὁ αὐτὸς Ἀνόμοιος καὶ οἱ ἐξ αὐτοῦ γεγονότες τὴν ὁδὸν τῆς ἀληθείας 〈εἰς ψεῦδος〉 ἐτράπησαν, κακῶς τὰς θεοῦ ῥήσεις ἐπινενοηκότες, καὶ λοιπὸν εἰς διαλογισμοὺς καὶ εἰς διαλογὰς λέξεων παρεκτρέψαντες τὸν νοῦν ἀπεπήδησαν τῆς ἀληθείας καὶ ἐξέπεσον τῶν ἐπουρανίων. πᾶσα γὰρ λέξις ἐλέγξει αὐτούς, ἐὰν θέλωσι τὸν ἑαυτῶν νοῦν δοῦναι εἰς «φωτισμὸν τοῦ εὐαγγελίου». οὐδαμοῦ γὰρ ὁ μονογενὴς λέγει, καίτοι γε ἐν σαρκὶ παραγενόμενος, ὅτι ὁ κτίσας με πατὴρ ἀπέσταλκέ με, οὐδὲ ὁ πατήρ που ἐν τῷ εὐαγγελίῳ διελέχθη οὐδὲ ἐν παλαιᾷ διαθήκῃ, ὅτι ἔκτισα ὑμῖν τὸν υἱόν, ἀλλ᾽ «ὁ πατήρ με ἀπέστειλε», καὶ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», καὶ «ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». καὶ πολλὰ ἔστι περὶ τῆς ἡμῶν σωτηρίας κατανοῆσαι καὶ μὴ συναρπάζεσθαι ἀπὸ τῆς τοῦ διαβόλου τούτου κυβευτικῆς διδασκαλίας. ὁ γὰρ διάβολος βουλόμενος ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος, φθόνῳ κατεχόμενος πρὸς τὴν τοῦ ἀνθρώπου δόξαν, μηχανὰς ἐπενόησε διαφόρους· τὸ πρῶτον μὲν διὰ τῆς ἀγνοίας, τὸ δεύτερον δὲ διὰ τῆς εἰδωλολατρείας, ἄλλοτε δὲ διὰ κακοτροπίας, νυνὶ δὲ εἰς ὕστερον διὰ τῆς πλάνης καὶ ἀπάτης τῶν αἱρέσεων, ἵνα πανταχόθεν καταστρέψῃ τὸν ἄνθρωπον ἀπὸ τῶν ἐπουρανίων. 10. Πόσα οὖν ἰσχύσει ὁ νοῦς τῆς ἡμῶν μετριότητος εἰπεῖν πρὸς σέ, ὦ Ἀνόμοιε;
καλῶς γὰρ Ἀνόμοιος τυγχάνεις, ὁ καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς τρόπους καὶ τὴν διάνοιαν παρεκτρέψας τῶν τὴν σύνεσιν τοῦ θεοῦ κεκτημένων καὶ τὴν πίστιν ἐχόντων τῆς ἀληθείας. οὐ γὰρ εἰς ἀγαθὸν προκόψας ἀνόμοιος γέγονας ἀνθρώποις, ἀλλ᾽ ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας παρεκκλίνας ἀνόμοιος ἐγένου τῶν υἱῶν τῆς τοῦ θεοῦ ἐκκλησίας· πρόφασιν λαβὼν τὸν υἱὸν τοῦ θεοῦ τὸν κατὰ τὸν αὐτοῦ πατέρα ὄντα καὶ ἀνόμοιον πατρὶ λέγων σὺ ἀνόμοιος γέγονας, κληρωθεὶς τοῦτο τὸ ὄνομα, μηκέτι ὅμοιος ὑπάρχων τῶν ἐν θεῷ σῳζομένων.
Ἵνα δὲ μὴ περὶ τὰς αὐτοῦ ζητήσεις κατατριβόμενος ἀναλίσκω χρόνον, ἀφ᾽ ὧν λέξεων αὐτὸς ὑφηγήσατο διαλεκτικῶς γράφων τισί, φέρε τὰ κατ᾽ αὐτὸν διελέγξωμεν. ἔδοξε γὰρ διαλεκτικήν τινα ὑποφαίνειν πλάνην ἐν αὐτῷ τῷ αὐτοῦ συντάγματι, τῷ οὐδ᾽ ἕνα λόγον ἔχοντι πίστεως, τῆς ἀφελεστάτης καὶ ἀκεραιοτάτης καὶ ἐν πνεύματι ἁγίῳ καὶ πράῳ 〈κε〉κοσμημένης. ὅλον δὲ δι᾽ ὅλου τὸ δοκοῦν αὐτοῦ πονημάτιον τὸ εἰς ἡμᾶς ἐλθὸν ἐν πρώτοις κατέταξα, ἵνα ἀπ᾽ αὐτοῦ ποιησώμεθα πρὸς αὐτὸν τὴν λοιπὴν ἀνατροπὴν τῆς διαλέξεως. καὶ ἔστι τόδε·
Τὸ συνταγμάτιον τοῦ Ἀνομοίου Ἀετίου. 11. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ᾽ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι᾽ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας. ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ· 〈α〉. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. 〈β〉. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ᾽ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν. 〈γ〉.
Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; 〈δ〉. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. 〈ε〉. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ᾽ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. 〈ϛ〉. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ 〈ἀπὸ〉 τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. 〈ζ〉. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. 〈η〉. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ᾽ οὐ τὸ γεννᾶσθαι.
εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. 〈θ〉. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ᾽ ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων συνεστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. 〈ι〉. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησεν. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. 〈ια〉. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; 〈ιβ〉.
Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ᾽ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν 〈τοῦ〉 ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. 〈ιγ〉. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. 〈ιδ〉. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ᾽ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. 〈ιε〉. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. 〈ιϛ〉. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς 〈ἂν〉 ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ᾽ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. 〈ιζ〉.
Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. 〈ιη〉. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ᾽ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ᾽ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι † κατὰ † τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. 〈ιθ〉. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; 〈κ〉. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ᾽ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν᾽ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις.
εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. 〈κα〉. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ᾽ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ᾽ οὐχ ἕξεως· τῆς 〈δ᾽〉 ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ᾽ ἕξις ἡ ἀγέννητος φύσις; 〈κβ〉. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα 〈δὲ〉 τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. 〈κγ〉. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; 〈κδ〉.
Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ᾽ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; 〈κε〉. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; 〈κϛ〉. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. 〈κζ〉. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ᾽ ὑπόστασιν σημαίνει. 〈κη〉. Εἰ πᾶν τὸ γεγονὸς ὑφ᾽ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ᾽ ἑαυτῆς οὔτε ὑφ᾽ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. 〈κθ〉. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. 〈λ〉. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς.
εἰ δὲ μὴ ἔστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; 〈λα〉. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; 〈λβ〉. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. 〈λγ〉. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεως τινὸς κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. 〈λδ〉.
Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ᾽ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; 〈λε〉. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. 〈λϛ〉. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστι, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταὐτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται.
Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι᾽ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Πεπλήρωται τὸ σύνταγμα τοῦ Ἀετίου. 13. Καὶ ἔστι τῶν εἰς ἡμᾶς ἀπὸ μέρους ἐλθόντων αὐτοῦ φθοριμαίων λέξεων, ὡς ἔφην, ἡ ἀρχὴ 〈ἡ〉 παρ᾽ ἡμῶν ἀνατρεπομένη αὕτη. τριακόσια γὰρ ὁμοῦ κεφάλαια ὁμοιότροπα τούτοις φασὶν αὐτὸν πεποιηκέναι πάσης βλασφημίας ἔμπλεα. ἐνταῦθα δὲ ὡς ἀπολλυμένου σώματος ἑρπετοῦ καὶ σαπέντος, ἐπιβούλου τινὸς σπουδαίου ἀναλεξαμένου τῶν τοῦ ἑρπετοῦ λειψάνων τὰ ὀστέα εἰς λύμην τινῶν, ἣν καυχᾶται ἐπιβουλὴν πεποιηκέναι τισὶ γράφων, δῆθεν ὡς κατὰ φιλοκαλίαν παρεθέμην τὸ συνταγμάτιον, οὗ ἡ ἀρχὴ οὕτως. οὗ εἵνεκεν καὶ αὐτοὶ 〈διὰ〉 τῆς τοῦ θεοῦ ἐνεργείας τὰ ἰατικὰ τῶν λόγων τῆς θείας γραφῆς ἀναλεξάμενοι ἀπ᾽ ἀρχῆς ἄχρι τέλους ἀνατρεπτικὴν ἀντίδοτον κατασκευάσωμεν τοῖς βουλομένοις ἰαθῆναι τῆς αὐτοῦ ἰοβολίας, ἄντικρυς ἑκάστης λέξεως ἀνατροπὰς παραθησόμενοι τῶν αὐτῶν συλλογιστικῶν κεφαλαίων οὕτως·
Τὰ Ἀετίου τοῦ Ἀνομοίου. 14. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ᾽ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι᾽ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας· ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ.
Ἀνατροπή. 15. Κατὰ λέξιν τῆς διαλεκτικῆς σου κομπείας καὶ συλλογιστικῆς ματαιοπονίας τὴν ἀνατροπὴν ποιήσομαι, μὴ ὑπερβαίνων μηδὲ ἐν δευτέρῳ τιθέμενος τῶν δοκουσῶν σοι μειζόνων ἢ καὶ βραχειῶν λέξεων τὸ ἀμύθητον. καὶ πρῶτον μὲν ἐπεὶ ἄνω γράφων τοῖς τοῦ σοῦ συστήματος ἀθληταῖς καὶ ἀθλητρίαις ἔφησθα Χρονίτας τινὰς σφετερισαμένους 〈διαφθεῖραι〉 ἅπερ μετὰ χεῖρας εἶχες τοῦ πονηματίου, † ἐρωτηθείσης τῆς παρὰ σοὶ λέξεώς σε μᾶλλον τοῦτο τὸ ὄνομα κεκτημένον καὶ τοὺς ἀπὸ σοῦ μεμαθητευμένους, ἵνα μὴ εἴπω πεπλανημένους 〈τις〉 διελέγξειεν. ἡ μὲν γὰρ θεοῦ ἁγία πίστις, ἀπ᾽ ἀρχῆς οὖσα καὶ ἀεὶ ἀρχαΐζουσα καὶ μὴ παλαιουμένη, ἔστιν ἀεί, καὶ ἡδραίωται ταύτης ὁ θεμέλιος, καὶ ὑπάρχει ἔχουσα τὸν αὐτῆς δεσπότην ἄχρονον. διὸ οὐδὲ αὐτὴ χρονικὴ ὑπάρχει, ἀλλ᾽ ἀεί ἐστι μετ᾽ ἀγγέλων ἐμπολιτευομένη καὶ ἁγίους κατὰ γενεὰν καὶ γενεὰν κοσμοῦσα. σὺ δὲ μᾶλλον χρονικὸς ὑπάρχεις, βουκοληθεὶς ὑπὸ τῆς πλάνης καὶ ἐπαρθεὶς κατὰ τὴν διάνοιαν, καὶ τὸ σὸν βόσκημα τῆς ἀγέλης χυδαίως εἰς νομὴν ἀκανθώδη παρεμπλέξας. οὐδεὶς γὰρ κατὰ σὲ τῶν παλαιῶν ἐφρόνησεν, ὦ Ἀέτιε, ὁ κατὰ χρονικῶν γράφων, αὐτὸς χρονικὸς ὑπάρχων καὶ οὐκ ἀρχαΐζων.
εὐθὺς δὲ ἐκ πρώτης ἐπιβολῆς, ὡς ἔφης 〈τὸ〉 πονημάτιον γεγραφέναι, εἰπὼν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ, ἐξέπληξας τὸν βίον ἐν τῇ τοσαύτῃ σου φωτεινῇ ἐπιβολῇ τοῦ λόγου, ἵνα οὕτως περιγέλαστόν σου ποιήσωμαι τὸν λόγον τῆς διαλέξεως τῆς τοσαύτης σου καινοτομουμένης ὀνοματοποιίας. 16. Τίς γὰρ τῶν τὸ σωτήριον τοῦ θεοῦ κήρυγμα κεκτημένων Χριστιανῶν παίδων τοῦτο καταλείποι, προτραπεὶς ὑπὸ σοῦ διὰ τῆς μυθώδους σου πλάνης, ἐάσας θεὸν ἀεὶ ὄντα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ὄν, καὶ ἐλθὼν ἀκούσει παρὰ σοῦ περὶ γεννητοῦ θεοῦ, ἵνα καὶ αὐτὸς ἐν μωροῖς καταλεχθείη, διδασκόμενος προσκυνεῖν «τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας ἀμήν;» οὐκ ἔχομεν γὰρ ἡμεῖς κτιστὸν θεόν, οὐ ποιητόν, ἀλλ᾽ ἄκτιστον καὶ ἀγένητον, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως. κἄν τε γὰρ σοφίζῃ τὸ γεννητόν, γεννητὸν ὁμωνύμως καλεῖν βουλόμενος, οὐ δέξομαί σου τὴν λέξιν, κἄν τε οὐχ οὕτως νοήσῃς ἠλαττωμένως παρὰ τὸ ἐκ πατρὸς γεγενῆσθαι· «ἐξ ἀκανθῶν γὰρ οὐ συλλέγουσι σταφυλάς, οὔτε ἐκ τριβόλων σῦκα», οὐδὲ ἐξ ἀνδρὸς πεπλανημένου ὀρθὸς ἂν ὑποληφθείη λόγος· ἐφίμου γὰρ καὶ ὁ κύριος τοὺς δαίμονας Χριστὸν αὐτὸν ὁμολογοῦντας. «κατ᾽ ἔννοιαν δὲ τῶν θείων γραφῶν» φάσκεις εἶναι «τὸ λογίδιον». λέγε μοι, ποία γραφὴ θεία ἐδίδασκε προσκυνεῖσθαι θεὸν ποιητόν; καὶ ὅτι μὲν θεὸς ἀγέννητός ἐστι παντί τῳ σαφὲς εἴη.
ἀλλ᾽ οὐδὲ τοῦτο ὀνομαστὶ ἔγκειται ἐν τῇ θείᾳ γραφῇ· ἀπὸ δὲ ὀρθοῦ καὶ εὐσεβοῦς λογισμοῦ καὶ αὐτῆς τῆς συνέσεως περὶ θεοῦ εὐσεβῶς τοῦτο νοεῖν καὶ λέγειν ἀραρότως ἔχει. λέγεις δέ, ἵνα εἰδέναι ἔχοιεν οἱ ὑπὸ σοῦ ἀθληταί τε καὶ ἀθλήτριαι καλούμενοι, πεπλανημένοι δὲ μᾶλλον, πῶς πρὸς ἕκαστον ἀποκριθῶσι, διὰ συντόμου καὶ εὐπεριδράκτου λόγου στιχηρῶν τρόπον τὰ κεφάλαια ὑπὸ σοῦ συντεθεῖσθαι. διὸ αὐτὰ τὰ δοκοῦντά σου ἰσχυρὰ ῥήματα καὶ σοφιστικά, ἃ πρὸς τοὺς μείζους εἰς ἀντιλογίαν ἐξήσκηταί σοι, μᾶλλον δὲ ἵνα πρὸς τὴν ἀλήθειαν ἐπάρῃς στόμα, ἡμεῖς οἱ εὐτελεῖς καὶ ἰδιῶται καὶ οὐ μείζους, ἀλλὰ βραχύτεροι πολλῶν τῶν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, 〈διαλαμβάνοντες〉 ποιησόμεθα, ὡς προεῖπον, τὴν ἀνατροπὴν τῆς ἀσυστάτου ταύτης καὶ σφόδρα εὐτελοῦς φλυαρίας. 17. Καὶ ἕως ὧδε ἐχέτω ἡ κατὰ τοῦ προοιμίου σου ἀντίθεσις τῆς ἡμῶν βραχύτητος. ἀρχὴν δὲ αὖθις τῶν ὑπὸ σοῦ κεφαλαίων καθεξῆς κατατάξας ἄντικρυς ἑκάστης λέξεως καὶ κεφαλαίου ἀντιπαραθήσομαι τὰς ἐκ τῶν θείων γραφῶν καὶ ἐξ ὀρθοῦ λογισμοῦ ἀντιρρήσεις τε καὶ ζητημάτων παρὰ σοὶ λογικῶν ἀνατροπάς, ὅπως οἱ θεοῦ δοῦλοι καὶ ἀληθεῖς ἀθληταὶ ἐντυχόντες καὶ κατανοήσαντες τὴν πᾶσάν σου ἀτοπίαν καταγελάσωσι, λέγοντες «ἡ ὑπερηφανία τῆς καρδίας σου» ἐποίησέ σοι ταῦτα. «
σὺ γὰρ εἶπας ταῦτα ἐν τῇ διανοίᾳ σου· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς Ἅιδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς» καὶ τὰ ἑξῆς. 18. Καὶ ἔστιν ἡ ἀρχὴ τῶν Ἀετίου κεφαλαίων αὕτη· 〈α〉. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι.
Ἀνατροπή. Πρῶτον μὲν τὸ εἰς θεὸν λογίσασθαι ἀδύνατον ἀσεβές, ἢ 〈ἀδύνατον〉 μόνον τὸ ἀπρεπὲς τῇ αὐτοῦ θεότητι, καὶ αὐτὸ οὐκ ἀδυνάτου ὄντος αὐτοῦ ποιεῖν, ἀλλ᾽ ἀπρεποῦς οὔσης τῆς φαυλότητος θεῷ, ᾧ οὐδὲν ἀδύνατον, ἀλλὰ διὰ τὸ τὸ φαῦλον ἀδύνατον εἶναι τῇ ἐνθέῳ αὐτοῦ δυνατῇ ἀγαθότητι καὶ αὐτῷ ἀγαθῷ ὄντι.
Καὶ ἄλλως. Εἰ τὸ γεννητὸν ἀγέννητον 〈ποιῆσαι〉 παρὰ θεῷ ἀγαθὸν εἰς ἔργον νομισθείη, ἀδυνάτως δὲ ἔχοι τὸ εἰς ἀγαθὸν γινόμενον ἀγαθῶς ἐπιτελέσαι, τοῦτο ἧττα περὶ τὸν δυνατὸν εἴη, βουλομένου τὸ προκριτέον ἐργάσασθαι καὶ μὴ δυναμένου. εἰ δὲ τὸ ἀγέννητον ἀγαθόν, τὸ γεννητὸν δὲ ἐν τῇ ἰδίᾳ τάξει ἀγαθῶς γεγένηται, ἀγαθῆς οὔσης ἐξ ἀγαθοῦ θεοῦ τῆς τάξεως τοῦ γεννητοῦ καὶ παρ᾽ αὐτῷ νομισθείσης, οὐκ ἂν ποιήσειε τὸ καλῶς γεννητὸν ἀγέννητον, ἐπειδὴ καλῶς νενόμισται αὐτῷ τὸ οὕτως εἶναι καλόν. ἐπεὶ οὖν τοῦ καλοῦ οὐχὶ διὰ τὸ ἀδύνατον οὐ μεταβάλλεται ἡ τάξις, ἀλλὰ διὰ τὸ ἀγαθῶς οὕτως εἶναι, ἀγαθὸς ἄρα ὁ ἀγέννητος θεός, ἀγαθὰ δὲ τὰ ἐξ αὐτοῦ γενόμενα ἐν τῇ ἰδίᾳ τάξει, μὴ λαβόντα ἀγεννήτου ὄνομα. οὐ γὰρ θεοὺς κτιστοὺς ἐποίησεν, ἵνα θάτερον θατέρῳ παρεκτεινόμενον ἀφανίζῃ διὰ τῆς ἐπωνυμίας τὸ ἀν〈τ〉ώνυμον τοῦ μείζοντος πρὸς τὸ ἧττον. εἰ μὲν γὰρ ὁ μέν ἐστι θεὸς ἀγέννητος, ὁ δὲ θεὸς γεννητός, τῶν φύσεων ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν 〈ἐν〉 τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ᾽ εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παντάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός τε καὶ ὀνόματος.
λέξειε δ᾽ ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ «θεὸς ἦν ὁ λόγος» καὶ οὐκ «ἐγένετο θεὸς ὁ λόγος»· πῶς ἕξει τὸ κατὰ φύσιν 〈τὸ〉 τῆς εὐγενείας ὄνομα ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε, τῷ τοῦ θεοῦ ἀξιώματι; ἢ πῶς τὸ «θεὸς ἦν» ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι κἂν ἐν τῷ τυχόντι; γνώσῃ δὲ ὅτι ἄναρχος θεὸς καὶ ἀγέννητος θεὸς ἐγέννησεν ἐξ αὑτοῦ θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. καὶ οὐκ ἔκτισεν, ἵνα μὴ ἀνόμοιος ὁ κτισθεὶς γενόμενος ἀφανίσῃ τὸ τοῦ θεοῦ ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. ἀδύνατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾶν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. διὸ ἐνταῦθα * περιλήψεται τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας «ὅτι πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι», τουτέστι θεὸς ὁ πατήρ, θεὸς ἐγώ· ζωὴ ὁ πατήρ, ζωὴ ἐγώ, καὶ τὰ ἑξῆς πάντα ὅσα πρέπει πατρί, 〈πρέπει〉 καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως 〈γεγεννημένου〉 τοῦ ἐνυποστάτου λόγου τοῦ πατρὸς καὶ τοῦ ἐνυποστάτου πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς 〈ἐκπορευομένου〉 καὶ [τῶν] τοῦ υἱοῦ 〈λαμβάνοντος〉 [ἡμῖν] ἐν γνώσει τελείᾳ ἠσφαλισμένου. 19. 〈β〉. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη.
εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ᾽ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε.
Ἀνατροπή. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται καὶ οὐ κατ᾽ ἰσότητα, καὶ ἐν τῷ τοῦ πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν, ἀτιμίαν τῷ γεγεννηκότι τὸ γέννημα περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτίσματα ἔχον τὸ ἀξίωμα καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτικότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων [ἐκ] τοῦ ὑπὲρ τὰ ἔνδοξα γεγονότα 〈ὄντος〉 τὸ προκριτέον καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται. ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος, τῇ δὲ 〈τοῦ〉 προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετέχθαι συνηνωμένως ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου 〈διὰ〉 τὴν παραλλαγήν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας.
διὸ ὅμοιος ἐξ ὁμοίου καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατείληπται, ἀλλ᾽ ὡς θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτὸς καὶ λόγος πατρὸς ἐνυπόστατος, σῳζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ 〈εἶναι〉 αἴτιον, ἀλλ᾽ ἀπ᾽ αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα, ὅπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ πατρὸς χαρακτηρίζουσα γένος, ὥς φησιν ἡ θεία γραφή, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, «εἰκών», φάσκουσα, «τοῦ ἀοράτου θεοῦ». καὶ ἵνα μή τις νομίσῃ διαφορὰν εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ πατὴρ τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», οὐ διοίσας ἑαυτὸν παρὰ τὸν υἱόν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπών, τὸ «ποιήσωμεν ἄνθρωπον», ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν υἱόν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ * ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ 〈ἀνόμοιον〉 διὰ δύο λόγων παρενθείς, «εἰκόνα» μίαν ἔφη, 〈τῷ〉 «ἡμετέραν» δὲ τὸ δυϊκὸν ἀπεφήνατο, τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι, ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ προκριτέον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μένον ἐν ταυτότητι καὶ μὴ ἀλλοιούμενον.
