Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ναζωραίοι, Εβιωναίοι και η σχέση τους με τον ιουδαϊκό νόμο

Ιστορική εμφάνιση των Ναζωραίων και Εβιωναίων, εμμονή στις νομικές διατάξεις και αυστηρός έλεγχος των χριστολογικών τους θέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 27

Κατὰ Ναζωραίων 〈θ〉, τῆς δὲ ἀκολουθίας 〈κθ〉. 1. Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε αὐτοῖς ὄντες ἢ καὶ πρὸ αὐτῶν ἢ σὺν αὐτοῖς ἢ μετ᾽ αὐτούς, ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν τίνες τίνας διεδέξαντο. καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις καὶ ὅμοια ἀλλήλοις κέκτηνται τὰ φρονήματα. οὗτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ οὔτε αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ, ἀλλὰ Ναζωραίων. πάντες δὲ Χριστιανοὶ Ναζωραῖοι τότε ὡσαύτως ἐκαλοῦντο· γέγονε δὲ ἐπ᾽ ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς καὶ Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί. ἐκαλοῦντο δὲ Ἰεσσαῖοι διὰ τὸν Ἰεσσαί, οἶμαι, ἐπειδήπερ ὁ Δαυὶδ ἐξ Ἰεσσαί, ἐκ δὲ τοῦ Δαυὶδ κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας γραφῆς, κατὰ τὴν παλαιὰν διαθήκην τοῦ κυρίου λέγοντος πρὸς τὸν Δαυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». 2. Δέδια δὲ καθ᾽ ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. τοῦ γὰρ κυρίου φήσαντος τῷ Δαυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου» καὶ ὅτι «ὤμοσε κύριος τῷ Δαυὶδ καὶ οὐ μεταμεληθήσεται» δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία.

καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ᾽ ἢ τό «κατ᾽ ἐμαυτοῦ ὤμοσα λέγει κύριος»; «οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός»· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παράστασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. μεθ᾽ ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ. μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ ἔδει τὸν Χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον. εἴποι δ᾽ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; «ἦλθον» γάρ φησι τὸ εὐαγγέλιον «χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε» «καὶ ἐκρύβη ἐν Ἐφραῒμ πόλει τῆς ἐρήμου». φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέσεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ καθίσαι ἐπὶ θρόνον Δαυίδ (ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι), ὅμως ὡς ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει. 3.

Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἕδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα. ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἦλθεν «ᾧ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν» 〈ὥς〉 φησιν. ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ * ἡγούμενοι, διέπεσε δὲ ἡ τάξις καὶ 〈μετ〉έστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ ἀπὸ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. ἀφ᾽ οὗ Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων Σαλίνας, τῆς καὶ Ἀλεξάνδρας καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρῴδου τοῦ βασιλέως καὶ Αὐγούστου τοῦ Ῥωμαίων αὐτοκράτορος· ὃς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέξανδρος οὗτος, εἷς τῶν χριστῶν καὶ ἡγουμένων ὑπάρχων. συναφθεισῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ τοῦ ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν καὶ πάσης τῆς τοῦ Λευί, βασιλεῖς καὶ ἱερεῖς καθίστων· οὐ γὰρ διήμαρτέν τι ἀπὸ τῆς τῆς ἁγίας γραφῆς αἰνίξεως. τότε δὲ λοιπὸν ἀλλόφυλος βασιλεὺς Ἡρῴδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαυὶδ διάδημα ἐπέθεντο.

μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν—καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος Δαυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα μείζονα ἀπ᾽ αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις—, κατασταθέντος εὐθὺς Ἰακώβου, τοῦ ἀδελφοῦ τοῦ κυρίου καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου, υἱοῦ τοῦ Ἰωσὴφ φύσει ὄντος ἐν τάξει δὲ ἀδελφοῦ τοῦ κυρίου κληθέντος διὰ τὴν συνανατροφήν. 4. Ἦν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴφ ἐκ 〈πρώτης〉 γυναικὸς τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται. ἀλλὰ καὶ εὑρίσκομεν αὐτὸν ἐκ τοῦ Δαυὶδ ὄντα διὰ τὸ υἱὸν εἶναι τοῦ Ἰωσήφ, Ναζιραῖόν 〈τε〉 γενόμενον (ἦν γὰρ πρωτότοκος τῷ Ἰωσὴφ καὶ ἡγιασμένος)· ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην ηὕρομεν.

διὸ καὶ ἐφίετο αὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιέναι, ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμένον· οὕτως γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι. ἀλλὰ καὶ τὸ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐξῆν αὐτῷ φορεῖν, καθὼς οἱ προειρημένοι ἀξιόπιστοι ἄνδρες ἐν τοῖς αὐτοῖς ὑπομνηματισμοῖς ἐμαρτύρησαν. «ἱερεύς» τοίνυν, ὡς ἔφην, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός «εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», βασιλεύς τε ὁμοῦ κατὰ τὴν τάξιν τὴν ἄνωθεν, ἵνα μεταγάγῃ τὴν ἱερωσύνην ἅμα τῇ νομοθεσίᾳ. τοῦ δὲ σπέρματος Δαυὶδ κατὰ τὴν Μαρίαν καθεζομένου ἐν θρόνῳ, * εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν τάξιν τοῦ τότε βασιλείου. καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς ἔλεγεν ἐν τῷ εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ «ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου». τοῦ γὰρ Χριστοῦ τὰ πάντα πληροῦντος δι᾽ αἰνιγμάτων, ἕως τινὸς μέτρου αἱ ὑποθέσεις ἔφθανον. οὐ γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας, ὁ βασιλεύων ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ᾽ αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ νομισθῇ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν.

μένει γὰρ αὐτοῦ ὁ θρόνος καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος καὶ κάθηται ἐπὶ τὸν θρόνον Δαυίδ, τὸ βασίλειον τοῦ Δαυὶδ μεταστήσας καὶ χαρισάμενος τοῖς ἑαυτοῦ δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ, τουτέστι τοῖς ἀρχιερεῦσι τῆς καθολικῆς ἐκκλησίας. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, ἀλλ᾽ ὅμως ἐπειδὴ εἰς τὸν τόπον ἐλήλυθα δι᾽ ἣν αἰτίαν Ἰεσσαῖοι ἐκαλοῦντο πρὶν τοῦ καλεῖσθαι Χριστιανοὶ οἱ εἰς Χριστὸν πεπιστευκότες, τούτου ἕνεκα ἔφημεν ὅτι ὁ Ἰεσσαὶ πατὴρ γίνεται τοῦ Δαυίδ, καὶ ἤτοι ἐξ ὑποθέσεως τούτου τοῦ Ἰεσσαὶ ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι διὰ τὸ ἐξ Ἰησοῦ ὁρμᾶσθαι, μαθηταὶ αὐτοῦ ὄντες, ἢ διὰ τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ κυρίου· Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον θεραπευτὴς καλεῖται ἤτοι ἰατρὸς καὶ σωτήρ. ὅμως τούτῳ τῷ ὀνόματι πρὶν τοῦ Χριστιανοὺς αὐτοὺς καλεῖσθαι τὴν ἐπωνυμίαν ἐκέκτηντο. ἐπὶ Ἀντιοχείας δέ, καθάπερ ἄνω ἐπεμνήσθημεν καὶ ὡς ἔχει ἡ τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ Χριστιανοὶ καλεῖσθαι. 5. Εὕροις δ᾽ ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὡς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν λίμνην ἱστορῶν περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χριστιανῶν.

οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ (Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι) καὶ καταχθεὶς παρ᾽ αὐτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται. ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς τινες ἑβδομάδα τὴν ἁγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ᾽ ἑσπέραν. ἦν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν. ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ᾽ ὀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ προσανέχοντες καὶ περιτομὴν κεκτημένοι, ἀλλ᾽ ὥσπερ ἀπὸ σκοποῦ τινες θεασάμενοι πῦρ καὶ μὴ νοήσαντες δι᾽ ἣν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ εἰς 〈ἣν〉 χρησιμότητα τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν διὰ τῆς πυρᾶς κατασκευάζοντες ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκεσθαι, οὕτω καὶ αὐτοὶ μιμησάμενοι πῦρ ἀνάψαντες ἑαυτοὺς ἐνέπρησαν. ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεοσήμεια τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν.

γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλληφθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί φασιν «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι Ναζωραίους—οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους. τοῦτο γὰρ τοῖς τὸ παλαιὸν πρωτοτόκοις καὶ θεῷ ἀφιερωθεῖσιν ὑπῆρχεν τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ Σαμψὼν καὶ ἄλλοι μετ᾽ αὐτὸν καὶ πρὸ αὐτοῦ πολλοί, ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς τῶν αὐτῶν ἀφηγιασμένων τῷ θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχεν· «οἶνον γὰρ καὶ σίκερα οὐκ ἔπινεν»· ὡρίζετο γὰρ τοῖς τοιούτοις αὕτη ἁρμόδιος τῷ ἀξιώματι ἡ πολιτεία. 6. ἀλλὰ οὐδὲ Νασαραίους ἑαυτοὺς ἐκάλεσαν· ἦν γὰρ ἡ αἵρεσις τῶν Νασαραίων πρὸ Χριστοῦ καὶ Χριστὸν οὐκ ᾔδει—· ἀλλὰ καὶ πάντες ἄνθρωποι τοὺς Χριστιανοὺς ἐκάλουν Ναζωραίους ὡς προεῖπον, ὡς λέγουσι κατηγοροῦντες Παύλου τοῦ ἀποστόλου «τοῦτον τὸν ἄνθρωπον ηὕρομεν λοιμὸν καὶ διαστρέφοντα τὸν λαόν, πρωτοστάτην τε ὄντα τῆς τῶν Ναζωραίων αἱρέσεως». ὁ δὲ ἅγιος ἀπόστολος οὐκ ἀρνεῖται μὲν τὸ ὄνομα, οὐχὶ τὴν τούτων αἵρεσιν ὁμολογῶν, ἀλλὰ τὸ ὄνομα τὸ ἀπὸ τῆς τῶν ἀντιλεγόντων κακονοίας διὰ τὸν Χριστὸν ἐπενεχθὲν αὐτῷ ἀσμένως καταδεχόμενος.

φησὶ γὰρ ἐπὶ τοῦ βήματος «οὔτε ἐν τῷ ἱερῷ ηὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασίν τινα ὄχλου ποιοῦντα οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. ὁμολογῶ δέ σοι τοῦτο, ὅτι κατὰ τὴν ὁδὸν ἣν αἵρεσιν οὗτοι φάσκουσιν οὕτω λατρεύω, πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις». καὶ οὐ θαῦμα ὅτι ὁ ἀπόστολος ὡμολόγει ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε τούτῳ τῷ ὀνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς τὸν καιρόν, ὥστε τοὺς ἀνθρώπους 〈Ναζωραίους〉 καλεῖν τοὺς τῷ Χριστῷ πεπιστευκότας, περὶ οὗ καὶ γέγραπται «ὅτι Ναζωραῖος κληθήσεται». καὶ γὰρ καὶ νῦν ὁμωνύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ Μαρκιωνιστὰς Γνωστικούς τε καὶ ἄλλους, Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστιανοὺς καλοῦσι καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη, καταδέχεται τοῦτο χαίρουσα, ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται· δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ σεμνύνεσθαι ὀνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις.

οὕτω καὶ οἱ ἅγιοι τοῦ Χριστοῦ μαθηταὶ τότε μαθητὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν· ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι οὐκ ἀπηναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν, ἐπειδὴ καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς 〈ὁ〉 Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει τὰ εὐαγγέλια καὶ αἱ Πράξεις τῶν ἀποστόλων, διὰ τὸ ἐν τῇ πόλει αὐτὸν Ναζαρὲτ (κώμῃ δὲ τὰ νῦν οὔσῃ) ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννηθέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου τῆς μεμνηστευμένης Ἰωσήφ, τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι μετὰ τὸ ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστάντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι. 7. Οὗτοι δὲ οἱ προειρημένοι αἱρεσιῶται, περὶ ὧν ἐνταῦθα τὴν ὑφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὄνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, ἀλλὰ Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον. χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθήκῃ, ἀλλὰ καὶ παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι.

οὐ γὰρ ἀπηγόρευται παρ᾽ αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι. παρ᾽ αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ πάντα γεγενῆσθαι, ἕνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι. παρ᾽ αὐτοῖς γὰρ πᾶς ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ γραφεῖα λεγόμενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Ἐσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς ἀναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις. ἐν τούτῳ δὲ μόνον πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμῳ πεπεδῆσθαι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις. περὶ Χριστοῦ δὲ οὐκ οἶδ᾽ εἰπεῖν, εἰ καὶ αὐτοὶ τῇ τῶν προειρημένων περὶ Κήρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες ψιλὸν ἄνθρωπον νομίζουσιν ἢ καθὼς ἡ ἀλήθεια ἔχει διὰ πνεύματος ἁγίου γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται.

ἔστιν δὲ αὕτη ἡ αἵρεσις ἡ Ναζωραίων ἐν τῇ Βεροιαίων περὶ τὴν Κοίλην Συρίαν καὶ ἐν τῇ Δεκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη καὶ ἐν τῇ Βασανίτιδι ἐν τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ. ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε, μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν πάντων τῶν μαθητῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα καὶ ἀναχωρῆσαι δι᾽ ἣν ἤμελλε πάσχειν πολιορκίαν. καὶ ἐκ τῆς τοιαύτης ὑποθέσεως τὴν Περαίαν οἰκήσαντες ἐκεῖσε, ὡς ἔφην, διέτριβον. ἐντεῦθεν ἡ κατὰ τοὺς Ναζωραίους αἵρεσις ἔσχεν τὴν ἀρχήν. 8. Πεπλάνηνται δὲ καὶ οὗτοι περιτομὴν αὐχοῦντες, καὶ ἔτι οἱ τοιοῦτοι «ὑπὸ κατάραν εἰσί», μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. πῶς γὰρ δυνήσονται πληροῦν τὰ ἐν τῷ νόμῳ εἰρημένα, ὅτι «τρὶς τοῦ ἔτους ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστήν», ἐν τῷ τόπῳ Ἱεροσολύμων. ἀποκλεισθέντος γὰρ τοῦ τόπου καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ τῷ νοῦν ἔχοντι σαφὲς ἂν εἴη ὅτι Χριστὸς ἦλθεν πληρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς παραβάσεως τοῦ νόμου ὁρισθεῖσαν.

μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν ἐντολὴν ἦλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ «συνέκλεισε τὸ πᾶν εἰς κατάραν» λέγων «ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ βιβλίῳ τούτῳ τοῦ ποιῆσαι αὐτούς». ἦλθεν οὖν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα· οὕτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται. πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι «μὴ βάρος ἐπιτίθεσθαι πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου;» πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», «οἵτινες ἐν νόμῳ καυχᾶσθε, τῆς χάριτος ἐξεπέσατε»; 9. Ἀρκέσει γοῦν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας παρ᾽ ἡμῶν διάλεξις. εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον καὶ οὐδὲν ἕτερον. πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς Ἰουδαίοις ὑπάρχουσιν.

οὐ μόνον γὰρ οἱ τῶν Ἰουδαίων παῖδες πρὸς τούτους κέκτηνται μῖσος, ἀλλὰ καὶ ἀνιστάμενοι ἕωθεν καὶ μέσης ἡμέρας καὶ περὶ τὴν ἑσπέραν, τρὶς τῆς ἡμέρας ὅτε εὐχὰς ἐπιτελοῦσιν ἑαυτοῖς ἐν ταῖς συναγωγαῖς ἐπαρῶνται αὐτοῖς καὶ ἀναθεματίζουσι, τρὶς τῆς ἡμέρας φάσκοντες ὅτι «ἐπικαταράσαι ὁ θεὸς τοὺς Ναζωραίους». δῆθεν γὰρ τούτοις περισσότερον ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰουδαίων αὐτοὺς ὄντας Ἰησοῦν κηρύσσειν εἶναι 〈τὸν〉 Χριστόν, ὅπερ ἐστὶν ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς τὸν Ἰησοῦν μὴ δεξαμένους. ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. παρ᾽ αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη, Ἑβραϊκοῖς γράμμασιν ἔτι σῴζεται. οὐκ οἶδα δὲ εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον. ἀλλὰ καὶ ταύτην φωράσαντες ὡς βληχρὸν καὶ ὀδύνης ἐμποιητικὸν διὰ τοῦ ἰοῦ σφηκίον, καταθλάσαντες τε τοῖς τῆς ἀληθείας λόγοις, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπιπόθητοι, παρὰ θεοῦ αἰτοῦντες τὴν βοήθειαν.

Κατὰ Ἐβιωναίων 〈ι〉, τῆς δὲ ἀκολουθίας 〈λ〉. 1. Ἐβίων, ἀφ᾽ οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν καὶ τὰ ὅμοια τούτοις φρονήσας, πολύμορφον τεράστιον καὶ ὡς εἰπεῖν τῆς μυθευομένης πολυκεφάλου ὕδρας ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπωσάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν σχολῆς ὑπάρχων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος. ὡς γὰρ εἴ τις συνάξειεν ἑαυτῷ ἐκ διαφόρων λίθων τιμίων κόσμον καὶ ποικίλης ἐσθῆτος ἔνδυμα καὶ διαφανῶς ἑαυτὸν κοσμήσῃ, οὕτω καὶ οὗτος τὸ ἀνάπαλιν πᾶν ὁτιοῦν δεινὸν καὶ ὀλετήριον καὶ βδελυκτὸν κήρυγμα, ἄμορφόν τε καὶ ἀπίθανον, ἀ〈ντι〉ζηλίας ἔμπλεον παρ᾽ ἑκάστης αἱρέσεως λαβὼν ἑαυτὸν ἀνετύπωσεν εἰς ἁπάσας. Σαμαρειτῶν μὲν γὰρ ἔχει τὸ βδελυρόν, Ἰουδαίων δὲ τὸ ὄνομα, Ὀσσαίων καὶ Ναζωραίων καὶ Νασαραίων τὴν γνώμην, Κηρινθιανῶν τὸ εἶδος, Καρποκρατιανῶν τὴν κακοτροπίαν, καὶ Χριστιανῶν βούλεται ἔχειν τὸ ἐπώνυμον μόνον (οὐ γὰρ δήπουθεν τήν τε πρᾶξιν καὶ τὴν γνώμην καὶ τὴν γνῶσιν καὶ τὴν τῶν εὐαγγελίων καὶ ἀποστόλων περὶ πίστεως συγκατάθεσιν)· μέσος δὲ ὡς εἰπεῖν ἁπάντων τυγχάνων οὐδὲν πέφυκεν, ἀλλὰ ἐπ᾽ αὐτὸν πληροῦται τὸ γεγραμμένον τό «παρ᾽ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, μέσον ἐκκλησίας καὶ συναγωγῆς».

