Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Οι Διμοιρίτες (Απολλιναριστές) και τα χριστολογικά ζητήματα
Αναίρεση της διδασκαλίας του Απολλιναρίου Λαοδικείας περί της απουσίας ανθρώπινου νου στον Χριστό και υπεράσπιση της τέλειας ενανθρωπήσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι Διμοιρίτες (Απολλιναριστές) και τα χριστολογικά ζητήματα
Αναίρεση της διδασκαλίας του Απολλιναρίου Λαοδικείας περί της απουσίας ανθρώπινου νου στον Χριστό και υπεράσπιση της τέλειας ενανθρωπήσεως.
Κατὰ Διμοιριτῶν τῶν ὑπό τινων 〈Ἀπολιναριτῶν〉 κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, 〈νζ〉, τῆς δὲ ἀκολουθίας 〈οζ〉. 1. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ ἐφύη τις ἀλλοτρία τῆς πίστεως λέξις, ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν, ἀλλ᾽ ἵνα μὴ * ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν καὶ πολεμῶν ὡς εἰπεῖν διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυμασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διὰ τινῶν τῶν ἐπ᾽ ἄκρον βίου θαυμαζομένων καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας ἀεὶ καταγγελλομένων *. καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονήσαντος ἀπ᾽ ἀρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνοντος, ὡς καί που 〈ὑπό〉 τινων σοφῶν εἴρηται ὅτι φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἄλυπον μὴ ἐάσῃ, ἀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην.
ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ᾽ ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας καὶ λέγειν ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ κύριος ἡμῶν καὶ ψυχήν, νοῦν δὲ οὐκ ἔλαβε τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμαθηκότες ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι καὶ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ οὐδὲν πλέον ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι καὶ λύπην καὶ ζημίαν τῆς ἀπ᾽ ἀλλήλων γλυκύτητος καὶ ἀγάπης. τὴν γὰρ τῶν θείων γραφῶν ἀκολουθίαν καὶ εὐθύτητα καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν παρέντες σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ᾽ ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας προσέχοντες μύθοις καὶ κενοφωνίαις». 2. Ὁ πρεσβύτης καὶ σεμνοπρεπής, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς καὶ τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολινάριος ὁ ἀπὸ Λαοδικείας, οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγόμενος.
καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ᾽ αὐτοῦ μεμαθητευμένων ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρεισήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες, ἕως τἀκριβὲς ἐπιγνῶμεν. ἐλέγομεν γὰρ τοὺς παῖδας τοὺς ἀπ᾽ αὐτοῦ πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς καὶ συνετοῦ καὶ διδασκάλου 〈εἰρημένα〉, ἀφ᾽ ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ᾽ αὐτοῦ μεμαθηκότας. πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς τοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἀμφεβάλλετο· τινὲς μὲν γὰρ αὐτῶν ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι. ἐπιμένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο· ἄλλοι γὰρ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο. τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν καὶ τὰ ἀνατολικὰ μέρη εἰς πολλὴν ταραχὴν κατέστησαν, δι᾽ οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι καὶ ἀναθεματίσαι τοὺς τοιούτους. ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντίγραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη, δι᾽ ἣν αἰτίαν τῶν ὑπομνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιμεμψάμενος τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι.
σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταὐτῷ καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. καὶ ἔστι τόδε·
Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου. 3. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς ἁγίας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν διαφόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς μὲν ἔτι κρυπτομένους καὶ φρονοῦντας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ καὶ Οὐρσάκιον καὶ Οὐάλεντα 〈καὶ〉 Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφί, ὡς ἀπὸ ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι᾽ ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ᾽ ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες ἀκούοντες «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων,» μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ † ἁγίου πνεύματος διδασκαλίαν.
εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον «τὸν μὲν πλησίον ποτίζουσιν ἀνατροπὴν θολεράν», λογομαχοῦσι δὲ ἐπ᾽ οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων. 4. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφειλον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτά ποτε; τίς δὲ ὁ διδάξας ἢ μαθών; «ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος κυρίου καὶ νόμος θεοῦ ἐξ Ἱερουσαλήμ.» ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος Ἅιδης ἐξηρεύξατο 〈ὁμοούσιον εἰπεῖν 〈τὸ〉 ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι〉 ἢ ὅτι 〈ὁ λόγος εἰς σάρκα καὶ ὀστᾶ καὶ τρίχας καὶ ὅλον σῶμα μεταβέβληται καὶ ἠλλάγη τῆς ἰδίας φύσεως〉; τίς δὲ ὅλως ἤκουσε παρὰ Χριστιανῶν ὅτι 〈θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ υἱὸς〉 ἢ τίς τοσοῦτον ἠσέβησεν ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν ὅτι 〈ἡ θεότης αὐτοῦ ἡ ὁμοούσιος τῷ πατρὶ αὐτὴ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονε〉 καὶ 〈τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας〉; τίς δὲ ἀκούων ὅτι 〈οὐκ ἐκ Μαρίας, ἀλλ᾽ ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος〉, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα;
τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν ὅτι 〈ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ〉; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν 〈μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη〉; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ 〈ὁ ἐκ Μαρίας προελθὼν〉 κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματος Δαυίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; τίνες ἄρα οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν 〈τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός〉; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες 〈εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν, ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ᾽ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ υἱόν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός〉; ἢ πῶς Χριστιανοὶ εἶναι 〈δύνανται〉 οἱ λέγοντες 〈ἄλλον τὸν υἱὸν εἶναι καὶ ἄλλον εἶναι τὸν τοῦ θεοῦ λόγον〉; 5.
Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα, πρὸς ἀσέβειαν βλέπουσαν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ. ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσι. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ᾽ ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ καὶ καλὸν εἶναι ἕως τούτων τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν—τὰ γὰρ οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλέον καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας οὐδὲ ταῦτα οἱ πατέρες ἐφρόνησαν—ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγων μνημονεῦσαι.
τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν. 6. Πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ 〈ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος〉; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ᾽ αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός. καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον 〈καὶ〉 ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα ἤ, εἰ βούλεσθε τέκνα τῶν πατέρων εἶναι, μὴ φρονεῖτε παρ᾽ ἐκεῖνα ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες καὶ αὐτοὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασι καί, εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάσκοντες 〈εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως〉;
ὥρα γὰρ εἰπεῖν ὑμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε; ὁμοούσιον μὲν λέγοντες τὸν λόγον τῷ σώματι ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ᾽ ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. ἀλλ᾽ οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται. 7. Ἀλλ᾽ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο. «σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται», ὡς εἶπεν ὁ ἀπόστολος· «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι» καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ.
καὶ ταύτην ὁ μὲν Ἠσαΐας προφητεύων ἐδείκνυε λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται», ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ «πρὸς παρθένον μεμνηστευμένην ἀνδρί», ἵν᾽ ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. καὶ τοῦ «τίκτειν» μνημονεύει ἡ γραφὴ καί φησιν «ἐσπαργάνωσε», καὶ «ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε», καὶ προσηνέχθη θυσία, ὡς «διανοίξαντος» τοῦ τεχθέντος «τὴν μήτραν». ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα. καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς «τὸ γεννώμενον» ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη, ἀλλ᾽ «ἐκ σοῦ», ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρθένου φέρειν γάλα μὴ τεκούσης καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ «περιτμηθὲν ὀκταήμερον»· τοῦτο Συμεὼν «εἰς τὰς ἀγκάλας ἐδέξατο»· τοῦτο γέγονε «παιδίον καὶ ηὔξησε» δωδεκαετὴς γενόμενος καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, 〈ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη〉, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», τοῦ δὲ Παύλου γράφοντος «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας».
ἀλλὰ ἐν τῷ 〈περιτμηθέντι〉 σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ 〈ἐν ξύλῳ καθηλωθέντι〉 καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν ἐν τῷ μνημείῳ τεθέν, ὅτε αὐτὸς «ἐπορεύθη κηρῦξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ὡς εἶπεν ὁ Πέτρος. (8.) ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου. αὐτὸ γὰρ ἂν ἐπορεύθη δι᾽ ἑαυτοῦ τὸ σῶμα κηρῦξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύμασι. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρῦξαι, τὸ δὲ σῶμα «εἰλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο» ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ «τοὺς τύπους τῶν ἥλων», οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ σώματι τῷ ἰδίῳ καὶ δυνάμενος κωλύειν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια, ὡς ἑαυτοῦ, ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέτου, ὡς αὐτὸς πάσχων ἔλεγε «τί με δέρεις;» καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγε «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων». ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος δυνηθῶμεν μετασχεῖν.
καὶ ἦν παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα ἔσχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». 9. Οὐ 〈θέσει〉 δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλὰ ὄντως ἀνθρώπου ἀληθείᾳ γενομένου τοῦ σωτῆρος, ὅλου τοῦ ἀνθρώπου σωτηρία ἐγένετο. εἰ γὰρ θέσει ἦν 〈ἐν〉 τῷ σώματι ὁ λόγος κατ᾽ ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία γέγονεν ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ᾽ ὅλου τοῦ ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἐν αὐτῷ ἡ σωτηρία γέγονεν. ἀνθρώπινον ἄρα 〈φύσει〉 τὸ ἐκ 〈Μαρίας〉 κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν σῶμα τοῦ σωτῆρος. ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταυτὸν ἦν τῷ ἡμετέρῳ. ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν.
καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψεν ὁ Λουκᾶς. μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ᾽ ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν «ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατε καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ὑπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας». ἐξ ὧν καὶ ἐλέγχεσθαι πάλιν δύνανται οἱ τολμήσαντες εἰπεῖν εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπε, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ᾽ ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ᾽ αὐτὸς εἰς ταῦτα καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ. 10. Τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν.
τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῆς θεότητος, ἀλλ᾽ ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ᾽ ἐν σαρκὶ γενομένου—τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον «ὁ λόγος σὰρξ ἐγένετο» ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ ἐν τῷ Παύλῳ «Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα», καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ᾽ ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ᾽ ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ 〈γὰρ ἕως〉 τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ᾽ εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νομίσαντες 〈εἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν〉 αὐτῇ πρὸ τῆς ἐπιδημίας 〈ἀεὶ γεγενῆσθαι〉. παύσονται δὲ καὶ οἱ εἰπόντες 〈μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην〉.
εἰ γὰρ μὴ ἀπέθανε, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις «ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς»; πῶς δὲ καὶ ὅλως ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριῶσι δὲ μεγάλως οἱ ὅλως ἐνθυμηθέντες δύνασθαι 〈ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα〉, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, 〈φασίν〉, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριάς, οὐδὲν ξένον ἐπεισφερομένου εἰς αὐτὴν τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπ〈ιν〉ον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ᾽ οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. 11. Ταῦτα οὕτως λέγοντες οὐ νοοῦσιν ὅπως ἑαυτοῖς περιπίπτουσι. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλὰ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον, ὅπερ ὑπεκρίνοντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσι τοῦτο, κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς γὰρ υἱός, ὢν κατ᾽ αὐτοὺς ὁμοούσιος τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς πατήρ, ἀλλὰ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτως τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ᾽ ἕτερον πρὸς τὸν λόγον. ἑτέρου δὲ ὄντος ἔσται κατ᾽ αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς· οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην ἀλλ᾽ ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες;
πάλιν γὰρ καὶ ἐν ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ [δὲ] διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης 〈διὰ〉 τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσθήκην λαμβάνειν· καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ᾽ ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ᾽ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ᾽ ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ 〈τῷ〉 ἀνθρωπίνῳ προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως. ἀπὸ θνητοῦ γέγονεν ἀθάνατον καὶ ψυχικὸν ὂν γέγονε πνευματικὸν καὶ ἐκ γῆς γενόμενον τὰς οὐρανίους διέβη πύλας· ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν, οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν, ἀλλὰ ἀεὶ τελεία ἐστὶ καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ κηρύττεται εἷς θεὸς ὁ τοῦ λόγου πατήρ. 12. Ἐκ δὲ τούτου σιωπήσουσι λοιπὸν καὶ οἱ ποτὲ εἰπόντες 〈τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν τὸν Χριστὸν καὶ κύριον καὶ θεόν〉.
εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἀπὸ Μαρίας ἐκλήθη «Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός»; πῶς δὲ καὶ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν»; οὐκοῦν ὁμολογείτωσαν οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι πάσαις ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν «ὁ κύριός μου καὶ ὁ θεός μου». θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο ἥλιος ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότασε τὴν γῆν, αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἔνδυμα δὲ γέγονε τοῦ λόγου, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν ὅτι 〈ὥσπερ ἐφ᾽ ἕκαστον τῶν προφητῶν ἐγένετο λόγος, οὕτω καὶ ἐπὶ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος〉, περιττόν ἐστι γυμνάζειν, φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν.
εἰ γὰρ οὕτως ἦλθε, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ᾽ ὁ τούτου μόνος; διὰ τί δὲ καθ᾽ ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς «ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων» ἐπιδημήσαντος; ἢ διὰ τί, οὕτως ἐλθόντος αὐτοῦ ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπληρωμένου θεότητος καὶ τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ᾽ ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος, οὐ λέγεται ὡς αὐτὸς 〈ἦν〉 ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ᾽ ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται. καὶ τῶν ἄλλων δὲ πάντων λεγομένων μόνον ὅτι ἐτέχθησαν καὶ ἐγεννήθησαν, ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται «καὶ ὁ λόγος σὰρξ ἐγένετο». 13.