οὐ γὰρ παρ᾽ ἑτέρας φύσεως εἴληφεν ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος, οὔτε κατά τινα τομὴν ἢ ἀπόρροιαν τὸ εἶναι ἐξ αὐτοῦ τὸν μονογενῆ καὶ τὸ ἅγιον πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο, ἀλλὰ καθάπερ ἐξ ἀρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα καὶ ἅγιον πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε καὶ οὐκ ἐνηλλαγμένως. 20. 〈γ〉. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν;
Ἀνατροπή. Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας, ἵνα 〈μὴ〉 καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡττημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν συμβουλεύοντες. δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, 〈κηρύττειν〉 ἀπὸ πολλῆς πλάνης * κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν † θεόν, μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. καὶ πρῶτον μὲν τὸ διανοηθῆναι περὶ θεοῦ τὸν τοσοῦτον βυθὸν τῆς ἀνοίας ἀσεβείας ἐστὶ καρπὸς καὶ μᾶλλον μανιώδους διανοίας. τῷ γὰρ εἰπεῖν 〈αὐτὸν〉 ἑαυτοῦ αἴτιον ἢ ὅτι αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ θεοῦ τὸ πῶς ἦν· ἆρα ἀεὶ ἢ ἑαυτῷ τὸ εἶναι 〈παρέσχεν〉 ἢ αὐτομάτως 〈ἔχει τὸ〉 εἶναι. καὶ δέδια καὶ φρίττω τῷ σῷ κακῷ ἐνθυμήματι παρεκτεινόμενος. πέπαυσο γὰρ καὶ παυσώμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ 〈ὄντα〉 νοεῖν θεὸν καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ θεός.
καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετιμηκὼς τὸν θεόν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν οὐδὲ 〈αὐτὸς ἑαυτῷ αἴτιός ἐστιν〉· ἄρα κατὰ σέ, εἰ ἀπὸ λέξεών ἐστι καὶ συλλογισμῶν ἡ τῆς πίστεως σωτηρία, * ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα. οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἐστιν ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. οὐδεὶς γὰρ τῶν γεγονότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντος μόνου τὸ εἶναι ἑκάστου ἔλαβε τὴν ἀρχήν. ὡς οὖν ἐνταῦθα δι᾽ ὧν ἐνόμισας συλλογίζεσθαι * συλλογισθείς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ πατρί, κἄν τε 〈ἐκ〉 τοῦ τεχθῆναι ἤγουν γεννηθῆναι ἀπὸ πατρὸς ἔχει τὸ ἀξίωμα. οὐδὲν γὰρ διοίσει ἐν τούτῳ τῆς πρὸς τὸν πατέρα ἰσότητος ὥσπερ οὐδὲ ἀπὸ τοῦ ὁμοίου, τῷ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι, ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος οὐκ ἀπό τινος ἄνωθεν ἔσχε τὴν ἀρχήν. οὐδὲ γὰρ ἤρξατο τοῦ εἶναι· ἦν γὰρ ἀεὶ καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς * θεωρίας.
Καὶ ἄλλως. Ἐπεὶ ἔφης· «εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν», μάθε καὶ αὐτός, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον· ἐπειδὴ γὰρ ὡς τῷ πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου πατρὸς 〈ὄντι〉 σὺν τῷ μόνῳ πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ διὰ τὸ ἀσθενές, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τῶν ἐξ οὐκ ὄντων 〈γεγονότων〉, μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι τριάδος ἀριθμουμένης καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔφης δὲ πάλιν ὅτι «πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν», καὶ οὔτε νοεῖς οὔτε νενόηκας ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπὸ γνώσεως θεοῦ τῆς ἀληθείας, οὐ πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκόμενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώμενος.
ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις ὅτι μεματαίωταί σοι· «οἶδε γὰρ ὁ θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». ὁ γὰρ γεννῶν τὸν ἐνυπόστατον λόγον ἴσον ἑαυτῷ ἐγέννησε καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος [οὐ] διὰ τὴν τοῦ γεννήματος παραλλαγήν, ἀλλ᾽ * ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτοῦ καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεννηκότα. διὸ διὰ τοῦ υἱοῦ καὶ ἐνυποστάτου λόγου τὰ πάντα γεγονέναι ἔφη, ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ᾽ ἐν 〈παντὶ〉 πατρὶ ὅμοιον καὶ ἴσον ὄντα διὰ τὸ συμπρέπον τῇ τοῦ πατρὸς ὀνομασίᾳ [εἶναι], ἀεὶ ὄντα 〈ὅμοιον〉 τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον. 21. 〈δ〉. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι.
Ἀνατροπή. Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ θεοῦ ἀΐδιος, ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαΐδιον, ἆρά γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου εἴληφεν ὄνομα, ὡς παλιμβόλως τῷ υἱῷ χαρίσασθαι πιθανῶς ἐφυσιολόγησας. δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος 〈ἔσῃ〉 ὧν ἔφης ῥημάτων. ἢ γὰρ δώσεις τέλος 〈ἔχειν〉 τὸν ὑπὸ σοῦ παρηλλαγμένον βλασφημούμενον τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης τέλος ἔχειν τὸν υἱόν, «ὅτι τῆς βασιλείας αὐτοῦ» φησιν ἡ γραφὴ «οὐκ ἔσται τέλος», διὰ τὸ σὺν πατρὶ βασιλεύειν ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ τὸ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος· ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ υἱῷ ἀνένδεκτόν ἐστιν. ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος καὶ παρὰ τῷ ὄντι ἀεί, τοῦ εἶναι μηδέποτε λήγων.
διὸ καὶ ὁμοούσιος ἦν καὶ ἔστι καὶ ἔσται, μόνος ἐκ μόνου καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεότητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα οὔτε ἀρχὴν ἑαυτῇ παρέχουσα τοῦ εἶναι οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώματι πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ ὑπάρχουσα καὶ μηδέποτε διαλείπουσα. ἔστι γὰρ 〈ἐν〉 ἑαυτῇ ἀσύγκριτος ἡ τριάς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδεχομένη. 22. 〈ε〉. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ᾽ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει.
Ἀνατροπή. Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητόν, τὸ τοῦ θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητόν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, * καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. καὶ σὺ ἐπειδὴ ἄθεος τυγχάνεις, 〈οὐ〉 σεμνύνῃ κἂν διὰ τοῦ στόματος φέρειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον καὶ πίστιν καὶ ἐλπίδα καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν καὶ μὴ ὑπερβαίνειν ὅρον τὸν τεταγμένον τῆς ἀκολουθίας. σαφὴς γὰρ ἡ περὶ σοῦ παρὰ τοῦ σωτῆρος ἡμῶν ἀποφαντικὴ ἀπόδειξις ὅτι «ἀπὸ τῶν καρπῶν αὐτῶν γνώσεσθε αὐτούς», τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα καὶ λύκῳ παραβεβλημένον.
εἰ γὰρ ἦς ἐξ ἁγίου πνεύματος γεγεννημένος καὶ προφήταις καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπ᾽ ἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις παλαιᾶς διαθήκης εἴκοσι δύο ἀριθμουμέναις, τέτρασι δὲ ἁγίοις εὐαγγελίοις καὶ ἐν τεσσαρεσκαίδεκα ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ ἐν ταῖς πρὸ τούτων [καὶ] σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων καθολικαῖς ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα, καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σειράχ, καὶ πάσαις ἁπλῶς γραφαῖς θείαις 〈ἐρευνᾶν〉 καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ᾽ εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ γραφῇ ῥηθέν· οὐδεὶς γὰρ 〈μὴ〉 μεμηνώς ποτε γεννητὸν ἐνενόει θεόν. ἀλλ᾽ οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον θεὸν μόνον πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον, ἵνα μή τις ἐπὶ τῷ πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ υἱῷ καὶ ἐπὶ τῷ ἁγίῳ πνεύματι, τῆς διανοίας τῆς ὀρθῆς καὶ τοῦ πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ᾽ ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ 〈ὀρθοῦ〉 πρὸς εὐσέβειαν λογισμοῦ περὶ θεοῦ εἰδέναι.
εἰ δὲ διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ᾽ ἡμῶν τοῦτο, * ἀπὸ γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνομασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ᾽ ἀφ᾽ ἑαυτῆς διὰ τῶν 〈ὀρθῶν〉 λογισμῶν τὴν εὐσέβειαν * ταύτην εἰδέναι τὸ οὕτως εἶναι. εἰς τί γὰρ οὐσίας ἔσται διάστασις 〈τοῦ ἀγεννήτου πρὸς〉 τὸ γεννηθέν, εἰ κατὰ ἀλήθειαν 〈ἐκ〉 τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρρήτῳ, συμπρεπούσῃ τῷ θεῷ καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητήν, ἀλλὰ γεννητὴν οὐσιωδῶς καὶ οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα. διὸ καὶ ἄκτιστος διαμένει καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας θεοῦ, οὐ χρόνῳ ὑποπίπτουσα. οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ, καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος. 23. 〈ϛ〉. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ 〈ἀπὸ〉 τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις.
Ἀνατροπή. Εἰ τὸ ἀγέννητον 〈τὸ γεννητὸν〉 ἐποίησε καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας καὶ θατέρου θατέρῳ μὴ παρεκτεινομένου διὰ τὴν κατὰ ἀλήθειαν ἀντωνυμίαν, ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἕστηκε μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦντος ἢ μόνον κατὰ τὴν ἐξουσίαν [καὶ] τῆς προκριτέας φύσεως αἰτίου 〈οὔσης〉 πρὸς πᾶν τὸ ὑπ᾽ αὐτῆς κεκτισμένον. ἐπειδὴ δὲ ἀνὰ μέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου καὶ κτιστοῦ καὶ κτιζομένου ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτιστοῦ ὀνόματος, ἀδύνατόν ἐστι πάντα συγχέειν, ὦ Ἀέτιε, καὶ ἀφανίζειν ἀπὸ σαυτοῦ τῆς τελείας κατὰ ἀληθινὴν σχέσιν υἱοῦ πρὸς πατέρα ἀεὶ ὄντος καὶ ἀκτίστου ὀνομασίας ἐπικοινωνίαν. ἀδύνατον 〈γάρ〉 ἐστι τὴν ἀγέννητον καὶ ἄκτιστον φύσιν κτιστήν ποτε γενέσθαι, καὶ ἀπὸ τοῦ κεκτίσθαι πάλιν μεταμεληθεῖσαν ἀναδραμεῖν ἐπὶ τὴν αὐτῆς ἀγεννησίαν, κἄν τε μυρία ἡμῖν πλέκῃς Ἀριστοτελικὰ ζητήματα, καταλείψας τὴν ἄνωθεν ἁπλῆν καὶ ἁγνὴν τοῦ πνεύματος ἁγίου διδασκαλίαν. 24. 〈ζ〉. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα.
Ἀνατροπή. Καὶ ὅλος θεὸς ἀγέννητος καὶ ἄκτιστος, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος ἄκτιστος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα 〈τὸ〉 παρὰ σοῦ σμικρυνόμενον, σαρκικὲ Ἀέτιε καὶ ψυχικὲ πνευματικῶς ἀνακρινόμενε, μονοειδῶς ἔχον τὸ [ἐξ] αὐτοῦ ἐξαίρετον, μὴ ἀπεικαζόμενον τοῖς πολλοῖς, 〈τοῖς〉 ἐκ τοῦ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ ἀπ᾽ αὐτοῦ κεκτισμένοις. διὸ οὔτε κοινωνήσει τοῖς πᾶσιν οὔτε τις αὐτοῦ τῷ ἀξιώματι ἐπικοινωνήσειεν. πάντα γὰρ παρίπταται καὶ ὑποχωρεῖ, καὶ καταλιμπάνει πᾶσαν αἰτίαν συλλογιστικὴν * τῷ ἀπὸ τῆς θείας γραφῆς διδασκαλικῷ λόγῳ, τῷ «οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ δι᾽ ἁγίου πνεύματος οὐ τοῖς αὐτὸν συλλογιζομένοις, ἀλλὰ τοῖς εἰς αὐτὸν γνησίως καὶ τελείως πεπιστευκόσι. καὶ γὰρ οὔτε «τὰ κρίματα αὐτοῦ ἐρευνῆσαι» δυνηθείης οὐδὲ «τὰς ὁδοὺς αὐτοῦ ἐξιχνιάσεις», κατὰ τὸ γεγραμμένον, κἄν τε μυρία ἡμῖν ἔλθῃς φλυαρῶν, ἐλεεινὸν κατ᾽ ἐμὲ ἀνθρωπάριον. 25. 〈η〉. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ᾽ οὐ τὸ γεννᾶσθαι.
εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν· εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται.
Ἀνατροπή. Ἔδει μὲν οὖν οὐ μόνον σε, Ἀέτιε, ἀλλὰ καὶ πάντα «αἱρετικὸν μετὰ μίαν νουθεσίαν παραιτεῖσθαι», ὡς ὁ ἅγιος καὶ σοφὸς κελεύει λόγος. «αὐτοκατάκριτος» γὰρ τυγχάνεις, ἑαυτῷ τὸν ὄλεθρον ἐπισπώμενος καὶ οὐχ ὑφ᾽ ἑτέρου ἀναγκαζόμενος. τίς οὖν ἐλεήσει τὸν «ἑαυτῷ πονηρὸν καὶ οὐδενὶ ἀγαθὸν» τυγχάνοντα; ἀλλ᾽ ἵνα μὴ ἐφ᾽ οἷς ἐβλάστησας τῷ κόσμῳ κακοῖς, ἐν σεαυτῷ * ἔχων ὑπολαμβάνοις ὡς περὶ μεγάλων καὶ ἀντιθέτων, ἐπιμενοῦμεν καὶ αὐτοὶ μετὰ μακροθυμίας «τῇ διστόμῳ μαχαίρᾳ, τοῦ Χριστοῦ λόγῳ» ἐκτέμνοντές σου τὰς ἀκανθώδεις ῥίζας ἐν τῇ ὑγιαινούσῃ πρὸς θεὸν τελείᾳ καὶ ἀληθινῇ ὁμολογίᾳ. δόξα γὰρ τῷ ἐλεήμονι 〈θεῷ〉 τῷ φωράσαντί σε ὁποῖος εἶ, τὴν τοῦ Ἰούδα ἐπέχων τάξιν, τοῦ σὺν τοῖς μαθηταῖς μὲν ἀριθμηθέντος, ἀφορισθέντος δέ, οὐ Χριστοῦ ἔχοντος τὸν νοῦν, ἀλλ᾽ ἐκ τοῦ Σατανᾶ ὑποδεξαμένου τὴν πρὸς τὸν δεσπότην αὐτοῦ ἐπαρνησιθεΐαν. ψιλῇ γὰρ λέξει ὡμολόγησας τὸν υἱὸν τοῦ θεοῦ 〈οὐκ〉 ἔχειν ἐν τῇ διανοίᾳ. καὶ τίς ἐστι χρεία περιττῆς πρὸς σὲ λαλιᾶς, ὁπότε παντάπασιν ἀλλότριος Χριστιανῶν ὑπάρχεις, προφητῶν τε καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, μαρτύρων τε καὶ πάντων τῶν ἁγίων, τῶν ἐλέγξαι σε εἰς ἡμέραν κρίσεως ἑτοίμως ἐχόντων, ὅτι ἄχρι θανάτου στρεβλούμενοι ὑπέμειναν, μαστιζόμενοι, ξεόμενοι, θηρσὶ καὶ πυρὶ παραβληθέντες καὶ φόνῳ μαχαίρας, ἵνα υἱὸν θεοῦ ὄντα καὶ ἐξ αὐτοῦ ἀληθινῶς γεγεννημένον μὴ ἀρνήσωνται.
γεννητικὸς γὰρ ὁ πατὴρ μόνου μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἔτι μετὰ τὸν ἕνα, καὶ ἀνομβρητικὸς πνεύματος ἁγίου καὶ οὐχ ἑτέρου πνεύματος, κτίστης δὲ καὶ ποιητὴς τῶν ὑπ᾽ αὐτοῦ γενομένων καὶ ἀεὶ γινομένων. διὸ οὐκέτι πολλῶν υἱῶν γεννωμένων, οὔτε πολλῶν πνευμάτων ἐξ αὐτοῦ ἐκπορευομένων, τῆς αὐτῆς θεότητος ἀεὶ ἐν τῇ τριάδι μενούσης καὶ δοξαζομένης, καὶ μηδέποτε προστιθεμένης μήτε ληγούσης μήτε ὑποληφθείσης ποτὲ ὡς μὴ οὔσης. διὸ καὶ οὐχ ἕως ψιλῆς ὀνομασίας ἐπὶ τῷ γεννήματι ἵσταται τὸ ἀξίωμα· ἐπεὶ ἂν πολλοὺς ἀδελφοὺς μετ᾽ αὐτὸν ἔσχεν ὁμοίους αὐτῷ, ὡς ἐπὶ τῷ εἰρημένῳ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐπὶ τῷ «ὁ τετοκὼς βώλους δρόσου», καὶ ἐπὶ τῷ «ἀφ᾽ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καὶ ἐπὶ τῷ «οὐχ εἷς πατὴρ πάντων ὑμῶν;» καὶ ἐπὶ τῷ «παῖς μου Ἰακώβ», καὶ ἐπὶ τῷ «πρωτότοκός μου Ἰσραήλ». οὗτοι γὰρ πάντες ψιλῇ λέξει τῷ τῆς ἀναγωγῆς * ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προκεκοφότες οὐ κατ᾽ οὐσίαν τῇ ἀληθινῇ ἵστανται ὀνομασίᾳ, ἀλλὰ ψιλῶς 〈λέξει〉 καὶ κατὰ χάριν. διὸ διὰ τοῦ ἑνὸς τοῦ οὔτε κατὰ χάριν οὔτε ψιλῇ ὀνομασίᾳ ὀνομαζομένου, ἀλλὰ κατὰ ἀλήθειαν 〈ὄντος〉 ἐκτίσθησαν, ἀπὸ τοῦ ἑνὸς διὰ τοῦ ἑνὸς σὺν τῷ ἐξ αὐτοῦ ἐκπορευομένῳ καὶ τοῦ αὐτοῦ λαμβάνοντι. 26. 〈θ〉. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη.
τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ᾽ ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα, ὡς ἐξ ἐκείνων συνεστῶτα, τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν.
Ἀνατροπή. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω. δραματουργήσας δὲ οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. ἐξ αὐτοῦ γὰρ θεὸς τέλειος ὢν τέλειον υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλήψεως. οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. ὁ γὰρ ὢν ἀεὶ ἀσώματος τὸν ὄντα ἀσώματον παρ᾽ αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν θεὸς καὶ πνεῦμα ὄντα τὸν ἐνυπόστατον Λόγον γεγεννηκώς. τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀετίῳ, τῷ 〈τὰ ἄνω〉 ἐμβατεύοντι καὶ τὰς κατὰ θεὸν δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς 〈τε〉 θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον καὶ οὐδὲ ἐξισοῖς 〈αὐτὸν〉 τοῖς ὑπ᾽ αὐτοῦ κεκτισμένοις.
ἀπ᾽ ἀρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως 〈οὐκ〉 ἐπιδεόμενα τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας, ἅτινά ἐστι ταῦτα ἐν οἷς ἐστι τὰ καθεξῆς γενόμενά τε καὶ γινόμενα, ὡς οἷον εἰπεῖν, οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα, καὶ τὰ ἐκ τῶν ὑδάτων γεγενημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην, ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν, «ἀόρατον δὲ καὶ ἀκατασκεύαστον» τότε, δι᾽ ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτίστου καὶ ζωοποιοῦ· ἔπειτα δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· «ἐξαγαγέτω γάρ 〈φησιν〉 ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ᾽ ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ᾽ ὁμοιότητα ἐπὶ τῆς γῆς». καὶ ὁρᾷς ὡς οὐδεμιᾶς εὐθὺς τὰ γεγονότα ἐπεδέετο προσληπτικῆς ἐπιδόσεως, ἀλλ᾽ ἀνδρεῖα ὡς εἰπεῖν καὶ τέλεια διὰ τοῦ προστάγματος εὐθὺς εὑρίσκεται. τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα τὰ ὑπ᾽ αὐτὸν ὄντα καὶ σὺν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα.
Παρέδωκεν αὐτῷ σπερματικῶς τὴν γῆν, ὑποβάθραν ὡς εἰπεῖν προστησάμενος καὶ ὡς μήτραν αὐτῷ παραδεδωκώς, ἵνα ἀπὸ τῆς προβολῆς τῶν κατὰ τὸ τέλειον ὑπὸ θεοῦ γεγονότων τὰ σπερματικῶς δι᾽ ἑαυτοῦ μετὰ συνέσεως ἐπὶ γῆν καταβαλλόμενα, ὡς οἷόν τε ξύλον καὶ ἄλλων γεννημάτων, αὐτὸς μὲν λεπτομερῶς ὡς ψηφῖδα παρὰ τῶν τελείων ἐρανισάμενος ταύτην 〈τε〉 εἰς γῆν ἐνθεματίζων τὰ τῆς ἐπιδόσεως 〈ἀπὸ〉 τοῦ τελείου θεοῦ πρὸς αὔξησιν προσδέχηται, ἵνα αὐξηθείη ἔξωθεν τὰ ὑπ᾽ αὐτοῦ ἐνσπερματιζόμενα, ἵνα μὴ ἀγνοήσας τὸν ἐπιχορηγὸν τῆς ἐπιδόσεως αὑτὸν νομίσῃ δημιουργὸν καὶ ἐκπέσῃ τῆς ἀληθείας. εἰ γὰρ καὶ ἐφύτευσε Νῶε ἄμπελον, οὐ γέγραπται ὅτι ἦν φυτουργός, ἀλλ᾽ «ἐγένετο ἀνὴρ γεωργός». ἕτερος γάρ ἐστιν ὁ τὰ αὐθεντικὰ παρέχων τοῖς ἐσομένοις, ἕτερος δέ ἐστιν ὁ τὸ εἶναι παρ᾽ αὐτοῦ εἰληφὼς ἄνθρωπος καὶ τὴν ἐκείνου γεωργίαν πεπιστευμένος, ἵνα ὁ μὲν γεωργῇ τὰ ἐπιδόσεως εἰς τελείωσιν ἐπιδεόμενα, ὁ δὲ τὴν τελειότητα παρέχοι διὰ τῆς αὐτοῦ ἐπιδόσεως τῶν ὑπ᾽ αὐτοῦ ἐκτισμένων καὶ 〈διὰ τῆς〉 ἐπιδόσεως εἰς τελειότητα αὐξανομένων.
οὕτω καὶ ἐπὶ τῶν ζῴων καὶ ἐπὶ τῶν πετεινῶν, οὕτω καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ ἐναλίων πάντα ἐν ἀρχῇ τέλεια γέγονε διὰ τοῦ προστάξαντος, βουλήσει δὲ σοφίας νῦν ἐπιδόσεως δεῖται, διὰ τὴν τοῦ ἐπὶ γῆς δεσπόζοντος ἀνθρώπου κατ᾽ ἔννοιαν ὠφέλειαν, εἰς τὸ ἐπιγινώσκειν 〈αὐτὸν〉 τὸν ἐπάνω πάντων θεόν, τὸν χορηγὸν τῶν σπερματικῶν καὶ τῆς ἐπιδόσεως τῶν αὐξήσεων ὄντα θεὸν καὶ κύριον. διόπερ τὰ μὲν κατ᾽ οὐρανὸν καὶ οὐ διὰ χειρῶν ἀνθρώπου σπειρόμενα ὄντα, καὶ οὐ γεννῶντα οὐδὲ γεννώμενα, εἴασεν ὁ θεὸς ἐν τελειότητι· οὐ γὰρ ἐνέσκηπτον τῇ διανοίᾳ τοῦ ἀνθρώπου εἰς ἐπιβουλὴν καὶ τῦφον κενοδοξίας, ὡς οἷον ἐπὶ ἡλίου εἰπεῖν καὶ σελήνης καὶ ἄστρων. οὔτε γὰρ διὰ τὸ γεννᾶσθαι τὴν σελήνην ἢ φθίνειν ἢ αὔξειν ἀλλοιοῦται τὸν τρόπον, ἀλλὰ διὰ τὸ καιρῶν εἶναι σύστασιν καὶ ἐπιχορηγίαν, ὧν θεὸς τοῖς φωστῆρσι διετάξατο. πῶς οὖν τὰ σωματικὰ θεὸς καὶ τὰ φθίνοντα καὶ τὰ φθινόμενα θελήσας εὐθὺς τέλεια εἰργάσατο, ὃν δὲ ἐξ αὐτοῦ ἐγέννησεν, ἕνα ἐξ ἑνός, τὸν ὄντα ἀεὶ γεννητικῶς παρὰ τῷ ὄντι, ἐπιδόσεως ἐγέννα ἐπιδεόμενον;
πέπαυσο οὖν, ὦ Ἀέτιε, κενὰς ἡμῖν καὶ Ἀριστοτελικὰς λέξεις φέρων, ἀρκετῶς ἐχόντων ἡμῶν καὶ μὴ ἀπατωμένων τὴν τοῦ κυρίου ἡμῶν ἀληθινὴν διδασκαλίαν, τὴν λέγουσαν ὅτι «ἐκ τοῦ πατρὸς ἐγὼ ἐξῆλθον καὶ ἥκω», [καὶ] οὐ καταχρηστικῶς ἐχούσης τῆς λέξεως 〈κατὰ〉 τὴν δύναμιν, ἀλλὰ τελειότητος καὶ ἀξίας θεοῦ σημαινούσης τὴν οὐσίαν. 27. 〈ι〉. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος.