Σαμαρείτης μὲν γὰρ ὢν διὰ τῆς βδελυρίας τοὔνομα ἀρνεῖται, Ἰουδαῖον δὲ ἑαυτὸν ὁμολογῶν Ἰουδαίοις ἀντίκειται, καίτοι συμφωνῶν αὐτοῖς ἐν μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείξεσι τοῦ κατ᾽ αὐτῶν ἐλέγχου παραστήσομεν, θεοῦ ἐπιβοηθοῦντος. 2. Οὗτος γὰρ ὁ Ἐβίων σύγχρονος μὲν τούτων ὑπῆρχεν, ἀπ᾽ αὐτῶν δὲ σὺν αὐτοῖς 〈ὢν〉 ὁρμᾶται. τὰ πρῶτα δὲ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρός, τουτέστιν τοῦ Ἰωσήφ, τὸν Χριστὸν γεγεννῆσθαι ἔλεγεν· ὡς καὶ ἤδη ἡμῖν προείρηται ὅτι τὰ ἴσα τοῖς ἄλλοις ἐν ἅπασι φρονῶν ἐν τούτῳ μόνῳ διεφέρετο, ἐν τῷ τῷ νόμῳ τοῦ Ἰουδαϊσμοῦ προσανέχειν κατὰ σαββατισμὸν καὶ κατὰ τὴν περιτομὴν καὶ κατὰ τὰ ἄλλα πάντα, ὅσαπερ παρὰ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιτελεῖται. ἔτι δὲ πλείω οὗτος παρὰ τοὺς Ἰουδαίους ὁμοίως τοῖς Σαμαρείταις διαπράττεται. προσέθετο γὰρ τὸ παρατηρεῖσθαι ἅπτεσθαί τινος τῶν ἀλλοεθνῶν, καθ᾽ ἑκάστην δὲ ἡμέραν, εἴ ποτε γυναικὶ συναφθείη καὶ ᾖ ἀπ᾽ αὐτῆς, βαπτίζεσθαι ἐν τοῖς ὕδασιν, εἴ που δἂν εὐποροίη ἢ θαλάσσης ἢ ἄλλων ὑδάτων. ἀλλὰ καὶ εἰ συναντήσειέν τινι ἀνιὼν ἀπὸ τῆς τῶν ὑδάτων καταδύσεως καὶ βαπτισμοῦ, ὡσαύτως πάλιν ἀνατρέχει βαπτίζεσθαι, πολλάκις καὶ σὺν τοῖς ἱματίοις. τὰ νῦν δὲ ἀπηγόρευται παντάπασι παρ᾽ αὐτοῖς παρθενία τε καὶ ἐγκράτεια, ὡς καὶ παρὰ ταῖς ἄλλαις ταῖς ὁμοίαις ταύτῃ αἱρέσεσι.

ποτὲ γὰρ παρθενίαν ἐσεμνύνοντο, δῆθεν διὰ τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου· 〈διὸ〉 καὶ τὰ αὐτῶν συγγράμματα πρεσβυτέροις καὶ παρθένοις γράφουσι. γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ᾽ ἐκεῖνο καιροῦ κατῴκησαν τὸ πλεῖστον, ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι. καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν ἐν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ τῆς καὶ Ἀσταρὼς ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω μοι προδεδήλωνται. συναφθεὶς γὰρ οὗτος ἐκείνοις καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. καὶ διαφέρονται μὲν ἕτερος πρὸς τὸν ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. ἤδη δέ μοι καὶ ἐν ἄλλοις λόγοις καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων καὶ τῆς Ἀραβίας διὰ πλάτους εἴρηται. 3.

Καὶ τὸ μὲν πρῶτον οὗτος ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρός, τουτέστι τοῦ Ἰωσήφ, ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς ἀσύστατον καὶ ἀμήχανον τρέψαντες τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ᾽ αὐτοῖς περὶ Χριστοῦ διηγοῦνται· τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὐτοῖς Ἠλξαῖον τὸν ψευδοπροφήτην τὸν παρὰ τοῖς Σαμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσαίοις καλουμένοις 〈μοι προδεδηλωμένον〉, ὡς ἐκεῖνος φαντασίαν τινὰ περὶ Χριστοῦ διηγοῦνται καὶ περὶ πνεύματος ἁγίου. τινὲς γὰρ ἐξ αὐτῶν καὶ Ἀδὰμ τὸν Χριστὸν εἶναι λέγουσιν, τὸν πρῶτόν τε πλασθέντα καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ θεοῦ ἐπιπνοίας. ἄλλοι δὲ ἐν αὐτοῖς λέγουσιν ἄνωθεν μὲν αὐτὸν ὄντα πρὸ πάντων δὲ αὐτὸν κτισθέντα, πνεῦμα ὄντα καὶ ὑπὲρ ἀγγέλους ὄντα πάντων τε κυριεύοντα, καὶ Χριστὸν λέγεσθαι, τὸν ἐκεῖσε δὲ αἰῶνα κεκληρῶσθαι· ἔρχεσθαι δὲ ἐνταῦθα ὅτε βούλεται, ὡς καὶ ἐν τῷ Ἀδὰμ ἦλθε καὶ τοῖς πατριάρχαις ἐφαίνετο ἐνδυόμενος τὸ σῶμα· πρὸς Ἀβραὰμ δὲ ἐλθὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὁ αὐτὸς ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἦλθεν καὶ αὐτὸ τὸ σῶμα τοῦ Ἀδὰμ ἐνεδύσατο καὶ ὤφθη ἀνθρώποις καὶ ἐσταυρώθη καὶ ἀνέστη καὶ ἀνῆλθεν. πάλιν δὲ ὅτε βούλονται λέγουσιν· οὐχί, ἀλλὰ εἰς αὐτὸν ἦλθε τὸ πνεῦμα ὅπερ ἐστὶν ὁ Χριστὸς καὶ ἐνεδύσατο αὐτὸν τὸν Ἰησοῦν καλούμενον. καὶ πολλὴ παρ᾽ αὐτοῖς σκότωσις, ἄλλοτε ἄλλως καὶ ἄλλως αὐτὸν ὑποτιθεμένοις.

καὶ δέχονται μὲν καὶ αὐτοὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον. τούτῳ γὰρ καὶ αὐτοί, ὡς καὶ οἱ κατὰ Κήρινθον καὶ Μήρινθον χρῶνται μόνῳ. καλοῦσι δὲ αὐτὸ κατὰ Ἑβραίους, ὡς τὰ ἀληθῆ ἔστιν εἰπεῖν, ὅτι Ματθαῖος μόνος Ἑβραϊστὶ καὶ Ἑβραϊκοῖς γράμμασιν ἐν τῇ καινῇ διαθήκῃ ἐποιήσατο τὴν τοῦ εὐαγγελίου ἔκθεσίν τε καὶ κήρυγμα. ἤδη δέ που καί τινες πάλιν ἔφασαν καὶ ἀπὸ τῆς Ἑλληνικῆς διαλέκτου τὸ κατὰ Ἰωάννην μεταληφθὲν εἰς Ἑβραΐδα ἐμφέρεσθαι ἐν τοῖς τῶν Ἰουδαίων γαζοφυλακίοις, φημὶ δὲ τοῖς ἐν Τιβεριάδι, καὶ ἐναποκεῖσθαι ἐν ἀποκρύφοις, ὥς τινες τῶν ἀπὸ Ἰουδαίων πεπιστευκότων ὑφηγήσαντο ἡμῖν κατὰ λεπτότητα· οὐ μὴν ἀλλὰ καὶ τῶν Πράξεων τῶν ἀποστόλων τὴν βίβλον ὡσαύτως ἀπὸ Ἑλλάδος γλώσσης εἰς Ἑβραΐδα μεταληφθεῖσαν λόγος ἔχει ἐκεῖσε κεῖσθαι ἐν τοῖς γαζοφυλακίοις, ὡς καὶ ἀπὸ τούτου τοὺς ἀναγνόντας Ἰουδαίους τοὺς ἡμῖν ὑφηγησαμένους εἰς Χριστὸν πεπιστευκέναι. 4. Ἦν δέ τις ἐξ αὐτῶν Ἰώσηπος, οὐχ ὁ συγγραφεὺς καὶ ἱστοριογράφος καὶ παλαιὸς ἐκεῖνος, ἀλλ᾽ ὁ ἀπὸ Τιβεριάδος ὁ ἐν χρόνοις τοῦ μακαρίτου Κωνσταντίνου τοῦ βασιλέως τοῦ γέροντος 〈γενόμενος〉, ὃς καὶ παρ᾽ αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ ἱδρῦσαι καὶ ἐν Διοκαισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ πέπονθεν ὑπ᾽ αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι.

οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ᾽ αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἦν. εἰσὶ δὲ οὗτοι 〈οἱ〉 μετὰ τὸν πατριάρχην, ἀπόστολοι καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. ὁ δὲ πατριάρχης κατ᾽ ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν (νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι), ἐκ γένους δὲ τοῦ Γαμαλιὴλ ἐτύγχανεν τοῦ παρ᾽ αὐτοῖς γενομένου πατριάρχου. ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας. τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ᾽ ἐκεῖνο καιροῦ ἐπίσκοπον πλησιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ᾽ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως. μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν ἐπίσκοπον λέγων «δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα». ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι᾽ ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν.

αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων. 5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ 〈τοῦτο〉 διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ πλειόνων. παρ᾽ αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτήσατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ᾽ αὐτῷ κατήχθημεν. συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ᾽ αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ᾽ αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός. ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέντων *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα. ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων.

ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὗτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί. καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ κόμητος ἀξίωμα ἐκώλυεν ἀπ᾽ αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, [ἐπεὶ] οὐκ ἂν ὑπέστη κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου τοῦ Ἀρειανοῦ ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐστηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα Κωνστάντιον γνώσει τε καὶ παρρησίᾳ. ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *, ἀλλὰ κρυφίως ἡμᾶς ἐπεσκέπτετο. πιθανὸν δέ τι ὁ Ἰώσηπος καὶ γελοιῶδες ὑφηγεῖτο, οἶμαι δὲ τάχα ὅτι καὶ 〈ἐν τούτῳ〉 ἠλήθευεν. ἔφασκε γὰρ ὅτι τελευτησάσης τῆς αὐτοῦ συμβίου, δεδιὼς μή πη ἄρα ἁρπάξωσιν αὐτὸν οἱ Ἀρειανοὶ καὶ καταστήσωσι κληρικόν (πολλάκις γὰρ κολακεύσαντες αὐτὸν πεισθῆναι τῇ αἱρέσει ὑπισχνοῦντο μείζονας προκοπάς, εἰ δέον, καὶ ἐπίσκοπον αὐτὸν καταστῆσαι)—ὁ δὲ ἔφασκε τούτου χάριν συνῆφθαι δευτέρᾳ γυναικί, ὅπως διαδράσοι τὰς αὐτῶν χειροτονίας. 6. Ἀλλὰ ἐπάνειμι τὴν ὑφήγησιν τῆς κατὰ τὸν πατριάρχην ὑποθέσεως καὶ αὐτοῦ τοῦ Ἰωσήπου εἰς τοὐμφανὲς κατὰ λεπτότητα τοῖς βουλομένοις ἐντυγχάνειν διὰ τῶν ὑπ᾽ ἐκείνου λόγων ἐμοὶ εἰρημένων ποιησόμενος.

καὶ ἤδη μέν, ὡς ἐκεῖνος ὑφηγεῖτο, τοῦ πατριάρχου λουτροῦ καταξιουμένου, διὰ τῶν ἐν ταῖς θύραις ἁρμογῶν εἴσω παρακύπτων, φησίν, κατενόουν τὰ ὑπὸ τοῦ ἐπισκόπου τῷ πατριάρχῃ γινόμενα, εἰς νοῦν τε ἔλαβον καὶ παρ᾽ ἐμαυτῷ ἐταμιευόμην. καὶ γὰρ καὶ χρυσίου ὁλκήν τινα ἱκανωτάτην ἔχων παρὰ χεῖρα ὁ αὐτὸς πατριάρχης, ἐκτείνας τὴν χεῖρα, φησίν, ἐπέδωκεν τῷ ἐπισκόπῳ, φάσκων ὅτι «πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ 〈ὅτι〉 ἔσται ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ». ὡς οὖν ταῦτα ἐπράχθη, φησίν, καὶ ἠνοίγησαν αἱ θύραι, ἠρωτᾶτο ὑπὸ τῶν ἐπισκεπτομένων ὁ πατριάρχης πῶς ἔχοι διὰ τοῦ βοηθήματος, καὶ ὡμολόγει καλλίστως ἔχειν· καὶ γὰρ ᾔδει ὃ ἔλεγεν. ἔπειτα δὲ 〈μετὰ〉 ἡμέρας δύο ἢ τρεῖς τὸν ἀριθμόν, πολλάκις τοῦ ἐπισκόπου ἐπισκεπτομένου αὐτὸν ἐν ἰατροῦ προφάσει, ἐκοιμήθη ὁ πατριάρχης μετὰ καλῆς ἀποθέσεως, παραδοὺς τὸν ἴδιον υἱὸν κομιδῆ νέον ὄντα Ἰωσήπῳ τε καὶ ἄλλῳ τινὶ ἐπιεικεστάτῳ *. τὰ πάντα τοίνυν ἐπράττετο διὰ τῶν δύο τούτων, διὰ τὸ ἔτι τὸν πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφεσθαι. ἐν τούτῳ τῷ καιρῷ τῆς διανοίας τοῦ Ἰωσήπου ἐνοχλουμένης πολλάκις διὰ τῶν γενομένων μυστικῶν ἐν τῇ κατὰ τὸ λουτρὸν ὑποθέσει ἐσκέπτετο τί ἂν πράξειεν.

καὶ ἦν ἐκεῖσε γαζοφυλακίου τις οἶκος ἐσφραγισμένος· γάζα δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραΐδα θησαυρός. πολλῶν δὲ πολλὰ διανοουμένων περὶ τοῦ γαζοφυλακίου τούτου διὰ τὴν σφραγῖδα, ὁ Ἰώσηπος λεληθότως τολμήσας ἤνοιξεν καὶ ηὗρεν οὐδὲν χρημάτων πλὴν βίβλους τὰς ὑπὲρ χρήματα. ἀναγινώσκων δὲ ἐν ταύταις, ὡς ἤδη ἔφην, τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀπὸ Ἑλλάδος εἰς Ἑβραΐδα φωνὴν μεταληφθὲν ηὕρατο καὶ τὰς τῶν ἀποστόλων Πράξεις· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, Ἑβραϊκὸν φύσει ὄν, ἐκ τούτων ἀναγνοὺς πάλιν τὴν διάνοιαν ἐτρύχετο, ἀσχάλλων μέν πως περὶ τῆς πίστεως τοῦ Χριστοῦ· ἤδη δὲ ἐκ δύο ὑποθέσεων ὑπονυττόμενος, τῆς τῶν βιβλίων ἀναγνώσεως καὶ τῆς τοῦ πατριάρχου μυσταγωγίας, ὅμως τῇ καρδίᾳ ἐσκληρύνετο, οἷα γίνεται. 7. Ὡς δὲ ἐν τούτοις κατετρίβετο, ἁδρύνεται ὁ παῖς ὁ καταλειφθεὶς ὑπὸ Ἐλλὴλ εἰς πατριαρχίαν τρεφόμενος· οὐδεὶς γὰρ ἄλλος ἁρπάζει τὰς ἀρχὰς παρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ υἱὸς πατέρα διαδέχεται. ὡς οὖν ἐπὶ τὸ ἀκμαῖον τῆς ἡλικίας ὁ νέος ἤρχετο, προσεφθείροντο αὐτῷ τινες ἥλικες ἀργοὶ καὶ ἐθάδες κακῶν· τάχα δέ, οἶμαι, Ἰούδας οὗτος ἐκαλεῖτο, οὐ πάνυ δὲ σαφῶς ἐπίσταμαι διὰ τὸν χρόνον.

μετέφερον οὖν αὐτὸν οἱ συνηλικιῶται νεώτεροι εἰς πολλὰς κακῶν ἐπιτηδεύσεις, φθοράς τε γυναικῶν καὶ λαγνείας ἀνοσίους, μαγγανείαις τισὶν μαγικαῖς ἐπιχειροῦντες αὐτῷ συνεργεῖν εἰς τὰ τῆς ἀκολασίας *, ἀγώγιμά τινα ἐπιτελοῦντες καὶ διὰ ἐπαοιδῶν βιαζόμενοι γυναῖκας ἐλευθέρας πρὸς τὴν τούτου φθορὰν ἐξ ἀνάγκης ἄγεσθαι. ὁ δὲ Ἰώσηπος καὶ ὁ σὺν αὐτῷ πρεσβύτης ἀνάγκην ἔχοντες τῷ παιδὶ συνέπεσθαι βαρέως μὲν ἔφερον, πολλάκις δὲ καὶ ἐγκλήματα προσέφερον διὰ λόγων καὶ παρῄνουν αὐτῷ. ὁ δὲ μᾶλλον τοῖς νέοις ἐπείθετο, κρύπτων τὰ αἰσχρὰ καὶ ἀρνούμενος· οὔτε γὰρ ἐτόλμων οἱ περὶ Ἰώσηπον ἐξειπεῖν τὰ κατ᾽ ἐκείνου φανερῷ τῷ λόγῳ, ἀλλ᾽ ὡς δι᾽ ἐπιστήμην παρῄνουν. παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ᾽ ἔτος ἄγεται· ἀπέρχονται γὰρ πανταχόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς ἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι᾽ ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται. κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου.