Ἐξ ὧν δείκνυται ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος σάρκα ἑαυτῷ λαβὼν προῆλθεν ἄνθρωπος, τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, «κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον καὶ ὁ πατὴρ ἐδείκνυεν ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκομεν προσκυνοῦντες, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ᾽ αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι᾽ οὗ τὰ πάντα γέγονε καὶ ἡμεῖς ἠλευθερώθημεν. διὸ καὶ ἐθαυμάσαμεν πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτως 〈φανερῶν〉 γέγονε φιλονεικία. ἀλλὰ χάρις τῷ θεῷ, ὅσον ἐλυπήθημεν ἐντυγχάνοντες τοῖς ὑπομνήμασι, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πεποίηκε γράψαι τὰ ὀλίγα ταῦτα, λογισάμενον μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς 〈ἐκ τῆς〉 συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν.
ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας, μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν 〈τι〉 πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι, εἰ δὲ ὡς παρὰ ἰδιώτου τῷ λόγῳ μηδὲ κατ᾽ ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. ἔρρωσθε.
Πεπλήρωται. 14. Ἐπεὶ οὖν καὶ ἡ ἐπιστολὴ ἐνετάγη καὶ οὐ μόνον ἐξ ὧν παρ᾽ αὐτῶν ἠκούσαμεν ἢ παρ᾽ ἑτέρων κατὰ τῶν λεγομένων ὡρμήσαμεν γράψαι, [ἀλλὰ] καὶ πᾶσι φανερὸν κατέστη ὅτι οὐδένα ἐσυκοφαντήσαμεν. ἑξῆς δὲ ἐπιλήψομαι τῆς κατ᾽ αὐτῶν ὑποθέσεως, ἵνα ἐκ πανταχόθεν μὴ ὑποληφθῶμέν τισιν ὡς συκοφαντοῦντες τοὺς ἡμετέρους ἀδελφούς, καίτοι γε εὐχόμενος αὐτοῖς καὶ εἰς δεῦρο διορθῶσαι τὰ δοκοῦντα ἡμᾶς λυπεῖν, ἵνα μὴ αὐτοὶ ἡμᾶς ζημιωθῶσι μηδὲ ἡμεῖς αὐτούς. πολλάκις γὰρ τοῦτο ἐπρεσβεύσαμεν καὶ παρεκαλέσαμεν καὶ ἔτι ἐπιμένομεν παρακαλοῦντες, ἆραι τὴν φιλονεικίαν καὶ ἀκολουθῆσαι τῷ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ πατέρων θείῳ θεσμῷ καὶ ὁμολογίᾳ τῆς πίστεως τῆς ἀπεριέργου καὶ ἑδραίας καὶ ἀμετακινήτου καὶ δικαιοτάτης ἐν πᾶσιν.
Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν. καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γάρ φαμεν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» καὶ παντί τῳ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ λέγοντι καὶ νοοῦντι. ἡμεῖς δὲ εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὥσπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, * παρ᾽ αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα, ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν *, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα *. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβε καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ᾽ αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον *. 15. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες «τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ τῶν συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ», ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὡς ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Οὐαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον ἤπερ ἀληθεύουσιν.
ἐπὰν ἀκούσωσι παρ᾽ ἡμῶν ὅτι ἔσχε Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τὰ ἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα, δῆθεν πάλιν βουλόμενοι σοφιστικῶς τι Χριστῷ χαρίσασθαι, κατὰ τὸν Οὐαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, * τοὺς ματαίους λόγους. λέγουσι γάρ· ὅταν Χριστοῦ ὁμολογήσωμεν 〈σῶμα〉 τελείως τὰ πάντα * † περιέργως· γέγραπται περὶ τῶν τοιούτων τῶν «περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων». πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· οὐκοῦν χρείαν ἔσχε τῶν κατὰ τὴν σαρκὸς συνήθειαν ἢ τῶν πρὸς ἐκτοπισμὸν ἢ τῶν πρὸς ἀφεδρῶνα ἢ τῶν ἄλλων· ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνει καὶ ληρώδη μᾶλλον, ὥς φησιν ὁ προφήτης «τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» περὶ τίνος γὰρ τῶν ἁγίων, καίτοι γε ἀνθρώπων ὄντων τῶν προφητῶν καὶ οὐ θεῶν, καὶ εὐαγγελιστῶν καὶ λοιπῶν τῶν ἐκ ψυχῆς καὶ σαρκὸς ὄντων, καθ᾽ ἡμᾶς δὲ ὄντων καὶ μὴ ἀμφιβαλλομένων, ἐγράφη περὶ τῶν τοιούτων πραγμάτων; ποῦ δὲ οὐχὶ μᾶλλον τὰ σεμνότερα ἐπεμαρτύρησε τοῖς ἁγίοις ἡ γραφή, μή τί γε κυρίῳ Χριστῷ. 16.
Λεγέτωσαν δὲ ἡμῖν οἱ ἐκθαμβηταὶ τῶν προβάτων καὶ πτύρται τῶν περιστερῶν καὶ σοβηταὶ τῶν τοῦ Χριστοῦ ἀρνίων τε καὶ θρεμμάτων, ποῦ παρεσκευάσθη Μωυσῆς τὴν τεσσαρακονθήμερον; ποῦ τὰ πρὸς χρείαν ἐποιεῖτο Ἠλίας ἐν τῷ Χορρὰ χειμάρρῳ, ὁπηνίκα ἄρτον μὲν τὸ πρωϊνὸν ἤσθιε, κρέα δὲ τὸ δειλινὸν ἀπὸ τῆς τῶν κοράκων παρακομιδῆς διὰ θεοῦ προστάγματος; ἠλίθιον γὰρ ἦν τὸ τὴν γραφὴν περὶ τούτων λέγειν, ὡς νῦν τούτοις ἠλίθιον τὸ ἐξετάζειν. τίς γὰρ ὠφέλεια ἐν τοῖς τοιούτοις; ἢ τί τὸ χρήσιμον ἀλλ᾽ ἢ μόνον εἰς ἀπιστίαν, τῆς προλήψεως προφάσεις διὰ ψυχρολογίας καὶ ἀνατροπῆς ματαίας ἔχον; λεγέτωσαν δὲ πάλιν ἡμῖν, τίνι τῷ λόγῳ ὅτε ἠθέλησεν ὁ θεὸς ἐποίησε τῶν υἱῶν Ἰσραὴλ ἐν τεσσαράκοντα ἔτεσι μήτε τὰς τρίχας κομῆσαι μήτε τὰ ὑποδήματα παλαιωθῆναι μήτε τὰ ἱμάτια κατατριβῆναι ἢ ῥυπανθῆναι. μὴ ἄρα καὶ οὗτοι ἀπ᾽ οὐρανοῦ ἐληλύθεισαν; μὴ θεοὶ οἱ τοιοῦτοι ὑπῆρχον; καίτοι γε οὐκ ἐν ἐπαίνοις ὑπάρχοντες, ἀλλ᾽ ἐν πολλοῖς θεὸν παραζηλώσαντες· μὴ οὐκ ἦσαν ὁμοιοπαθεῖς ἡμῖν; ἀλλ᾽ ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰ πάντα ἐν αὐτῷ δύναται καὶ ἐγχωρεῖ γίνεσθαι καὶ μὴ γίνεσθαι.
ἵνα γὰρ μή τινες εἰς ἐκείνους πάλιν λογίσωνται τὰ ὑπὲρ φύσιν διὰ τὰ αὐτοῖς ἐν θαυμασμῷ γινόμενα παρὰ θεοῦ, τουτέστιν ὅτι τρίχες οὐκ ἐκόμων καὶ ἱμάτια οὐκ ἐπαλαιοῦντο καὶ τὰ ἄλλα, καὶ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» εἰς ἡμῶν χάριν ἀσφαλισάμενον τὸ θεῖον γράμμα φησί «λαβέτω ἕκαστος πάσσαλον σιδηροῦν ἐν τῇ ζώνῃ ἑαυτοῦ, ἵν᾽ ὅταν εἰς τόπον καθιζάνῃ, σκάψῃ καὶ χώσῃ τὴν ἰδίαν κόπρον, ὅτι λαὸς ἡγιασμένος ἐστὲ καὶ κύριος ἐνδημεῖ εἰς μέσον τῆς παρεμβολῆς». εἰς τοῦτο δὲ καὶ ἱστορίαν παῖδες Ἑβραίων παραφέρουσιν, ὅτι διήρκεσεν αὐτοῖς ὁ τύπος ἄχρι τινὸς καιροῦ ἕως ὅτου ὁ θεὸς ἠθέλησε δεῖξαι ἐν αὐτοῖς τοῦτο τὸ θαῦμα, καίτοι γε αὐτῶν ἐσθιόντων καὶ κρέα καὶ ὀρτυγομήτραν, συμβεβηκέναι αὐτοὺς μήτε τούτου χρείαν ἔχειν. 17. Καὶ εἰ παρὰ τοῖς Ἑβραίοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν δόξαν ἤτοι κατὰ πρόσθεσιν χαριστικῶς 〈μᾶλλον〉 ἤτοι κατὰ ἀλήθειαν τοῦτο ᾄδεται, καίτοι γε αὐτῶν εἰδότων ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ πρὸς αὐτῶν συνηγορούμενοι [καὶ] φθαρτοὶ καὶ οὐ θεοί, καὶ ἐκ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς, τίς παρὰ τούτων ἀνέξεται ἀκούων τὰ [οὐκ] ἀτόλμητα περὶ Χριστοῦ τοῦ ἄνωθεν ἐλθόντος θεοῦ λόγου καὶ τῆς αὐτοῦ ἐν ἅπασιν ἐνδόξου καὶ ἀληθινῆς ἐνσάρκου παρουσίας; ἐν ᾗ ἐπλήρωσε τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας».
ἐξῆν γὰρ αὐτῷ ἐν ἀληθείᾳ ἔχοντι σάρκα τὴν ἡμετέραν μὴ πράττειν τὰ δοκοῦντα ἡμῖν εὐτελῆ καὶ πράττειν ὁποῖα σεμνὰ ἐτύγχανε καὶ πρέποντα ἀναλόγως τῇ θεότητι, δι᾽ οὗ καὶ οἱ υἱοὶ Ἰσραὴλ οὐκ ἐκόμησαν καὶ τὰ ἱμάτια αὐτῶν οὐκ ἐρρυπάνθη καὶ ταῦτα 〈ἃ〉 κατὰ παράδοσιν αὐτοῖς συμβέβηκεν. ὅτι δὲ καὶ ἱμάτια εἶχεν ἐξ ἀνθρώπων κατεσκευασμένα ἀναμφίβολον· «διεμερίσαντο γὰρ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ ἔβαλον κλῆρον». εἰ δὲ ἱμάτιον ἦν ἐξ ἀνθρώπων, δῆλον ὅτι ἐξ ἐρέας ἦν καὶ ἐκ λίνου· τὰ δὲ ἐκ λίνου καὶ ἐξ ἐρέας γεγενημένα ἄψυχά τινα ἦν καὶ ἀναίσθητα. ἀλλ᾽ ὅτε ἠθέλησε δεῖξαι αὐτοῦ τὸ δυνατὸν τῆς θεότητος, «μεταμορφωθεὶς ἔδειξε τὸ πρόσωπον αὐτοῦ ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡσεὶ χιόνα». «πάντα γὰρ τῷ δυνατῷ δυνατά», εἰς τὸ ὑπὸ θῆξιν παρὰ προσδοκίαν καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄπνοα εἰς δόξαν καὶ φαιδρότητα μετασκευάσαι, ὡς τὴν ῥάβδον Μωυσέως, ὡς τὰ ὑποδήματα τῶν υἱῶν Ἰσραήλ. πᾶσι γὰρ ὡμολόγηται ὅτι οἱ ἅγιοι ἀπόστολοι ἄνθρωποι ἦσαν, φθαρτοὶ τὰ σώματα ὡς ἡμεῖς, ἄφθαρτοι δὲ διὰ τὴν ἐνοικήσασαν αὐτοῖς θεοῦ δόξαν, καὶ σκιὰ μὲν Πέτρου πάντας τοὺς προσφερομένους ἔχοντας ἀσθενείας ἰᾶτο καὶ σουδάρια καὶ σιμικίνθια τῶν ἱματίων Παύλου δυνάμεις ἐργάζονται. 18.
Καὶ πῶς οὗτοι θεὸν πολυπραγμονοῦσιν αἰσχράς τινας ὑπονοίας τεκταινόμενοι, περὶ ὧν οὐδεμία χρεία γεγένηται πώποτε πρὸς διαλογήν, οὐ προφήτῃ, οὐκ εὐαγγελιστῇ, οὐκ ἀποστόλῳ, οὐ συγγραφεῖ; ὅσα γὰρ τοιαῦτα οὗτοι λέγουσι, κἂν μυρία ἐπέκεινα τούτων κακῶς ὑπονοήσωσιν, οὐκ ἀνατρέψουσι τὴν πατρικὴν ἡμῶν πίστιν, τὴν τῇ ἀληθείᾳ Χριστὸν 〈ἄνθρωπον〉 καταγγέλλουσαν. ἐγεννήθη γὰρ Χριστὸς ἐν σαρκὶ κατὰ ἀλήθειαν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου καὶ εὐθὺς ἀπὸ κυήσεως Ἐμμανουὴλ καλεῖται, ὅ ἐστι θεὸς μεθ᾽ ἡμῶν, οὐκέτι 〈δὲ〉 δεύτερον γεννᾶται. καὶ ἀπέδρα εἰς τὴν Αἴγυπτον τὸ παιδίον μετὰ Ἰωσὴφ καὶ Μαρίας, ἐπειδὴ ἐζήτουν τὴν ψυχὴν τοῦ παιδίου, ὡς δυναμένου αὐτοῦ ἐν σαρκὶ ἀποκτανθῆναι· ἀλλὰ προσεκυνήθη ὑπὸ τῶν μάγων ὡς θεὸς ἀληθινός, ἐν σαρκὶ γεννηθεὶς 〈ἀληθείᾳ〉 καὶ οὐ δοκήσει. καὶ ἀνελθὼν ἀπὸ Αἰγύπτου, κατὰ φόβον τοῦ Ἰωσὴφ οὐκ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, δι᾽ Ἀρχέλαον, ὡς δυναμένου τοῦ παιδίου κρατηθῆναι καὶ πρὸ τοῦ καιροῦ * ἐν σαρκὶ παθεῖν ὅπερ ἔμελλε πάσχειν. * ἀλλὰ διεκωλύθη ὑπὸ Ἰωάννου, ἐπιγνωσθεὶς ὑπὸ τοῦ δούλου δεσπότης, ὅτι θεὸς ἦν ἐνανθρωπήσας ἐν ἀληθείᾳ. οὐ κατεδέξατο δὲ τὴν τοῦ ἰδίου δούλου ἐν τῇ τοιαύτῃ ὑποθέσει τιμήν, ἵνα «πληρώσῃ πᾶσαν δικαιοσύνην» ἐν σαρκί, ἐν ἀληθινῇ καὶ τελείᾳ ἐνανθρωπήσει «τὸν ὑπογραμμὸν» τῆς σωτηρίας «ἡμῖν ὑπολιμπάνων».