Ἀνατροπή. Ἀντιθέτως παρεισάγει Ἀέτιος, ἐκ συλλογιστικῶν ὀνομασιῶν ἀνθρωπίνης ἐπινοίας θεὸν καταλαβεῖν βουλόμενος, καὶ † ὡς ἐκ λέξεων ἀκρωτηριάζειν πειρᾶται τῆς ἐναργοῦς πίστεως τὴν βεβαίαν ἐλπίδα, ἀνόμοιον ἀνομοίῳ συγκρούσας καὶ λέξιν λέξει ἀνατροπικῶς παρενθείς, ὡς ἐκ τούτου βιάζεσθαι τὸ ἀνόμοιον τοῦ 〈υἱοῦ〉 πρὸς πατέρα σημαίνειν, ὅπερ ἐστὶν ἀδύνατον. ἐξ αὐτῶν γὰρ ὧν ἐδίδαξε τὸν κόσμον συλλογισμῶν καὶ αὐτὸς συλλογισθήσεται. φάσκει γάρ· «εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι· τὸ γὰρ 〈αὐτὸ〉 εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος»· ὥστε ἐξ ἅπαντος ἐλέγχεσθαι τὰ τῆς παραποιήσεως μέρη τῶν λόγων, ὅτι οὐκ ἐνδέχεται ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ οὐδ᾽ ἄνισον τῆς αὐτοῦ τελείας θεότητος. εἰ γὰρ ὅλως φάσκει βεβιασμένως, καθ᾽ ἑαυτῶν δὲ ἐπιστρέφει 〈τὰ〉 ῥητά, ἃ διηγεῖται, τὸ γεννητὸν καὶ ἀγέννητον 〈ἀντιθέτως〉 ἀεὶ φάσκων, ἀπὸ τούτου μαθέτω 〈ἀντιτιθέναι〉 τὸ κτιστὸν καὶ ἄκτιστον, ὅτι οὐκ ἐνδέχεται ἐπικοινωνεῖν τοῦτο τούτῳ πρὸς τὸ ἀξίωμα, ὅπερ ἐστὶ τὸ 〈εἶναι〉 ὅλως προσκυνητόν.
εἰ γὰρ ὅλως προσκυνητὸν τὸ ἀνόμοιον, τῷ ἀνομοίῳ ἐξισούμενον, οὐκέτι διοίσει λόγος τὸν ἕνα ἀπὸ τῶν ὅλων, τῆς ἀνομοίας 〈φύσεως〉 οὐ δυναμένης ἐν τάξει τοῦ αὐτῆς ἀξιώματος τάττεσθαι, κἄν τε ἐν δόξῃ ὑπερβάλλοιτο τὸ ἀπὸ πάντων ἓν ὂν τῶν ἀνομοίων, πρὸς [τὴν] τὸν ἕνα, διὰ τὴν μὴ ἐπικοινωνοῦσαν τῷ ἑνὶ 〈τῶν〉 πάντων πρὸς τὸν ἕνα ἀνομοιότητα. καὶ ἔσται λοιπὸν καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τούτων ἔτι τὰ ὑποβεβηκότα προσκυνητὰ καὶ οὐκέτι ὁ εἷς σὺν τῷ ἑνὶ πνεύματι, ὅπερ ἐστὶ μία τριὰς καὶ μία θεότης καὶ μία προσκύνησις. ἆρα οὖν εἰ τοῦτο διὰ τοῦτο συλλογιστέον, ἔσται μὲν αὐτὸ ἐν ἀληθείᾳ, ἐπειδὴ οὐχ ὅμοιος ὁ εἷς λόγος τοῖς πᾶσι λόγοις, οὐδὲ ὁ εἷς υἱὸς τοῖς πᾶσι κατὰ ἀναγωγὴν κικλησκομένοις ἴσος· οὐ γάρ ἐστι σὺν τοῖς πᾶσιν, ἀλλ᾽ ὁ δι᾽ οὗ οἱ πάντες.
τὸ γοῦν ἀδυνάτως παρ᾽ αὐτῷ τῷ Ἀετίῳ ταχθὲν ἐξ ὑπαρχῆς καὶ ὡς ὕβριν ἐπέχον 〈καὶ〉 τύπον βλασφημίας διὰ τὸ ἀνομοιομερές, ὡς ἔφη, ἐν θεῷ 〈οὐκ〉 εἶναι, [ὅπερ] οὐ διαφορᾶς μέρος ὑπάρχει, ἀλλ᾽ ἰσότητος, καὶ οὔτε μεριζομένης τῆς θεότητος, ἀλλ᾽ ἀεὶ οὔσης τελειοτάτης, τρία ὄντα τέλεια, μία θεότης· μᾶλλον δὲ εἰς σύστασιν τῆς ἐν ἀληθείᾳ πίστεως τὸ ἀνόμοιον ἡμῖν ἐπησφαλίσατο, εἰς τὸ μὴ νομίζειν μήτε πείθεσθαι τοῖς παρὰ ἀξίαν Ἑλλήνων † πταίειν προπετείας προλήψει, κατεγνωσμένοις τὴν πᾶσαν κτίσιν προσκυνεῖν, τὴν ἀνόμοιον οὖσαν πρὸς τὸν προσκυνούμενον πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. 28. 〈ια〉. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν;
Ἀνατροπή. Ἔφησεν Ἀέτιος καὶ ἀπεφήνατο ὁ διαστολεὺς καὶ ὁροθέτης περὶ φύσεως θεοῦ διαλαμβάνων, ἄνθρωπος ὢν τῇ φύσει καὶ τὰ ὑπὲρ φύσιν βουλόμενος εἰδέναι, εἰδέναι δὲ οὐ κατὰ ἀκολουθίαν γραφῆς, ἀλλ᾽ ἐκ συλλογισμῶν βροτείων διανοημάτων, ὅτι «ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν». πάντοτε δὲ ἀεὶ καὶ ἀπ᾽ ἀρχῆς τοῦ λόγου οὐκέτι κατὰ τοὺς παλαιοὺς Ἀρειανοὺς κἂν ἀποκεκρυμμένως υἱὸν βούλεται λέγειν τὸν μονογενῆ. ἐν πᾶσι δὲ θεωρήσατε, υἱοὶ τῆς ἀληθείας, ὡς παντάπασι βούλεται αὐτὸν ἀλλότριον εἶναι τοῦ πατρὸς καὶ οὐδ᾽ ὅλως μετέχοντα θεϊκῆς οὐσίας, ἐξ ὧν πάντοτε τολμηρῶς ἀποφθέγγεται. τὸ γὰρ λέγειν ὅτι 〈ὁ θεὸς〉 ἑαυτὸν ἀγέννητον γινώσκει καὶ γεννητικῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, μάτην παρ᾽ αὐτῷ 〈εἴρηται〉 καὶ 〈μόνον διὰ〉 τὸ 〈μὴ〉 κἂν διὰ ψιλῆς λέξεως υἱὸν τὸν υἱὸν καλεῖσθαι. ἀνατραπήσεται δὲ αὐτοῦ ὁ λόγος. καὶ γὰρ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἐγέννησεν ἀϊδίως τὸν μονογενῆ, φύσεως ὢν ἑαυτῷ πρεπούσης, * τῷ ἕνα μόνον τὸν μονογενῆ γεγεννηκέναι καὶ πνεῦμα ἐνηνοχέναι, τὸ μόνον μόνῳ 〈συνὸν〉 ἐπὶ μονογενεῖ 〈τῷ〉 γεννήτορι, ὃ τῷ ἀνάρχως γεγεννημένῳ υἱῷ συνυπάρχει, πνεῦμα ὤν, πνεῦμα γεγεννηκώς, καὶ οὐ σῶμα ὢν σωματικῶς διαστελλόμενον, οὐδὲ φθίνον καὶ αὖξον καὶ τομὴν ὑφιστάμενον.
διὸ παρὰ τοῖς ἄλλοις πᾶσι τοῖς γεγεννηκόσι καὶ γεννωμένοις † ἀλλ᾽ ἐπὶ πολλῶν ἐπιδέχεται ἡ χρεία, ἐνταῦθα δὲ οὐχ ὅμοιον τοῖς οὖσι πᾶσιν ἡ τοῦ ἑνὸς πρὸς τὸν ἕνα ἀξία. διὸ καὶ αὐτὸς ὁ γεννηθεὶς ἐξαιρέτως ἐκ τοῦ ἐκπλήκτως γεννήσαντος ὥσπερ ἀπὸ τοῦ ἀγεννήτου γεγέννηται, συμπρέπων τῷ γεννήτορι, 〈οὕτως〉 καὶ αὐτὸς οὐ γεννᾷ οὐκέτι (κατὰ τὴν οὐσίαν φημί), ἵνα ἀπὸ τοῦ μηκέτι γεννᾶν κατ᾽ οὐσίαν 〈τὸν υἱὸν〉 καὶ ἀπὸ τοῦ τὸν πατέρα μὴ γεγεννῆσθαι ἐξ ἑκατέρων μερῶν ἡ πᾶσα δόξα τοῦ ἀξιώματος σῴζηται ἐν τῇ μιᾷ ἑνότητι τῆς ἀξίας θεοῦ, πατρὸς τελείου καὶ υἱοῦ τελείου καὶ τελείου πνεύματος ἁγίου. καὶ διὰ τοῦτο τὸ ὁμοούσιον οὐ ψεῦδος οἶδεν ἡ θεία γραφὴ οὐδὲ ὁ εὐσεβὴς λογισμὸς ὁ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐσεβῶς μεμαθηκὼς τὸ δοξάζειν καὶ προσκυνεῖν, ἐκ θεοῦ λαβὼν τὴν χάριν. 29. 〈ιβ〉. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ᾽ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν 〈τοῦ〉 ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ.
Ἀνατροπή. Καὶ 〈τὸ〉 ἀγέννητον, ὡς ἔφαμεν πρὸς τὸν Ἀέτιον ἀποτεινόμενοι, 〈ὁμολογοῦμεν〉 καὶ οὐκ ἀρνούμεθα, κἄν τε ἐν θείᾳ γραφῇ μὴ ἐμφέρηται, 〈ὅτι〉 εὐσεβῶς [δὲ] ἐπινενόηται. ἀγέννητον δὲ φάσκοντες τὸν πατέρα καὶ ἀγέννητον ὁμολογοῦμεν, γεννητὸν δὲ τὸν υἱὸν οὐκ ἀρνούμεθα, ἀλλ᾽ οὐχὶ κτιστόν. οὔτε γάρ, ἐὰν τὸν υἱὸν γεννητὸν ὁρισώμεθα, ἐκ θεοῦ πατρὸς τὴν οὐσίαν ἔχειν ἀρνεῖσθαι δυνάμεθα· γεννητῶς γὰρ ἐγέννησε καὶ οὐκ ἔκτισεν. ὡς γὰρ λοξῶς πάντα ἐπὶ τοῦ γεννητοῦ καὶ ἀγεννήτου διανοούμενος παρεκτρέπειν ἑαυτὸν βούλει (οὐ γάρ τι ἕτερον), οὕτως καὶ αὐτὸς ἀκούεις περὶ ἀνθρωπίνων συλλογισμῶν καὶ ἀντιθέσεως συλλογιστικῆς, ἀνθρωπείας τε ματαιοφροσύνης, τὸ «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος». λέξομεν 〈δὲ〉 καὶ αὐτοὶ ὅτι πολλῷ μᾶλλον ἀπρέπεια θεῷ τῷ ἀκτίστῳ τὸ κτίζειν τὰ κτισθέντα καὶ τῷ ἀποιήτῳ τὸ ποιεῖν· οὐ γὰρ ἐνδέχεται τὸν ἄκτιστον κτίζειν καὶ τὸν μὴ γενόμενον ποιεῖν τὰ ἐσόμενα, εἰ οὐ πρέπει τῷ ἀγεννήτῳ τὸ γεννᾶν κατὰ τὸν Ἀετίου λόγον.
τῶν δὲ κτίσεων ὁρωμένων καὶ τοῦ πλείστου μέρους τῆς οὔσης ὑποστάσεως φαινομένης, θεῷ δὲ τῷ ἀκτίστῳ 〈κατὰ〉 τὸ ὑπ᾽ αὐτοῦ κεκτίσθαι μὴ πρεπούσης, ἵνα μὴ τὸ ἀσύγκριτον ἐπὶ μεταβολὴν τῶν γενομένων παρενεχθὲν ἀντὶ τοῦ πρέποντος παρὰ τῷ Ἀετίῳ ἀπρεπὲς μᾶλλον νομισθείη, ζητηθήσεται λοιπὸν ἕτερος ὢν θεὸς ὁ ἄκτιστος, ἕτερος δὲ ὁ κτισθεὶς καὶ κτίζειν ἀναλόγως ἑαυτῷ δυνάμενος. τοῦ δὲ κεκτισμένου καὶ τοῦ κτίζειν 〈δύναμιν〉 ἔχοντος αὐτομάτου μὴ ὄντος, ἀλλὰ κεκτισμένου, ζητηθήσεται καὶ ἕτερος ὁ τούτου αἴτιος γεγονὼς καὶ ἀπὸ τούτου ἄλλος ἐπινοηθήσεται. καὶ πολλὴ ἔσται ἡ τοῦ βυθοῦ τῆς πλάνης [ἡ] ματαιολογία τῶν νοημάτων, τῆς διανοίας μηκέτι εὐσταθούσης, ἀλλὰ πληρούσης τὸ εἰρημένον «ἐμωράνθησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». οὐ γάρ τις «ἑαυτῷ ζῇ, οὐδὲ ἑαυτῷ ἀποθνήσκει», οὐδέ τις γνώσεται οὐδὲν πάρεξ τοῦ θεοῦ, τοῦ ἀποκαλύψαντος ἡμῖν τὴν ἀληθινὴν πίστιν αὐτοῦ 〈καὶ〉 λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [καὶ] αὐτοῦ ἀκούετε», καὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου, ἀποκαλύψαντος ἡμῖν τὸν πατέρα αὐτοῦ καὶ λέγοντος «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω».
καὶ οὔτε ἀπὸ ὀνομασίας ἀνθρώπων τὸ ἀσύγκριτον ἔσχε θεὸς οὔτε διὰ τὸ ἀσύγκριτον ἡ ἀξία τοῦ ἀληθινοῦ ἐνυποστάτου θεοῦ λόγου καὶ ἐκ πατρὸς ἀνάρχως ὁμοουσίως 〈τε〉 γεγεννημένου παρεκτραπήσεται, οὔτε ὁποτέρου τῶν ὀνομάτων χάριν ἔχοντος ἐπινοίαις ἀνθρώπων. οὐδὲν γὰρ προσλαμβάνεται τὸ θεῖον ἀξιώματος ἢ προσθήκης, αὐτὸ δὲ τὸ θεῖον πᾶσι παρέχει ἐκ τοῦ αὐτοῦ πληρώματος, ἀεὶ ἐν ταυτότητι μένοντος καὶ μὴ ἐλαττουμένου, ἀλλ᾽ ἐν τῇ ἰδίᾳ φέροντος ἀεὶ οὐσίᾳ τοῦ ὀνόματος καὶ δυνάμεως καὶ οὐσίας τὸ ἀξίωμα. 30. 〈ιγ〉. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι.
Ἀνατροπή. Ἀμείνων οὐδεὶς θεοῦ (πρὸς Ἀέτιόν μοι ἡ λέξις, τὸν οὕτως ἐπινενοηκότα), ὡς ἔχει ἡ ἀλήθεια. πῶς γὰρ ἀμείνων θεοῦ εἴη τις, τῶν πάντων ἐκ θεοῦ τὸ εἶναι εἰληφότων; αἰτίου δὲ ὄντος τοῦ θεοῦ τῶν ὑπ᾽ αὐτοῦ κεκτισμένων λογικῶν τε καὶ ἀλόγων, ὁρατῶν τε καὶ ἀοράτων, ἀμείνων αὐτός ἐστι παρὰ πάντας, κἄν τε οἱ λογικοὶ διανοίας γένοιντο ὀρθῆς εἰς εὐσέβειαν τοῦ γεραίρειν τὸ ἄμεινον ἀπὸ μέρους, μηδὲ ὅλως, τῶν πάντων ἐπὶ τὸ αὐτὸ συναχθέντων καὶ μυρίων ἐπέκεινα διανενοημένων πρὸς ὕμνον θεοῦ ἐπεκτείνεσθαι, δυναμένων τὸ τέλειον τῆς αὐτοῦ δόξης ἐν ἑαυτοῖς ἐμπεριέχειν, ὑπερβαινούσης ἀεὶ τῆς ἀμείνονος 〈φύσεως〉 τῶν ὑποβεβηκότων τὴν ἔννοιαν, κἄν τε κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν πρὸς ὑμνολογίαν ἐπεκτείνωνται τῷ ἀμείνονι· ἔστι γὰρ οὐ λόγῳ ἀμείνων, ἀλλὰ δυνάμει καὶ ὀνόματι καὶ λόγῳ. ἀλλ᾽ οὐ διοίσει τὸ ἀσύγκριτον ἀπὸ τοῦ ἀσυγκρίτου ἡ τοῦ ἀμείνονος παρὰ τῶν ὑποβεβηκότων δοξολογία. οἶδε γὰρ ἐν πατρὶ τὸ ἄμεινον διὰ τοῦ ἀγεννήτου καὶ τὸ ἄμεινον ἐξ αὐτοῦ γεγεννημένον. διόπερ 〈τὸ〉 ὁμοούσιον ὁμολογεῖ ἡ ἐκ θεοῦ ἀνθρώποις ὀρθὴ κεχαρισμένη ἔννοια, ἵνα μὴ τὸ ἀνομοιούσιον ἐπινοήσασα υἱοῦ πρὸς πατέρα διαίρεσιν ποιήσηται τῆς ἀμείνονος καὶ ἀκραιφνοῦς τελειότητος δι᾽ οὗ οἶδε γεγεννημένου ἐν ἀληθείᾳ ὑπὸ τοῦ γεγεννηκότος ἀσυγκρίτως, πάσας ἐννοίας ὑπερβαίνοντος διὰ τὸ ἄμεινον. 31. 〈ιδ〉.
Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ᾽ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω.
Ἀνατροπή. Πάθη ὅλως ἐν θεῷ διηγεῖσθαι ἀσεβέστατον· εἴσω γὰρ παθῶν οὐδ᾽ ὅλως περιέχεται τὸ θεῖον, ἀνωτάτω [δὲ] ὂν τῶν τοιούτων τῶν ἐν ἡμῖν εἰς μεριστικὰς ἐννοίας ὑποπιπτόντων, κατὰ πάντα 〈δὲ〉 τρόπον ὁ Ἀετίου λόγος ἀνατραπήσεται. πάντα γὰρ τὰ ἐν ἡμῖν παθητικῶς συμβαίνοντα ἐν θεῷ ἀπαθῶς συνέστηκεν. ἐν ἡμῖν γὰρ κατά τι μέρος τὸ θέλειν ἐστὶ πάθος, οὐ τὸ θέλειν εὐσεβεῖν λέγω, ἀλλὰ τὸ θέλειν τι πράττειν ὅπερ ἐστὶν ὑπὲρ φύσιν, διὰ τὸ μὴ δύνασθαι ἐπιτελεῖν τὸ καθῆκον τοῦ θελήματος, οἷον ὡς ἐπὶ ἀνθρώπῳ λέγειν τὸ πτῆναι, τὸ εἰς ἀέρα φέρεσθαι, τὸ τὰς φλέβας τοῦ βυθοῦ κατανοῆσαι, τὸ εἰδέναι πυθμένας γῆς, καὶ τὰ τούτοις ὅμοια. ὅσον δέ ἐστιν ἐν ἐμοὶ παθητικῶς συνεχόμενον, τοσοῦτον ἐν τῷ θεῷ ἀπαθῶς ἐστιν ὑπάρχον. διὰ τοῦτο πάντα ὅσα βούλεται δύναται πράττειν, τῆς φύσεως αὐτῷ μὴ ἀντιπραττούσης πρὸς τὸ βούλημα, τῆς δὲ ἡμετέρας ἐν ἡμῖν ἀντιπραττούσης πρὸς τὰ βουλήματα, ὅσα πρὸς τὸ ἀδύνατον ἐπεκτείνεσθαι ἔστιν ἐν ἡμῖν. καὶ οὐδ᾽ ὅτι εἴπομεν τὸν θεὸν πράττειν ὃ βούλεται, πάντως λέξειέ τις ὅτι πράττει οὖν τὰ μὴ πρέποντα. οὐ πάντως· ἐκεῖνα γὰρ βούλεται, ἃ καὶ πράττει, ἀναλόγως τῆς αὐτοῦ ἀξίας, οὔτε τοῦ βουλήματος ἀντιπράττοντος πρὸς τὸ [μὴ] δύνασθαι, οὔτε τοῦ δύνασθαι ἀντιθέτου ὄντος πρὸς τὸ βούλεσθαι, * οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι.
Καὶ ἄλλως. Μετὰ τὴν τοιαύτην ἀπάθειαν ἐν θεῷ ὑπάρχουσαν, ἐν ἡμῖν δὲ καὶ ἄλλοις κτίσμασι παθητὴν 〈φύσιν〉 οὖσαν, ἐὰν συμβῇ οὕτως διανοεῖσθαι, πάλιν ἕτερον πάθος κατὰ τὴν ἀλήθειάν ἐστιν ὁμολογητέον· μετὰ δὲ τὸ δεύτερον καὶ τρίτον ἔστι διανοηθῆναι. πάθει γεννῶμεν καὶ γεννώμεθα, τῆς ἡμετέρας φύσεως καὶ τῆς τῶν ἄλλων τῶν γεννωμένων καὶ γεννώντων τομὴν ὑποδεχομένης καὶ ῥύσιν ἐπεχούσης, πλατυσμόν τε καὶ συστολήν, ὄγκον τε καὶ μείωσιν, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ πάθει συνέχεται διὰ τὴν τοιαύτην αἰτίαν. ἐν θεῷ δὲ οὐδὲν τούτων ἐν τῷ τὸν υἱὸν γεγεννηκέναι ἐνυπῆρξεν. εἰ γὰρ ὑπῆρξεν ἕν τι τῶν τοιούτων ἐν θεῷ κατὰ τὴν προφασιστικὴν εἰς ἀνατροπὴν τοῦ γεννήματος 〈αὐτῶν〉 ὑπόνοιαν, ἀπὸ τοῦ ἑτέρου καθ᾽ ἡμᾶς μέρους ἀντιθέτως πρὸς αὐτοὺς ῥητέον ὅτι ἐν ἡμῖν τοῖς ἐν πάθει γεννῶσί τε καὶ γεννωμένοις πάθος ἐστὶ δεύτερον ἐν τῷ κτίζειν καὶ πάσχομεν ἐν τῷ γεννᾶν τε καὶ γεννᾶσθαι, θεὸς δὲ ὁ παρ᾽ ὑμῖν κτίστης καὶ οὐ γεννήτωρ ἐπινοούμενος, ᾧ διὰ μὲν τὸ γεννᾶν ἀνατρεπτικῶς τὸ πάθος παραφέρετε, ἵνα τὴν υἱοῦ γνησιότητα ἀρνήσησθε, λήθῃ δὲ παραδιδόατε τὸ ἐπὶ τῷ κτίζειν πάθος, ὅπερ καὶ αὐτὸ ἐν θεῷ οὐ πάθος ὑπάρχει (μὴ γένοιτο) *.