ἡ δὲ ἑαυτὴν ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δὴ Χριστιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ ἰδιώταις ἀνθρώποις παρὰ τὴν τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς διδασκαλίας. ὅμως ἵνα δείξῃ ὁ θεὸς τὰ αὐτοῦ θαυμάσια, τοῦ ἐπιχειρήματος τὸ μειράκιον ἀπέτυχεν, φημὶ δὲ ὁ πατριάρχης. διεπέμψατο γὰρ πρὸς τὴν γυναῖκα καὶ δῶρα ἐτάξατο· ἡ δὲ τοὺς διαπεμφθέντας ἐξυβρίσασα οὐκ ἐκάμφθη τῇ τοῦ ἀκολάστου ματαιοεργίᾳ. 8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὀδύνην, ἣν εἰς τὸ γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς αὐτὸς Ἰώσηπος ἐμοὶ κατὰ λεπτότητα ὑφηγήσατο. ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως ἐν τῇ πατρίδι καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα. ἐκεῖ παραλαβόντες τὸν προειρημένον οἱ ἅμα αὐτῷ γόητες ἐπῳδάς τινας καὶ ἐπιορκισμοὺς καὶ ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης γυναικός. ἐκ θεοῦ δὲ βουλήσεως εἰς νοῦν ταῦτα ἦλθεν τοῦ ἄλλου πρεσβύτου τοῦ σὺν Ἰωσήπῳ τυγχάνοντος· ὁ δὲ αἰσθόμενος τῶν γινομένων τῷ Ἰωσήπῳ ἀνακοινοῦται. καὶ πρῶτον μὲν ταλανίσας ἑαυτὸν ἔφη «τάλανες ἡμεῖς» φησίν, «ἀδελφέ, καὶ ἀπωλείας σκεύη, τίνι προσεδρεύομεν;»

ὁ δὲ Ἰώσηπος τὴν αἰτίαν ἐρωτήσας οὐ πρότερον ἤκουσε παρ᾽ αὐτοῦ διὰ λόγων πρὶν αὐτοῦ λαβόμενος τῆς χειρὸς ὁ πρεσβύτης ἀπήγαγε τὸν Ἰώσηπον, ἔνθα τὸ ἄθροισμα οἱ φθοριμαῖοι μετὰ τοῦ νεωτέρου ἐν τοῖς μνήμασι μαγγανείας ἕνεκα ἐποιοῦντο. καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ᾽ ἐκείνων γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα ἦν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν. μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας χαμαὶ ἐρριμμένα, οἷς προσκενώσαντες οὖρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος ἔφη, ἐξῆλθον. ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς ἐκακουργήθη ταῦτα, καὶ παρετηροῦντο εἰ κατισχύσουσιν. ὡς οὖν οὐ κατίσχυσαν οἱ γόητες (διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νυξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσάμενον τοῖς τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν. τοῦτο τρίτον τῷ Ἰωσήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας δύναμις. οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι. 9.

Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι «ἐγώ εἰμι Ἰησοῦς, ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίστευε εἰς ἐμέ». ὁ δὲ οὐδ᾽ οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι· ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκληραυχενίᾳ. εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν αὐτοῦ Ἰουδαίων τὸ παρ᾽ αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε. τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι «πίστευε 〈εἰς〉 Ἰησοῦν, τὸν ἐσταυρωμένον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀναστάντα, καὶ ὅτι αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς». ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλήθως ἔστιν εἰπεῖν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς τὸ τοιοῦτον ἤκουσα, ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουδαίων φόβον ἀνὰ μέσον δὲ Χριστιανῶν πολλάκις διατρίβοντος καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος, συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ καὶ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ ἀπὸ τῆς Ἱεριχοῦς καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ αὐτοῦ μὴ ἀντιλέγοντος.

θαυμάζοντος δέ μου καὶ ἐρωτῶντος τὴν αἰτίαν (ἦν γὰρ καὶ νομομαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει ἀλλὰ πείθεται περὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, ἀκούων τὰ τοσαῦτα ἀπεκάλυψέν μοι καὶ οὗτος, ὡς μέλλων τελευτᾶν ἤκουσε παρ᾽ αὐτῶν εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ ὅτι «Ἰησοῦς Χριστὸς ὁ σταυρωθεὶς υἱὸς τοῦ θεοῦ μέλλει σε κρίνειν». ἀλλὰ ταῦτά μοι περὶ τούτων καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθα [μοι] ἐξ ἀληθινῆς ἀκοῆς παρακείσθω. 10. Ἔτι δὲ ὁ Ἰώσηπος ἐν νόσῳ ἦν καὶ ἀκούσας παρὰ τοῦ πρεσβύτου ὡς προεῖπον μετὰ τῶν ἄλλων ὅτι Ἰησοῦς Χριστός σε κρινεῖ, ἔτι ἐσκληρύνετο. ὁ δὲ κύριος πάλιν πρὸς αὐτὸν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν δι᾽ ὁράματος ἐνυπνίου «ἰδού» φησίν «ἰῶμαί σε, ἀλλὰ ἀναστὰς πίστευε». ἀναστὰς δὲ πάλιν ἀπὸ τῆς νόσου οὐκ ἐπίστευσεν. ὑγιαίνοντι δὲ αὐτῷ φαίνεται ὁ κύριος πάλιν κατ᾽ ὄναρ, ἐγκαλῶν αὐτῷ δι᾽ ἣν αἰτίαν οὐκ ἐπίστευσεν. ἐπαγγέλλεται δὲ αὐτῷ λέγων ὁ κύριος ὅτι εἰς πληροφορίαν πίστεως εἴ τι βούλει ἐν ὀνόματί μου θεοσήμειον ἐργάσασθαι, ἐπικάλεσαί με κἀγὼ ποιήσω. μαινόμενος δέ τις ἦν ἐν τῇ πόλει, ὃς γυμνὸς τὴν πόλιν περιῄει (φημὶ δὲ ἐν Τιβεριάδι) καὶ πολλάκις ἐνδιδυσκόμενος τὴν ἐσθῆτα διερρήγνυεν, ὡς ἔθος τοῖς τοιούτοις. ὁ οὖν Ἰώσηπος βουλόμενος ἐν πείρᾳ γενέσθαι τοῦ ὁράματος, διστάζων δὲ ἔτι αἰδοῖ κατείχετο.

παραλαμβάνει γοῦν τοῦτον ἔνδον καὶ ἀποκλείσας τὴν θύραν ὕδωρ τε λαβὼν εἰς τὴν χεῖρα καὶ σφραγίσας τὸ ὕδωρ, ἐρράντισεν ἐπὶ τὸν ἐμμανῆ ἄνθρωπον φήσας «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου τοῦ σταυρωθέντος ἔξελθε ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ὑγιὴς γένηται». ὁ δὲ ἄνθρωπος ἀνακράξας μέγα καὶ χαμαὶ πεσών, ἀφρίσας πολλὰ καὶ σπαραχθεὶς ἔμεινεν πολλὴν ὥραν ἀκίνητος, Ἰώσηπος δὲ ὑπενόησε τὸν ἄνθρωπον τεθνάναι. ὁ δὲ μετὰ ὥραν διατριψάμενος τὸ μέτωπον ἀνέστη καὶ ἀναστὰς καὶ θεασάμενος τὴν ἰδίαν γύμνωσιν ἑαυτὸν ἔκρυπτεν καὶ τὰς χεῖρας ἐπὶ τῇ αἰσχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν ἰδίαν γύμνωσιν. ἱμάτιον δὲ παρ᾽ αὐτοῦ τοῦ Ἰωσήπου ἐξ ὧν εἶχεν ἐνδυθείς, εἰς κατάστασιν συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ θεῷ, γνοὺς ὅτι δι᾽ αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διεφήμιζε τὸν ἄνδρα, καὶ γνωστὸν ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον. θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει λεγόντων ὅτι Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀληθὲς τὸ ὑπ᾽ αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν. ἔτι δὲ ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις. 11.