ἀλλὰ καὶ κέκμηκεν ἀπὸ τῆς ὁδοιπορίας ἐν ἀληθείᾳ, καὶ οὐχ ἁπλῶς ἔκαμεν, ἀλλὰ καὶ ἐκαθέσθη, διότι ἀληθινῶς ἐνηνθρώπησεν, 〈καὶ〉 ἐβόα λέγων «δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἵνα δείξῃ τὴν αὐτοῦ θεότητα ἱκανὴν οὖσαν πάντα τὰ πλήθη τοῦ κόσμου τὰ πρὸς αὐτὸν ἀφικνούμενα ἀναπαῦσαι. ἀλλὰ καὶ ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, καὶ ἔμεινε τεσσαράκοντα ἡμέρας μήτε ἐσθίων μήτε πίνων, ἵνα δείξῃ τὸ ἀνενδεὲς τῆς αὐτοῦ θεότητος. οὐ γὰρ πεινῶν ὑπέμεινεν, ὡς φιλοσοφικῶς καθ᾽ ἡμᾶς ἐγκρατευόμενος καὶ αὑτὸν ἄγχων καὶ βιαζόμενος, ἀλλὰ ἀνυστερήτως διὰ τὴν ἀληθινὴν αὐτοῦ θεότητα. καὶ «ὕστερον», φησὶν ἡ γραφή, «ἐπείνασεν», ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν τῆς θεότητος, ἐνδιδούσης τῇ ἐνσάρκῳ παρουσίᾳ τῶν εὐλόγων χρειῶν καὶ ἀληθινῶν μετέχειν, ἵνα μὴ τὸ ἀληθινὸν τῆς ἀκολουθίας ἀφανίσῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν.
καὶ γὰρ καὶ ἐπὶ τῆς συκῆς ἐπείνασε καὶ πηλὸν ἀληθινὸν ἐποίησεν· ἀλλὰ λόγον εἶπε πρὸς τὴν συκῆν ὁ θεὸς καὶ ἐγένετο, καὶ ἐπὶ τῆς νηὸς ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐπαύσατο, καὶ διὰ τοῦ πτύσματος καὶ πηλοῦ τῷ λόγῳ τῆς αὐτοῦ θεότητος καὶ τῷ πτύσματι τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τῷ πηλῷ πάλιν ὡς τῷ Ἀδὰμ καὶ τούτῳ τὸ ἐλλιπὲς μέλος πλάττων ἐχαρίσατο, τῶν πάντων τελείως ἐν αὐτῷ ὄντων, ἐν σαρκὶ πασχόντων, ἐν θεότητι δὲ ἀπαθῶν ὄντων, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν, ὅλως μὴ πάσχων λοιπόν, ὅλως «μηκέτι ἀποθνήσκων».
Εἰ δέ τινες διὰ τὸ μὴ ἀπὸ σπέρματος ἀνδρὸς τὸ σῶμα αὐτὸν εἰληφέναι ἀλλοῖον νοήσουσιν, οὐ πάντως διὰ τοῦτο οὐκ ἔστι κατὰ τὸ ἡμέτερον σῶμα. ἐξότε γὰρ ἀπὸ Μαρίας ὡμολόγηται, ἡμέτερον ἦν. καὶ γὰρ Μαρία οὐκ ἄλλη ἦν παρὰ τὰ ἡμέτερα σώματα, ἐπεὶ καὶ ὁ Ἀδὰμ οὐκ ἀπὸ σπέρματος ἀνδρὸς ἦν, ἀλλ᾽ ἐκ τῆς γῆς πεπλασμένος. καὶ οὐ πάντως, ἐπειδὴ ἀπὸ τῆς γῆς ἦν καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλοῖος ἦν παρὰ τὰ ἡμέτερα σώματα. ἡμεῖς γὰρ ἐξ αὐτοῦ γεγεννήμεθα καὶ οὐκ ἐσμὲν ἀλλοῖοι παρὰ τὸ ἐκείνου σῶμα, καίτοι γε ἐκ σπέρματος ἀνδρὸς καὶ ἀπὸ μήτρας γυναικὸς γεγεννημένοι.
Ἀλλὰ ταῦτα μέν τινες σοφιζόμενοι πολλάκις καὶ ἐν τῇ διανοίᾳ ἔχοντες [ἐκ] τοῦ προκειμένου ἐξέπεσον, τινὲς δὲ πάλιν ἐξ αὐτῶν τῶν πρὸς ἡμᾶς ἐρχομένων ἄλλα μυρία καὶ ἐπέκεινα περιττολογοῦντες τὸν ἄνδρα τὸν ἐν πολλοῖς ἐπαίνοις φημιζόμενον διέβαλλον. καὶ τῷ μὲν ὄντι περιττότερον οἶμαι τοῦ δέοντος, ἢ κατὰ ἰδιωτείαν ἢ κατὰ ἀπαρακολουθησίαν *, ἢ κατ᾽ αὐτοὺς ἐξερχόμενοι καὶ ἀποφθεγγόμενοι τὴν ταραχὴν εἰργάσαντο. ἀλλὰ νῦν μοι περὶ τῶν περιττῶν ἕως ὧδε ἀρκείτω ὁ λόγος, συνιόντων τῶν ἐντυγχανόντων, ὅτι οὔτε φθόνῳ τετηκότες οὔτε μίσει τῷ πρὸς τὸν ἄνδρα *. εὐχόμεθα γὰρ αὐτὸν μὴ μερισθῆναι ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς γλυκύτητος τῆς πάσης ἀδελφότητος, ἀλλὰ ἀποθέσθαι αὐτὸν τῆς τοῦ λόγου τούτου φιλονεικίας τὴν ἔνστασιν καὶ ἐπιστρέψαι κατὰ τὸ εἰρημένον «ἐπίστρεφε ἐπίστρεφε ἡ Σουμανῖτις, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί». ὅμως περὶ τοῦ προκειμένου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. 19. Τελείαν οὐ βούλεται λέγειν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἀλλὰ καὶ τὴν σωτηρίαν ἀποκρούεταί τινων, φόβον ἐμποιῶν καὶ λέγων ὅτι οὐ δεῖ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἀνειληφέναι λέγειν, δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εἰρημένου «ἀναλαμβάνων πραεῖς ὁ κύριος».
οὐδὲν δὲ θαυμαστὸν οὔτε διαφοράν τινα ἐν τούτῳ τις ἔχει δεῖξαι, τῷ εἰπεῖν ἀναλαβεῖν σάρκα τὸν κύριον ἢ λαβεῖν τελείαν ἐνανθρώπησιν ἢ ὥσπερ πολλάκις ἐν ἡμῖν ὁμωνύμως πολλαὶ λέξεις τυγχάνουσιν. «ἀναλαμβάνων» γάρ φησι «πραεῖς ὁ κύριος» καὶ «ἀνέλαβέ με ἐκ τῶν ποιμνίων τῶν προβάτων», καὶ «ἀνελήφθη» καὶ «εἶπον δύο ἄνδρες· τί ἑστήκατε, ἄνδρες Γαλιλαῖοι; οὗτος ὁ ἀφ᾽ ὑμῶν ἀναληφθείς». καὶ οὐ πάντως τὸ ἀναλαβεῖν μίαν ἔχει διαφορὰν ἐν τῷ λέγειν ἀνέλαβεν ἢ ἔλαβεν ἢ ἀνεπλάσατο εἰς ἑαυτὸν τὴν ἰδίαν ἐνανθρώπησιν, οὔτ᾽ ἀπὸ τῆς λέξεως ἡμᾶς ταύτης πτύρουσιν οἱ βουλόμενοι κατὰ τῶν ἀκεραίων ἐπεγείρεσθαι καὶ 〈λέγοντες ὅτι οὐχ〉 οὕτως χρὴ λέγειν. καὶ μή τις νομίσῃ διαβάλλειν ἡμᾶς ἢ χλευαστικῶς λέγειν περὶ τῆς ὑποθέσεως ταύτης τὰ ῥήματα. πολλάκις γὰρ ἐσκεψάμην περὶ τούτου γράφειν *, ἵνα μή τις νομίσῃ ἡμᾶς κατ᾽ ἔχθραν κατ᾽ αὐτοῦ ἐπεγείρεσθαι. οὐδὲν γὰρ ἡμᾶς [οὐδεὶς] ἔβλαψεν, ὡς κατὰ τὸ ἀνθρώπινον λέγω, οὐδὲ τὰ ἡμῶν ἐν κόσμῳ ἀφήρπασεν. σκεπτόμενος δὲ τοῦ μὴ γράφειν ἠναγκάσθην ὑπ᾽ αὐτῆς τῆς ἀληθείας, ἵνα μή 〈τινα〉 παραλείψω τῶν παρὰ τὴν πίστιν τι πεφρονηκότων, ὡς καὶ ὕστερον οἱ θεοσεβεῖς ἐντυχόντες ἐπιγνώσονται ὅτι οὐχ ἕνεκα ζήλου κοσμικοῦ ἡμῖν ὁ λόγος.
μᾶλλον γὰρ ὠφέλει ἡμᾶς ὁ ἀνὴρ τὰ μέγιστα * τῶν κατὰ κόσμον καὶ κατὰ τὴν ἀγάπην, εἴπερ ὁμοφρόνως τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ κατὰ πάντα τοῖς πᾶσι συνετίθετο καὶ μὴ ξένον τι παρεισήγαγε ῥῆμα. ἤτοι οὖν παρ᾽ αὐτῷ ἢ τοῖς παρ᾽ αὐτοῦ μεμαθητευμένοις ὁ λόγος ἄλλως νοούμενος διὰ τοῦ τοιούτου σχήματος καὶ προφάσεως ἐν παρόδῳ ᾄδεται, οὐκ ἔχω λέγειν. πολλάκις δὲ διενοήθημεν καὶ ἔκπληκτοι γεγόναμεν, ὅτι ἕνεκεν τοῦ λόγου τούτου ἡ ἔνστασις τῆς φιλονεικίας καὶ τοῦ ἀγῶνος ἕως θανάτου παρ᾽ αὐτῶν ἐκδικεῖται. καὶ ἐκ τούτου ἔγνωμεν ὅτι τάχα περιττοτέρᾳ τινὶ ὑπονοίᾳ παρ᾽ αὐτοῖς ὁ λόγος ᾄδεται. 20. Ὅταν γὰρ ἐρωτήσῃς τινὰς ἐξ αὐτῶν, διαφόρως μὲν οἱ πάντες ἀναγγέλλουσι, τινὲς δὲ λέγουσι μὴ τελείαν εἰληφέναι τὸν κύριον ἐνανθρώπησιν μηδὲ τέλειον αὐτὸν γεγονέναι ἄνθρωπον. ἐπειδὴ δὲ τοῦτο φευκτὸν ἐγίνετο πολλοῖς, λοιπὸν ὕστερον εἰρωνείᾳ ἐκέχρηντο, ὡς ὕστερον ἐκ τοῦ στόματος αὐτῶν ἀκριβῶς μεμαθήκαμεν. ἐπὶ τῆς Ἀντιοχέων γὰρ γενόμενοι τοῖς ἀκραίμοσιν αὐτῶν συντετυχήκαμεν, ἐν οἷς καὶ Βιτάλιος ὁ ἐπίσκοπος ὑπῆρχεν, εὐλαβέστατος ἀνὴρ τῷ βίῳ καὶ τῇ καταστάσει καὶ τῇ πολιτείᾳ. ἐλέγομεν δὲ συμβουλεύοντες καὶ παρακαλοῦντες συμφωνῆσαι τῇ πίστει τῆς ἁγίας ἐκκλησίας καὶ ἐᾶσαι τὸ φιλόνεικον ῥῆμα. ὁ δὲ Βιτάλιος ἔλεγε· τί γάρ ἐστι τὸ ἀνὰ μέσον ἡμῶν;
εἶχε γὰρ οὗτος διάστασιν πρὸς αἰδέσιμόν τινα ἄνδρα καὶ ἐπίσημον, Παυλῖνον τὸν ἐπίσκοπον, καὶ Παυλῖνος πρὸς τὸν εἰρημένον Βιτάλιον, ὑφ᾽ ἡμῶν μετακληθέντα. βουλόμενοι τοίνυν ἀμφοτέρους εἰς εἰρήνην συμβιβάσαι (ἀμφότεροι γὰρ ἐδόκουν ὀρθόδοξον πίστιν κηρύττειν καὶ ἕκαστος διάστασιν εἶχε διά τινα πρόφασιν· ὁ μὲν γὰρ Βιτάλιος Παυλίνῳ ἐπέφερεν ὡς περὶ Σαβελλίου ὀνόματος ῥῆμα)—διὸ γενομένων ἡμῶν * ἐπεσχέθημεν τῆς πρὸς τὸν Παυλῖνον τελείας κοινωνίας, ἕως ὅτε μετὰ ἐκθέσεως ἡμᾶς ἐγγράφου ἔπεισεν, 〈δι᾽〉 ἧς ἤδη πρότερον ἀπολογίας χάριν πρὸς τὸν μακαρίτην Ἀθανάσιον ἐποιήσατο τὴν συγκατάθεσιν. προσήνεγκε γὰρ καὶ ἐπέδωκεν ἡμῖν ταύτης τὸ ἀντίγραφον μεθ᾽ ὑπογραφῆς, σαφῶς περὶ τριάδος ἔχον ὁμοῦ καὶ περὶ νοῦ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, χειρὶ αὐτοῦ τοῦ μακαρίτου πατρὸς ἡμῶν Ἀθανασίου, ἣν ἔκθεσιν καθυπέταξα. καὶ ἔστιν ἥδε·
Ἀντίγραφον 〈διὰ〉 χειρὸς Παυλίνου τοῦ ἐπισκόπου. 21. Ἐγὼ Παυλῖνος ὁ ἐπίσκοπος οὕτω φρονῶ καθὼς παρέλαβον ἀπὸ τῶν πατέρων, ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστὼς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως· εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως τῆς δι᾽ ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρονῶ καθὼς προγέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ᾽ ὅτι δι᾽ ἡμᾶς ἄνθρωπος γέγονεν, ἔκ τε τῆς ἁγίας παρθένου καὶ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ. [καὶ ἐν τῇ χειρὶ τοῦ ἐπισκόπου Ἀθανασίου·] οὐ γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι᾽ ἡμᾶς γενομένου ἀνόητον αὐτοῦ εἶναι τὸ σῶμα. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας ἢ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα διὰ τοῦ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω τὴν Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις.