οὔτε γὰρ ἡμεῖς πάθος αὐτῷ προσάπτομεν, ὁμολογοῦντες αὐτὸν κτίστην ὄντα τῶν ἁπάντων, οὔτε πάλιν πάθος 〈ἕτερ〉ον περὶ αὐτὸν διανοούμεθα, γεγεννηκότα τὸν ἀληθινὸν υἱὸν ἀληθινῶς ἀνάρχως καὶ ἀχρόνως ὁμολογοῦντες. διὸ τὴν φύσιν αὐτοῦ γινώσκομεν ἀκατάληπτον οὖσαν καὶ πάθει μὴ συνεχομένην. διὰ τοῦτο ὁμολογοῦμεν αὐτὸν καὶ ἀπαθῆ γεννήτορα καὶ κτίστην ἀπαθῆ. ἐγέννησε γὰρ τὸν μονογενῆ μὴ πάσχων, καὶ ἀπέστειλεν ἐξ αὐτοῦ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τομὴν μὴ ὑποστάς, καὶ ἔκτισε τὰ κτισθέντα καὶ κτιζόμενα, μὴ κακῶν μηδὲ πάθει συσχεθείς, καὶ ποιεῖ ὃ βούλεται συμπρεπόντως τῇ αὐτοῦ θεότητι, οὐ πρῶτον βουλευόμενος, ἵνα μάθῃ διανοούμενος εἰ χρὴ γενέσθαι τὸ ἐπιτελούμενον, οὐδὲ βουλόμενος πράττειν καὶ μὴ δυνάμενος ἐπιχορηγεῖν τῷ βουλήματι διὰ πάθος τὸ τελειούμενον. ἅμα γὰρ ἔχει τὸ θέλειν, τὸ πράττειν, τὸ γεγεννηκέναι τὸν μονογενῆ, τὸ κτίσαι τὰ πάντα, τῆς θεϊκῆς φύσεως καὶ ἀξιώματος ἀνωτάτου ὄντος τῆς Ἀετίου συλλογιστικῆς ἐννοίας καὶ πάσης ἀνθρωπότητος, ἀμείνονος ὄντος τοῦ θεοῦ πάσης ἐπινοίας, οὐ πάθει εἴκοντος, ἀλλ᾽ ἀνωτάτου ὄντος πάντων τῶν παθῶν καὶ πάσης ὑπονοίας. 32. 〈ιε〉. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα.
Ἀνατροπή. Ἕως πότε ἥκει φέρων ἡμῖν οὗτος τὸ αὐτὸ λέγειν καὶ μηδὲν ὑπερβαίνειν τῶν ἐγκειμένων; ὅσα γὰρ ἔφη ἀπ᾽ ἀρχῆς καὶ ἄχρι τέλους 〈τὰ〉 αὐτὰ περὶ τῶν αὐτῶν καὶ οὐθὲν ἕτερον διηγήσατο, οὐ μυστήρια ἡμῖν ὑποδείξας, οὐ θεὸν ὡς ἐπαγγέλλεται διδάξας, οὐ πίστιν, δι᾽ ἧς ἐνεργοῦντες ἀπόστολοι τὴν τῆς ἀληθείας ὀνομάζοντες στερεὰν ὁμολογίαν νεκροὺς ἤγειραν καὶ λεπροὺς ἐκαθάρισαν, καὶ τἄλλα πάντα 〈ἐποίουν〉 τῆς ἀγαθῆς συμφωνίας, ἐξ ὧν τὰ ὑποδείγματα ὑπέφαινον τῆς ἀληθινῆς ἐνεργείας, ἀλλὰ ματαίους καὶ κομπώδεις συλλογισμοὺς μὴ ὑπερβαίνοντας τὴν τῆς ταυτολογίας προφοράν, ἀλλ᾽ αὐτὰ ἐκεῖνα καὶ οὐδὲν ἕτερον διηγούμενος· διὸ παρακαλοῦμεν ὅπως μηδεὶς ἡμᾶς ἐπιμέμψηται τῶν ἐντυγχανόντων, εἴπερ καὶ αὐτοὶ κατὰ τῶν αὐτῶν ἐνεχθῶμεν, ἀναγκαζόμενοι λέγειν πρὸς τὴν αὐτοῦ ταυτολογίαν. τὸ γέννημα γὰρ ἄτρεπτόν ἐστιν, ὡς πρέπει θεότητι, καὶ ὁ γεννήτωρ ἄτρεπτός ἐστιν, ὡς πρέπει ἀναλόγως τῇ αὐτοῦ ἀτρέπτῳ φύσει. μένει δὲ ὁ γεννήσας ἀεὶ τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον, μηδεμίαν ὑπόνοιαν συγχωρῶν τοῖς ὑπ᾽ αὐτοῦ κεκτισμένοις ἄνευ υἱοῦ εἰδέναι πατέρα καὶ ἄνευ πατρός ποτε εἰδέναι τὸν γεγεννημένον καὶ τὸ τέλειον αὐτοῦ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ τοῦ υἱοῦ λαμβάνει.
καὶ τοῦτο πρέπον ἐστὶν ἀξιώματος οὐσίας θεοῦ, τὸ προσληπτικῶς μὴ ἐπιδεῖσθαί τινος ἀξιώματος, ἀλλ᾽ ἔχειν αὐτὸ ἀϊδίως ἐν τῇ ἰδίᾳ ταυτότητι. 33. 〈ιϛ〉. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς 〈ἂν〉 ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ᾽ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία.
Ἀνατροπή. Πῶς προλαμβάνειν εἰώθασι τὰς καθ᾽ ἑαυτῶν μαρτυρίας οἱ ἐκθαμβεῖν τὴν διάνοιαν τῶν ἀπείρων μεμαθηκότες; ὁ γὰρ ἐν προφορᾷ τὴν ἐλπίδα κεκτημένος Ἀέτιος μόνον καὶ οὐκ ἀληθείᾳ, ταύτην ἡμῖν ἐπιφημίζειν τολμηρῶς προῆλθεν, αὐτὸς υἱὸν θεοῦ καὶ θεὸν πατέρα ψιλῷ λόγῳ 〈διαφέρειν〉 μὴ αἰδεσθεὶς ὁμολογῆσαι, ἡμῶν δὲ μάλιστα ὁμολογούντων φυσικὸν εἶναι πατέρα καὶ φυσικὸν εἶναι υἱὸν καὶ φυσικὸν εἶναι ἅγιον πνεῦμα· τῇ γὰρ τριάδι οὐδὲν ἄλλο συγκριθήσεται. καὶ διὰ τοῦτο ἀληθινῶς ὁμοούσιόν ἐστι τὸ τῆς ὁμολογίας ἡμῶν ἔρεισμα καὶ οὐ διὰ προφορᾶς τῆς διὰ τοῦ γίνεσθαι καὶ μὴ γίνεσθαι ἀναιρουμένης, ὡς ἡ τοῦ Ἀετίου περὶ πατρὸς δόξα καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔστι γὰρ ὄντως πατὴρ ἀληθινὸς καὶ υἱὸς ὄντως ἀληθινὸς καὶ πνεῦμα ἅγιον ἀληθινόν, κἄν τε μυρίους συλλογισμοὺς ματαίους ὑποσπείρῃ, ὥς φησιν ὁ θεῖος λόγος περὶ τῶν τοιούτων λέγων ὅτι «τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω» καὶ ὅτι «οἶδε κύριος τοὺς λογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι», καὶ τὰ ἑξῆς. 34. 〈ιζ〉. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα.
Ἀνατροπή. Οὐδεὶς εὐσεβὴς λόγος συγχωρήσειε, κἄν τε μυρία δραματουργήσῃ ἡμῖν Ἀέτιος, ἀμείνους εἶναι 〈τοῦ υἱοῦ〉 τοὺς τὸ εἶναι παρὰ τοῦ ὄντος εἰληφότας. δι᾽ αὐτοῦ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τοὺς αὐτοὺς γεγενῆσθαι. οὔτε γὰρ κατὰ προφορὰν λόγου ἴσασι τὸ γέννημα καλεῖν, ἀλλὰ ἀληθινὸν ἐξ ἀληθινοῦ γεγεννημένον οἱ ἐξ αὐτοῦ εὐεργετηθέντες καταξιωθ〈έντες τε κληθ〉ῆναι Χριστιανοὶ τῷ εἰδέναι αὐτὸν ἐν ἀληθείᾳ καὶ διδαχθῆναι διὰ πατρὸς καὶ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, καὶ διὰ τοῦτο εἰκότως μακαριζόμενοι, ὡς ὁ μετὰ προσθήκης τοῦ ζῶντος υἱὸν θεοῦ αὐτὸν ἐπιγνούς, οὔτε πνευματικῶς ἀνακρινόμενοι 〈ὡς ἀνακρίνει〉 ὁ πνεῦμα ὢν καὶ μονογενὴς τὸν ψυχικὸν Ἀέτιον μὴ παραδεχόμενον τὰ τοῦ πνεύματος. * κἄν τε εἴποι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν»· τῶν ἀμφοτέρων τούτων ὀνομασιῶν πρὸς τὰ ἀλλογενῆ ὀνόματα μὴ δυναμένων ἐξισοῦσθαι, τῆς ἀληθείας ἀεὶ μενούσης καὶ ἑκάστης χρειώδους τάξεως ἐν υἱῷ θεοῦ ἐν ἀληθείᾳ τὸ σαφὲς διδασκούσης. οὔτε γὰρ 〈τὸ〉 «πατέρα μου καὶ πατέρα ὑμῶν» κατὰ τὴν σάρκα εἰς αὐτοὺς πληρωτέον (πῶς γὰρ πατὴρ σαρκὸς ὁ θεὸς ὁ σάρκα μὴ ἐνδυσάμενος;)
οὔτε τὸ «θεόν μου καὶ θεὸν ὑμῶν» κατὰ τὴν τοῦ υἱοῦ θεότητα καὶ κατὰ τὴν μαθητῶν υἱοθεσίαν πληρωτέον· ἀλλὰ 〈τῷ〉 «θεόν μου καὶ θεὸν ὑμῶν» διὰ τὴν ἡμετέραν 〈σωτηρίαν περὶ τῆς ἑαυτοῦ〉 ἐνανθρωπήσεως μυστηριωδῶς ὁ ἀληθεύων ἐν ἅπασι τοὺς μαθητὰς ἠσφαλίζετο· πατέρα δέ μου καὶ πατέρα ὑμῶν 〈εἰπὼν〉 διὰ τοῦ ἐμοῦ 〈σημαίνει τὴν τοῦ θεοῦ〉 πρὸς αὐτὸν κατὰ φύσιν καὶ ὁμοῦ πρὸς ἡμᾶς ἐπικοινωνίαν, ἧς ἐγὼ μέν, 〈φησίν〉, κατὰ φιλανθρωπίαν ἐνδημήσας ἔδωκα ὑμῖν περιγενέσθαι κατὰ τὸ ῥητόν· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». διόπερ καὶ αὐτὸς παρ᾽ αὐτοῖς γενόμενος μορφὴν δούλου ἔλαβε, προσφάτως προσφάτῳ ἐπικοινωνήσας, τῶν ἀρχαϊζόντων μενόντων ἐν ταυτότητι καὶ μὴ εἰς σύγχυσιν μεταβαινόντων, υἱῶν μὲν ἀνθρώπων διὰ τῆς μετοχῆς 〈θεοῦ〉 εἰς ἀφθαρσίαν μεταβαλλομένων, ἀλλ᾽ οὐκ εἰς ὁμοουσιότητα συνενουμένων, καὶ τοῦ τὴν μορφὴν δούλου λαβόντος διὰ τοῦ μὲν «λαβόντος» τὸ πρόσφατον δηλοῦντος, διὰ δὲ τοῦ «ἐν μορφῇ θεοῦ ὑπάρχοντος» εἰς τροπὴν μὴ παρερχομένου.
τούτων δὲ οὕτως ὄντων καὶ ἐν τελείᾳ γνώσει οὕτως παρὰ τοῖς θεοδιδάκτοις σοφῶς ὁμολογουμένων, οὔτε τὸ «θεός μου καὶ θεὸς ὑμῶν» οὔτε τὸ «πατήρ μου καὶ πατὴρ ὑμῶν», ἀπὸ τῆς κατὰ τὸ εὔλογον ἐπικοινωνίας διὰ τοῦ ὁμωνύμου διοίσει τῆς ἀκραιφνοῦς οὐσίας 〈οὐδὲ〉 ἀπὸ τῆς ὑπεροχῆς τῆς ἰδίας ἑνότητος πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος ὡσαύτως. 35. 〈ιη〉. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ᾽ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ᾽ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν.
Ἀνατροπή. Τοῖς αὐτοῖς ἡμᾶς σκυλμοῖς περιέβαλεν Ἀέτιος ταυτολογεῖν ἡμᾶς, ὡς ἔφην, καὶ πολλάκις παρασκευάζων διὰ τὴν ἐξ ὑπαρχῆς ἄχρι τέλους αὐτοῦ περὶ τῶν αὐτῶν ταυτολογίαν. οὐ γάρ ποτε ἡ πίστις ἡ πάντα πιστὸν σῴζουσα ἐκ συλλογιστικῆς ὑπονοίας ἀνθρώπων συνέστηκεν· ἐπειδὴ γὰρ ἐπισφαλεῖς εἰσιν αἱ τῶν ἀνθρώπων διάνοιαι καὶ οὐ δυνάμεναι πρὸς τὸ ἄπειρον τῆς τοῦ θεοῦ οὐσίας ἐπεκτείνεσθαι. καὶ γὰρ τὸ πᾶν τῆς σωτηρίας ἡμῶν Χριστοῦ ζωτικὸν μυστήριον «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί». πῶς οὖν οὐκ ἄν τις τὸν Ἀέτιον ἐν τοῖς Ἰουδαίοις μὲν διὰ τὸ σκάνδαλον τῶν αὐτοῦ συλλογισμῶν καταστήσειεν, Ἕλληνα δὲ 〈νομίσειε〉 διὰ τὸ ἐκ τῆς ἰδίας ἐθελοσοφίας μωρίαν ἡγεῖσθαι τὴν τοῦ θεοῦ ἀλήθειαν; καὶ γὰρ εἷς καὶ κρείττων 〈ὢν〉 πάσης κτίσεως καὶ δημιουργίας ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, οὐ παρὰ τοῦτο, ὅτι ἐστὶ κρείττων τῶν ὑπ᾽ αὐτοῦ γεγενημένων, οὐ ποιεῖ καὶ κτίζει τὰ ὑπ᾽ αὐτοῦ γεγονότα· οὐδὲ γὰρ φθονεῖ τῇ ἰδίᾳ ἀγαθότητι. οἴκοθεν γὰρ ἔχει τὸ αὐτοάγαθον, ὅπερ ἐστὶ πάντων κρεῖττον. οὔτε γὰρ εἴσω παθῶν περιέχεται ἢ φθόνου ἢ βασκανίας ἕνεκα τὰ ὄντα ἐξ οὐκ ὄντων ἐτελεσιούργησεν.
οὐ γὰρ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, ὑποβεβηκότα δὲ τὴν αὐτοῦ ἀσύγκριτον θεότητα, [οὐ] καθ᾽ ἑαυτοῦ ἐπενοήθη, * τὰ ὑπ᾽ αὐτοῦ κτισθέντα, ἀλλ᾽ εἰς δόξαν αὐτοῦ, πρὸς τὸ δεῖξαι τὴν ἄφθονον αὐτοῦ θεότητα· αὐτοαγαθότης οὖσα καὶ αὐτοουσία, ἐπικοινωνοῦσα τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων κτισθεῖσι τὸ εἶναι, αὐτὰ θελήσας καὶ μετέχειν τῆς αὐτοῦ (ἕκαστον τῶν κεκτισμένων κατὰ τὴν ἀναλογίαν) δωρεᾶς ἑκάστης ὑποθέσεως· φωστῆρσι μὲν τὸ φῶς κεχάρισται, οὐρανῷ δὲ τὰ κάλλη τῆς διακοσμήσεως, γῇ τε καὶ τοῖς ἄλλοις κατὰ τὸ αὐτοῦ βούλημα μέρη ἀρετῆς ἐχαρίσατο, ἀγγέλοις τε τὸ δοῦναι αὐτοῖς ἀφθαρσίαν καὶ ἄλλαις ἁγίαις δυνάμεσιν, ἀνθρώπῳ τε τὸ τῆς εἰκόνος ἀξίωμα καὶ ζωῆς καὶ γνώσεως καὶ λογικοῦ χαρίσματος δῶρον. καὶ οὐκ ἀπὸ βουλήματος μόνον ὑπῆρξεν αὐτῷ τοῦτο ὡς ἂν εἴποι τις, μελλητικῶς ἢ κατὰ μετάμελον ἢ συμβουλευτικὸν λογισμόν, ἀλλὰ κατὰ τὸ αὐτοάγαθον. πέφυκε γὰρ αὐτοάγαθος συμπρεπόντως αὐτῷ τὰ πάντα ἔχων καὶ ποιῶν καὶ ἐργαζόμενος. ὥσπερ οὖν τῇ αὐτοῦ ἀγαθότητι οὐκ ἀπρέπειαν 〈ἐν〉 τούτῳ περιεποιήσατο, ἀλλὰ δόξαν καὶ γνῶσιν ἐπαίνου ἀφθονίας, τοῖς ὑπ᾽ αὐτοῦ γεγονόσιν εἰς εἴδησιν καὶ αἴσθησιν ἐλθών, οὕτω καὶ δόξα ἐστὶν οὐ προσληπτικὴ τῆς αὐτοῦ θεότητος.
οὐ γάρ ποτε ἐνδεῖται τὸ θεῖον προσθήκης δόξης, ἀλλὰ αὐτοδόξα 〈ἐστὶν〉 καὶ αὐτοαρετὴ καὶ αὐτοθαῦμα καὶ αὐτουμνηγορία, τῷ τὸν πατέρα γεννῆσαι, εἰ καὶ αὐτὸς οὐ γεγέννηται, 〈υἱόν τε γεννηθῆναι〉, ἵνα ἐκ πηγῆς ἀεὶ οὔσης ἀΐδιος πηγὴ συνυπάρχοι, ἐξ αὐτοῦ οὖσα πηγὴ ἐκ πηγῆς καὶ θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐ χρόνῳ ὑποπεσών, ἀλλ᾽ ἅμα πατέρα ἔχων ἀληθινῶς καὶ ἅμα τὸν πατέρα υἱὸν ἔχειν ἀληθινῶς, οὐκ ἀ[πο]πρεποῦντα πατρί, οὐ τὸ ἀσύγκριτον ἀφανίζοντα. οὐ γάρ ἐστι σωματική τις διαστολή, ἀλλὰ λόγος ἐνυπόστατος, υἱὸς ἐκ πατρὸς ὤν, πνεῦμα ἐκ πνεύματος καὶ θεὸς ἐκ θεοῦ, ἀποκλείων πᾶσαν συλλογιστικὴν ὑπόνοιαν, εἰς ζωὴν ὢν πιστοῖς καὶ ὅλοις τοῖς ὑπὸ τοῦ πατρὸς δι᾽ αὐτοῦ καὶ ἀπ᾽ αὐτοῦ γεγονόσι, τοῖς πιστεύουσι καὶ γινώσκουσι καὶ μὴ μωρίαν ἡγουμένοις θεοῦ τὴν δύναμιν, καὶ θεοῦ τὴν σοφίαν, τὴν ὑπερβαίνουσαν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν, μάλιστα φθαρτῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς Ἀέτιος ἄκων ὡμολόγησεν. 36. 〈ιθ〉. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ;
Ἀνατροπή. Τὰ κατὰ στέρησιν λεγόμενα παρὰ τοῖς ἔξω διαλεκτικοῖς φέρει ἡμῖν Ἀέτιος, ὡς ἐπὶ θεοῦ εἰδήσεως καὶ ὠφελείας 〈ἕνεκα〉 τοῦτο διαλαμβάνων, πρότερον ἀγνοήσας ἐπὶ τίσι παρὰ τοῖς ἔξω τὸ στερητικὸν λαμβάνεται. οὐ γὰρ παρὰ πᾶσιν ἐνδέχεσθαι τὸ κατὰ στέρησιν λέγεσθαι βούλονται οἱ τῶν διαλεκτικῶν λόγοι, ἀλλ᾽ ἢ ἐπὶ τοῖς κατὰ φύσιν τι κεκτημένοις. 〈ἐπὶ〉 τούτοις γὰρ ἐπὶ τἀναντία ἐνδεχομένοις ἵστασθαι τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων τὸ κατὰ στέρησιν λέγεται, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκέτι. οἷον τὸ τυφλὸς ἐπὶ τοῦ λίθου οὐκ ἂν εἴποι τις· ὁ γὰρ πεφυκὼς ὁρᾶν, εἶτα ἀποβαλὼν τὸ ὁρᾶν, τυφλὸς ἀκούει, εἰ μέντοι γε πετεινὸν ἢ ἄνθρωπος ἢ κτῆνος ὁτι〈οῦν〉 πεφυκὸς ὁρᾶν, ὅτε ἐστέρηται, τυφλὸν στερητικῶς λέγεται· οὕτως καὶ τὸ ἀόργητος οὐκ ἂν εἴποιμεν 〈ἐπὶ〉 τοῦ λίθου ἢ τὸ ἄκακος ἢ τὸ ἄφθονος· οὐ γὰρ πέφυκεν· ἐπὶ μέντοι ἀνθρώπου καὶ κτήνους τοῦ πεφυκότος ὀργίζεσθαι, ὅτε μὴ ὀργίζοιτο, εἴποι ἄν τις κατὰ στέρησιν, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκ ἂν ἔτι.