Συμβέβηκε γὰρ αὐτῷ τῷ Ἰωσήπῳ μετὰ τὸ ἁδρυνθῆναι Ἰούδαν τὸν πατριάρχην, ὃν προείπαμεν (τάχα γὰρ οὕτως ἐλέγετο), ἀμοιβῆς ἕνεκα γέρας τῷ Ἰωσήπῳ τῆς ἀποστολῆς δοῦναι τὴν ἐπικαρπίαν. καὶ μετ᾽ ἐπιστολῶν οὗτος ἀποστέλλεται εἰς τὴν Κιλίκων γῆν· ὃς ἀνελθὼν ἐκεῖσε ἀπὸ ἑκάστης πόλεως τῆς Κιλικίας τὰ ἐπιδέκατα καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν. ἐν τούτῳ δὲ τῷ καιρῷ κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ᾽ εἰπεῖν ἐν ποίᾳ πόλει. φιλ〈ι〉οῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, † ὃς λεληθότως ᾔτησε παρ᾽ αὐτοῦ τὰ εὐαγγέλια καὶ ἀνέγνω. ἐπεὶ οὖν οἷα ἀπόστολος (οὕτως γὰρ παρ᾽ αὐτοῖς ὡς ἔφην τὸ ἀξίωμα καλεῖται), ἐμβριθέστατός 〈τε ὢν〉 καὶ καθαρεύων δῆθεν, τὰ εἰς κατάστασιν εὐνομίας οὗτος διετέλει προβαλλόμενος, πολλοὺς τῶν κατασταθέντων ἀρχισυναγώγων καὶ ἱερέων καὶ πρεσβυτέρων καὶ ἀζανιτῶν (τῶν παρ᾽ αὐτοῖς διακόνων ἑρμηνευομένων ἢ ὑπηρετῶν) καθαιρῶν τε καὶ μετακινῶν τοῦ ἀξιώματος, ὑπὸ πολλῶν ἐνεκοτεῖτο, οἵτινες ὥσπερ ἀμύνασθαι αὐτὸν πειρώμενοι πολυπραγμονεῖν τοῦτον καὶ ἰχνηλατεῖν τὰ παρ᾽ αὐτοῦ γινόμενα οὐ μικρὸν ἐσπούδαζον.

διὰ τοιαύτην δὲ αἰτίαν πολυπραγμονήσαντες ἀθρόως εἰσέφρησαν οἴκαδε εἰς τὸ αὐτοῦ ἐφέστιον καὶ καταλαμβάνουσιν αὐτὸν τὰ εὐαγγέλια διερχόμενον, τήν τε βίβλον κατέχουσι τὸν δὲ ἄνδρα ἁρπάζουσι, σύροντες χαμαὶ καὶ βοῶντες, καὶ αἰκίας ἐπιφέροντες οὐ τὰς τυχούσας ἀπάγουσι μὲν εἰς τὴν συναγωγὴν καὶ μαστίζουσι τοῦτον κατὰ τὸν νόμον. καὶ οὗτος αὐτῷ πρῶτος ἀγὼν γίνεται· ἐπέστη δὲ ὁ ἐπίσκοπος τῆς πόλεως καὶ ἀφείλετο αὐτόν. ἄλλοτε δὲ καταλαμβάνουσιν αὐτὸν ἐν ὁδοιπορίᾳ τινί, ὡς ἡμῖν ὑφηγήσατο, καὶ ῥίπτουσιν αὐτὸν εἰς Κύδνον τὸν ποταμόν. τῷ δὲ ῥεύματι αὐτὸν ἀφαρπαχθέντα * ἐτόπασαν μή πη ἄρα ὄλωλεν ὑποβρύχιος γενόμενος τοῖς ὕδασι καὶ ἔχαιρον ἐπὶ τούτῳ. ὁ δὲ μικρῷ ὕστερον λουτροῦ ἁγίου καταξιοῦται (ἐσώθη γάρ), ἄνεισι δὲ ἐπὶ τὸ κομιτάτον καὶ βασιλεῖ Κωνσταντίνῳ φιλιοῦται καὶ ἀνέθετο αὐτῷ τὰ καθ᾽ ἑαυτὸν ἅπαντα, ὡς ἦν τῶν κατ᾽ Ἰουδαίους ἐξοχωτάτης ἀξίας καὶ ὡς αἱ θεοπτίαι αὐτῷ πάντῃ ἐπεφαίνοντο, τοῦ κυρίου αὐτὸν προσκαλουμένου εἰς τὴν ἁγίαν κλῆσιν καὶ σωτηρίαν τῆς κατ᾽ αὐτὸν πίστεώς τε καὶ γνώσεως. ὁ δὲ ἀγαθὸς βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι μετὰ Δαυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖπον, ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ.

κόμητα γὰρ αὐτὸν κατέστησε, φήσας αὐτῷ αἰτεῖν πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ τοῦ βασιλέως τὸ ἐπιτραπῆναι [καὶ] διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε Χριστιανὸν μέσον αὐτῶν εἶναι. τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν Διοκαισαρείᾳ τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερναοὺμ φυλάσσεται 〈τὸ〉 παρ᾽ αὐτοῖς [τοῦ] μὴ εἶναι ἀλλόεθνον. 12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἧκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος. ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν. ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμαι, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι. ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ τούτου τὴν πρόφασιν ἔσχε, καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὗρεν ἕως ὕψους τινὸς ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν. ἀσβέστου δὲ ἦν χρεία καὶ τῆς ἄλλης ὕλης.

καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀριθμὸν ἑπτά (φούρνακας δὲ ἐπιχωρίως ταύτας καλοῦσιν). οἱ δὲ δεινοὶ καὶ πρὸς πᾶν ἐπιχείρημα εὔτολμοι Ἰουδαῖοι τῆς παρ᾽ αὐτοῖς ἀεὶ γινομένης μαγγανείας οὐκ ἀπέσχοντο. μαγείαις γάρ τισι καὶ περιεργίαις τὸ πῦρ καταδῆσαι οἱ γεννάδαι Ἰουδαῖοι ἐπετρίβησαν, ἀλλ᾽ οὐκ εἰς τέλος ἴσχυσαν. ἤργει γοῦν τὸ πῦρ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν φύσεως ἐκτὸς ἐγένετο.

ὡς δὲ οἱ τὴν καυστικὴν ὕλην παραβάλλειν τῷ πυρὶ ἐπιτεταγμένοι (φημὶ δὲ ῥῶπας εἴτ᾽ οὖν φρύγανα) τῷ Ἰωσήπῳ τὸ πραχθὲν ἐσήμαναν, δηχθεὶς τὴν φρένα ὁ ἀνὴρ καὶ ζήλῳ ἀρθεὶς τῷ πρὸς τὸν κύριον ἔδραμεν ἔξω τῆς πόλεως καὶ ὕδωρ κελεύσας ἐνεχθῆναι ἐν ἀγγείῳ, ἐν καψάκῃ φημί (κακούβιον δὲ τοῦτο οἱ ἐπιχώριοι καλοῦσι), λαβών 〈τε〉 τὸ αὐτὸ ἄγγος τοῦ ὕδατος ἐνώπιον πάντων (συνηθροίσθη δὲ πλῆθος Ἰουδαίων ἐπὶ τὴν θέαν, καὶ τὸ ἀποβησόμενον ἰδεῖν σπουδάζοντες καὶ ὅ τι ἐπιχειρήσειεν Ἰώσηπος πράττειν) μεγάλῃ τῇ φωνῇ ὁ ἀνὴρ σταυροῦ σφραγῖδα ἐπιθεὶς τῷ ἀγγείῳ διὰ τοῦ ἰδίου δακτύλου καὶ ἐπικαλεσάμενος τὸ ὄνομα Ἰησοῦ εἶπεν οὕτως «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, οὗ ἐσταύρωσαν οἱ πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπραξαν καὶ εἰς ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν οἶκον κυρίου». καὶ οὕτως λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ ὕδατος. καὶ ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες ὄχλοι κραυγάσαντες «εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς» ἀνεχώρησαν. πολλάκις δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ ναοῦ ἐν Τιβεριάδι οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕτως ἐκεῖθεν ἀνεχώρησεν, ἐν Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν.

ἐν Διοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως ᾠκοδόμησε. ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς Ἑβραΐδα μετέπεσε καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἕως ὧδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω. 13. Ἐπάνειμι δὲ τὴν κατὰ Ἐβίωνος ποιούμενος ἀκολουθίαν· διὰ γὰρ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον προϊὼν ὁ λόγος τὴν ἀκολουθίαν τῆς εἰς ἡμᾶς ἐλθούσης γνώσεως παραθέσθαι ἠνάγκασεν. ἐν τῷ γοῦν παρ᾽ αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ (Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν) ἐμφέρεται ὅτι «ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς, καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· παρερχόμενος παρὰ τὴν λίμνην Τιβεριάδος ἐξελεξάμην Ἰωάννην καὶ Ἰάκωβον, υἱοὺς Ζεβεδαίου, καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ * Θαδδαῖον καὶ Σίμωνα τὸν ζηλωτὴν καὶ Ἰούδαν τὸν Ἰσκαριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ τελωνίου ἐκάλεσα καὶ ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ» καί «ἐγένετο Ἰωάννης βαπτίζων, καὶ ἐξῆλθον πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν καὶ πᾶσα Ἱεροσόλυμα.