Ἐπληρώθη. 22. Ἐλέγομεν δὲ καὶ τῷ ἀδελφῷ Βιταλίῳ καὶ τοῖς σὺν αὐτῷ· τί καὶ ὑμεῖς λέγετε; εἴ τι ἐστὶν ἀνὰ μέσον ὑμῶν, διορθώσασθε. ὁ δὲ ἔφη· λεγέτωσαν 〈αὐτοί〉. ἔφησαν δὲ ὅτι οὐ λέγουσι τὸν Χριστὸν τέλειον γεγονέναι ἄνθρωπον. ὁ δὲ εὐθὺς ἀπεκρίθη ὅτι ναί, ὁμολογοῦμεν τὸν Χριστὸν τέλειον ἄνθρωπον εἰληφέναι. ἦν δὲ τοῦτο θαυμαστὸν τοῖς ἀκούσασι καὶ χαρᾶς ἔμπλεον. εἰδότες 〈δὲ〉 ἡμεῖς τὴν διάνοιαν τῶν 〈διὰ〉 προφάσεων τὸν νοῦν τῶν ἰδίων ἀδελφῶν σφετεριζόντων τὸ ἀκριβὲς ἐνεμείναμεν ἐρωτῶντες ὅτι φύσει σάρκα ὁμολογεῖς τὸν Χριστὸν εἰληφέναι; ὁ δὲ συνετίθετο ὅτι ναί. ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου ἄνευ σπέρματος ἀνδρὸς καὶ διὰ πνεύματος ἁγίου; ὁ δὲ καὶ τοῦτο ὡμολόγει. φύσει ἐκ τῆς παρθένου ἐλθὼν τὴν σάρκα ἀνείληφεν ὁ θεὸς λόγος, ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ μετὰ βάρους συνετίθετο. ἤδη δὲ ἐν χαρᾷ καθιστάμεθα, ἐπειδὴ παρά τινων πρὸς ἡμᾶς εἰς Κύπρον ἐλθόντων ἠκούσαμεν τῶν προειρημένων παίδων ὅτι οὐδ᾽ ὅλως ἡ σὰρξ ἀπὸ Μαρίας ὡμολογεῖτο. ὅτε δὲ αὐτὸς ὁ εὐλαβέστατος ἀνὴρ ἐκ Μαρίας τὴν σάρκα ἀνειληφέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡμολόγησε, πάλιν παρ᾽ ἡμῶν ἠρωτᾶτο εἰ καὶ ψυχὴν εἴληφεν. ὁ δὲ καὶ εἰς τοῦτο ὁμοίως μετὰ βάρους συνετίθετο, ὡς οὐ χρὴ λέγειν ἄλλως, ἀλλὰ κατὰ πάντα ἀληθεύειν.
χρὴ γὰρ τὸν περὶ ἀληθείας ἀνθρώποις γράφοντα τὸν πάντα νοῦν δοῦναι, πρὸ ὀφθαλμῶν μὲν τὸν φόβον τοῦ θεοῦ ἔχειν, καὶ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς γραφῆς ἐπαγγελίαν συντάττειν. 23. Ὡμολόγει οὖν ὁ Βιτάλιος καὶ ψυχὴν τὴν ἀνθρωπίνην εἰληφέναι· οὗτος γὰρ ἦν ὁ εἰπὼν ὅτι ναί, τέλειος ἄνθρωπος ἦν ὁ Χριστός. εἶτα μετὰ τὸ ἐρωτῆσαι ἡμᾶς περὶ ψυχῆς καὶ σαρκὸς τότε ἠρωτήσαμεν· νοῦν ἔλαβεν ἐλθὼν ὁ Χριστός; ὁ δὲ εὐθὺς ἠρνήσατο λέγων, οὐχί. εἶτα ἡμεῖς πρὸς αὐτόν· πῶς οὖν λέγεις τέλειον γεγονέναι ἄνθρωπον; ὁ δὲ τὸν λογισμὸν τὸν ἴδιον ἀπεκάλυπτε τῆς διανοίας, ὅτι τέλειον ἄνθρωπον λέγομεν εἶναι, εἰ τὴν θεότητα ποιήσομεν ἀντὶ τοῦ νοῦ καὶ τὴν σάρκα καὶ τὴν ψυχήν, ὡς εἶναι τέλειον ἄνθρωπον ἐκ σαρκὸς καὶ ψυχῆς καὶ θεότητος ἀντὶ τοῦ νοῦ.
τῆς οὖν φιλονεικίας γνωσθείσης καὶ πολλὰ ἡμῶν περὶ τούτου διαλεχθέντων καὶ ἀπὸ γραφῆς συστησάντων, ὅτι χρὴ ὁμολογεῖν τὰ πάντα τελείως εἰληφότα τὸν θεὸν λόγον, τελείως τε οἰκονομηκέναι ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ 〈τὴν ἐνανθρώπησιν〉 καὶ ἐν τελειότητι 〈ἔχειν〉 ταύτην καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνηνωκέναι καὶ ἐνδόξως πνευματικὴν αὐτὴν ὅλην καὶ οὐκ ἄλλην σὺν τῇ ἰδίᾳ θεότητι ἐν ἑαυτῷ ἡνωμένην ἔχειν, τὴν ὅλην τελείωσιν μίαν θεότητα ἀποτετελεκέναι καὶ καθέζεσθαι ἐν οὐρανῷ ἐν δεξιᾷ τοῦ πατρός, ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ ἀϊδίου κυριότητός τε καὶ βασιλείας, λοιπὸν ἀνέστημεν μὴ πεπεικότες ἀμφότερα τὰ μέρη διὰ τὴν προκειμένην φιλονεικίαν. νενόηται δὲ ἡμῖν ἀπὸ τούτου ὅτι οὐχ ἕνεκεν τοῦ νοῦ αὐτοῖς ὁ λόγος, ἀλλὰ ἐπὶ τοῦ νοῦ ἕτερόν ἐστι τὸ φρόνημα. ποτὲ γὰρ οὐχ ὡμολόγουν οὔτε ψυχὴν αὐτὸν εἰληφέναι. ἡμῶν δὲ ἀνθυποφερόντων καὶ λεγόντων, τί γάρ ἐστιν ὁ νοῦς; ὑπόστασιν τοῦτον νομίζετε εἶναι ἐν τῷ ἀνθρώπῳ; οὐκοῦν πολλοστός ἐστιν ὁ ἄνθρωπος; εἶτα παρά τισιν ἐνομίζετο εἶναι τὸ πνεῦμα τὸ ἀεὶ ἐν τῇ θείᾳ γραφῇ ἐν τῷ ἀνθρώπῳ ᾀδόμενον. ὅτε δὲ ἐδείξαμεν ὡς οὐχ ὁ νοῦς ἐστι τὸ πνεῦμα, τοῦ ἀποστόλου σαφῶς λέγοντος «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι», ἐντεῦθεν πολλοὶ μὲν ἦσαν οἱ λόγοι, οὐκ ἠδυνήθημεν δὲ αὐτοὺς πεῖσαι φιλονεικοῦντας. 24. Εἶτα πάλιν τισὶν ἡμῶν λεγόντων, τί γάρ; ὑπόστασιν τὸν νοῦν εἶναι λέγετε;
τινῶν δὲ αὐτὸν λεγόντων μὴ εἶναι ὑπόστασιν, ἀπὸ τοῦ ἡμᾶς πεπεικέναι αὐτοὺς ὅτι οὐ χρὴ νομίζειν αὐτὸν οὔτε τὸ καλούμενον ἀνθρώπου πνεῦμα, διὰ τὸ εἰπεῖν «ψαλῶ τῷ νοΐ, ψαλῶ καὶ τῷ πνεύματι», μὴ ἐχόντων αὐτῶν πρὸς τοῦτό τι λέγειν, ἐλέγομεν· οὐκοῦν εἰ οὐκ ἔστιν ὑπόστασις ὁ νοῦς, ἀλλὰ κίνησις τῆς ἡμῶν πάσης ὑποστάσεως, νοῦν δὲ λέγετε τὸν Χριστὸν κατὰ τοῦτο τὸ μέρος, ἆρα οὖν φαντάζεσθε ἀνυπόστατον εἶναι τὸν Χριστὸν καὶ μόνον ἕως λόγου καὶ δοκήσεως τὴν ἐνδημίαν τῆς ἐνσάρκου παρουσίας αὐτὸν πεποιηκότα. ὡσαύτως οὐκ εἶχον ἀποδοῦναι λόγον. καὶ πολλὴ ἡμῖν γέγονε τότε † λυπηρὰ ἡ τῆς ζωῆς κατάστασις, ὅτι ἐν τοῖς προειρημένοις ἀδελφοῖς καὶ ἐπαινετοῖς ἐβλήθησαν ἁπλῶς φιλονεικίαι, ἵνα διαστάσεις ἐν ἡμῖν πάντοτε ὁ προειρημένος τῶν ἀνθρώπων πολέμιος διάβολος ἐξεργάσηται. πολλὴ δέ ἐστι τῆς τοιαύτης αἰτίας, ἀδελφοί, ἡ κατ᾽ ἔννοιαν βλάβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς περὶ τούτου οὐκ ἐκινήθη λόγος, ἁπλούστατον ἦν. τί γὰρ τοῦτο τὸν κόσμον ὤνησε τὸ καινοτόμημα ἢ τὴν ἐκκλησίαν ὠφέλησεν ἢ οὐχὶ μᾶλλον ἔβλαψε, μῖσος καὶ στάσιν ἐργασάμενον; ἐπειδὴ δὲ ὁ λόγος προεβλήθη, φοβερὸς γέγονεν. οὐ γὰρ εἰς τὸ κρεῖσσον τῆς ἡμῶν σωτηρίας· ἄρνησις γάρ ἐστιν οὐ μόνον ἐν τούτῳ τῷ μέρει τῷ μὴ ὁμολογοῦντι, ἀλλὰ καὶ ἐν βραχυτάτῳ τινί. οὐ χρὴ γὰρ οὐδὲ κἂν ἐν τῷ τυχόντι παρεξέρχεσθαι τῆς ὁδοῦ τῆς ἀληθείας.