Οὕτω καὶ ἐπὶ τοῦ θεοῦ ληπτέον, ὡς πρὸς τὸν Ἀέτιον ἀποτεινομένου τοῦ λόγου καὶ ἐρω〈τη〉τικῶς ἐξετάζοντος. λέγε ἡμῖν, ὦ Ἀέτιε, οἶδας 〈θεὸν〉 ἀσύγκριτον πρὸς τοὺς πάντας τοὺς μὴ ὄντας ἐκ τῆς αὐτῆς οὐσίας ἢ καὶ αὐτὸν σὺν τοῖς ἅπασιν ἀριθμεῖν τολμήσειας; καὶ εἰ μὲν 〈σὺν〉 τοῖς πᾶσι τοῦτον ἀριθμήσειας, τοῖς μὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὖσιν, ἀλλ᾽ ἐξ οὐκ ὄντων ὑπ᾽ αὐτοῦ διὰ τοῦ ὄντος ἐξ αὐτοῦ κατ᾽ οὐσίαν γεγενημένοις (πάρεξ μόνου αὐτοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ ἐκ τῆς οὐσίας τοῦ ἀσυγκρίτου πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ ὄντος), ἀτοπωτάτη ἂν εἴη σου ἡ ὁμολογία. πῶς γὰρ ἔτι εἷς ἐκ τῶν πάντων, ἐξ οὗ πάντα ἐξ οὐκ ὄντων γεγένηται; ἀδύνατον γὰρ τοῦτο, καὶ οὐδ᾽ αὐτὸς τοῦτο λέξειας. μὴ ἐνδεχομένου δὲ τοῦ αὐτὸν εἶναι ὅμοιον ἢ ἴσον τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων γεγονόσιν, ἀνένδεκτόν ἐστι τὰ ὅμοια αὐτὸν πάσχειν τοῖς ἀνομοίοις αὐτῷ, οἷς τῷ εἶναι αὐτὰ ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων καὶ πάντα τὰ ἐν αὐτοῖς [οἷς] συμβαίνει κατὰ στέρησιν εἶναι τῶν ἐναντίων. τὰ μὲν γάρ ἐστιν ὁρῶντα οὐκ ἀφ᾽ ἑαυτῶν (οὔτε γὰρ καὶ τὸ εἶναι ἀφ᾽ ἑαυτῶν ἐσχήκασιν, ἀλλὰ κατὰ δοτικὴν χάριν τοῦ δεδωρημένου), ἐν οἷς συμβαίνει τὸ πάθος 〈γενέσθαι〉 κατὰ στέρησιν τῶν ἐν αὐτοῖς ὑπαρξάντων κατὰ τὴν δόσιν τοῦ δεδωρημένου, τοῦ ἀπαθοῦς καὶ οὐκ ἔκ τινος ἔχοντος τὸ εἶναι οὐδὲ δυναμένου στερίσκεσθαι 〈ὁμοίως〉 τοῖς ἐξ οὐκ ὄντων ὑπάρξασιν.
εἰ οὖν οὐκ ἴσος ἐκείνοις ὁ υἱὸς ἢ ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα [τούτοις], ἄλλος δέ ἐστιν ὁ υἱὸς παρὰ τούτους, οὐ τῇ ἴσῃ ὀνομασίᾳ κικλησκόμενος, ἐξαίρετον δὲ καὶ ἀσύγκριτον ὄνομα ἔχων, αὐτοάγαθος 〈ὢν〉 ἀπὸ τοῦ αὐτοαγάθου ὄντος τίς ἂν ἡ συμπλοκὴ πρὸς τὸ στερητικὸν * ἐχούσης ἀντίθετον; περιττὸς γὰρ ὁ τοῦ τὸ στερητικὸν εἰσενέγκαντος ἡμῖν Ἀετίου λόγος, τοῦ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ υἱοῦ οὐ κατὰ στέρησιν τὴν τῶν κτισμάτων ἔχοντος τὸ ὑπερέχον ἀξίωμα, ἀλλὰ κατὰ τὸ αὐτομάτως καὶ ἰδιαζόντως καθ᾽ ἑαυτὸ συμπρέπον τῇ ἑαυτοῦ οὐσίᾳ τε καὶ θεότητι, ὡς ἐπὶ τοῦ ἀόργητος οὐ διὰ τὸ 〈μὴ〉 ὀργίζεσθαι, ἀλλὰ διὰ τὸ αὐτοαόργητον, καὶ τὸ ἀγέννητος διὰ τὸ αὐτο〈α〉γέννητον, κἄν τε ὁ υἱὸς γεννητὸς εἴη ἀπὸ τοῦ ἀγεννήτου, τῆς κατὰ στέρησιν λέξεως ματαίως κειμένης ἐπὶ τῷ ἀσυγκρίτῳ πρὸς τοὺς ἄλλους κατὰ τὸν νοῦν τούτου τοῦ ὑποβάλλοντος. οὔτε γὰρ τὰ ἄλλα τῷ γεγεννημένῳ ἰσάζεται οὔτε ὁ ἀγέννητος τοῖς κεκτισμένοις τὸ ὁμοούσιον μεταδίδωσιν οὐκ ἀδυνάτου τοῦ δυνατοῦ κατηγορουμένου, ἀλλὰ τῶν ἀδυνάτων πρὸς τὸν δυνατὸν μὴ ἐπεκτεινομένων, διὰ τὸ ἐξαίρετον τοῦ ἑνὸς θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς υἱοῦ σὺν τῷ ἁγίῳ πνεύματι. 37. 〈κ〉. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ᾽ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;
εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν᾽ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα.
Ἀνατροπή. Ἤδη μὲν οὖν περὶ στερητικῆς ὑποθέσεως πολλὰ συμμαχεσάμενος ὁ Ἀέτιος τοῖς ἀπὸ τῆς πίστεως ἀλλοτρίοις καὶ αὐτὸς ἴσα ἐκείνων κατὰ τῆς πίστεως ἐξωπλίσατο, οὐδὲν ἀπὸ πίστεως λέγων οὐδὲ μεμνημένος τοῦ ῥητοῦ 〈τοῦ〉 πρὸς τοὺς ἀφ᾽ ἑαυτῶν κενοφωνοῦντας καὶ οὐ κρατοῦντας τὴν ἀρχὴν τῆς πίστεως, ὡς πρὸς αὐτοὺς διελεγκτικῶς ὁ λόγος φησίν «εἶπον ἐγὼ ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» μετὰ καὶ τοῦ «ἐταπεινώθην σφόδρα». νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατατριβόμενος, στερήσεως ὀνομασίας τε καὶ ἕξεως καὶ συλλογισμῶν ἀνθρωπίνης σφαλερᾶς ὑπονοίας φόρτον προβαλλόμενος καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀνθρωπίνης * πανουργίας, ἀφ᾽ ἧς περὶ θεοῦ λέγειν 〈ἐπιχειρεῖ〉 ἃ βούλεται. ἀλλὰ καὶ ἡμᾶς καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς κατατρίβεσθαι. καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπή, δυναμένη διὰ τὸ ὁμόρροπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι.
ἀλλ᾽ ἐπεὶ δεῖ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾶν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν καὶ μὴ πρὸς αὐτὸν λέγειν, αὖθις ἐροῦμεν 〈πρὸς τὸ〉 ὅτι, «εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως», καὶ πάλιν «εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;» Καὶ εἰ τοιούτως ἢ τοιούτως * περὶ θεοῦ σε διανοεῖσθαι, ὦ Ἀέτιε, καὶ ἕξεις περὶ τὸν θεὸν τοπάζειν, ἔσται σοὶ μὲν ἡ διάνοια στερισκομένη. ὅσα γὰρ δ᾽ ἂν ἐπαναβῇ τῇ καρδίᾳ σου πρὸς θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν καὶ ὑπερθαυμάζειν καὶ ἐξ ὅλης διανοίας δοξάζειν, ἐλεγχθήσῃ θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι μήτε τὸν αὐτοῦ υἱὸν μήτε τὸ ἅγιον αὐτοῦ πνεῦμα, ἵνα [μή] σε ὁ θεὸς ἐλέγξῃ καὶ ψεύστης γένῃ, κατὰ τὸ γεγραμμένον. ἐν ἡμῖν γὰρ καὶ ἕξεις καὶ τὰ θελήματα καὶ αἱ διάνοιαι σφαλεραί, ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης. φύσις δὲ λέγεται καὶ οὐσία θεοῦ, καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν καὶ οὐσίαν καὶ οὐσίαν χρὴ τὸν ἀσύγκριτον θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. οὕτως καὶ ἐπὶ πᾶσιν οἷς ἐὰν εἴπῃς περὶ θεοῦ, ὦ Ἀέτιε, αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεόμενόν τινος· αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα.
διὸ ἀσύγκριτον μονογενῆ υἱὸν ἀσυγκρίτως γεννήσας οὔτε 〈αὐτὸς〉 τῆς ἑαυτοῦ ἐστέρηται οὐσίας οὔτε τῆς ἑαυτοῦ 〈ἀξίας ἐστέρησε τὸ γέννημα τὸ ἐξ αὐτοῦ〉 γεγεννημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματος ἢ φύσεως ἢ ἑτέρας τινὸς ὑποθέσεως· οὐχ ἑαυτὸ〈ν〉 ἐστέρησεν, οὔτε κατὰ ἕξιν οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν 〈ὡς〉 καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα πρὸς πᾶν ὁτιοῦν, ὅπερ ἐστὶ τριὰς τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις οὖσα οὐδὲ πρὸς ἑαυτὴν διαφερομένη οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ τὸ ἀσύγκριτον καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον καὶ οὐκ ἀληθείᾳ, ἢ ὡς ψιλῷ λόγῳ ὀνομαζόμενον ἐν παρόδῳ καὶ μὴ ὄν, ὡς ἡ σὴ πάντως περινοεῖται διάνοια, ἀποξενῶσαι πειρωμένη τοῦ τῆς πίστεως λόγου ὅτι «πιστεύειν δεῖ τὸν προσερχόμενον θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται»· ὅπερ ἐν πατρὶ μόνῳ οὐ δύναται τελειωθῆναι. «ὁ γὰρ μὴ ἔχων τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει», καὶ ὁ τὸν υἱὸν λέγων οὐ δύναται «ἐκτὸς πνεύματος ἁγίου.»
Ἔστι γὰρ ὡς ἀληθῶς ὁ πατὴρ «ἀληθινὸς θεός», ὡς μαρτυρεῖ ὁ υἱὸς ὁ εἰδὼς τὸν πατέρα, καὶ «ἀληθινὸν φῶς» ὁ υἱός, ὁ γινωσκόμενος ὑπὸ τοῦ πατρὸς καὶ μαρτυρούμενος, καὶ «πνεῦμα ἀληθείας» τὸ πνεῦμα, τὸ οὐκ ἀλλότριον ὄν, ἀλλ᾽ ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ταῦτα δὲ ἀφαιρεῖται πᾶσάν σου τῶν λόγων, Ἀέτιε, συλλογιστικὴν μυθολογίαν, καὶ οὐκ ἐνδέχεται ἡμᾶς προτρέψασθαι μαθητὰς γενέσθαι Ἀριστοτέλους, τοῦ σοῦ ἐπιστάτου, καὶ ἐᾶσαι τὸν τῶν ἐν πνεύματι θεοῦ πεφωτισμένων ἁλιέων «〈ἀ〉γραμμάτων ὄντων κατὰ τὸν λόγον καὶ ἰδιωτῶν», κηρύκων δὲ ὄντων τῆς ἀληθείας 〈λόγον〉 ἐν δυνάμει θεοῦ, ἧς κατηξίωνται. οὐ γὰρ ἐν λόγῳ συλλογιστικῷ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐν λόγῳ κομπαστικῷ, ἀλλ᾽ ἐν δυνάμει καὶ ἀληθείᾳ. καὶ γὰρ ἀρκετῶς ἠκούσαμεν ἐξ ἀρχῆς τοῦ λόγου σου [τοῦ] περὶ στερήσεως ἕξεων καὶ θέσεων, καὶ γεννητὴν οὐσίαν [καὶ] ἀγέννητον οὐσίαν προσλαμβάνουσαν καὶ μὴ προσλαμβάνουσαν, καὶ μεθ᾽ ἕξεως ἕξεως ὑπομένουσαν ἀποβολήν, καὶ περὶ οὐσίας καταπλεκομένης γεννητῆς, ἕξεως δὲ ἀγεννήτου, καὶ γέννημα λεγόμενον ἐν παρόδῳ, σημαινόμενον δὲ ἐν ἕξει μόνῃ καὶ ἕξεως δηλωτικὸν 〈ὄν〉, μεταπλαζόμενον ἐξ οὐσίας τινός, κἄν τε λεγόμενον γέννημα, ὡς ἔφης. 〈τὰ〉 αὐτὰ γὰρ περὶ τῶν αὐτῶν τὸ διανόημά σου λαλεῖ, μηδὲν πέρας τοῦ κατὰ τῶν αὐτῶν φέρεσθαι φθεγγόμενον. 38. 〈κα〉.
Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ᾽ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸν αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ᾽ οὐχ ἕξεως· τῆς 〈δ᾽〉 ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ᾽ ἕξις ἡ ἀγέννητος φύσις;
Ἀνατροπή. Ἕξεων διαληπτικὸν λόγον ἐπὶ θεοῦ τε καὶ μετὰ θεὸν κατασκευάζειν πάλιν ἡμῖν πειρᾶται Ἀέτιος, ὡς ὁρᾶτε, φίλοι τῆς ἀληθείας. καὶ τὰ μὲν πρῶτα τίθησι, τὰ δὲ δεύτερα. ἐπὶ θεῷ δὲ λαμβάνειν πρῶτα ἢ δεύτερα οὔτε θέμις λέγειν. ἅμα γὰρ ἐν θεῷ τὰ πάντα πρόσεστι καὶ προσθήκης οὐ δέεται. διὸ καὶ τὸ γέννημα οὐκ ἀπὸ χρόνου νοεῖσθαι εὐσεβὴς χωρεῖ λόγος. θεῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τουτέστι τῇ τριάδι τῇ οὔσῃ *· διόπερ ὁ ὢν θεὸς καλεῖται πατὴρ ὁ ὢν καὶ υἱὸς ὁ ὢν πρὸς τὸν ὄντα ὤν, γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ὡς τὸ «παρὰ σοὶ πηγὴ ζωῆς» καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός» καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος», καὶ περὶ τοῦ ἁγίου πνεύματος ὡσαύτως «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». καὶ ὁρᾷς ὅτι οὐδὲν πρόσφατον ἐν τῇ τριάδι. διὸ οὔτε οὐσία πρὸ ἕξεως οὔτε ἕξις πρὸ οὐσίας.
ἕξιν δὲ οὐ κατὰ τὰς σφαλερὰς λέγομεν ἕξεις, τροπὴν ἐχούσας ἐν ἑκάστῳ τῶν τὰς θετικὰς ἕξεις ἐχόντων, εἰ καὶ ἕξιν περὶ θεοῦ λέγειν ἀναγκάσεις ἡμᾶς, ὦ Ἀέτιε, καὶ οὔτε τι ἐν θεῷ προτιμότερον οὔτε μεταγενέστερον, ἀλλ᾽ ὅσα πρέπει τῷ ἀξιώματι πρὸς δοξολογίαν, τῇ μὲν μιᾷ θεότητι καὶ μία δοξολογία καὶ μία τιμή, «ἵνα τιμῶσι τὸν υἱόν, ὥσπερ τιμῶσι τὸν πατέρα», καὶ ἵνα μὴ βλασφημῶσι τὸ πνεῦμα, διὰ τὸν τῆς ἀπειλῆς λόγον τὸν μὴ τὴν ἁμαρτίαν αὐτοῖς συγχωροῦντα ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ὡς πρεπόντως [ἐστὶν] οὐδὲν διηλλαγμένως ἔστι περὶ τὴν τριάδα νοεῖν ἢ εὐσεβεῖν ἢ δοξάζειν, ἐν πατρὶ δὲ τὸ πατήρ, ἐν υἱῷ δὲ τὸ υἱός, ἐν ἁγίῳ πνεύματι τὸ 〈ἅγιον πνεῦμα〉 οὕτως λέγειν καὶ οὕτως ἐν ἀληθείᾳ δοξάζειν, ὥσπερ πρεπόντως τῇ μιᾷ τριάδι προσκυνητῶς τὸ σέβας νέμειν 〈ἀξιοῖ〉 ἡ ἀληθινὴ πίστις καὶ τὸ ἀξίωμα γινώσκειν. καὶ οὔτε τὸ ἀγέννητον τοῦ γεννητοῦ δέεται εἰς τὸ συνεισφέρεσθαι ἑαυτοῦ τῇ οὐσίᾳ, ἵνα αἴτιον οὐσίας αὐτῷ γένηται 〈ὡς οὐσίας〉 δηλωτικὸν τὸ γέννημα, οὔτε ἕξις τῆς ἀγεννήτου φύσεως ἡ οὐσία τοῦ γεγεννημένου ἐστὶν ἢ λέγεται.
Οὐδενὸς γὰρ ἡ τριὰς δεῖται οὔτε προσθήκην τινὸς λαμβάνει. οὔτε γὰρ ἐπειδὴ αὐτὴ ἡ τριὰς ἦν ἀεὶ καὶ οὐδὲν ἦν τῶν κεκτισμένων, παρὰ τοῦτο ἀποκληρώσεως ἕνεκεν ἢ προσληπτικῆς τινος ὀνομασίας ἢ προσθήκης τῷ ἀξιώματι ἑαυτῷ ἐπενόησεν ὁ πατὴρ δι᾽ υἱοῦ μὲν κτίσαι οὐρανὸν καὶ γῆν καὶ πάντα ὁρατά τε καὶ ἀόρατα, καὶ τῷ πνεύματι αὐτοῦ στερεῶσαι πᾶσαν τὴν δύναμιν αὐτῶν τῶν ὑπ᾽ αὐτοῦ κεκτισμένων, ἵνα ἐκ τοῦ κεκτίσθαι τὰ κεκτισμένα καὶ δημιουργηθῆναι τὰ γεγονότα ἐπισυνεισφορὰ γένηται τῷ κτίστῃ ἀκούοντι καὶ δημιουργῷ πατρὶ 〈καὶ〉 προσληπτικῶς νοηθείη τῷ υἱῷ, δι᾽ οὗ καὶ ἀφ᾽ οὗ τὰ κεκτισμένα γεγένηται, ἢ τῷ ἁγίῳ πνεύματι, ἐν ᾧ τὰ ἐστερεωμένα ἐστερέωται. καὶ γὰρ οὐ τραπεὶς ἀπὸ ἕξεως εἰς ἕξιν θεὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀλλοιωθεὶς 〈ἢ〉 ὡς κατ᾽ ἔννοιαν καὶ μετάβολον 〈γνώμην〉 εἰργάσατο τὰ εἰργασμένα. εἶχε γὰρ ἐν ἑαυτῷ τὸ ἀεὶ δημιουργικὸν καὶ τέλειον καὶ μηδεμιᾶς ἐπιδεόμενον προσλήψεως δόξης.
καὶ ὥσπερ ἐπὶ τῶν κτισμάτων οὐ δεῖ διανοούμενόν τινα περὶ θεοῦ προσληπτικῆς ἕξεως καὶ ἀξίας 〈νομίζειν〉 εἶναι τὸ ἀξίωμα τῆς οὐσίας καὶ δόξης θεοῦ, οὕτως ἀνακρουσθήσεται Ἀέτιος, βουλόμενος θεὸν συλλογίζεσθαι κατὰ τὸ ἀγέννητον καὶ γεννητὸν 〈καὶ〉 κατὰ τὸν 〈περὶ〉 ἕξεως καὶ οὐσίας αὐτοῦ ἐπιφερόμενον ἡμῖν λόγον, ὁμολογουμένων πάντων τῶν κεκτισμένων εἶναι ἀληθῶς καὶ οὐχ ἕνεκεν προσλήψεως δόξης θεῷ τῷ ἀνενδεεῖ ἐπινοηθέντων, ὥσπερ καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος οὐ τὸ ἴσον ἔστι λέγειν τῶν κτιστῶν· ἀνένδεκτον γὰρ τοῦτο λέγειν. ἀλλ᾽ ἐπειδὴ συλλογισμοὺς ἥκει φέρων ἡμῖν Ἀέτιος μεταρσιολεκτῶν καὶ πρὸς τὰ ἄνω τολμηρῶς ἀποτεινόμενος, ἀπὸ δὲ τῶν κάτω ἀντισυλλογιζόμενος κτισμάτων, καὶ αὐτὸς μηδὲν εὑρεθήσεται * κατὰ τὸν συλλογιστικὸν αὐτοῦ λόγον· ἥ τε γὰρ σοφία ἀνθρώπων παρέρχεται ἥ τε συλλογιστικὴ λέξις ἀνθρώπων θάπτεται· «ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.» τὰ γὰρ συλλογιστικὰ πάντα τῶν ἀνθρώπων παρέρχεται, καὶ οἱ ἄνθρωποι 〈παρελεύσονται〉 μετὰ καὶ τῆς συλλογιστικῆς Ἀετίου καὶ * κατὰ πίστεως τεχνικῆς ἐπιτηδεύσεως. μένει δὲ ἡ ὑπ᾽ αὐτοῦ † συλλογιστικὴ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη κατὰ τὸ γεγραμμένον. 39. 〈κβ〉. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ;
εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην.
Ἀνατροπή. Οὐ πᾶσαν οὐσίαν εἶναι λέγομεν ἀγέννητον οὐδὲ πᾶσαν ἐκ θεοῦ γεννητήν, ὅτι ὁ γεννήσας τὸν ἐξ αὐτοῦ γεγεννημένον καὶ ἀποστείλας ἐξ αὐτοῦ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα τῶν τοῦ υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ᾽ ἕνα, διὸ μονογενής, καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν, διὸ ἅγιον πνεῦμα· ἔκτισε δὲ διὰ τοῦ ἑνὸς καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας, τοὺς μὲν γεννῶντας μετὰ κτίσιν καὶ γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας μήτε γεγεννημένους. πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς τριάδος οὐσία τῶν ἀπὸ τῆς τριάδος κτισθέντων καὶ οὐκ ἀπὸ τῆς τριάδος γεννηθέντων. διὸ ἔχει ἡ τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν τριάδα πάθει 〈εἰσὶν〉 ὑποκείμενα, εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ᾽ ἐξ ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς θεοῦ. καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπονθεν ὁ ἀπαθὴς θεὸς ὢν λόγος. ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτός, μὴ τραπεὶς τὴν φύσιν μήτε ἠλλοιωμένος.
διὸ σοφία ὢν καὶ θεὸς ἀπαθὴς ὢν καὶ εἰδὼς ὅτι διὰ πάθους σῴζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου «οὐ πρέσβυν» ἀπέστειλεν, «οὐκ ἄγγελον,» οὔτε ἔτι 〈τινὰ〉 ὡς τοὺς πρὸ αὐτοῦ προφήτας, ἀλλ᾽ αὐτὸς κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος. εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ θεότητι τὰ τοῦ θεοῦ ἐνεργῶν καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν καὶ κλύδωνι καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκί, ὡς καὶ διαβόλῳ πειράζειν καὶ ἀνθρώποις παίειν καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν, ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ, ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι, ὢν οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον, ὡς καὶ ὁ πατὴρ θεὸς σὺν αὐτῷ τῷ μονογενεῖ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, τριὰς οὖσα ἀεὶ τελεία καὶ ἀπαθὴς μία θεότης, περιέχει τὰ πάντα, εἷς θεός, μία κυριότης, τοῦ αὐτοῦ θεοῦ περιέχοντος τὰ ὅλα.
Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. ἐντὸς γὰρ πάντων ἐστὶ καὶ ἐκτὸς τῶν ὅλων πάντων θεός, ἀμιγὴς πρὸς τὰ πάντα. ὅθεν οὐ διὰ τὸ εἶναι πάντη οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ θεῷ, ὥσπερ οὐδὲ διὰ τὸ γεγεννηκέναι τὸν μονογενῆ, οὐδὲ 〈διὰ τὸ〉 τὸν μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ τριάδι. οὔτε γὰρ παθητὸν τὸ ἅγιον πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν ἐπὶ τὸν Ἰορδάνην, οὔτε ὁ μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος, οὔτε ὁ πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις ὅτι «οὗτός μού ἐστιν ὁ υἱός, αὐτοῦ ἀκούετε». ἀπαράλλακτος τοίνυν ὁ υἱός· καὶ ὁ μὲν πατὴρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἀπαθὴς 〈δέ, ἀπαθὲς〉 καὶ τὸ πνεῦμα ἀπαθῶς προελθόν, τῶν μὲν ἄλλων κτιστῶν ὄντων, τῆς 〈δὲ〉 τελείας τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμείνονος μεταβαλλομένου οὔτε τοῦ γεννηθέντος πάθει συνεχομένου· οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ πνεῦμα ἐκ πνεύματος καὶ υἱὸς ἐκ πατρός.
ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ, πνεῦμα πατρός, πνεῦμα Χριστοῦ, οὐ κτιστόν, οὐ γεννητόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, τῆς ἀσυγκρίτου οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ μονογενὴς οὐδὲ ὁ αὐτοῦ πατὴρ οὐδὲ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῷ τὸν μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐν εἴδει περιστερᾶς 〈κατιέναι〉 καὶ τῷ τὸν πατέρα φθογγὴν εἰς ἀκοὴν ἀνθρώπων ἀπορρῆξαι ἄνωθεν ἀπαθῶς, ὥσπερ οὐ μεταβολὴν καὶ πάθος περιεποιήσαντο οἱ κτισθέντες ἄγγελοι καὶ οὐρανοὶ καὶ ἡ γῆ καὶ τὰ πάντα τῷ αὐτὰ πεποιηκότι, ἀλλὰ τὸ πᾶν ἐστιν ἔκπληκτον μυστήριον κατὰ τὸ εἰρημένον «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». 40. 〈κγ〉. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος;
Ἀνατροπή. Ἔστι μὲν οὖν καθ᾽ ἑτέραν διάνοιαν ἀλλ᾽ οὐ κατὰ τὴν ἴσην πρὸς πάντα 〈αἴτιον〉 ἡ ἀγέννητος φύσις πρὸς τὸ μονογενὲς γέννημα καὶ πρὸς τὸ ἐξ αὐτῆς ἅγιον πνεῦμα, οὐκ αἴτιον δέ, ὡς τὸ ὑπάρχον πρὸς τὸ μὴ ὄν. ἔστι γὰρ οὐκ ἐξ οὐκ ὄντων ὁ γεννηθεὶς οὐδὲ μὴ ὢν ἐστὶν ὁ γεννήσας οὐδὲ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα, τῶν δὲ ἄλλων ἐστὶν αἴτιον τὸ ὄν. διὸ σύνεστι τῇ ἰδίᾳ ἀεὶ δόξῃ ἡ ἁγία τριάς, ἀεὶ ὄντος ἀναλόγως ἑκάστῳ ὀνόματι τοῦ αὐτῆς ἀξιώματος. δι᾽ αὐτῆς γὰρ καὶ οὐκ ἐκτὸς τὰ γεγονότα γεγόνασιν οὐκ ὄντα. διόπερ οὐδὲ καθ᾽ ἑαυτὸν ὁ πατὴρ αἴτιος τῶν γεγονότων ἐστίν, ἀλλὰ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἐποίησε τὰ πάντα. εἰ δὲ ἦν ἀλλότριος ὁ υἱός, ὡς ἀπὸ αἰτίου 〈γεγονὼς〉 οὐκ ὤν, προελθὼν ἂν μετὰ πάντων καὶ αὐτὸς ἴσος 〈αὐτοῖς〉 ἐγένετο, καὶ αἴτιος ἦν ὁ θεὸς οὐκέτι γεννητικῶς 〈προ〉αχθέντος, ἀλλὰ κτιστικῶς, καὶ οὐκέτι ἐνεδέχετο τὸν ἕνα λέγεσθαι γέννημα, τὰ δ᾽ ἄλλα κτίσματα, ἀλλ᾽ ἢ τὰ πάντα σὺν αὐτῷ γεννήματα λέγεσθαι ἢ αὐτὸν σὺν πᾶσι κτίσμα ὁμοίως καλεῖσθαι· καὶ οὐδὲν ἦν ἐξαίρετον, ἐξισουμένου τοῦ ἑνὸς τοῖς πᾶσι κατὰ τὸ μέρος τὸ ἐξ οὐκ ὄντων· οὐ μόνον εἴποιμι ἀγγέλους 〈ἴσους〉 τῷ αὐτῶν [δὲ] ποιητῇ καὶ κτίστῃ μονογενεῖ, ἀλλὰ καὶ ἀνθρώπους καὶ κτήνη καὶ ὅσα ἀπειρομεγέθως ἀποδέει τῆς ἐκείνου φύσεως καὶ ἀξιώματος.
ἔστιν 〈δὲ〉 ὁ ὢν 〈ἀεὶ〉 σὺν τῷ ὄντι ἐξ αὐτοῦ ἀχρόνως ὄντως γεγεννημέῳ, οὐκ ἐξ οὐκ ὄντων, ἀλλ᾽ ἐξ αὐτοῦ. καὶ ἔστι τὸ ἅγιον αὐτοῦ πνεῦμα, τὸ οὐκ ἀλλότριον τῆς αὐτοῦ οὐσίας, οὐδὲ ὡς ἐπὶ βοηθείᾳ κατὰ τὸν Ἀετίου λόγον θεῷ προσπεπορισμένον. 41. 〈κδ〉. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ᾽ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ;
Ἀνατροπή. Εἰ ἀπὸ σοῦ καὶ δεῦρο, Ἀέτιε, ἡ περὶ θεοῦ δόξα ἀπὸ τῶν σῶν συλλογισμῶν εἰς δόξαν θεῷ πεπόρισται κατὰ τοὺς ἀνωτάτω ὑπὸ σοῦ λεχθέντας λόγους, καὶ αὐτὸς πρὸς σὲ ἀποτεινόμενος, συγχωροῦντος τοῦ θεοῦ, τὰ ἴσα σοι καὶ αὐτὸς προσφθέγξομαι, ὅτι μηδενὸς τῶν παλαιῶν ἔν τε τῇ παλαιᾷ διαθήκῃ καὶ ἐν τῇ καινῇ ἁγίων ἀποστόλων ἢ προφητῶν τοῦτο πεφρονηκότος, ἀμείνονα σεαυτὸν καθιστᾷς καὶ αὐτοῦ τοῦ θεοῦ καὶ ἀσφαλῆ. ἀπὸ γὰρ σοῦ καὶ δεῦρο προσέλαβε τὸ θεῖον, ὡς κατὰ τὸν σὸν λόγον, εἰς τὴν αὐτοῦ πίστιν τὴν συλλογιστικὴν ταύτην σου [τὴν] τεχνολογίαν, τὸ περὶ ἀγεννήτου λέγειν στερήσεως καὶ τοῦ γεννητοῦ, καὶ παντελῶς ἀποβολῆς ἕξεως καὶ μεταβολῆς, καὶ περὶ θεοῦ κατονομασίας ἐν τῇ κατὰ τὸν θεὸν οὐσίας προσηγορίᾳ.
οὔτε γὰρ διὰ τὸ τὸν θεὸν εἶναι πάντων κτίστην τῶν μετὰ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα διὰ τῆς τῶν κεκτισμένων συστάσεως τὸ στερητικὸν ἐφευρέθη τῶν οὐ προσόντων θεῷ ἢ τὸ ὁμολογητικὸν τῶν ὄντων αὐτῷ προσείληπται, ἵνα τὸ μετέπειτα κτισθὲν τὸ ἄμεινον θεῷ προσφέρῃ καὶ 〈τὸ〉 ἀκραιφνὲς διὰ τοῦ ἀπ᾽ ἐκείνου πρὸς ταῦτα στερητικοῦ τε καὶ ἀμεταβλήτου ἐπινοοῖτο· ἀλλ᾽ [ὅτι] ἔστιν ἀεὶ αὐτό, ὂν ὅλον δόξα καὶ ὅλον ἀπερίληπτον ὑπὸ πάντων τῶν ὑπ᾽ αὐτοῦ κεκτισμένων, κατὰ τὸ μέτρον τῶν πρὸς τὴν δοξολογίαν ἐπεκτεινομένων δοξολογούμενον, παρ᾽ ἀγγέλοις μὲν κατὰ τὴν ἀγγέλων γλῶσσαν, τὴν παρὰ τῷ ἀποστόλῳ προκριτέαν τῶν ἀνθρώπων καταγγελλομένην, 〈παρὰ δὲ τοῖς ἀνθρώποις〉 κατὰ τὴν τῶν ἀνθρώπων γλῶσσαν τὴν ὑποβεβηκυῖαν τῷ μέτρῳ καὶ * κατὰ τὴν τῶν ἔτι ὑποβεβηκότων δύναμιν· καὶ οὐ πάντως ὅτι ἐν ἑκάστῳ κτίσματι ἀναλόγως 〈τῇ αὐτοῦ δυνάμει δοξολογεῖται〉 ὑποβέβηκεν ἡ δοξολογία ἢ μεταβέβληται· ἀλλ᾽ ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένη〈ς〉 πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξολογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ † ἢ τροπὴν ἢ μεταβολὴν ἢ προκοπὴν περιποιουμένης. ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ καὶ ἀσύγκριτος καὶ δεδοξασμένη. 42. 〈κε〉.
Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι;
Ἀνατροπή. Ἀγέννητος ἔστι μὲν οὖν, ἐρρέθη δὲ οὐδαμοῦ, οὐκ ἀπό του προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. θαῦμα γὰρ οὐδὲν ἦν τοῦτο περὶ θεοῦ λέγειν. προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ἀπ᾽ αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. σὺ δέ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας λέγειν ὡς θαῦμα προσεισφέρειν σεαυτὸν νομίζεις. συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενον τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. εἰ μὲν οὖν προσκυνήσειας τὸν πατέρα ψιλῇ ὀνομασίᾳ, εἰρωνείᾳ τὴν τιμὴν προσήνεγκας. καὶ εἰ τὸν υἱὸν προσκυνήσειας ἀνόμοιον πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας. εἰ δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσῃ προσκυνεῖν υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον. «προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ προσεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ καὶ πάντες οἱ αὐτοῦ μαθηταί. οὐ γὰρ ἔχει〈ν〉 γενητοῦ ὀνομασίαν οὐδὲ κτιστοῦ, 〈ἀλλ᾽〉 ἐκ πατρὸς γεγεννημένον ἴσασι καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα. οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων.
οὐ γάρ ἐστι γενητὸς ἢ κτιστός, ἀλλὰ γεννητὸς ἐκ πατρός. διὸ περὶ πάντα καμὼν καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας * προσκυνήσεις αὐτῷ. «δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ», καὶ «πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός», ὁ οὐκ ἀλλότριος θεοῦ ὤν, ἀλλὰ «εἰς δόξαν θεοῦ πατρός», κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον. 43. 〈κϛ〉. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα.
Ἀνατροπή. Οὔτε ψιλὸν ὄνομα ἐπὶ θεοῦ ἐστι τὸ ἀγέννητον οὔτε τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνομασίας ἐστὶ σημαντικά· μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος ἐπιζητουμένου, ὅπερ ἐστὶν υἱός, 〈γεννητὸς〉 καὶ οὐ κτιστός, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον; καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδ᾽ ὁποτέρου τῶν λεγομένων 〈διὰ〉 ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος καὶ κτιστῶν γεγονότων [ὡς] οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας, οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ υἱοῦ μὴ ψιλῆς ἐπιδεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζομένην, διὰ τὸ μὴ συνεξισοῦσθαι 〈τὰ κτιστὰ〉 τῷ υἱοῦ ὀνόματι, τῆς κτιστῆς 〈φύσεως〉 ἐν ἀληθείᾳ οὔσης καὶ οὐ 〈διὰ〉 ψιλῆς ὀνομασίας, ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ υἱὸς τὴν περὶ υἱοῦ ὀνομασίαν. οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου τοῦ υἱοῦ μονογενοῦς [καὶ τοῦ ἁγίου πνεύματος], τῇ τοῦ πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. οὔτε γὰρ ἐπάρσεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ θεότητος οὐσία συνίσταται.
οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ ἄλλων προφορὰ ὡς θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη ἢ καλλωπίζουσα θεὸν παντοκράτορα, θεὸν προσκυνητόν, θεὸν ἐπιστάτην καὶ κτίστην καὶ δημιουργὸν ἴδιον. οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον· ἡγεῖται καὶ κοσμήτριαν τοῦ ἰδίου αὐτῆς δημιουργοῦ, ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυνοῦσα τὸν προσκυνούμενον. καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε. 44. 〈κζ〉. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ᾽ ὑπόστασιν σημαίνει.
Ἀνατροπή. Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμολογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο καὶ προομολογεῖ καὶ διδάσκει, ὅτι θεός ἐστιν ὁ ἀναίτιος πάσης αἰτίας καὶ ἀμιγὴς καὶ ἀνυπεύθυνος πάσης ἰσότητος. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, πατρὶ τῷ ἀγεννήτῳ καὶ υἱῷ τῷ ἐξ αὐτοῦ καὶ ἁγίῳ πνεύματι τῷ ἀπ᾽ αὐτοῦ καὶ διὰ τοῦ μονογενοῦς, ἐπειδὴ οὐδὲν ἐν τῇ τριάδι κτιστὸν καὶ ὑπὸ αἰτίαν ἐμπῖπτόν ἐστιν. οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα καὶ αἰτίαν κεκληρωμένα. διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αἰτίας ἡ τριὰς μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι, ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι. τὰ δὲ πάντα ὑπὸ αἰτίαν περιπέπτωκε· τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτισμένα, πατὴρ δὲ ἄκτιστος, υἱὸν ἔχων ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ᾽ οὐ κτιστὸν, καὶ ἅγιον πνεῦμα ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ οὐ δεδημιουργημένον.
τούτων δὲ οὕτως ἐχόντων οὔτε πάθος κεκλήρωται αἰτίου ὁ προσκυνούμενος υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, κἂν πατέρα ἔχοι τὸν γεννήτορα, οὔτε τὰ λοιπὰ κτίσματα ἄνευ πάθους εἴη κληρώσεως αἰτία, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κεκτισμένα· σαφῶς δὲ ἄνευ πάθους εἴη ὁ μονογενὴς κληρώσεως αἰτία, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὡς καὶ ὁ πατήρ, ὅτι υἱός ἐστι γέννημα καὶ οὐ κτίσμα, καὶ οὐκ ἀπὸ τοῦ γεγεννῆσθαι αἰτία〈ν〉 πάθους κληρωθήσεται ὁ υἱός, οὐδὲ τὸ πνεῦμα, ἐπειδὴ ἐκ πατρὸς ἐκπορεύεται. οὔτε γὰρ ὁ πατήρ, ἐπειδὴ ἐγέννησε καὶ ἐξ ἑαυτοῦ ἐξήγαγε, τὰ δ᾽ ἄλλα πάντα μετὰ υἱὸν καὶ πνεῦμα ἔκτισεν, ὑπὸ πάθος αἰτίας 〈ἐμπίπτων〉 εὑρίσκεται, καίτοι γε τῶν ἄλλων πάντων ἐν τῷ κτίζειν ἢ γεννᾶν πάθει συνεχομένων. ἀναίτιος γοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· αἰτία δέ ἐστιν ἡ τριὰς τῶν ἁπάντων, συγκτίζουσα καὶ συνδημιουργοῦσα, μηδὲν ἐν αὐτῇ κτιστὸν ἢ δεδημιουργημένον γινώσκουσα. 45. 〈κη〉. Εἰ πᾶν τὸ γεγονὸς ὑφ᾽ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ᾽ ἑαυτῆς οὔτε ὑφ᾽ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.
Ἀνατροπή. Καὶ τοῦτο πάλιν Ἀέτιος ἥκει φέρων ἡμῖν, ὡς καινόν τι καὶ πρόσφατον ὑφηγούμενος, ἵνα φανῇ διαλεκτικῆς ἐφευρετὴς εἶναι συλλογιστίας, ἐκ περισσοῦ [οὐ] μόνον αὐτὸ τοῦτο δηλῶν, ὅπερ οὐδὲ ἀμφιβάλλεται οὔτε κατὰ τῆς ἀληθείας * τὸ ἀεὶ ἐν αὐτῷ * ἔν τε τῇ καθολικῇ ἐκκλησίᾳ ὁμολογούμενον [ἐνυπάρχει]. «〈εἰ〉 πᾶν γὰρ τὸ γεγονὸς ὑφ᾽ ἑτέρου γίνεται, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ᾽ ἑαυτῆς οὔτε ὑφ᾽ ἑτέρας γέγονεν, [εἰ] καὶ ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.» καὶ τί τούτου ἀναγκαιότερον; ὅπερ γὰρ ἀεὶ παρ᾽ αὐτοῖς τοῖς τε Ἀνομοίοις καὶ Ἀρειανοῖς 〈ἀποβάλλεται〉, τὸ τῆς οὐσίας ὄνομα, παλιμβόλως ἐξελάβετο Ἀέτιος, σαφῶς ἀναγκαζόμενος ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν. οὐσίας τοίνυν οὔσης τῆς ἀγεννησίας, ἐξ αὐτῆς δὲ καὶ οὐκ ἐξ οὐκ ὄντων ἀχράντως καὶ ἀπαθῶς γεννησάσης τὸν μονογενῆ, ἀχρόνως καὶ ἀνάρχως, καὶ ἐξ αὐτῆς ἐξαγαγούσης τὸ ἅγιον πνεῦμα καὶ οὐκ ἐξ οὐκ ὄντων, σαφῶς ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ὀρθοδόξως ὁμοούσιος ἡ τριὰς κηρύττεται, μηδενὸς τῶν κεκτισμένων δυναμένου τῷ ὀνόματι τούτῳ καλεῖσθαι, διὰ τὸ μηδὲ κατὰ φύσιν εἶναί τι ὅμοιον τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι μήτε κατὰ τὸ σέβας.
τὰ μὲν γάρ ἐστιν ἐξ οὐκ ὄντων κεκτισμένα καὶ οὐ προσκυνητά, ἡ δὲ τριὰς ἀεί ἐστιν, ὁ πατὴρ πατὴρ τέλειος καὶ ὁ υἱὸς υἱὸς τέλειος ἐκ πατρὸς γεννηθεὶς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τέλειον ἐκ πατρὸς προελθὸν καὶ τοῦ υἱοῦ λαμβάνον. καὶ πάντα ἡμῖν φωτεινὰ τὰ τῆς θείας γραφῆς καὶ τὰ τῆς ἁγίας πίστεως, καὶ οὐδὲν σκολιὸν ἢ ἐναντίον ἢ στραγγαλιῶδες. 46. 〈κθ〉. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος.
Ἀνατροπή. Πολλάκις κατὰ τῶν αὐτῶν Ἀέτιος φέρεται, ὥσπερ καὶ αὐτὸς πολλάκις ἔφην, εἰς κάματον μόνον ἡμᾶς φέρων καὶ οὐδὲν περισσότερον. διὸ καὶ ἐν τῷ παρόντι ἀνάγκην ἔσχομεν τῷ καμάτῳ προσθεῖναι καὶ τὰ αὐτὰ τοῖς αὐτοῖς δευτερολογεῖν, ἐπειδήπερ καὶ αὐτῷ οὕτως ἔδοξεν. εἰ γὰρ καὶ τῇ 〈τοῦ〉 γεννήματος οὐσίᾳ συνεμφαίνεται ἡ ἀγέννητος γεννήσασα, οὐδὲν διοίσει τῷ ἀξιώματι 〈ἐπὶ〉 τῷ γεννᾶν ὁ γεννήτωρ τοῦ γεγεννημένου. ἐξ αὐτοῦ γὰρ ἐγέννησεν οὐσιωδῶς πνεῦμα ἐκ πνεύματος καὶ οὐ σῶμα ἐκ σώματος. διὸ ἀσυγκρίτως συνεμφαίνεται συμπρέπων ὁ γεννήτωρ τῷ γεγεννημένῳ καὶ ὁ γεγεννημένος τῷ γεγεννηκότι. οὔτε γὰρ προσθήκης δεῖται τὸ θεῖον, ἵνα ποτὲ πατὴρ κληθείη, ποτὲ δὲ οὔ, οὔτε ὁ υἱὸς εὑρεθήσεται * ἐκ τοῦ ἄνωθεν συνδέσμου ποτὲ μὴ ὤν, ἄρτι δὲ ὤν. διὸ αὐτοουσία ἐστὶν ὁ θεὸς πατὴρ καὶ ὁ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἑτεροουσία. οὔτε γάρ ἐστι συνάδελφος οὔτε ἐστὶν ἐπιγένητος, ἀλλὰ * ἀνεκδιηγήτως συμπρέποντος τοῦ πατὴρ ὀνόματος ὁμοουσίῳ ὄντι τῷ υἱῷ καὶ συμπρέποντος τῷ πατρὶ καὶ υἱῷ τοῦ ἐξ αὐτοῦ 〈καὶ〉 δι᾽ αὐτοῦ καὶ τῶν αὐτοῦ 〈λαμβάνοντος〉, τοῦ ἁγίου αὐτοῦ πνεύματος. διὸ τὸ ἀπρόσιτόν ἐστιν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρὸς ἅπαντα, ὅσα ἐστὶν ὑποβεβηκότα ὄντα καὶ ἐξ αὐτῆς τῆς τριάδος κτισθέντα· ἡ δὲ τριὰς πρὸς ἑαυτὴν οὐκ ἀπρόσιτος· ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος καὶ ἀσύγκριτος.
διὸ οὐ δύναται οὐδὲν ἐξισοῦσθαι πατρί, οὐ συμπροσκυνεῖται αὐτῷ τι τῶν ἐξ οὐκ ὄντων γεγονότων καὶ οὐχὶ γεγεννημένων. οὐδενὶ γὰρ τῶν γεγονότων εἶπε ποτὲ «κάθου ἐκ δεξιῶν μου», οὐδὲ μὴν ὁ μονογενὴς περί τινος εἴρηκεν ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου, τοῦ γινώσκοντος καὶ διδάσκοντος καὶ ἀπαγγέλλοντος ἐν κόσμῳ τὰ υἱοῦ, «ἐρευνῶντός τε καὶ τὰ βάθη τοῦ θεοῦ». διὰ τοῦτο γάρ φησιν «ὁ μὴ τιμῶν τὸν υἱὸν καθὼς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν»· καὶ οὐκ εἶπεν «ὁ μὴ τιμῶν ἀγγέλους ὡς τιμᾷ τὸν πατέρα», οὐδὲ πάλιν εἶπεν «ὁ μὴ καὶ τὸν υἱὸν τιμῶν», ἀλλὰ τὸν υἱὸν ὡς τὸν πατέρα, ὡσαύτως ὅτι «οὐκ ἀφεθήσεται τῷ εἰς τὸ πνεῦμα βλασφημοῦντι, οὔτε ᾧδε οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», ἵνα σημάνῃ τῆς τριάδος τὸ ἀπρόσιτον καὶ ἀσύγκριτον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. 47. 〈λ〉. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι;
Ἀνατροπή. Πρέπει λέγειν καὶ ὁμολογεῖν καὶ οὕτως κατέχειν, ὅτι πάσης φύσεως ὑπερέχει ὁ παντοκράτωρ, ἐξ οὗπερ ἡμῖν ὁ μονογενὴς ἀνεκδιηγήτως προῆλθεν ὁ θεὸς λόγος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. καὶ διὰ τοῦτο ἀσφαλῶς οὐ κτίσιν θεολογοῦμεν, ἵνα μὴ μωρανθῶμεν. τὴν δὲ ὑπερβαίνουσαν πᾶσαν φύσιν τριάδα δοξολογοῦμεν, υἱὸν σὺν πατρὶ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, διότι ἀγέννητον καὶ ἄκτιστον. ἐπειδὴ γὰρ οὔτε ἄλλης φύσεως ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ θεὸς ἐκ θεοῦ, καὶ φῶς ἐκ φωτός, σὺν τῷ παντοκράτορι πατρὶ καὶ αὐτὸς ὁ μονογενὴς παντοκράτωρ ἀκούσει, ὡς καὶ σαφῶς ἔχει ἡ θεία γραφή. οὐ γὰρ ἀλλοῖός ἐστι παρὰ τὸ τοῦ πατρὸς ἀξίωμα ὁ μονογενής, συμπρέπων δὲ τῷ τοῦ πατρὸς ἀξιώματι, ὡς διαρρήδην μαρτυρεῖ μοι ὁ ἅγιος ἀπόστολος ἐν πνεύματι ἁγίῳ φήσας περὶ τῶν υἱῶν Ἰσραήλ, «ὧν» φησιν «ἡ λατρεία καὶ αἱ διαθῆκαι καὶ ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». διὰ τοῦτο γὰρ καὶ προσκυνητὸς ὁ μονογενὴς καὶ θεὸς ὁ μονογενὴς καὶ θεῖον πνεῦμα τὸ ἅγιον πνεῦμα, καὶ μετὰ τὴν ἁγίαν τριάδα οὐκ ἔστιν ἕτερος θεός.