καὶ εἶχεν ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. καὶ τὸ βρῶμα αὐτοῦ, φησί, μέλι ἄγριον, οὗ ἡ γεῦσις ἡ τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ»· ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. ἡ δὲ ἀρχὴ τοῦ παρ᾽ αὐτοῖς εὐαγγελίου ἔχει ὅτι «ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας 〈ἐπὶ ἀρχιερέως Καϊάφα〉, ἦλθέν 〈τις〉 Ἰωάννης 〈ὀνόματι〉 βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὃς ἐλέγετο εἶναι ἐκ γένους Ἀρὼν τοῦ ἱερέως, παῖς Ζαχαρίου καὶ Ἐλισάβετ, καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες». καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι «τοῦ λαοῦ βαπτισθέντος ἦλθεν καὶ Ἰησοῦς καὶ ἐβαπτίσθη ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν οἱ οὐρανοὶ καὶ εἶδεν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· σύ μου εἶ ὁ υἱὸς ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα, καὶ πάλιν· ἐγὼ σήμερον γεγέννηκά σε. καὶ εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃ ἰδών, φησίν, ὁ Ἰωάννης λέγει αὐτῷ· σὺ τίς εἶ, κύριε; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ πρὸς αὐτόν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν ηὐδόκησα. καὶ τότε, φησίν, ὁ Ἰωάννης προσπεσὼν αὐτῷ ἔλεγεν· δέομαί σου, κύριε, σύ με βάπτισον.

ὁ δὲ ἐκώλυσεν αὐτὸν λέγων· ἄφες, ὅτι οὕτως ἐστὶ πρέπον πληρωθῆναι πάντα». 14. Ὅρα δὲ τὴν παρ᾽ αὐτοῖς παραπεποιημένην πανταχόθεν διδασκαλίαν, πῶς πάντα χωλά, λοξὰ καὶ οὐδεμίαν ὀρθότητα ἔχοντα. ὁ μὲν γὰρ Κήρινθος καὶ Καρποκρᾶς, τῷ αὐτῷ χρώμενοι δῆθεν παρ᾽ αὐτοῖς εὐαγγελίῳ *, ἀπὸ τῆς ἀρχῆς τοῦ κατὰ Ματθαῖον εὐαγγελίου διὰ τῆς γενεαλογίας βούλονται παριστᾶν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας εἶναι τὸν Χριστόν. οὗτοι δὲ ἄλλα τινὰ διανοοῦνται. παρακόψαντες γὰρ τὰς παρὰ τῷ Ματθαίῳ γενεαλογίας ἄρχονται τὴν ἀρχὴν ποιεῖσθαι ὡς προείπομεν, λέγοντες ὅτι «ἐγένετο» φησίν «ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ» καὶ τὰ ἑξῆς· ἐπειδὴ γὰρ βούλονται τὸν μὲν Ἰησοῦν ὄντως ἄνθρωπον εἶναι, ὡς προεῖπον, Χριστὸν δὲ ἐν αὐτῷ γεγενῆσθαι τὸν ἐν εἴδει περιστερᾶς καταβεβηκότα (καθάπερ ἤδη καὶ παρ᾽ ἄλλαις αἱρέσεσιν εὑρήκαμεν) συναφθέντα 〈τε〉 αὐτῷ, καὶ εἶναι αὐτὸν τὸν Χριστὸν * ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς γεγεννημένον. πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον, δῆθεν ἀπὸ τοῦ λόγου οὗ εἴρηκεν ὁ σωτὴρ ἐν τῷ ἀναγγελῆναι αὐτῷ ὅτι «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν», ὅτι «τίς μού ἐστι μήτηρ καὶ ἀδελφοί;

καὶ ἐκτείνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς ἔφη· οὗτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ μήτηρ καὶ ἀδελφαὶ οἱ ποιοῦντες τὰ θελήματα τοῦ πατρός μου». ἐντεῦθεν, ὡς ἔφην, τῆς πάσης κυβείας μεμεστωμένος ὁ Ἐβίων διὰ πολλῶν μορφῶν ὑποφαίνει ἑαυτόν, ὡς εἶναι τεράστιον κατὰ τὰ ἄνω μοι προδεδηλωμένα. 15. Χρῶνται δὲ καὶ ἄλλαις τισὶ βίβλοις, δῆθεν ταῖς Περιόδοις καλουμέναις Πέτρου ταῖς διὰ Κλήμεντος γραφείσαις, νοθεύσαντες μὲν τὰ ἐν αὐταῖς, ὀλίγα δὲ ἀληθινὰ ἐάσαντες, ὡς αὐτὸς Κλήμης αὐτοὺς κατὰ πάντα ἐλέγχει ἀφ᾽ ὧν ἔγραψεν ἐπιστολῶν ἐγκυκλίων τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀναγινωσκομένων, ὅτι ἄλλον ἔχει χαρακτῆρα ἡ αὐτοῦ πίστις καὶ ὁ λόγος παρὰ τὰ ὑπὸ τούτων εἰς ὄνομα αὐτοῦ ἐν ταῖς Περιόδοις νενοθευμένα. αὐτὸς γὰρ παρθενίαν διδάσκει καὶ αὐτοὶ οὐ δέχονται· αὐτὸς ἐγκωμιάζει Ἠλίαν καὶ Δαυὶδ καὶ Σαμψὼν καὶ πάντας προφήτας, οὓς οὗτοι βδελύττονται. ἐν ταῖς οὖν Περιόδοις τὸ πᾶν εἰς ἑαυτοὺς μετήνεγκαν, καταψευσάμενοι Πέτρου κατὰ πολλοὺς τρόπους, ὡς αὐτοῦ καθ᾽ ἡμέραν βαπτιζομένου ἁγνισμοῦ ἕνεκεν, καθάπερ καὶ οὗτοι· ἐμψύχων τε τὸν αὐτὸν ἀπέχεσθαι καὶ κρεῶν, ὡς καὶ αὐτοί, καὶ πάσης ἄλλης ἐδωδῆς τῆς ἀπὸ σαρκῶν πεποιημένης λέγουσιν, ἐπειδήπερ καὶ αὐτὸς Ἐβίων καὶ Ἐβιωνῖται παντελῶς τούτων ἀπέχονται.

ὅταν δὲ ἐρωτήσῃς ἕνα τῶν αὐτῶν, τίνος ἕνεκεν ἐμψύχων οὐ μεταλαμβάνουσι, μὴ ἔχοντές τι διηγήσασθαι ἀποκρίνονται ἀσυνέτως καὶ λέγουσι· διὰ τὸ ἐκ συνουσίας καὶ ἐπιμιξίας σωμάτων εἶναι αὐτὰ οὐ μεταλαμβάνομεν, ὡς εἶναι αὐτοὺς ὅλους τοὺς ἀπὸ ἐπιμιξίας ἀνδρός τε καὶ γυναικὸς βδελυκτοὺς κατὰ τὰ ὑπὸ τοῦ στόματος αὐτῶν ληρωδῶς ἐξεμεθέντα. 16. Βάπτισμα δὲ καὶ αὐτοὶ λαμβάνουσι χωρὶς ὧν καθ᾽ ἡμέραν βαπτίζονται. μυστήρια δὲ δῆθεν τελοῦσι κατὰ μίμησιν τῶν ἁγίων ἐν τῇ ἐκκλησίᾳ ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν διὰ ἀζύμων καὶ τὸ ἄλλο μέρος τοῦ μυστηρίου δι᾽ ὕδατος μόνου. δύο δέ τινας, ὡς ἔφην, συνιστῶσιν ἐκ θεοῦ τεταγμένους, ἕνα μὲν τὸν Χριστὸν ἕνα δὲ τὸν διάβολον. καὶ τὸν μὲν Χριστὸν λέγουσι τοῦ μέλλοντος αἰῶνος εἰληφέναι τὸν κλῆρον, τὸν δὲ διάβολον τοῦτον πεπιστεῦσθαι τὸν αἰῶνα, ἐκ προσταγῆς δῆθεν τοῦ παντοκράτορος κατὰ αἴτησιν ἑκατέρων αὐτῶν. καὶ τούτου ἕνεκα Ἰησοῦν γεγεννημένον ἐκ σπέρματος ἀνδρὸς λέγουσι καὶ ἐπιλεχθέντα καὶ οὕτω κατὰ ἐκλογὴν υἱὸν θεοῦ κληθέντα ἀπὸ τοῦ ἄνωθεν εἰς αὐτὸν ἥκοντος Χριστοῦ ἐν εἴδει περιστερᾶς.

οὐ φάσκουσι δὲ ἐκ θεοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι, ἀλλὰ κεκτίσθαι ὡς ἕνα τῶν ἀρχαγγέλων [καὶ ἔτι περισσοτέρως], αὐτὸν δὲ κυριεύειν καὶ ἀγγέλων καὶ πάντων 〈τῶν〉 ὑπὸ τοῦ παντοκράτορος πεποιημένων, καὶ ἐλθόντα καὶ ὑφηγησάμενον *, ὡς τὸ παρ᾽ αὐτοῖς εὐαγγέλιον καλούμενον περιέχει, ὅτι «ἦλθον καταλῦσαι τὰς θυσίας, καὶ ἐὰν μὴ παύσησθε τοῦ θύειν, οὐ παύσεται ἀφ᾽ ὑμῶν ἡ ὀργή». καὶ ταῦτα καὶ τοιαῦτά τινά ἐστι τὰ παρ᾽ αὐτοῖς δόλια ἐπινοήματα.