λέξωμεν τοίνυν καὶ κατὰ ταύτης τῆς ὑποθέσεως, βουλόμενοι μὴ ἔξω τῆς ἑαυτῶν ζωῆς βαίνειν μηδὲ τὸν κανόνα καταλιμπάνειν τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ ὁμολογίας. οὐδενὶ γὰρ πώποτε τῶν παλαιῶν τοῦτο εἴρηται, οὔτε προφήτῃ οὔτε ἀποστόλῳ οὔτε εὐαγγελιστῇ, οὐ τινὶ τῶν ἐξηγητῶν ἕως τούτων τῶν ἡμετέρων χρόνων, ἐξ οὗ καιροῦ ἀπὸ τοῦ προειρημένου λογιωτάτου ἀνδρὸς τὸ τοιοῦτον σοφιστικὸν προῆλθε ῥῆμα. παιδείᾳ γὰρ οὐ τῇ τυχούσῃ ὁ ἀνὴρ ἐξήσκηται, ἀπὸ τῆς τῶν λόγων προπαιδεύσεώς τε καὶ Ἑλληνικῆς διδασκαλίας ὁρμώμενος, πᾶσάν τε διαλεκτικὴν καὶ σοφιστικὴν πεπαιδευμένος, ἀλλὰ καὶ τὸν ἄλλον βίον σεμνότατος, † καὶ τῶν πρὸς ὀρθοδόξους ἀεὶ ἐν ἀγάπῃ ἐν πρώτῳ ἀριθμῷ ταττόμενος ἕως τούτου τοῦ λόγου διέμεινεν. ἀλλὰ καὶ ἐξορίαν ὑπέμεινε, διὰ τὸ μὴ 〈βούλεσθαι〉 τοῖς Ἀρειανοῖς συγκατιέναι. καὶ τί με δεῖ λέγειν; πολλὴ ἡμῶν ἡ λύπη καὶ πένθος ἡ ζωή, ὅτι λυπεῖν εἴωθεν ὁ διάβολος ἡμᾶς ἀεί, ὡς ἤδη πολλάκις εἶπον. 25. Ἄρξομαι τοίνυν περὶ τούτου τοῦ ῥητοῦ λέγειν, ἵνα μηδέν τι, ὡς ἔφην, τῆς ἀληθείας παραλείψω. τί ἡμᾶς ὠφέλησε τὸ παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ;
εἰ γὰρ ὅλως τοῦ βοηθῆσαι, ἵν᾽ οὕτως εἴπω, τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ θεῷ λόγῳ καὶ υἱῷ θεοῦ ὁ ὑμέτερος λογισμὸς προήχθη, ἵνα μὴ εἴπωμεν αὐτὸν εἰληφέναι νοῦν, ὅπως μὴ νοήσωμεν ἐλάττωσιν περὶ τὴν αὐτοῦ θεότητα, πολλῷ μᾶλλον προτιμότεροι ἡμῶν τυγχάνουσι Μανιχαῖοι καὶ Μαρκιωνισταὶ καὶ ἄλλαι αἱρέσεις, μὴ σάρκα αὐτῷ προσάπτειν βουλόμενοι, ἵνα μὴ ἐλάττωσιν τῇ θεότητι αὐτοῦ περιποιήσωνται. ἀλλ᾽ οὐ κατὰ τὴν τῶν ἀνθρώπων βούλησιν ἡ ἀλήθεια ἔχει τὴν δύναμιν, ἀλλὰ κατὰ τὴν αὐτῆς διακυβερνητικὴν σοφίαν καὶ οἰκονομικὴν ἀκαταληψίαν. τοίνυν ἡμῶν οὕτως ὁμολογούντων καὶ μὴ κατὰ τὸν Μανιχαῖον ἐχόντων (οὐ χάριν γὰρ ἐκεῖνος δώσει, δοκῶν εἰς ἔπαινον Χριστοῦ σάρκα λέγειν αὐτὸν μὴ εἰληφέναι, ἀλλὰ μᾶλλον τῆς ἀληθείας 〈ἐκ〉πεσεῖται, δοκήσει ὁμολογῶν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν), οὕτω καὶ ἐν τῷ παρόντι τοῖς ἡμετέροις ἀδελφοῖς ἔσται ἡ χυδαιολογία ματαία χάρις τυγχάνουσα. ὡμολόγηται γὰρ παρ᾽ αὐτοῖς τε καὶ παρ᾽ ἡμῖν * ἐὰν μὴ θέλωσιν ἑτέρως φρονεῖν, καθώς τινες πολλάκις ἀπ᾽ αὐτῶν ὄντες ἑάλωσαν πιεζόμενοι, διὰ τοῦτο καὶ ἀρνούμενοι σάρκα ἀληθινὴν τὸν Χριστὸν εἰληφέναι, ὡς ἄνω μοι εἴρηται, ὅτι τινὲς ἐτόλμησαν λέγειν ὁμοούσιον εἶναι τὴν σάρκα τῇ αὐτοῦ θεότητι. ἀλλ᾽ ἐκεῖνοι μὲν παρεκβαλλέσθωσαν ὡς 〈μὴ〉 μεταγνόντες καὶ ἐλεγχθέντες ἐπὶ τῷ τοιούτῳ ἀτοπήματι παρὰ τοῖς περὶ σαρκὸς ἐν αὐτοῖς καλῶς φρονοῦσι.
πάντως γάρ που ὁ αὐτὸς εὐλαβέστατος Ἀπολινάριος οὐκ ἀρνήσεται. 26. Εἰ τοίνυν σάρκα εἴληφεν ἐλθὼν ὁ λόγος καὶ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἐγκυμονηθεὶς δὲ ἐν ἀληθείᾳ καὶ ἀναπλασάμενος ἑαυτῷ 〈τὴν σάρκα〉, ὡς θεὸς καὶ πλάστης ὢν τοῦ πρωτοπλάστου ἀνθρώπου καὶ πάντων, ἄρα γε οὐκ ἠλαττώθη ἐλθὼν ὁ λόγος, ἀλλ᾽ ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀτρέπτῳ φύσει. οὐ γὰρ λαβὼν τὴν σάρκα τροπὴν ὑπέστη, ὡς ὁμοούσιος θεῷ πατρὶ καὶ οὐκ ἀλλότριος παρὰ τὸν πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. εἰ τοίνυν ὡμολόγηται σαφῶς σάρκα αὐτὸν εἰληφέναι καὶ ἡδρύνθαι, ἄρα οὐκ ἐκτὸς ψυχῆς τυγχάνει. πᾶν γὰρ τὸ ἁδρυνόμενον πλὴν τῶν ἀκινήτων ἐκ ψυχῆς καὶ σώματος συνέστηκε, κατὰ τὸ εἰρημένον «ὁ δὲ Ἰησοῦς προέκοπτεν ἐν σοφίᾳ καὶ ἡλικίᾳ», ἵνα δείξῃ διὰ τῆς ἡλικίας τὴν σάρκα· ἡλικία δὲ ἀπὸ τῆς ψυχῆς, ὡς ἔφην, καὶ σώματος τελειοῦται. μετὰ δὲ τὸ εἰπεῖν «προέκοπτεν ἡλικίᾳ» ἀκολούθως φησί «καὶ σοφίᾳ». ὁ ὢν δὲ σοφία πατρὸς πῶς προέκοπτεν ἐν σοφίᾳ, εἰ ἀλλότριον ἦν τὸ σκεῦος νοῦ ἀνθρωπίνου; καὶ εἰ ἄνευ νοὸς ἐτύγχανε, πῶς σοφίᾳ ἐν ψυχῇ καὶ σώματι προέκοπτε; καὶ ὁρᾷς πόση τίς ἐστι βεβιασμένη διάνοια τῶν τὸν νοῦν παρεκβαλλόντων; ἀλλά, φησίν, οὐ λέγω ὅτι νοῦν εἴληφεν ἀνθρώπινον, ἐπεὶ ποιήσομεν αὐτὸν ἐπιθυμοῦντα, ἐρεθιζόμενον· ἐπειδὴ γὰρ ἐν ἡμῖν ἐπιθυμητὴς ὁ νοῦς τυγχάνει.
καὶ ἁπλῶς πολλὴ τῶν ἀνθρώπων ἐρεσχελία, ὡς εἴρηκεν «ἐποίησεν ὁ θεὸς ἁπλοῦν σὺν τὸν ἄνθρωπον, αὐτοὶ δὲ ἐποίησαν ἑαυτοῖς λογισμοὺς πολλούς». εἰ γὰρ ὅλως ὁμολογούντων ἡμῶν νοῦν εἰληφέναι τὸν ἀνθρώπινον νοήσομεν εἰς ἑαυτὸν τῆς ἡμετέρας ἐλαττώσεως τὰ μέρη, πολλῷ μᾶλλον ὁμολογούντων ἡμῶν σάρκα αὐτὸν εἰληφέναι δώσομεν κατὰ τὸ μέρος τοῦτο κατὰ τὸν αὐτὸν λόγον, ὅτι ἐν σαρκὶ ἠλάττωται· ὅπερ μὴ γένοιτο. ὡς οὖν 〈οὐκ〉 ἐν τῇ σαρκὶ ἠλαττώθη, καίπερ ἀληθινὴν σάρκα ἔχων, ἐλθὼν ὁ λόγος, οὐδὲ ἐν τῷ νῷ τὰ μὴ πρέποντα τῇ αὐτοῦ θεότητι διανενόηται, ἀλλ᾽ ὅσα ἦν εὔλογα σαρκὶ καὶ ψυχῇ καὶ νῷ ἀνθρωπίνῳ, ταῦτα ἐπετέλει ἐλθὼν ὁ κύριος, ἵνα μὴ ταράξῃ τῆς ἀληθινῆς ἐνσάρκου παρουσίας τὴν ἀκολουθίαν. εὔλογον γὰρ ἦν πεῖνα καὶ δίψα καὶ κάματος καὶ ὕπνος, ὁδοιπορία τε καὶ λύπη, κλαυθμὸς καὶ ἐμβρίμησις. ταῦτα δὲ ἀκολούθως ἐν αὐτῷ τελεσθέντα εὔλογα τῆς ἐνσάρκου ἀληθινῆς παρουσίας 〈τὴν ἀλήθειαν〉 ὑπέφηνεν. 27. Οὐ γὰρ γέγραπται ὅτι ἐπεθύμησεν ἐπιθυμίαν φαύλην. ἀγαθὴν δὲ ἐπιθυμίαν ἐπεθύμησε φήσας «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν». ἐπιθυμία δὲ ἐκ θεότητος οὐ γίνεται, οὐδὲ ἐκ σαρκὸς μονωτάτης οὐδὲ ἐκ ψυχῆς ἀνοήτου, ἀλλὰ ἐκ τελείας ἐνανθρωπήσεως σώματος καὶ 〈ψυχῆς καὶ〉 [τοῦ] νοῦ καὶ παντὸς οὗτινος τοῦ ἐν ἀνθρώπῳ τυγχάνοντος.
ἔσχε γὰρ ταῦτα ἐλθὼν ὁ λόγος, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, χωρὶς ἐλαττώματος, κατὰ τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». εἰ δὲ 〈κα〉τὰ πάντα πεπείραται, τὰ πάντα ἔσχεν ἐλθὼν ὁ λόγος. πάντα δὲ ἔχων ἀήττητος ἐν αὑτῷ ἦν, ἄχραντά τε διετήρησε, τέλειος ὢν θεός, ἐκ σαρκὸς γεγεννημένος καὶ τελείως τὰ πάντα πληρώσας, ὡς πληρωτὴς ὢν ὅλου τοῦ σκεύους, μὴ μερισθεὶς τῇ τῆς σαρκὸς ἀναρμόστῳ ἐπιτηδεύσει, μὴ παρελκυσθεὶς τῷ τοῦ νοῦ ἀλλοίῳ ἐν ἡμῖν φρονήματι. οὐ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ ἁμαρτάνειν ἡμῖν γεγένηται, ἀλλὰ διὰ τὸ σκοπεῖν τῶν ἐν ἡμῖν ἀναθεωρουμένων κατ᾽ ἀμφοῖν πραγμάτων τὰ τέλεια καὶ τὴν ἐργασίαν τῆς δικαιοσύνης καὶ ἐναντιότητος. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται» καὶ «ὀφθαλμὸς κατανοεῖ καὶ νοῦς ὁρᾷ». ὅρασις τοίνυν καὶ γεῦσις καὶ διάκρισις ὁ νοῦς ἐν ἡμῖν ὑπάρχει, ἐκ θεοῦ ἡμῖν κεχαρισμένος, οὔπω δὲ συγκαταθετικὸς τῶν ἀεὶ γινομένων, ἐὰν μὴ θέλῃ ὁ ἄνθρωπος. ἡ δὲ σὰρξ ἀεὶ ἐν πάσῃ γραφῇ ἀποκηρύττεται διὰ τὴν ἐν αὐτῇ γινομένην ἐπιθυμίαν, οὐ πάντως δὲ αὐτὴν τὴν σάρκα ἀποκηρύττει, ἀλλὰ τὰ ἐξ αὐτῆς γινόμενα ἀπεκήρυξεν ὁ λόγος, ὡς ἔφη ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν», διὰ τὰ ἐκ τῆς σαρκὸς ἐπιφυόμενα.