ὁ δὲ πατὴρ παντοκράτωρ καὶ ὁ μονογενὴς αὐτοῦ παῖς Ἰησοῦς Χριστὸς συμπρέπων τῷ τοῦ πατρὸς ἀξιώματι, καὶ πατὴρ καλούμενος τοῦ μέλλοντος αἰῶνος, συμπρέπων δὲ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀκτίστως ἀεὶ ἡ τριὰς φανερουμένη καὶ γινωσκομένη, ἐξ ἧς τριάδος τοῖς πᾶσι γεγονόσι τὸ αἴτιον ἔνεστιν, ὅπερ ἐστὶν οὐσίας ἀκραιφνοῦς καὶ ἀσυγκρίτου δηλωτικόν, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ἀεὶ τῆς διαμονῆς τὸ ἀΐδιον ἐν ἑαυτῇ ἐχούσης, ἐξ ἧς τριάδος τοῖς γεγονόσι τὸ διασῴζεσθαι πρόσεστιν. 48. 〈λα〉. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν;
Ἀνατροπή. Ἔδει τὸν Ἀέτιον ἡμῖν προσημαίνειν καὶ σαφεῖς τὰς αὐτοῦ πεύσεις προβάλλειν, μάλιστα ταύτην ἥνπερ * λέξιν ἐπιλήψιμον καὶ μηδ᾽ ὅλως ἔχουσαν συγγένειαν τῶν ὁμοιωμάτων, οὐδὲ θατέρου τῶν ὑπ᾽ αὐτοῦ ὠνομασμένων θατέρῳ συνεξισοῦσθαι δυναμένου. πολλῶν γὰρ ἀοράτων ἥκει φέρων ἡμῖν τὰς ὀνομασίας. ἔστι γὰρ καὶ ἀόρατα ζῷα τὰ πνευματικά, φημὶ δὲ Σεραφὶμ καὶ Χερουβίμ, ἀλλὰ καὶ ἄγγελοι, «πνεύματα» ὄντα, καὶ ἄλλα τινά, ἐν οἷς ἀληθῶς πληροῦται τὸ μήτε ὑπάρχειν ἐν ἑαυτοῖς σπερματικῶς τι. οὔτε γὰρ σώματα φαίη ἄν τις τὰ ἀόρατα. καὶ γὰρ οὔτε γεννῶσιν οὔτε γεννῶνται· ἐκτίσθησαν δὲ κατὰ βούλημα τῆς οὔσης ἀεὶ θεότητος σαφῶς, καὶ λέλογχεν ἕκαστον τῶν κεκτισμένων ὅπερ ὁ ὢν αὐτῷ διένειμεν ἀρετῆς ἐν τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀφθόνου φιλανθρωπίας, καὶ ἀπεκληρώθη ἕκαστον ὅπερ κεκλήρωται, καὶ ἐν τούτῳ μένει. καὶ ἐλεύθερός ἐστιν ὁ θεὸς πάσης αἰτίας, ἐν ἑαυτῷ ἔχων τὸ πᾶν, οὐ μελλητικῶς, οὐδὲ μεταμεμελημένως τὸν υἱὸν μετὰ χρόνους ἔχων ἢ τὸ ἅγιον πνεῦμα αὐτοῦ, ἀλλὰ συμπρεπόντως τῷ ἀεὶ ἔχειν υἱὸν γεγεννημένον υἱὸν ἔχων καὶ τοῦτον μονογενῆ, ἀεὶ ἔχοντα πατέρα ἐν ἑαυτῷ· ἔχει καὶ τὸ ἅγιον πνεῦμα, ἐκ πατρὸς ὂν καὶ τοῦ υἱοῦ λαμβάνον, ἀεὶ ἔχων.
Καὶ γὰρ οὔτε ἐπὶ ἀδοξίᾳ οὔτε ἐπὶ προσθήκῃ δόξης ἡ περιουσία τῆς θεότητος ἀεὶ οὔσης. μηδενὸς δὲ ἀεὶ ὄντος τῶν κεκτισμένων, πότε ἑώρα ἑαυτὴν ἡ τριὰς ἐν ἥσσονι περιουσίᾳ, καὶ νῦν μὲν τοῦτο ἑώρα, νῦν δὲ ἐν προ〈σ〉θέσει οὐσίας ὡς ἐνδεής, μετὰ τὸ κεκτικέναι τὰ κεκτισμένα ἐν περισσοτέρᾳ προσθήκῃ δόξης ἢ περιουσίας νῦν ἑαυτὴν ὁρῶσα; καὶ ἐκ πανταχόθεν οὐδὲν ἐνσκήψει τῶν βουλομένων κατὰ τῆς ἀληθείας τὰς συλλογιστικὰς ἀνθρωπίνας ὑπονοίας παραφέρειν καὶ εἰς μέσον φέρειν *, ὑπερβαινούσης τῆς τοῦ θεοῦ ἀξίας, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πάντα νοῦν ἀγγέλων καὶ ἐπέκεινα, πόσῳ γε μᾶλλον ἀνθρωπίνης φύσεως· ἐπειδὴ γὰρ λογισμοὶ ἀνθρώπων δειλοί, φθαρταὶ δὲ αἱ τούτων διάνοιαι, εἰς συλλογισμοὺς καὶ συζητήσεις ἑαυτὰς περιπείρουσαι. ὡς ἄλλοι ἀφ᾽ ἑαυτῶν συλλογισμῶν ἀνακρινόμενοι κατὰ σοφιστικήν τινα ὑπόνοιαν οἱ μὲν περὶ τοῦ κακοῦ ὅτι πόθεν ἤρξατο 〈συνελογίσαντο〉, ἄλλοι δὲ ὅτι πόθεν ὁ διάβολος ἢ διὰ τί γέγονεν, ἕτεροι δὲ τὸν μέλλοντα ἁμαρτάνειν ἄνθρωπον, ὅτι διὰ τί θεὸς οὕτως αὐτὸν ἔκτισεν, ὁ δὲ τοιοῦτον αὐτὸν ἐργασάμενος διὰ τί ὕστερον αὐτὸν αἰτιᾶται;
ἵν᾽, ὅταν πάντας περικρούσαντες τοὺς ἑαυτῶν λογισμοὺς καταμάθωσιν ἑαυτοὺς φθαρτούς, ἀποδώσωσι τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι *, τουτέστι τῇ μιᾷ τριάδι, τὸ σέβας καὶ τὴν γνῶσιν· παρ᾽ αὐτοῦ δὲ αἰτούμενοι τῆς ἀληθινῆς πίστεως τὴν γνῶσιν καὶ πορισάμενοι, [ἵνα] μὴ ὑπερβαίνειν πειρῶνται τὸ ἴδιον μέτρον, ἀλλὰ μάθωσιν ἡσυχάζειν ἀπὸ τετυφλωμένης ἐννοίας καὶ μὴ σοφίζεσθαι διὰ ἀναπτομένης γλώσσης καὶ λογισμῶν ἀσυνέτων, σωφρονίζεσθαι δὲ μᾶλλον διὰ τοῦ συνετοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας γραφῆς τῆς λεγούσης «μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν». 49. 〈λβ〉. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης.
Ἀνατροπή. Ἐν ἀγεννήτῳ φύσει διαμένει ἀναμφιβόλως ὁ θεός, ὁ τὰ πάντα κτίσας ἐξ οὐκ ὄντων καὶ δημιουργήσας, ὁ πατὴρ 〈ὁ〉 γεννήσας ἐξ ἑαυτοῦ ὁμοούσιον ἑαυτῷ υἱὸν καὶ συμπρέποντα τῇ αὐτοῦ ἀϊδιότητι, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα ἐξελθόν, πρεπόντως ὑπάρχον τῇ αὐτοῦ ὁμοουσιότητι· καὶ οὔτε ἐπειδήπερ ἡ τριὰς ἔκτισεν ἐξ οὐκ ὄντων τὰ ὄντα, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἀναιρεῖται τὸ ἀναλογοῦν τῷ τοῦ θεοῦ ἀξιώματι διὰ τοῦ προσφάτου τῶν κτισμάτων ὀνόματος, ἡ τοῦ ὄντος ἀϊδιότης. ἀφαιρεῖται δὲ ἀπὸ τῶν κεκτισμένων ἡ ἄνωθεν ὑπερβαίνουσα οὐσία, οὐκ οὖσα τούτοις ὁμοούσιος, ἐξ οὐκ ὄντων δὲ καλέσασα εἰς τὸ εἶναι. διὸ ὁ γεγεννημένος υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ τοῦ ὄντος, συμπρεπόντως ἅμα θεωρεῖται, οὔτε παρατεινομένης τῆς οὐσίας οὔτε συστελλομένης, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ πνεῦμα ἀληθινῶς τὸν υἱὸν ἐγέννησεν, καὶ ἐξ ἑαυτοῦ ἐξήνεγκε τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἑαυτὸν ἀγνοεῖ οὔτε τὴν ἑαυτοῦ οὐσίαν συστελλομένην ἢ πλατυνομένην οἶδεν ἢ τομὴν ὑφισταμένην· ταῦτα γὰρ πάντα περὶ 〈ἑαυτοῦ〉 θεὸν εἰδέναι ἀλογώτατον, ὥσπερ καὶ ἀγνοεῖν αὐτὸ τὸ θεῖον * ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα *. καὶ οὔτε ὁ ἀγέννητος οὐ συμμετέχει τῷ γεννήματι τὸ ὁμοούσιον οὔτε ὁ γεννητὸς οὐ συμπεριέχει τῷ πατρὶ τὸ ἀΐδιον.
οἶδε γὰρ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς οἶδε τὸν πατέρα, ἀτελευτήτως ἀεὶ τῆς τριάδος ἀκτίστου μενούσης καὶ ἀτελευτήτως ὑπάρχοντος τοῦ μονογενοῦς, γεγεννημένου ἐκ τοῦ ἀεὶ ὄντος, ὄντως ὄντος καὶ ἐν ἰδίᾳ τελείᾳ φύσει. διὸ γινώσκει ἑαυτὸν καὶ οὐκ ἀγνοεῖ οὔτε ὁ υἱὸς τὴν ἀγέννητον πατρὸς οὐσίαν οὔτε ὁ ἀγέννητος τὴν τοῦ υἱοῦ ἐξ αὐτοῦ οὐσίαν, ἀξιοπίστου ὄντος τοῦ μονογενοῦς θεοῦ λόγου φήσαντος «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ».
Διὸ ἀφῃρήσθω τὸ τούτου τοῦ γεννάδα Ἀετίου ἀποφαντικὸν κέλευσμα τὸ φῆσαν· «οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς». προὔλαβε γὰρ ὁ μονογενὴς παραγράψαι τὴν δικαστικὴν αὐτοῦ ταύτην φωνήν, φήσας ἑαυτὸν εἰδέναι τὸν πατέρα καὶ ἄλλον οὐδένα, συμπεριλαβὼν ἅμα καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ ἁγίου τὸ ἐνύπαρκτον, ὡς καὶ ἐν ἄλλῳ φάσκει ὅτι «τὸ πνεῦμα τοῦ πατρὸς διδάξει ὑμᾶς». εἰ δὲ τοῦ πατρός ἐστι τὸ πνεῦμα, οὐκ ἀγνοεῖ καὶ αὐτὸ τὸν πατέρα. ἐν δὲ τῷ εἰρηκέναι «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός», * ἵνα ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπερβεβηκὸς σημάνῃ τῶν ἄλλων τῶν μὴ ἀϊδίως ὑπαρξάντων, γενομένων δέ. εἰ δὲ προὔλαβεν 〈φάσκων〉 ἀεὶ εἰδέναι τὸν πατέρα, μάτην ἡμῖν Ἀέτιος κενολεκτῶν ὑπεισδύνει, σαφῶς πᾶσιν ὢν δῆλος ὅτι ὡς ἄνθρωπος λογίζεται, σαρκικὸς ἀνακρινόμενος καὶ ψυχικὸς ὑπάρχων διὰ τοῦ ἑαυτὸν καὶ τὸν πατέρα γινώσκοντος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. ἐξῄρηται οὖν πάσης αἰτίας ὁ θεός, οὐ μόνον πατήρ, ἀλλὰ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογουμένης κρείττονος πάσης αἰτίας. 50. 〈λγ〉. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο.
Ἀνατροπή. Πάσης αἰτίας ἐξῄρηται ὁμολογουμένως τὸ ἀγέννητον, διότι ἕν ἐστι τὸ ἀγέννητον καὶ προσκυνητόν, διαιρουμένου τοῦ προσκυνητοῦ ἀπὸ τῶν προσκυνούντων. προσκυνητὴ δέ ἐστιν ἡ τριάς, μονὰς οὖσα καὶ ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἀλλὰ συμπρεπόντως πατὴρ γεννήσας υἱὸν καὶ οὐ κτίσας. τὸ μὲν γάρ ἐστιν ἐξ αὐτοῦ ἀεὶ τοῦ γεννήτορος, διότι γέννημα ἐκ τοῦ ὄντος ἐστὶ 〈ὁ υἱὸς〉 καὶ τὸ ἐξ αὐτοῦ ἐξελθὸν ἅγιον πνεῦμα, οὔσης τῆς τριάδος ἐν μιᾷ ἑνότητι ἀκτίστῳ, τῶν δὲ πάντων ἐξ αὐτῆς τῆς τριάδος ἐξ οὐκ ὄντων κεκτισμένων· ὅθεν ἡ μία τριὰς εἷς ἐστι θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἄκτιστος, ἀγέννητος, ἀδημιούργητος, τριὰς οὐ πεποιημένη, ἀλλὰ ποιοῦσα, οὐ κτίσματος ὄνομα ἔχουσα ἐν ἑαυτῇ, ἀλλὰ κτίζουσα, μία οὖσα καὶ οὐ πολλαί. τὰ δὲ πάντα ἐξ αὐτῆς πολλὰ μὲν ὄντα, ἀλλ᾽ οὐ σὺν αὐτῇ ἀριθμούμενα. διὸ οὔτε ἀποκεκλήρωται ἑτέρᾳ φύσει * κοινότητος τῆς οὐσίας τῆς ἀσυγκρίτου.
διὰ τοῦτο γὰρ οὐ κτιστή τις οὖσα ἐν τῇ τοῦ θεοῦ οὐσίᾳ φύσις, ἀλλὰ δημιουργικὴ τῶν πάντων τῶν οὐ δυναμένων τῇ ἀσυγκρίτῳ καὶ μιᾷ οὐσίᾳ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητι ἐπικοινωνῆσαι, ὡς σαφής ἐστι τῷ τὴν γνῶσιν τῆς ἀληθείας εἰληφότι ἀποκαλύπτουσα 〈τῷ〉 ὅτι αὐτὴ μόνη προσκυνεῖται καὶ οὐ τὰ πάντα, ὡς καὶ αὐτὴ μόνη εἰς ὄνομα ἑαυτῆς βαπτίζει, καὶ οὐ τὰ ὅλα. 51. 〈λδ〉. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ᾽ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας;
Ἀνατροπή. Πᾶς τις τῶν ἀντικαταστάντων τῇ ἀληθείᾳ καταπληκτικῶς ἐπισυνάξας ἑαυτῷ λογίδια ἔδοξέ τισιν ἀνατρεπτικῶς ἐπισκήπτειν καὶ ἀπὸ τῆς ζωτικῆς ὁδοῦ μεταφέρειν καὶ λυμαίνεσθαι, ὡς οὗτος ὁ Ἀέτιος νῦν μὲν φύσει ἐν τῷ ῥητῷ τούτῳ μηδὲν λέγων καταπλήττειν δοκεῖ τοὺς ἀκεραίους, ἐκ περιττοῦ τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα λέγων, ὀνόματι 〈ἀγεννήτου〉 ὡς εἴωθεν ἐκ περιττοῦ προφέρειν καὶ ἐν τῷ παρόντι καιρῷ κεχρημένος. οὐ γὰρ πᾶσα οὐσία ἀγέννητος παρ᾽ αὐτοῖς τοῖς συνετοῖς ὁμολογεῖται, ἐπεὶ πᾶσα ἂν ἐθεολογεῖτο. οὐ πασῶν δὲ θεολογουμένων τῶν οὐσιῶν, ἀλλὰ μιᾶς παρὰ πάσας, ἥτις ἐστὶ θεότης μία ἐν τριάδι, πῶς ἔτι ὑποληφθήσεται τῷ γεννάδᾳ τούτῳ τὸ καταπληκτικὸν αὐτοῦ χωρεῖν ἐπὶ τοὺς υἱοὺς τῆς ἀληθείας; διοίσει δὲ καὶ ὁποτέρα τῆς ὁποτέρας ὅτι ἡ μὲν τριὰς κτίζει, τὰ δὲ πάντα ἀπ᾽ αὐτῆς κέκτισται, καὶ ἡ μέν ἐστιν ἀδέσποτος, τὰ δὲ ὑπ᾽ αὐτῆς γενόμενα δεσπόζεται, καὶ ἡ μὲν μεταβάλλεται, ἡ δὲ ἀπαράβατον ἔχει τὴν φύσιν, μεταβάλλουσα ἀεὶ τὰ ὑπ᾽ αὐτῆς μεταβαλλόμενα, καὶ ἐξ οὐκ ὄντων τὰς οὐσίας καὶ τὰς ὑποστάσεις ὑφιστᾶν δυναμένη. τοῦτο γάρ ἐστι συμπρέπον θεῷ 〈τῶν〉 ἐκ μὴ ὑποκειμένων καὶ ἐξ οὐκ ὄντων ὑπ᾽ αὐτοῦ γεγενημένων καὶ ὑποστάντων [κατὰ] τὴν διακόσμησιν μετασκευάζειν ὡς βούλεται. 52. 〈λε〉. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος.
τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων, ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως.
Ἀνατροπή. Οὐ πᾶσα οὐσία ἀγέννητος· ἠλίθιον γὰρ καὶ τὸ διανοεῖσθαι 〈τοῦτο〉 καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς καὶ τὸ ἀπόφθεγμα, κἄν τε ἀποφαντικῶς κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ εἴρηται· δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω, κἀκεῖνοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ θεῷ ἐπιφημίζοντες. ἁλισκέσθω δὲ ἅμα ἐκείνοις, εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ 〈οὔσης〉 τριάδος τελείας καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. τὰ δ᾽ ἄλλα πάντα γενητὰ καὶ κτιστὰ καὶ οὐκ ἀγέννητα. τῆς δὲ θεότητος ἀκτίστου οὔσης, πατρὸς μὲν γεννῶντος, υἱοῦ δὲ γεννητοῦ, πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ πατρὸς καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος, πάντων δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος συμπρεπόντως ἐν τῇ τριάδι, πάσης θεότητος ἐπὶ τὸν πατέρα ἀναφερομένης διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος καὶ τὸ ἀναιρετικὸν τῆς πολυθεΐας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος. τοίνυν τούτων οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία τριὰς ἐν μονάδι καὶ μία θεότης ἐν τριάδι.
τὰ δ᾽ ἄλλα πάντα ἀφέστηκεν, οὔτε αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν ἢ ποιεῖν, οὔτε τῆς ἁγίας τριάδος ἐν τῷ τὶ ποιεῖν δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνητῆς· φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐποίησε γὰρ πάντα ὁ θεὸς δι᾽ υἱοῦ, ἀλλ᾽ οὐχὶ τὸν υἱόν (οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ πατρὶ καὶ συμπροσκυνεῖται) οὔτε τὸ ἅγιον πνεῦμα (οὐ γὰρ ἀριθμεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροσκυνεῖται). τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ὑποτεταγμένων ἕκαστα φέρεταί τε καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα *. διὸ ἡ μία τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα 〈τὰ〉 ἐξ αὐτῆς παρηλλαγμένα. οὔτε γάρ ἐστι σύγχρονα οὔτε συναΐδια. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος καὶ ἀγέννητος, υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι. ὅθεν ἠσφαλισμένως κεφαλὴν καὶ οὐκ ἀρχὴν τὸν πατέρα τοῦ υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος διὰ τὸ ὁμοούσιον καὶ ἀϊδίως ὄντος τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐκ πατρὸς ἀπεσταλμένου, ἀεὶ δὲ σὺν πατρὶ ὑπάρχοντος καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου. 53. 〈λϛ〉. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας.
εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστιν, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταυτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται.
Ἀνατροπή. Πόθεν βούλεται ἡμᾶς Ἀέτιος προσπορίσασθαι ἐν ἑαυτοῖς τὸν νοῦν τῶν ὑπ᾽ αὐτοῦ προτεινομένων πεύσεων τῶν αὐτοῦ λογισμῶν; καὶ εἰ μὲν φάσκει ἐκ λογισμῶν καὶ συλλογισμῶν, πεσεῖται καὶ ἡμῶν ὁ πορισμὸς τῆς ὑπονοίας ἅμα αὐτῷ. θεὸν γὰρ οὐδεὶς συλλογίσοιτο πώποτε, οὔτε «ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με οὕτως ἐποίησας;» κατὰ τὸ γεγραμμένον. ἐξ εὐσεβοῦς δὲ λογισμοῦ καὶ δικαίας ἀσφαλείας ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων γραφῶν διδασκαλίαν ἀνακαμπτέον. λέξεως δὲ ἀπαραβάτου διδασκούσης ἡμᾶς περὶ τῶν τῇ κτίσει λατρευσάντων, ὡς ἐμωράνθησαν, πῶς οὐκ ἂν 〈μωρὸν〉 εὑρεθείη ἐπὶ κτίσματι θεὸν λαμβάνειν καὶ τοῦτο προσκυνεῖν τε καὶ γεραίρειν, τῆς πίστεως φύσει παρεκβαλλούσης τὸ προσκυνητὸν ἀπὸ τοῦ κτιστοῦ καὶ τὸ κτιστὸν ἀπὸ τοῦ προσκυνητοῦ; καὶ γὰρ εἰ ὅλως τοῦτο οὐδὲν διοίσει πρὸς τοὺς τῇ κτίσει τὸ σέβας νέμοντας, οὐδὲν πρόκριτον ἔσται ἐν Χριστιανισμῷ· ἔσται δὲ ἡ τοιαύτη πίστις εἰδωλολατρεία μᾶλλον ἢ θεοσέβεια. προσκυνοῦσι γὰρ κἀκεῖνοι ἥλιον καὶ σελήνην καὶ δυνάμεις, οὐρανόν τε καὶ γῆν καὶ τὰ ἄλλα κτίσματα. καὶ οὐ τὸ διάφορον τῶν κτισμάτων ποιεῖται τὸ θαῦμα, οὐδὲ διοίσει τὸ ἐξαίρετον ἑαυτὸ τῆς ὁμοτιμίας διὰ τὸ ὁμώνυμον, κἄν τε ὑπερτεταλάντισται τὸ μὲν ἀπὸ τοῦ ἑτέρου. εἷς γάρ ἐστιν ὁ τὰ ἀμφότερα ποιήσας καὶ ἀποκληρώσας ἑκάστῳ, οὐκ ὀνόματος παραλλαγήν, ἀλλ᾽ οὐσίας.