ἵνα δὲ ἀποκρούσηται τῶν αἱρέσεων τὴν διάνοιαν, μή πως νομίσωσι τὴν σάρκα ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως ἀπηλπίσθαι, λέγει «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», ἵνα μὴ παρεκβάλλων τὰ ἔργα τῆς σαρκός, ἃ σάρκα εἴωθεν ἡ γραφὴ καλεῖν, νομισθείη τὴν ἐλπίδα τῆς ἀναστάσεως τῆς σαρκὸς παρεκβάλλειν. τὰ γὰρ ἔργα τὰ ἐν αὐτῇ γινόμενα φαῦλα σαφῶς ἀπεκήρυξεν, αὐτὴν δὲ τὴν σάρκα ἅγιον ναὸν ἐπέδειξεν ἐν τῷ ἁγιάσαντι αὐτοῦ τὴν σάρκα, κατὰ τὸ γεγραμμένον ὅτι «θρησκεία δὲ καθαρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου», καὶ ἐν ἄλλῳ «μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες». πολλάκις δὲ κατ᾽ αὐτῆς λέγουσα ἡ γραφὴ ἐδίδαξεν ἡμᾶς τὰς ἐπιθυμίας καὶ ἡδονὰς ἐξ αὐτῆς βλαστάνειν, κατὰ δὲ τοῦ νοῦ οὐδὲν ἐξηγεῖται ἡ γραφή, ἀλλὰ «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι» καὶ «ἐὰν ψαλῶ πάλιν τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». καὶ ὁρᾷς ὅτι ἐν αὐτῷ καρπὸς ἐν τῷ νῷ· κἄν τε μὴ ᾖ καρπός, οὐ πάντως τὸν νοῦν κατέλεξεν ἐν ἁμαρτίαις, ἀλλὰ δι᾽ αὐτοῦ μᾶλλον τὸν καρπὸν ἀπεφήνατο. 28. Τί δὲ τοῦτο πρὸς τὴν τοῦ κυρίου ἡμῶν δύναμιν τῆς θεότητος ἐνσκήψει; τί δὲ ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; τῆς ἁγίας γυναικὸς γαστήρ; μήτρα παρθένου; τοκετῶν πόροι; ἀγκάλαι Συμεῶνος; Ἄννης ὑποδοχή;
Μαρίας βασταγμός; τῆς πόρνης ἁφαί; τρίχες γυναικὸς ποδῶν ἁπτόμεναι; ἀλλὰ τὰ δάκρυα; ἀλλὰ μνήματος αἱ θέσεις; σινδὼν γὰρ εἰλήσας τὸ σῶμα αὐτοῦ οὐ περιεγένετο ἐκείνου τοῦ ἀκραιφνοῦς καὶ τῆς αὐτοῦ μεγίστης δυνάμεως. καὶ γὰρ ἔτι ἐν κοιλίᾳ τυγχάνων Ἰωάννης ἐσκίρτα, χαίρων ἐπὶ τῇ τοῦ δεσπότου αὐτοῦ πρὸς αὐτὸν εἰσόδῳ διὰ τῆς ἐγκυμονήσεως τῆς ἁγίας παρθένου. γεννηθεὶς δὲ καὶ ἐν φάτνῃ κείμενος οὐ λέληθεν ἀγγέλων χορόν. παρεμβολαὶ δὲ ἐπὶ τῇ τοῦ βασιλέως τοῦ αἰῶνος εἰσόδῳ δορυφορεῖν ἀπεστέλλοντο, ὕμνοι ἐπινίκιοι ἐτελοῦντο, εἰρήνη ἐν τοῖς ποιμέσιν ἐκηρύττετο. ἀλλὰ τί ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; ἔτι γὰρ ὄντος αὐτοῦ βρέφους καὶ βασταζομένου ἀστέρος μὲν γίνεται σημεῖα ἀπὸ ἀνατολῶν, μάγων παρουσία, προσκύνησίς τε καὶ δωροφορία, γραμματέων ζήτησις βασιλεῖ, ἡ περὶ αὐτοῦ ἀπόκρισις καὶ ὁμολογία. τὰ δὲ ἄλλα πάντα, ὅσα περιέχει ἡ ἀκολουθία, τί ἐνέσκηψε τῇ αὐτοῦ θεότητι; ποῖον ἐπικάλυμμα ἔσχεν, ὡς ἐν ἡμῖν, ἡ σαρκὸς κατοχή; ἐπιτιμᾷ μὲν κλύδωνι καὶ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ οὐκ ἐπέχεται ἀπὸ τῆς σαρκὸς ἡ τῆς αὐτοῦ θεότητος δύναμις, ἐπιτελοῦσα τὸ κατὰ φύσιν τῆς θεότητος. ἀλλὰ καὶ ὄγκου καὶ βάρους τῆς σαρκὸς ὑπαρχούσης οὐ βάρει συνέχεται. περιπατεῖ γὰρ ὡς 〈ἐπὶ ξηρᾷ〉 ἐπὶ τοῖς ὕδασιν, ὡς ἄτρεπτος θεός, ἐν σαρκὶ μὲν ὑπάρχων, οὐκ ἀπὸ σαρκὸς δὲ ἀλλοιούμενος.
καὶ καλεῖ 〈μεγάλῃ〉 φωνῇ «Λάζαρε, δεῦρο ἔξω», οὐκ ἀντίθετον ἔχων τὴν σάρκα, οὐδὲ τῆς θεότητος ἐν σαρκὶ τῇ τελείᾳ ἐνανθρωπήσει δεδουλωμένης. 29. Καὶ πολλά μοί ἐστι 〈περὶ τού〉του λέγειν· ἀλλὰ καὶ ἐκ νεκρῶν ἀνίσταται καὶ ἀναμοχλεύει τὰ καθ᾽ Ἅιδου καὶ ἑλὼν ἀνήνεγκε τὴν αἰχμαλωσίαν καὶ ἀναστὰς τὸ τριήμερον ἐν αὐτῇ τῇ ἁγίᾳ σαρκὶ καὶ ψυχῇ τῇ ἁγίᾳ καὶ νῷ καὶ παντὶ τῷ σκεύει καὶ ἐν τῇ θεότητι ἡνωμένος τέλειος γέγονεν ἄνθρωπος, συνενώσας τὴν ἐνανθρώπησιν ἑαυτοῦ τῇ θεότητι, «θανάτου αὐτοῦ μηκέτι κυριεύοντος». τῇ δὲ θεότητι συνηνωμένος τὸ παχυμερὲς λεπτομερὲς ἐτελείου, «εἰσερχόμενος θυρῶν κεκλεισμένων», καὶ μετὰ τὴν εἴσοδον δεικνὺς «σάρκα καὶ ὀστέα», ἵνα τὸ σωτήριον τῆς δυνάμεως ὑποφάνῃ, ἵνα τὴν ἡμῶν ἐλπίδα ὑποδείξῃ ὅτι τὰ πάντα ἐτελείωσεν ἐλθὼν ὁ λόγος καὶ ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς ἐνδόξως ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, οὐκ ἀπὸ τοῦ ὄγκου πιεζόμενος, οὐκ ἐκτὸς τοῦ σώματος ὑπάρχων, τὸ δὲ σῶμα πνευματικὸν ἐγείρας. εἰ τὸ ἡμέτερον «σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», πόσῳ γε μᾶλλον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ; διὸ πεπλήρωται «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὐδὲ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην».
ἀλλὰ ταῦτά μοι πάντα περὶ τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως εἴρηται, ἵνα μή τινες νομίσωσι διὰ τὸ σάρκα αὐτὸν ἀνειληφέναι τελείαν μὴ ἄρα καὶ τὰ τῆς σαρκὸς ἄλογα ἔπραξεν. οὐδεὶς γὰρ τῶν εὐσεβῶς πιστευόντων εἰς αὐτὸν τοῦτο νοεῖ ἢ λέγει. εἰ δὲ οὐδεὶς νοεῖ περὶ αὐτοῦ τὰ τῆς σαρκὸς ἄλογα πεπραχέναι, οὔτε τὰ τοῦ νοῦ ἄλογα αὐτὸν πεποιηκέναι νοήσειεν. καὶ ὅτι μὲν τελείως ἐνηνθρώπησεν ἐλθὼν ὁ λόγος, τοῦτο δῆλον. καὶ ἐὰν εἴπωμεν τελείως, οὐ δύο Χριστοὺς ἔχομεν, οὐ δύο βασιλέας υἱοὺς θεοῦ, ἀλλὰ τὸν αὐτὸν θεὸν τὸν αὐτὸν ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσαντα, ἀλλ᾽ αὐτὸν ὅλον ἐνανθρωπήσαντα, οὐκ ἄνθρωπον ὄντα ἐλθόντα εἰς προκοπὴν θεότητος, ἀλλὰ θεὸν ἀπ᾽ οὐρανῶν ἐλθόντα καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἰδίαν ἐνανθρώπησιν κατὰ τὴν αὐτοῦ δυνατὴν θεότητα, ὡς λέγει ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». τὸ δὲ λόγος σὰρξ ἐγένετο, ἵνα μή τινες νομίσωσιν ὅτι πρῶτον ἄνθρωπος ἦν καὶ ἦλθε Χριστὸς εἰς ἄνθρωπον, διὰ τοῦτο λόγον πρῶτον ἔταξε τὸ θεῖον εὐαγγέλιον, εἶτα τὴν σάρκα ὡμολόγησεν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ εἶπεν, ἡ σὰρξ λόγος ἐγένετο, ἵνα δείξῃ πρῶτον λόγον ἀπ᾽ οὐρανῶν ἐλθόντα, εἰς ἑαυτὸν δὲ ὑποστήσαντα τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ πᾶσαν τὴν ἐνανθρώπησιν τελείως εἰς ἑαυτὸν ἀναπλασάμενον.
κἄν τε γὰρ εἴπῃ, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὅτι ἐτράπη ὁ λόγος εἰς σάρκα καὶ γέγονεν ὁ λόγος σὰρξ ἢ ἡ θεότης μετεβλήθη εἰς σάρκα, ἀλλὰ σὺν τῇ θεότητι ἔλαβε τὴν ἰδίαν αὐτοῦ ἐνανθρώπησιν ἐλθὼν ὁ θεὸς λόγος. 30. Καὶ «προέκοπτε», φησίν, «ἐν ἡλικίᾳ Ἰησοῦς καὶ σοφίᾳ». ὁ δὲ νοῦν μὴ ἔχων ἀνθρώπινον πῶς προέκοπτε; καθὼς ἤδη μοι εἴρηται· ὡς καὶ μαρτυρεῖ τούτῳ τῷ λόγῳ ὁ ἅγιος τοῦ θεοῦ προφήτης Ἠσαΐας φήσας «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ᾽ ᾧ εὐδόκησα». καὶ ὁρᾷς ὅτι τὸ συνήσει ἐπὶ τελείαν ἐνανθρώπησιν φέρεται; οὐ δύναται γάρ τις συνιέναι νοῦν μὴ ἔχων, οὔτε ἐπὶ τῇ θεότητι τοῦτο πληροῦται. οὐκ ἐπιδεὴς γὰρ συνέσεως ἡ οὖσα αὐτοσύνεσις, οὐδὲ ἐπιδέεται σοφίας ἡ οὖσα αὐτοσοφία, ἀλλὰ τὸ συνήσει ἐπὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ λαμβάνεται. πόθεν δὲ ἐπείνα, λέγε μοι. εἰ μὲν γὰρ σὰρξ μόνον ἦν, πῶς ἠδύνατο μνησθῆναι πείνης; καὶ εἰ ἐκ ψυχῆς καὶ σώματος ἦν μόνης, ψυχῆς μὴ ἐχούσης τὸ λογικὸν τοῦ νοῦ, τὸν λογισμὸν τῆς ἐνανθρωπήσεως (οὐ τὸν φαῦλον λέγω, ἀλλὰ τὸν ἐπὶ τῇ εὐλόγῳ χρείᾳ τεταγμένον, συμπρεπόντως τῇ θεότητι), πῶς ἠδύνατο πεινάσαι ἢ διανοηθῆναι πεῖναν; πόθεν δὲ λελύπηται, λέγε μοι, ψυχῆς μὴ ἐχούσης νοῦν καὶ τὸ λογίζεσθαι; ἀλόγου 〈γὰρ〉 ψυχῆς οὔσης ἢ σαρκὸς ἀψύχου οὔσης οὔτε ὑπὸ λύπην ὑπέπιπτεν οὔτε εἰς ἀθυμίαν.
καὶ πολλά ἐστιν ἃ χρὴ ἡμᾶς διανοουμένους * εἰδέναι, ὅτι τὰ σοφιστικὰ περιττὰ τυγχάνει καὶ πλήττει μᾶλλον τοὺς ὑπὲρ τὸ δέον βουλομένους διανοεῖσθαι καὶ μὴ μετρεῖν ἑαυτοὺς ἐν τῷ μέτρῳ τῷ ἡμῖν κατὰ παραίνεσιν εἰρημένῳ ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου τοῦ φήσαντος «μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν». 31. Φέρουσι δὲ ἡμῖν καὶ λέξεις τινὰς ὅτι, φησίν, «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». καί φασιν, ὁρᾷς ὅτι τοῦ Χριστοῦ ὁ νοῦς ἕτερος παρὰ τὸν ἡμέτερον; καὶ ὢ πολλὴ ἡ τῶν ἀνθρώπων ἀφελότης, ὅτι εἰς ὃ ἑκάτερος βούλεται κλίνει καὶ ἐν ᾧ δοκεῖ σοφίζεσθαι μᾶλλον ἰδιώτης εὑρίσκεται. ἡμῶν γὰρ ὄντων «ἰδιωτῶν τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει», κατὰ τὸ εἰρημένον, βραχέων δὲ σφόδρα ὄντων, θαυμαζόντων τε τῶν τοιούτων ἀνθρώπων καὶ ἀπὸ λόγων ὁρμωμένων τὸν νοῦν, ἀπορίας ἡμῖν κατάστασις περὶ τὴν διάνοιαν συμβαίνει, ὅτι τὸ ῥητὸν τοῦτο εἰς παράστασιν τῆς τοιαύτης αὐτῶν ἁπλῶς ἀργῆς φιλονεικίας λαμβάνουσιν, ὅλως τοῦ πράγματος μὴ ἔχοντος ἔμφασιν ἐπικοινωνοῦσαν τῇ τοιαύτῃ σχέσει. «ἡμεῖς», γάρ φησι, «νοῦν Χριστοῦ ἔχομεν». τί δὲ ἄρα εἴη ὁ Χριστὸς παρ᾽ αὐτοῖς ἐρωτητέον, ἢ ὁ νοῦς Χριστοῦ τί ἄρα εἴη. ἐνταῦθα δὲ ὑποφαίνουσιν ἕτερον τὸν Χριστὸν εἶναι νενοηκότες καὶ ἑτέραν τὴν αὐτοῦ θεότητα.
εἰ γὰρ ἀντὶ τοῦ νοῦ τὸν Χριστὸν ὑπολαμβάνουσι, Χριστὸν δὲ τὴν ἔνσαρκον μόνην Χριστοῦ παρουσίαν ὀνομάζουσιν, ἄρα πάλιν εἰς ἑτέραν ζήτησιν ἡμᾶς ἄγειν πειρῶνται. καὶ ὅτι μὲν οὖν 〈οὐκ〉 ἀπὸ τῆς ἐνσάρκου παρουσίας θεὸς λόγος καὶ υἱὸς τοῦ θεοῦ ἑρμηνεύεται δῆλον. εἰ 〈δὲ〉 καὶ προῆγον περὶ αὐτοῦ μαρτυρίαι τὸν Χριστὸν αὐτὸν καλοῦσαι καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ἐν τῇ παρουσίᾳ πεπλήρωνται, μήτε τῆς θεότητος ἐκτὸς Χριστοῦ ὑπαρχούσης ὀνόματος μήτε τῆς ἐνσάρκου παρουσίας καὶ 〈τῆς〉 αὐτοῦ ἐνανθρωπήσεως ἄνευ τῆς τοιαύτης ὀνομασίας ὀνομαζομένης, ὡς κατὰ τὸ εἰρημένον «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν ἐκ νεκρῶν», καὶ πάλιν ὁ αὐτὸς λέγει «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· τὸ δὲ ἀπέστειλας ἄνωθεν 〈τυγχάνει〉 ἔχον τὴν θεωρίαν, ἀλλ᾽ οὐκ ἐκτὸς ὂν τῶν ὑπὸ Πέτρου εἰρημένων ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς τέρασι καὶ σημείοις, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» καὶ τὰ τούτοις ὅμοια. 32. Εἶτα δὲ πάλιν οἱ γλυκύτατοι ἡμῶν ἀδελφοί, βουλόμενοι κατὰ πάντα φιλονείκους ἡμῖν εἰσφέρειν διανοίας, καὶ τὴν αὐτοῦ θεότητα πεπονθυῖαν οὐκ ἀτολμήτως κηρύττουσιν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν».
τινὲς δὲ τῶν αὐτοῦ παίδων μὴ νοοῦντες τοῦτο, ὡς οἶμαι, μετὰ τῶν ἄλλων προβαλλόμενοι βούλονται ἐπισοφίζεσθαι. θαυμάζω γὰρ εἰ αὐτὸς οὕτως φάσκει. οὐ θαυμαστὸν γὰρ ἐὰν εἴπῃ ἡ θεία γραφὴ τὸν κύριον τῆς δόξης ἐσταυρῶσθαι. καὶ γὰρ καὶ κύριον δόξης ὁμολογοῦμεν καὶ αὐτὴν τὴν ἔνσαρκον παρουσίαν· οὐ γὰρ διῄρηται ἀπὸ τῆς θεότητος ἡ ἔνσαρκος παρουσία, τῆς ἑκάστης ὑποθέσεως εὐλόγως νοουμένης καὶ ἐπὶ τὸ αὐτὸ τῆς πάσης πραγματείας εἰς μίαν οἰκονομίαν καὶ μίαν τελειότητα ἡμῖν συνηνωμένης. παθητὸς γὰρ ἡμῖν κηρύττεται Χριστὸς καὶ πιστεύεται, οὐ καθ᾽ ἑαυτὸν παθών, οὐδὲ ὅτι ἄλλος ἐστὶν ὁ πεπονθὼς καὶ ἄλλος ὁ κύριος, οὐδὲ ὅτι ἡ θεότης πέπονθεν, ἀλλὰ πέπονθε μὲν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς θεότητος ἀτρέπτου μενούσης τε καὶ ἀπαθοῦς, πασχούσης δὲ ἐν τῇ σαρκὶ καὶ ἀπαθοῦς μενούσης. εἰ γὰρ ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν καὶ ὄντως ἀπέθανεν, οὐχ ἡ θεότης ἀπέθανεν, ἀλλὰ ἀπέθανεν ἐν σαρκί, κατὰ τὸ εἰρημένον «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι», καὶ πάλιν «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί». θαυμαστῶς ἡμῖν ὡμολόγηται πεπονθὼς ἐν ἀληθείᾳ καὶ ἀπαθὴς ἐν ἀληθείᾳ, τῆς θεότητος μὴ παθούσης διὰ τὸ ἄτρεπτον καὶ ἀπαθὲς καὶ ὁμοούσιον τῷ πατρί, παθούσης δὲ τῆς σαρκὸς καὶ οὐ μερισθείσης τῆς θεότητος ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἐν τῷ πάθει.
συνῆν γὰρ καὶ ἡ θεότης καὶ ἡ ἐνανθρώπησις, ὅτε ἐπὶ τῷ σταυρῷ ἔπασχε μὲν Χριστὸς σαρκί, ἀπαθὴς δὲ ἔμεινε θεότητι, ἵνα τὴν δικαίωσιν μηκέτι ἐν σαρκὶ μόνον ἔχωμεν, ἀλλὰ ἐν τῇ θεότητι, καὶ ἵνα ἐν τῇ θεότητι καὶ ἐν τῇ σαρκὶ κατ᾽ ἀμφοῖν ἡμῖν σωτηρία γένηται. οὐ γὰρ ψιλὸς ἡμῖν ἄνθρωπος ὁ Χριστός, ἀλλὰ λόγος ἐνυπόστατος ἔνσαρκος 〈γενόμενος〉 καὶ θεὸς ἄνθρωπος γεγονὼς ἐν ἀληθείᾳ, ἡμῶν μὴ ἐχόντων τὴν ἐλπίδα ἐπ᾽ ἄνθρωπον, ἀλλ᾽ ἐν τῇ θεότητι, καὶ ἡμῶν μὴ ἐχόντων θεὸν πάσχοντα, ἀλλ᾽ ἀπαθῆ, ἐκτὸς δὲ πάθους τὴν σωτηρίαν ἡμῶν μὴ πεποιηκότα, ἀλλ᾽ ἐν τῷ ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ ἑαυτὸν προσενέγκαι τῷ πατρὶ θυσίαν ὑπὲρ τῶν ἡμετέρων ψυχῶν, «ἐν τῷ αἵματι αὐτοῦ καθαρίσας» ἡμᾶς, «σχίσας τὸ καθ᾽ ἡμῶν χειρόγραφον καὶ προσηλώσας αὐτὸ τῷ σταυρῷ», καθὼς πάντη ἡ γραφὴ διδάσκει ἡμᾶς. 33. Καὶ ἔσται μοι περὶ τούτων, εἰ χρεία γένοιτο, εἰς παράστασιν εἰπεῖν πολλά.
καὶ γὰρ ἐν ἄλλοις εἰρήκαμεν, τὴν θεωρίαν ταύτην σαφηνίζοντες περὶ τῆς ἡμῶν βεβαίας σωτηρίας, ὅτι ὡς, ἂν ἐκ ῥαντισμοῦ αἵματος τυγχάνῃ βαφὴ ἐν ἱματίῳ, τὸ μὲν σῶμα οὐκ ἔβαψε τοῦ φοροῦντος, ἡ δὲ βαφὴ τοῦ ἱματίου οὐκ εἰς τὸ ἱμάτιον λελόγισται, ἀλλ᾽ εἰς τὸν ἄνθρωπον τὸν φοροῦντα, οὕτω καὶ τὸ πάθος τῇ θεότητι μὲν οὐκ ἐνέσκηψεν, ἀλλ᾽ ἐν τῇ ἐνανθρωπήσει ἐγένετο, οὐκ ἐλογίσθη δὲ τῇ ἐνανθρωπήσει μόνῃ, [ἀλλ᾽] ἵνα μὴ πληρωθῇ ἐν τῇ οἰκονομίᾳ τῆς σωτηρίας τὸ «ἐπικατάρατος πᾶς ὃς ἔχει τὴν ἐλπίδα ἐπ᾽ ἄνθρωπον», ἀλλ᾽ ἐλογίσθη καὶ εἰς τὴν θεότητα, τῆς θεότητος μὴ πασχούσης, ἵνα ἐν τῇ θεότητι λογισθῇ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ πάθους ἡ σωτηρία. ἀλλὰ πάλιν μὴ λεξίθηρ ὤν τις ἑαυτὸν θελήσῃ μᾶλλον συλλογίσασθαι ἤπερ τὸ αἴνιγμα τοῦ ὁμοιώματος. οὐ γὰρ πᾶσα παραβολὴ ἐν τῇ γραφῇ ὅλη λαμβάνεται, ὡς τὸ «σκύμνος λέοντος Ἰούδα», διὰ τὸ ἰσχυρότερον τοῦ ζῴου καὶ βασιλικώτατον, ἀλλ᾽ οὐχὶ διὰ τὸ ἄλογον καὶ ἁρπακτικόν. οὕτω καὶ ἐπὶ τοῦ ἱματίου, οὐκ ἐνδυομένου καὶ ἐκδυομένου, ἀλλ᾽ ἅπαξ κατὰ τὸ εἰρημένον «εὐπρέπειαν ἐνεδύσατο», τὸ δὲ δεύτερον «ἐνεδύσατο δύναμιν καὶ διεζώσατο», πληρουμένης ἐπὶ τούτῳ τοῦ ἁγιωτάτου ἀποστόλου τῆς φωνῆς, τὸ «οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει».
Τοίνυν τούτων οὕτως ἐχόντων βούλονται οἱ ἀδελφοὶ ἡμῶν εἰς παράστασιν ἡμῖν φέρειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». κατὰ δὲ τὸν λόγον αὐτῶν τὸν ἐπὶ τῇ θεωρίᾳ ταύτῃ φραζόμενον εἰς ὑπόνοιαν ἡμᾶς φέρουσι, μὴ τάχα νενοήκασιν ὡς τοῦ νοῦ ἑτέρου ὄντος τοῦ Χριστοῦ. εἰ δὲ οὐ λογίζονται ἐκτὸς εἶναι τὴν θεότητα τῆς ἐνανθρωπήσεως, ἀλλὰ μίαν εἶναι τὴν οἰκονομίαν, τί ἄρα ἔσται περισσότερον νοῦς Χριστοῦ ὁ λεγόμενος; μὴ ἄρα καθ᾽ ἑαυτὸν ὁ θεὸς λόγος ἐστί, μὴ ἔχων νοῦν ἀνθρώπινον, ὥς φασιν, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, νοῦν δὲ ἕτερον ἔχει Χριστὸς παρὰ τὴν αὐτοῦ ὑπόστασιν τῆς θεότητος; ἢ καταχρηστικῶς εἴωθε πᾶν ῥῆμα ὑπέρογκον λέγεσθαι ἡμῖν εἰς παράστασιν τῶν ἐν ἡμῖν πληρουμένων; 34. Καὶ γὰρ τῷ μὲν ὄντι πᾶς θεοσεβὴς οὐ κατὰ τὸν νοῦν τὸν ἀνθρώπινον πολιτεύεται, ἀλλὰ κατὰ τὸν τοῦ Χριστοῦ, τὸν ὑπὸ Χριστοῦ πληρούμενον τῇ συνέσει, τὸν κατὰ τὸν Χριστὸν λογιζόμενον ἐν δικαιοσύνῃ, τὸν ἐν Χριστῷ πεπολιτευμένον τῇ ὁμολογίᾳ, τὸν διὰ Χριστὸν σῳζόμενον ἐν τῇ δικαιοπραγίᾳ. οὗτος γάρ ἐστιν ὁ νοῦς Χριστοῦ, ὁ ἐν ἡμῖν δυνάμενος εἶναι καὶ ἐν τόπῳ περιεκτικῷ τὸν Χριστὸν μὴ κατέχειν.
πάντη γάρ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ 〈τὸ〉 ἅγιον πνεῦμα, καὶ ἐν ἡμῖν ὑπάρχει πνευματικῶς, ἐὰν αὐτοῦ ἄξιοι γενώμεθα, οὔ τινος τόπου περικλείοντος αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῇ δὲ δυνάμει τῆς αὐτοῦ θεότητος ἐν ἅπασι τυγχάνων ἐστὶ καὶ ἀμιγὴς πάντων ἐστὶ διὰ τὴν αὐτοῦ ἀσυγκοινώνητόν τε καὶ ἀσύγκριτον οὐσίαν καὶ ἀκραιφνῆ καὶ ἀκατάληπτον θεότητα. ὅταν δὲ εἴπῃ ὁ ἀπόστολος «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἆρά γε τί λογισώμεθα; εἶχε τὸν ἴδιον ἀνθρώπινον 〈νοῦν〉 ἢ τοῦ Χριστοῦ ἐμφορούμενος νοῦν τὸν μὲν ἴδιον ἀπεβάλλετο, νοῦν δὲ Χριστοῦ εἶχεν ἀντὶ τοῦ ἰδίου; οὐ πάντως. συνομολογήσειε γὰρ ἕκαστος τῶν ἀκουόντων ὅτι τὸν μὲν ἴδιον εἶχε, τοῦ τε Χριστοῦ ἐνεφορεῖτο, τοῦ κοσμήσαντος αὐτὸν κατὰ τὴν θεοσέβειαν καὶ γνῶσιν καὶ θεοῦ πολιτείαν ἐπουράνιον. εἰ τοίνυν τὸν ἴδιον ἔχων νοῦν Χριστοῦ ἐνεφορεῖτο νοῦν, ἄρα γε καὶ Χριστὸς αὐτὸς ὁ λόγος νοῦς ἦν, εἴ γε οὕτως δεῖ λέγειν, ἐπειδή τισι τοῦτο ἔδοξε νοῦν καλεῖν θεόν. ἐγὼ δὲ τὸν νοῦν τὸν ἡμέτερον οὐχ ὑπόστασιν ἡγοῦμαι, οὐδέ τις τῶν υἱῶν τῆς ἐκκλησίας, ἀλλ᾽ ἐνέργειάν τινα ἐκ θεοῦ ἐν ἡμῖν δεδομένην καὶ οὖσαν. τὸν δὲ Χριστὸν ὑπόστασιν λέγω, ὡς καὶ πάντες πιστοὶ ὁμολογοῦσι, καὶ θεὸν ὁμολογῶ καὶ ὄντα κύριον, ἐκ πατρὸς γεγεννημένον, τέλειον ἐκ τελείου καὶ φῶς ἐκ φωτὸς καὶ θεὸν ἐκ θεοῦ.
ἀλλ᾽ ὅμως κατὰ τὸν αὐτὸν λόγον ὁ ὢν ἐν ἑαυτῷ νοῦς, ὥσπερ ὁ ἅγιος ἀπόστολος διδάσκει περὶ αὐτοῦ ὅτι «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», εἶχεν αὐτὸς καὶ οἱ ὑπ᾽ αὐτοῦ μαρτυρούμενοι τὸν ἴδιον ἑαυτῶν νοῦν καὶ πάλιν ἐνεφοροῦντο τοῦ Χριστοῦ νοῦ, οὕτως δυναμένης τῆς χάριτος αὐτοῦ ἐν ἑαυτοῖς τελειοῦσθαι. 35. Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος [τὸ] καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ νοῦς, εἰ καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος ἀπόστολος τὸν ἀνθρώπινον καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς καὶ χαρίσματος καὶ χάριτος, οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ᾽ ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ Χριστοῦ νῷ κατεκοσμεῖτο, πόσῳ γε μᾶλλον ὁ θεὸς λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα, αὐτοτέλειος ὤν, αὐτόθεος ὤν, αὐτοδύναμις, αὐτόνους, αὐτόφως, καὶ τοῦ νοῦ καὶ παντὸς τοῦ σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτής, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον, μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ, ἄνευ ἁμαρτίας.