ἐν ἅπασι γὰρ τοῖς κεκτισμένοις τὸ δοῦλόν ἐστι τοῦ κτίσματος τὸ ὄνομα, ἀλλ᾽ οὐ τὸ ἐλεύθερον. καὶ εἰ ἐν ἑνὶ μέρει τὸ δοῦλον προσκυνεῖται, οὐδὲν διοίσει πρὸς τὸ ἄλλο μέρος ἡ προσκύνησις, κἄν τε ὑποβέβηκεν· ἴσον γάρ ἐστι τῷ ἀνωτάτω, συγγενειάζον τῷ κτίσματι 〈τῷ〉 ἐξ οὐκ ὄντων παρὰ τοῦ ὄντος 〈τὸ εἶναι〉 κεκληρωμένῳ. ἐντεῦθεν τὸ ἀγέννητος συμπρέπει θεῷ καὶ τὸ θεὸς τῷ ἀγεννήτῳ. διὸ τὸ γέννημα οὐκ ἔργον φαμὲν οὐδὲ ποίημα, ἀλλὰ γέννημα οὐσιωδῶς ἀπὸ πατρὸς ἀχράντως γεγεννημένον, ὁμοούσιον τῷ πατρὶ καὶ συμπροσκυνητόν, καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ καὶ 〈αὐτὸ〉 οὐκ ἀλλότριον, διὸ καὶ συμπροσκυνητόν. ἑτέρῳ δὲ τῶν κεκτισμένων τὸ θεὸς ὄνομα οὐ συνεκφωνεῖται διὰ τὸ μετηλλάχθαι τῆς ἀγεννησίας, ὅτι ἐξ οὐκ ὄντων κεκλήρωται τὸ εἶναι. ἡ δὲ τριὰς ἔχει τὸ ἀεὶ εἶναι καὶ οὐχ ἕτερον τὸ θεὸς καὶ ἕτερον τὸ ἀγέννητος.
Συνομολογεῖς δέ, Ἀέτιε, τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι εἰρωνείᾳ, καὶ οὐκ ἀληθείᾳ. πᾶν γὰρ τὸ γεννητὸν οὐ κτιστὸν καὶ τὸ κτιστὸν οὐ γεννητόν. εἰ δὲ τὸ γεννητὸν κτιστόν, κατ᾽ ἄλλον τρόπον ἐστὶ κτιστόν, ὡς οἷόν ἐστιν εἰπεῖν, ἄνθρωποι γεννῶσιν ἀνθρώπους, ἀλλ᾽ οὐ κτίζουσιν, αὐτοὶ δὲ ἄνωθεν ἐκ θεοῦ εἰσι κεκτισμένοι· διὸ αὐτοῖς τὰ μὲν γεννώμενα γεγέννηται, παρὰ θεοῦ δὲ τὰ πάντα κέκτισται. θεοῦ δὲ ὄντος ἀκτίστου, γεννήσαντος δὲ ἑαυτῷ υἱὸν καὶ οὐ κτίσαντος, οὐχ ἕτερον γεννᾷ παρὰ τὴν αὐτοῦ οὐσίαν. πῶς οὖν ἔσται τὸ ἐξ αὐτοῦ γέννημα κτιστόν, τοῦ πατρὸς ἀκτίστου ὑπάρχοντος; εἰ δὲ κτιστὸν παρ᾽ αὐτῷ τὸ γέννημα, οὐκέτι γέννημα καλεῖται. καὶ πολλή ἐστι πρὸς τὴν τοιαύτην τῆς ἀτοπίας ὑπόνοιαν ἀντιλογία. ἀπρεπὲς δὲ καὶ θεῷ τὸ εἶναί ποτε ἄνευ υἱοῦ, ὕστερον δὲ καλεῖσθαι πατέρα μετὰ υἱόν· καὶ ἀπρεπὲς τῷ υἱῷ τὸ εἶναι πρὸ αὐτοῦ χρόνον· ἔσται γὰρ ὁ χρόνος μείζων τῆς αὐτοῦ μεγαλειότητος. συμπρεπόντως δὲ πατρὶ τὸ ἀεὶ ἔχειν ἐν ταυτότητι τῶν ἀξιωμάτων τὸ ἀνέκλειπτον καὶ ἀΐδιον. καὶ ὅτι πρὸ θεοῦ οὐδὲν ἦν, δῆλον τοῦτο. τὸ θεὸς τοίνυν, ὡς ἔφη Ἀέτιος, καὶ τὸ ἀγέννητος ταυτόν ἐστι δηλοῦν, καί πως ἑαυτοῦ καταπλέκων κατηγορεῖ μᾶλλον [δὲ] ἤπερ συνίσταται. εἰ γὰρ σὺν θεῷ τὸ θεός, ὡς καὶ ἔστι, καὶ τὸ ἀγέννητος προσίεται τὸν γεννητὸν υἱόν· ἔχει γὰρ συμπεριειλημμένως τὸ θεός.
συνεκφωνεῖται δὲ τῷ πατρὶ ἀπὸ τοῦ θεὸς καὶ ἄκτιστος καὶ σὺν πατρὶ τιμώμενος θεὸς λόγος, κἄν τε τῷ Ἀετίῳ τοῦτο μὴ παρίσταται, τῶν πάντων κτισμάτων υἱῷ προσκυνούντων καὶ «πάσης γλώσσης ἐξομολογουμένης ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός», ᾧ ἡ δόξα, πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Τοῦ Ἀετίου ἐν τῷ τέλει τὸ ἐρρῶσθαι. 54. 〈λζ〉. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι᾽ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἀνατροπή. Καὶ ἐπὶ τῷ τέλει ὁ Ἀέτιος γράφων τῷ ἑαυτοῦ θιάσῳ, οἷς ἔφη «ἀθληταῖς τε καὶ ἀθλητρίαις», οὐκ ἀπελίπετο τῆς τοιαύτης τῶν λόγων μοχθηρίας, ἀλλὰ καὶ ἐν τῷ ἐρρῶσθαι ἀπέδειξεν αὐτοῦ τῆς διδασκαλίας τὸ ἀλλότριον. φάσκει γὰρ «ἐρρωμένους ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός», οὐ συνιδὼν ὅτι ἐν ἑνὶ λόγῳ ἔλυσε τὸ πᾶν τῆς αὐτοῦ ὑποσπορᾶς τοῦ ζητήματος. φήσας γὰρ ἐν τοῖς ἀνωτάτω κεφαλαίοις περὶ ἀγεννήτου θεοῦ, οὐ προεῖδε * καὶ ὅτι οὔτε ἑαυτὸν ἐποίει, ἐνταῦθα αὐτογέννητον ἡμῖν παρεισάγων. πᾶσα δὲ 〈κακὴ〉 διάνοια ἐν λήθῃ ἑαυτῆς γίνεται, ὅπως φωραθείη. εἶτά φησιν, «ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθείς». κατὰ δὲ τὸν αὐτοῦ λόγον καὶ διάνοιαν ἢ ἀναιρεῖ τὸ εἶναι [τὸν] υἱὸν 〈τὸ〉 θεός, καὶ μάτην συκοφαντεῖ τὸ ὄνομα, Χριστιανὸς τὸ ὄνομα καλεῖσθαι 〈βουλόμενος〉, ἢ ὅτι θεὸν μὲν ἔχει τὸν υἱόν, ἀλλ᾽ οὐκ ἀληθινόν, καὶ ἔσται αὐτῷ εἷς θεὸς ἀληθινὸς καὶ εἷς οὐκ ἀληθινός.
κατὰ δὲ ὑπόβασιν ἕνα ὑφ᾽ ἑνὸς εὑρίσκων, ἔτι καὶ τὸ ἅγιον πνεῦμα ἐν μικροτέρᾳ καὶ ἀποδεούσῃ τάξει τάττων, ἢ ὅτι μικρότερον πάλιν θεὸν ἕξει ἢ τῇ τριάδι μὴ συναριθμῶν τοῦτο, ἔσται παντάπασιν ἀλλότριον Χριστιανῶν τὸ ἐλεεινὸν ἀνθρωπάριον καὶ λοιπὸν Ἕλλην ἀποκηρυχθείη τελειότατος καὶ Σαδδουκαῖος τῷ ἀριθμῷ, ἀλλότριος μὲν τοῦ πνεύματος τοῦ ἁγίου, ὡς καὶ ἔστιν, Ἕλλησι δὲ συγκρινόμενος τῇ μερίδι, ἕνα μὲν θεὸν φάσκων μέγαν καὶ ἕνα μικρόν, ἕνα ἀληθινὸν καὶ ἕνα οὐκ ἀληθινόν, ὡς Ἕλληνες ὁμολογοῦσιν, ἕνα μέγαν θεόν, τοὺς δὲ ἄλλους μικροὺς ὀνομάζοντες, τῆς θείας γραφῆς αὐτὸν σαφῶς ἐλεγχούσης, καὶ περὶ πατρὸς μὲν λεγούσης ὡς «ὁ θεὸς ἀληθινὸς» καὶ περὶ υἱοῦ τὸ «θεὸς» ὡσαύτως, καὶ περὶ πατρὸς τὸ «φῶς ὁ θεός», περὶ δὲ υἱοῦ «ἦν τὸ φῶς τὸ ἀληθινόν», καὶ περὶ ἁγίου πνεύματος ὅτι «τὸ πνεῦμα τῆς ἀληθείας». ἀληθινῶς τοίνυν ἡμῖν ἡ τριὰς καταγγέλλεται ἐν «σοφίᾳ καὶ βάθει πλούτου».
Εἶτα πάλιν ἀκολούθως φησὶ καὶ «ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ», καὶ οὐκ ᾐδέσθη ἀπαξιώσας τὸν μονογενῆ θεοῦ ὀνόματος, ἀλλὰ μόνον ψιλῇ τῇ λέξει κέχρηται, ὡς ἐν τοῖς ἀνωτάτω ὡμολόγησε κεφαλαίοις, ἕως ψιλῆς ὀνομασίας νέμων τῷ υἱῷ τὸ γέρας τοῦ ὀνόματος. λέγει δὲ «πρὸ αἰώνων ὑποστάντα ἀληθῶς καὶ ὄντα ἀληθῶς γεννητῆς ὑποστάσεως»· «διατηρήσει» δέ φησιν «ἀπὸ τῆς ἀσεβείας». εἴωθε δὲ πᾶσα φαύλη γυνὴ τοὺς αὐτῆς τρόπους ἄλλοις προλαμβάνειν τε καὶ ἐπιφημίζειν. οὐχ ὁρῶν γὰρ εἰς ὅσα ἠσέβησεν ἑαυτὸν εὐσεβῆ νομίζει, ὡς οἱ τὴν παραπληξίαν κεκτημένοι νομίζουσι μὲν ἑαυτοὺς ἐν φρονήσει εἶναι, τοὺς δὲ ἄλλους φρενιτιῶντας. ἐνταῦθα δὲ «ἐν Χριστῷ Ἰησοῦ» 〈θέμενος〉 οὐδὲ «τῷ κυρίῳ ἡμῶν» ἐτόλμησεν ἀποδοῦναι, ἀλλ᾽ εἰρωνικῶς «τῷ σωτῆρι ἡμῶν» ἔφησεν. καὶ φησὶ «δι᾽ οὗ πᾶσα δόξα τῷ 〈θεῷ καὶ〉 πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». καὶ αὐτὸ δὲ τὸ εἰπεῖν «πᾶσα δόξα» ὅπως περιάροι τὸν υἱὸν ἀπὸ τῆς τιμῆς τε καὶ δόξης· οὗ οὐδεὶς ἀνέξοιτό ποτε τῶν εὐσεβῶν καὶ ἐκ πνεύματος ἁγίου τὴν δωρεὰν τῆς ἀληθινῆς πίστεως εἰληφότων.
Ταῦτα δὲ πάντα διαλαβόντες τὰ ὑπὸ τούτου τοῦ Ἀετίου εἰρημένα ἐν διαλεκτικῇ τινι τέχνῃ καὶ συλλογιστικῇ ὑπονοίᾳ ἀνθρωπίνης μαγγανείας ἐν κεφαλαίοις 〈λζ〉, † οἷς νουνεχῶς ὑμᾶς ἐντυχεῖν παρακαλοῦμεν. καὶ εὐθὺς μὲν εἴσεσθε, ὦ Χριστιανῶν παῖδες καὶ δοῦλοι Χριστοῦ καὶ υἱοὶ τῆς ἀληθείας, τὴν πᾶσαν αὐτοῦ γηΐνην κενοφωνίαν καὶ ἀλλοτρίαν πνεύματος ἁγίου διδασκαλίαν· ὃς οὐκ ἐτόλμησε κἂν ἐν μιᾷ λέξει μνησθῆναι θείου λόγου ἢ ῥητοῦ τινος παλαιᾶς ἢ καινῆς διαθήκης, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ ἀποστόλων, οὐ τινὸς τῶν πατριαρχῶν μαρτυρίαν παρενέγκαι, οὔτ᾽ αὐτοῦ τοῦ σωτῆρος, οὐ πατρὸς πώποτε, οὐχ ἁγίου πνεύματος ῥῆμα δι᾽ ἀποστόλων εἰρημένον ἢ διὰ προφητῶν, ἵνα παντελῶς αὐτοφώρατος γένηται τοῖς φίλοις τῆς ἀληθείας ὅτι παντάπασιν ἀλλότριος τυγχάνει θεοῦ καὶ τῆς αὐτοῦ πίστεως. νομίζω δὲ καὶ ἱκανῶς ἡμᾶς πρὸς τὰς αὐτοῦ προτάσεις κατὰ τὸ δυνατὸν ἰδιωτικῷ λόγῳ, συστάσει δὲ τῇ ἀπὸ τῶν θείων γραφῶν καὶ αὐτοῦ τοῦ εὐσεβοῦς λογισμοῦ πρὸς αὐτὸν ἀπηντηκέναι. καὶ ἐπειδὴ ἱκανῶς ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς περὶ πίστεως σαφῶς διελέχθημεν, ἀρκετῶς ἡγούμεθα, ἵνα μὴ προσθέντες δυσχέρειάν τινα περὶ τὴν ἀνάγνωσιν περισσοτέραν ἐργασώμεθα.
Ὀλίγα δὲ πάλιν ἐξ ὧν αὐτὸς ἀρθεὶς τὴν διάνοιαν μετὰ τὴν ἀλλόκοτον αὐτοῦ πίστιν καὶ εἰς Χριστὸν καὶ εἰς τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀπέχθειαν *, ὅσα ἐτόλμησε τὸ αὐτοῦ στόμα καὶ τῶν ὑπ᾽ αὐτοῦ μεμαθητευμένων * καὶ ἐν θράσει εἰς ὕψος ἆραι τὴν διάνοιαν καὶ ὑπέρογκα βλασφημῆσαι, αὖθις ἐπιλαβόμενος συντόμως λέξω.
Οὗτος γὰρ ἐφαντάσθη καὶ οἱ ἀπ᾽ αὐτοῦ ὑπὲρ πάντα ἄνθρωπον οὐκ ἐπὶ τῷ εἰδέναι τὸν θεὸν κατὰ πίστιν, ἀλλὰ φύσει κατὰ εἴδησιν, ὡς καὶ ἄνω που ὑπέμνησα φασκόντων αὐτῶν οὐχ ἁπλῶς εἰδέναι τὸν θεὸν ἐν γνώσει πίστεως, ἀλλ᾽ ὡς ἐὰν γινώσκῃ τις πᾶν ὁρατὸν καὶ χερσὶν αὐτοῦ ψηλαφώμενον, ὡς εἴ τις λάβοι μετὰ χεῖρας λίθον ἢ ξύλον ἢ ἄλλης τινὸς ὕλης ἐργαλεῖον, οὕτως ἔφη καὶ οὗτος ὁ γεννάδας ὅτι οὕτως οἶδα τὸν θεόν, ὥσπερ ἐμαυτόν, καὶ οὐ τοσοῦτον οἶδα ἐμαυτὸν ὡς τὸν θεόν. λοιπὸν δὲ τὸ μωρὰ λέγειν καὶ ἀκούειν πολλοῖς μέν ἐστιν εἰς ἀπάτην, τοῖς δὲ συνετοῖς εἰς χλεύην. τίς γὰρ τῶν φρενοβλάβειαν ἑαυτοῖς κεκτημένων καὶ μεμηνότων οὐ δύναται καὶ ἄλλους ἐκμαίνειν, καὶ μάλιστα τοὺς συνεπομένους καὶ ὑπακούοντας;
εἰ γάρ τις ἠρώτησεν αὐτὸν καὶ τοὺς ἀπ᾽ αὐτοῦ· μή μοι διήγησαι θεὸν εἰδέναι τὸν ἀσύγκριτον καὶ ἀκατάληπτον, τὸν κατὰ τὸ εἶδος μὲν μὴ καταλαμβανόμενον, πίστει δὲ γινωσκόμενον τοῖς αὐτοῦ δούλοις, ἀλλὰ διήγησαί μοι τοὺς πυθμένας τῆς γῆς, τὰ ταμιεῖα τῆς ἀβύσσου, τὰς φλέβας τῆς θαλάσσης, Ἅιδου τὸν τόπον, ἀέρος τὰ μέτρα, οὐρανῶν τὸ εἶδος καὶ τὰ πάχη, τί τὸ ἄκρον τῶν ἄνω, τί τὸ τέρμα τῶν κάτω, τί ἐν δεξιᾷ, τί ἐν εὐωνύμοις τῆς κτίσεως, τῆς ἑαυτοῦ πλάσεως τὸ διήγημα, τῶν ἐπὶ γῆς ἀμυθήτων τὸν ἀριθμὸν καὶ τὰ μέτρα, λοιπὸν ταῦτα ἀκούσαντες, ὡς ἠκούσαμεν παρὰ τῶν ὑπ᾽ αὐτοῦ ἠπατημένων, εἰς σοφιστικὰς προφάσεις παρεκκλίναντες εἰρωνείᾳ λοιπὸν λέγουσιν 〈οἱ〉 ἀπ᾽ ἐκείνου μεμαθηκότες ὅτι πάντα ταῦτα [τὰ] σωματικά [καὶ] ἐστι καὶ οὐ δυνάμεθα εἰδέναι· τὸν θεὸν δὲ τὸν αὐτὰ πεποιηκότα οἴδαμεν σαφῶς ποταπός ἐστι καὶ πῶς ἐστι καὶ οἷός ἐστι καὶ τίς ἐστι. τίς δὲ ἀκούσας ταῦτα οὐκ ἂν καταγελάσειεν εὐθύς;
εὔηθες γάρ ἐστι τὸ ὅλον ὅτι τὸν τεχνίτην καὶ ἀσύγκριτον καὶ ἀνεκδιήγητον λέγει εἰδέναι καὶ ἠκριβωκέναι (καὶ εἴθε ἔλεγε τῇ πίστει εἰδέναι καὶ ἠκριβωκέναι, ἀλλὰ μὴ κατὰ εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα καὶ τολμῶσι λέγειν), τὰ δὲ ὑπ᾽ αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου διὰ τὸ κατὰ τὸ εἶδος * δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι φάσκει αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι, μάλιστα πάντη τῶν θείων γραφῶν σαφῶς περὶ θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι καὶ ἀκατάληπτον καὶ ἀπερινόητον, μόνον δὲ πίστει ἐν ἀληθείᾳ γινωσκόμενον ὅτι «ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται».
Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ θεοῦ δόξης πίστεώς τε καὶ ἀγάπης καὶ ἀκαταληψίας δοξαζόντων ὅτι ἡμεῖς οἴδαμεν θεὸν ἀκατάληπτον, θεὸν ἀόρατον, ἀνεκδιήγητον, οἴδαμεν δὲ αὐτὸν ὄντως ὄντα [δὲ] ἀόρατον καὶ ἀκατάληπτον, ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων *· τίνι οὖν ἐοίκατε καὶ ἡ ὑμῶν πίστις; παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ καὶ κωφῇ καὶ ἀλάλῳ, ἥτις ὅτι μὲν πέφθαρται πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν, ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς οὐκ ἀκούει ἵνα μάθῃ καὶ οὔτε ἑώρακε τὸν φθείραντα διὰ τὸ τετυφλῶσθαι οὔτε ἀπαγγεῖλαι δύναται διὰ τὸ ἄλαλον· ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ μῦθον κατὰ τὸ γεγραμμένον «ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο» καὶ τὰ τούτοις ὅμοια. αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα καὶ μέλανος, κυανοῦ τε καὶ πρασίνου καὶ πυρροῦ καὶ τῶν ἄλλων διαφόρων χρωμάτων, φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος οὐδ᾽ ὅλως δύναται αὐτὸ ἑρμηνεῦσαι διὰ τὸ ἀπ᾽ ἀρχῆς αὐτὸν τυφλὸν γεννηθῆναι καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν καὶ τὸ εἶδος.
ἑκάστου γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως δι᾽ ὁρατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ φράσεως τῷ μὴ γινώσκοντι ἀπ᾽ ἀρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι. ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι καὶ εἰδότες ἀντιπαρατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον καὶ πορφύρεον, [τε] κοκκηρόν τε καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι [δὲ] ἀφ᾽ ἡμῶν τὴν ποιότητα τοῦ εἴδους καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν οὔτε ἀφ᾽ ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθουσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλεον περὶ τῆς διακρίσεως, * κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι. οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ θεοῦ καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς τῆς ἀλάλου καὶ κωφῆς καὶ τυφλῆς παρθένου τὴν φθοράν, αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν πεφθαρμένος μᾶλλον καὶ τὴν ἀγνωσίαν ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ θεοῦ, λόγοις δὲ ἀπεικάζων * λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ᾽ αὐτοῦ μεμαθητευμένους παρασκευάσας· οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον.
βλασφημοῦσι μὲν οὖν προφητῶν ὀνόματα καὶ ἀποστόλων, ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑποπιέζωνται, εὐθὺς ἀποτρέχοντες καὶ ἀποπηδῶντες καὶ λέγοντες· τοῦτο ὁ ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δέ· τί μοι φέρεις τὰ τῆς παλαιᾶς διαθήκης; οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα ὅτι «εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;» εἰ γοῦν αὐτὸν τὸν κύριον καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ καὶ ἀποστόλους; ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ᾽ αὐτοῦ μεμαθητευμένοι καὶ ὁ τούτων διάδοχος, Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο περιὼν τῷ βίῳ μέγα κακόν, * τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπτισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ᾽ αὐτῶν τῶν Ἀρειανῶν. ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα θεοῦ ἀκτίστου καὶ εἰς ὄνομα υἱοῦ κεκτισμένου καὶ εἰς ὄνομα πνεύματος ἁγιαστικοῦ καὶ ὑπὸ τοῦ κεκτισμένου υἱοῦ κτισθέντος. ἵνα δὲ τὸ πᾶν κυβείας καὶ θυμέλης καὶ σκηνῆς [τὸ] ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ᾽ αὐτῶν καταγγελλομένη, ἀλλὰ σχεδὸν εἰπεῖν μίμων ἐργαστήριον, διεβεβαιώσαντό τινες ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, τοὺς πόδας ἄνω καὶ τὴν κεφαλὴν κάτω.
καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι μὴ ἀποπηδῆσαι τῆς ἀπ᾽ αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι.
Ταῦτα δὲ 〈τὰ〉 εἰς ἡμᾶς ἐλθόντα 〈περὶ〉 Ἀετίου καὶ τῶν αὐτοῦ μαθητῶν, οἷστισι τινὲς Ἀνομοίου ἐπέθεντο ὄνομα διὰ τὸ ἔτι περισσότερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὸν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν θεῷ διεξελθόντες ὥσπερ πολύπουν σκολόπενδραν καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ καταπατήσαντες καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν, ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πληρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος καὶ βραχύτητος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.