πάντα γὰρ ἀληθινῶς ἐποίησεν ἐλθὼν ὁ λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν κατὰ τὸ γεγραμμένον «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς· ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ χωρὶς ἁμαρτίας, καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας καὶ ἁγίας παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρός, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων καὶ ψυχὴν καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν ἀληθείᾳ εὑρισκόμενος καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος καὶ ἐν Αἰγύπτῳ κατερχόμενος καὶ ἀπ᾽ Αἰγύπτου μεταφερόμενος καὶ εἰς Ναζαρὲτ ἀναστρεφόμενος, καὶ ἐν Ἰορδάνῃ παραγενόμενος καὶ ὑπὸ Ἰωάννου βαπτιζόμενος, καὶ ὑπὸ διαβόλου πειραζόμενος, καὶ μαθητὰς ἐκλεγόμενος ἐν ἀληθείᾳ, καὶ βασιλείαν οὐρανῶν κηρύξας ὡς τὰ πάντα ἐν ἀληθείᾳ εὑρίσκεται, ὑπό τε Ἰούδα παραδιδόμενος, καὶ ὑπὸ Ἰουδαίων συλλαμβανόμενος, Ποντίῳ Πιλάτῳ προσφερόμενος καὶ ὑπ᾽ αὐτοῦ θανάτῳ κατακρινόμενος, σταυρῷ παραδιδόμενος, «διψῶ» λέγων «δότε μοι πιεῖν», ἐν ἀληθείᾳ λαμβάνων ὄξος μετὰ χολῆς, γευόμενος καὶ μηκέτι ποτὸν προσιέμενος, σταυρῷ προσπηγνύμενος ἐν ἀληθείᾳ κράζων «ἠλί ἠλί, λημᾶ σαβαχθανί», ἐν ἀληθείᾳ κλίνων τὴν κεφαλὴν καὶ ἐκπνέων, ἐν ἀληθείᾳ τὸ σῶμα καθαιρούμενον καὶ λαμβανόμενον, ἐν ἀληθείᾳ [καὶ] ἑλισσόμενον ὑπὸ τοῦ Ἰωσὴφ καὶ ἐν μνήματι τιθέμερον, ἐν ἀληθείᾳ λίθῳ ἠσφαλισμένον· κατερχόμενος ἐν θεότητι σὺν ψυχῇ εἰς Ἅιδου καὶ λύων πεπεδημένους ἐν ἀνδρείᾳ καὶ ἐν δυνάμει, ἀνερχόμενος θεὸς λόγος σὺν ψυχῇ τῇ ἁγίᾳ, μεθ᾽ ἧς ἐρρύσατο αἰχμαλωσίας, τὸ τριήμερον ἐν ἀληθείᾳ, ἐγειρόμενος σὺν σώματι καὶ ψυχῇ καὶ παντὶ τῷ ὀργάνῳ ἐν ἀληθείᾳ, εὑρισκόμενος μετὰ τῶν μαθητῶν τὴν τεσσαρακονθήμερον, εὐλογῶν τε αὐτοὺς ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἐν ἀληθείᾳ, ἀνερχόμενος εἰς οὐρανὸν ἐν ἀληθείᾳ, τῶν μαθητῶν αὐτὸν θεωρούντων ἕως τῶν νεφελῶν ἀναλαμβανόμενον ἐν ἀληθείᾳ, καθεσθέντα καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς ἐν ἀληθείᾳ, ἐν αὐτῷ τῷ σώματι καὶ τῇ θεότητι, ἐν αὐτῇ τῇ τελείᾳ ἐνανθρωπήσει, ᾗ συνήνωσε τὰ ὅλα εἰς ἓν καὶ μίαν πνευματικὴν τελείωσιν, θεὸς ὢν ἐν δόξῃ καθεζόμενος, κρῖναι ζῶντας καὶ νεκροὺς ἐρχόμενος ἐν ἀληθείᾳ.
καὶ οὐδέν ἐστι παρηλλαγμένον, ἀλλὰ πάντα τέλεια τελείως ἐν αὐτῷ ἐν τελειότητι εἰργασμένα. 36. Καλῶς δὲ ἔχειν περὶ τούτων νομίσαντες ἕως τούτου περὶ τούτων εἰρῆσθαι ἐδικαιώσαμεν. περὶ δὲ ὧν ἐνηχήθημεν πάλιν περιττολογιῶν 〈ἀπὸ〉 τῶν τὰ τοιαῦτα λεγόντων ἀναγκαῖον καὶ αὐτὰ ὑποδεῖξαι. οὐ πάνυ δὲ πεπιστεύκαμεν ὅτι οὕτως παρ᾽ αὐτοῖς ᾄδεται· ὅμως τὰ ἐνηχηθέντα οὐ σιωπήσομεν.
Τινὲς γὰρ καὶ ἐτόλμησαν λέγειν ὅτι πάλιν τινὲς ἐξ αὐτῶν λέγουσι περὶ Μαρίας, μετὰ τὸ γεγεννηκέναι τὸν Χριστὸν ἐπισυνῆφθαι ἀνδρὶ τῷ Ἰωσήφ. θαυμάζω δὲ εἰ καὶ αὐτοὶ τοῦτο λέγουσιν. εἰσὶ δὲ οἱ τοῦτο λέγοντες, οὓς καὶ αὐτοὺς ἐν τοῖς σχίσμασιν ἠριθμήσαμεν, αἰτηθέντες καὶ γράψαντες ἐπιστολὴν ἐν τῇ Ἀραβίᾳ πρός τινας κατὰ τῶν τοῦτο λεγόντων. πολλὰ δὲ ἐκεῖσε περὶ τούτου εἰρήκαμεν ἐν τῇ κατ᾽ αὐτοὺς ὑποθέσει. καθεξῆς δὲ ἐν θεῷ καὶ αὐτὴν ἰδιάζουσαν καθυποτάξω.
Ἄλλοι δὲ ἔφασαν τὸν γέροντα εἰρηκέναι ὅτι ἐν τῇ πρώτῃ ἀναστάσει χιλιονταετηρίδα τινὰ ἐπιτελοῦμεν, τοῖς αὐτοῖς ἐμπολιτευόμενοι ὁποίοις καὶ νῦν, ὡς καὶ νόμον καὶ ἄλλα φυλάττοντες καὶ πάντα τῆς χρήσεως τῆς ἐν τῷ κόσμῳ, γάμου τε καὶ περιτομῆς καὶ τῶν ἄλλων μετέχοντες· ὅπερ οὐ πάνυ περὶ αὐτοῦ πεπιστεύκαμεν. ὡς δέ τινες διεβεβαιώσαντο, τοῦτο ἔφησαν αὐτὸν εἰρηκέναι.
Καὶ ὅτι μὲν γέγραπται περὶ τῆς χιλιονταετηρίδος ταύτης [ὅτι] ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ ὅτι παρὰ πλείστοις ἐστὶν ἡ βίβλος πεπιστευμένη καὶ παρὰ τοῖς θεοσεβέσι, δῆλον. τὴν δὲ βίβλον ἀναγινώσκοντες οἱ πλεῖστοι καὶ εὐλαβεῖς, περὶ τῶν πνευματικῶν εἰδότες καὶ 〈τὰ〉 ἐν αὐτῇ πνευματικῶς ἔχοντα 〈πνευματικῶς〉 λαμβάνοντες ἀληθῆ μὲν ὄντα, ἐν βαθύτητι δὲ σαφηνιζόμενα πεπιστεύκασιν. οὐ μόνον γὰρ τοῦτο ἐκεῖ βαθέως εἴρηται, ἀλλὰ καὶ ἄλλα πολλά. 37. Ἐν δὲ τῷ παρόντι καιρῷ διὰ τὴν συντομίαν μόνον ἐν ὑπομνήσει γεγένημαι τῷ λόγῳ, ὅπως γνῶσιν οἱ θεοσεβεῖς ὅτι παντὶ βουλομένῳ ὑπερβαίνειν τοὺς ὅρους τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ παραδόσεως τῆς προφητικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ διδασκαλίας * τὴν ἐλπίδα, ἀπὸ τῆς μιᾶς ὑποθέσεως τοῦ μικροῦ καὶ βραχέος λόγου κατὰ τὸ ἀκαριαῖον καὶ τυχὸν ἐν παρεκβάσει γινομένου 〈τοῦ〉 φρονήματος, εἰς πολλὰς λοιπὸν κενοφωνίας καὶ σφαλερὰς ὑπονοίας ὁ λογισμὸς καὶ εἰς ἀναρμόστους καὶ ξένας ζητήσεις καὶ «ἀπεράντους γενεαλογίας», κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα, τραπήσεται. εἶναι γὰρ τοῦτο εὔηθες πολὺ καὶ μηδὲ χρείαν ἔχον ἑρμηνείας παντὶ σαφές ἐστι τῷ σύνεσιν κεκτημένῳ· ὅτι οὐδὲ ἐπιδέεται ζητήσεως ἡ τοιαύτη σοφία καὶ ὑπόθεσις τοῦ λόγου. εἰ γὰρ ἐγειρόμεθα πάλιν περιτέμνεσθαι, τίνι τῷ λόγῳ οὐ προειλήφαμεν τὸ περιτέμνεσθαι;
ἄρα οὖν κατὰ τοῦτο ἀναγκαιότερον ἡμῶν 〈πράττοντες〉 τυγχάνουσιν οἱ ἀπεντεῦθεν τὸ τέλειον ἐπιγνόντες καὶ προειληφότες τελειοῦσθαι ἐν τῇ τότε μελλούσῃ τελειότητι. ποῦ οὖν τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει» καὶ «οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ποῦ τὸ παρὰ τῷ κυρίῳ εἰρημένον «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσι»; τὸ δὲ «καθήσεσθε ἐπὶ τῆς τραπέζης 〈τῆς βασιλείας〉 τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες» καὶ «ὅταν αὐτὸ πίω καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» μετὰ προσθήκης τοῦ καινόν καὶ τοῦ «ἐπὶ τῆς τραπέζης τῆς βασιλείας» ἕτερον τὸν νοῦν σημαίνει. καὶ γὰρ καὶ αὐτοί φαμεν μεμαθηκότες ἀπὸ τῶν θείων λόγων μετάληψίν τινα πόματος καὶ βρώματος ἀμβροσίου· περὶ ὧν εἴρηται ὅτι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 38. Ἀλλά φησιν ὅτι πρῶτον μὲν ἐν τῇ χιλιονταετηρίδι τῶν φυσικῶν μεταλαμβάνομεν ἡδέων ἄνευ καμάτου καὶ λύπης, μετὰ δὲ τὴν χιλιονταετηρίδα, τότε μεταλαμβάνομεν ὧν εἴρηται κατὰ τὸ εἰρημένον «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν». ἀντίθετος δέ ἐστιν ὁ λόγος πρὸς τὴν πᾶσαν τῆς γραφῆς θεωρίαν.
εἰ γὰρ «ὁ νόμος οὐδένα ἐτελείωσε», νόμον δὲ μετὰ ἀνάστασιν φυλάττειν προσταττόμεθα, καὶ εἰ ὁ «ἅγιος νόμος» ὁ διὰ Μωυσέως ὑπὸ κυρίου δοθεὶς «παιδαγωγὸς εἰς Χριστὸν ἡμῖν γέγονεν» ὡς ὑποδεέστερος τῶν τελειουμένων, τῷ μείζονι καὶ τελειοτάτῳ προσάγειν πεπιστευμένος, Χριστοῦ δὲ τοῦ τελείου ἐλθόντος καὶ δεσπότου καὶ παρειληφότος ἐκ χειρὸς τοῦ παιδαγωγήσαντος τῶν εἰσαγομένων τουτέστι τῶν πιστῶν τὴν ἁγίαν παρθένον καὶ ἐκκλησίαν καὶ ἡμῶν ἐπιγνόντων διὰ μὲν νόμου τοῦ παιδαγωγοῦ τὸν μείζονα καὶ «τελειωτὴν Ἰησοῦν» 〈καταργεῖται〉, πῶς οὐχὶ μᾶλλον βραχείας ἐννοίας καὶ εὐηθείας σημεῖον δειχθήσεται ὁ λόγος τῶν τὰ τοιαῦτα λεγόντων ὅτι μετὰ τὴν τοῦ Χριστοῦ τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν «ἀρχὴν τῶν στοιχείων» καὶ διδαχῆς καὶ «ἐπιθέσεως χειρῶν», κατὰ τὸ γεγραμμένον, σαφῶς ἡμῖν τοῦ ἀποστόλου λέγοντος ὅτι «πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται», ὡς περὶ παλαιᾶς διαθήκης καὶ νομοθεσίας 〈σημαίνων〉. «μετατιθεμένης», γάρ φησι, «τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται». εἰ δὲ μετετέθη ἡ παλαιὰ καὶ ἀνεκαινίσθη ἡ νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι παλαιὰν εἰς χρῆσιν, τὴν καινὴν εἰς παλαίωσιν μετατιθέμενος, «τῆς μὲν χάριτος ἀποπεσεῖν» παρασκευάζων καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος;
Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες καὶ τοῦτο ἱκανὸν λογισάμενοι διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί, θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν καὶ τούτων ἀνατροπήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.