Πράξεις δὲ ἄλλας καλοῦσιν ἀποστόλων, ἐν αἷς πολλὰ τῆς ἀσεβείας ἔμπλεα, ἔνθεν οὐ παρέργως κατὰ τῆς ἀληθείας ἑαυτοὺς ὥπλισαν. Ἀναβαθμοὺς δέ τινας καὶ ὑφηγήσεις δῆθεν ἐν τοῖς Ἀναβαθμοῖς Ἰακώβου ὑποτίθενται, ὡς ἐξηγουμένου κατά τε τοῦ ναοῦ καὶ τῶν θυσιῶν, κατά τε τοῦ πυρὸς τοῦ ἐν τῷ θυσιαστηρίῳ καὶ ἄλλα πολλὰ κενοφωνίας ἔμπλεα· ὡς καὶ τοῦ Παύλου ἐνταῦθα κατηγοροῦντες οὐκ αἰσχύνονται ἐπιπλάστοις τισὶ τῆς τῶν ψευδαποστόλων αὐτῶν κακουργίας καὶ πλάνης λόγοις πεποιημένοις, Ταρσέα μὲν αὐτόν, ὡς αὐτὸς ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται, λέγοντες, ἐξ Ἑλλήνων δὲ αὐτὸν ὑποτίθενται, λαβόντες τὴν πρόφασιν ἐκ τοῦ τόπου διὰ τὸ φιλαλήθως ὑπ᾽ αὐτοῦ ῥηθὲν ὅτι «Ταρσεύς εἰμι, οὐκ ἀσήμου πόλεως πολίτης». εἶτα φάσκουσιν αὐτὸν εἶναι Ἕλληνα καὶ Ἑλληνίδος μητρὸς καὶ Ἕλληνος πατρὸς παῖδα, ἀναβεβηκέναι δὲ εἰς τὰ Ἱεροσόλυμα καὶ χρόνον ἐκεῖ μεμενηκέναι, ἐπιτεθυμηκέναι δὲ θυγατέρα τοῦ ἱερέως πρὸς γάμον ἀγαγέσθαι καὶ τούτου ἕνεκα προσήλυτον γενέσθαι καὶ περιτμηθῆναι, καὶ μηκέτι λαβόντα τὴν τοιαύτην κόρην ὠργίσθαι καὶ κατὰ περιτομῆς γεγραφέναι καὶ κατὰ σαββάτου καὶ νομοθεσίας. 17. Ἀλλὰ κατὰ πάντα τρόπον συκοφαντεῖ ὁ δεινὸς οὗτος ὄφις καὶ πτωχὸς τῇ διανοίᾳ. Ἐβίων γὰρ ἔχει ἀπὸ Ἑβραϊκῆς εἰς Ἑλλάδα φωνὴν τὴν ἑρμηνείαν πτωχός.

πτωχὸς γὰρ ὡς ἀληθῶς καὶ τῇ διανοίᾳ καὶ τῇ ἐλπίδι καὶ τῷ ἔργῳ 〈ὁ〉 Χριστὸν ἄνθρωπον ψιλὸν νομίσας καὶ οὕτως ἐν πτωχείᾳ πίστεως τὴν ἐλπίδα περὶ αὐτοῦ κεκτημένος. αὐτοὶ δὲ δῆθεν σεμνύνονται ἑαυτοὺς φάσκοντες πτωχοὺς διὰ τό, φασίν, ἐν χρόνοις τῶν ἀποστόλων πωλεῖν τὰ αὐτῶν ὑπάρχοντα καὶ τιθέναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων καὶ εἰς πτωχείαν καὶ ἀποταξίαν μετεληλυθέναι· καὶ διὰ τοῦτο καλεῖσθαι ὑπὸ πάντων, φησί, πτωχοί. οὐδὲ τοῦτο δὲ ἀληθὲς παρ᾽ αὐτοῖς, ἀλλὰ φύσει τῷ ὄντι Ἐβίων ἐκαλεῖτο, κατὰ προφητείαν οἶμαι ὁ πτωχὸς καὶ τάλας τὸ ὄνομα ἐκ πατρὸς αὐτοῦ καὶ μητρὸς αὐτοῦ κεκληρωμένος. πόσα δὲ ἄλλα δεινὰ καὶ παραπεποιημένα καὶ μοχθηρίας γέμοντα παρ᾽ αὐτοῖς φυλάττεται; ὅταν γάρ τις ἐξ αὐτῶν ἢ νόσῳ περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται τὰς ἐπωνυμίας τὰς ἐν τῷ Ἠλξαῒ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, τοῦ τε ἁλὸς καὶ τοῦ ὕδατος, τῶν τε ἀνέμων καὶ ἀγγέλων τῆς δικαιοσύνης, 〈ὥς〉 φασι, καὶ τοῦ ἄρτου καὶ τοῦ ἐλαίου, καὶ ἄρχεται λέγειν «βοηθεῖτέ μοι καὶ ἀπαλλάξατε ἀπ᾽ ἐμοῦ τὸ ἄλγημα».

ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδήλωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει, μετὰ καιρὸν δὲ οἱ ἀπ᾽ αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν, ὥστε νομίζειν μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ [τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου. «καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.» ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ᾽ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει ὄντα, εὑρισκόμενα δὲ καὶ παρ᾽ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ᾽ ἡμῶν μὴ εἰρῆσθαι. 18. Οὗτος μὲν οὖν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἔσχεν τὸ κήρυγμα καὶ Ῥώμῃ, τὰς δὲ ῥίζας τῶν ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ.

ἀναγκάζουσι δὲ καὶ παρ᾽ ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ᾽ αὐτοῖς διδασκάλων (πρεσβυτέρους γὰρ οὗτοι ἔχουσι καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν καὶ οὐχὶ ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον σεμνύνονται) καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ᾽ εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν—πάντα γὰρ παρ᾽ αὐτοῖς ἀδεῶς ἐφίεται—ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου. Ἀβραὰμ δὲ ὁμολογοῦσι καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωυσέα τε καὶ Ἀαρών, Ἰησοῦν τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ Σολομῶν〈τ〉α, ὁμοίως δὲ τοὺς περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται. τὸν δὲ Χριστὸν προφήτην λέγουσι τῆς ἀληθείας καὶ Χριστόν, υἱὸν 〈δὲ〉 θεοῦ κατὰ προκοπὴν καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγενημένης· τοὺς δὲ προφήτας λέγουσι * συνέσεως εἶναι προφήτας καὶ οὐκ ἀληθείας.

αὐτὸν δὲ μόνον θέλουσιν εἶναι καὶ προφήτην καὶ ἄνθρωπον καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ ψιλὸν ἄνθρωπον ὡς προείπαμεν, διὰ δὲ ἀρετὴν βίου ἥκοντα εἰς τὸ καλεῖσθαι υἱὸν θεοῦ. οὔτε δὲ δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν. ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· «πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ φάγε, πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ;», ἐκείνοις μὲν ἀπιστεῖ καί φησι «τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, ἐλθόντος τοῦ εὐαγγελίου;». «πόθεν σοι τοίνυν τὰ περὶ Μωυσέως καὶ Ἀβραὰμ εἰδέναι; οἶδα γὰρ ὡς ὁμολογεῖτε αὐτοὺς εἶναι, δικαίους καὶ πατέρας ἑαυτῶν ἐπιγράφεσθε». εἶτα ἀποκρίνεται καὶ λέγει, ὅτι Χριστός μοι ἀπεκάλυψε, καὶ βλασφημεῖ τὰ πλείω τῆς νομοθεσίας καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαυὶδ καὶ Ἠλίαν καὶ Σαμουὴλ καὶ Ἐλισσαῖον καὶ τοὺς ἄλλους. 19. Ἐλέγχεται δὲ πανταχόθεν ὁ ἀγύρτης ὑπὸ τοῦ σωτῆρος, διαρρήδην καὶ ὡς ἐν συντόμῳ ἀπὸ μιᾶς λέξεως τὸ πᾶν αὐτοῦ ἐλέγχοντος τῆς ἀπατηλῆς διδασκαλίας καὶ λέγοντος «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων 〈καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης〉».

καὶ οὐ πάντως ὅτι κἂν τὸ τυχὸν οὐκ ἤσθιεν Ἰωάννης ἢ πᾶν ὁτιοῦν ἤσθιεν ὁ σωτήρ, ἵνα τις ὑπολάβῃ καὶ τὰ ἀπηγορευμένα· ἡ γραφὴ δὲ τὴν ἔμφασιν δηλοῖ τῆς ἀληθείας, ὡς τό «φάγον αὐτὸν εἶναι καὶ οἰνοπότην» οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ κρέας ἐσθίειν καὶ οἶνον πίνειν, καὶ τό «μὴ ἐσθίων μήτε πίνων», ὅτι κρεῶν οὐ μετείληφε καὶ οἴνου, ἀλλ᾽ ἢ ἀκρίδων μόνον ὁ Ἰωάννης καὶ μέλιτος μετελάμβανε, δῆλον δὲ ὡς καὶ ὕδατος. τίς δὲ οὐκ οἶδε τὸν σωτῆρα ἀναστάντα ἐκ τῶν νεκρῶν καὶ φαγόντα; καθάπερ ἔχει τὰ ἅγια εὐαγγέλια τῆς ἀληθείας, ὅτι «ἐπεδόθη αὐτῷ ἄρτος καὶ μέρος ὀπτοῦ ἰχθύος, καὶ λαβὼν ἔφαγε καὶ ἔδωκε τοῖς μαθηταῖς»· ὡς καὶ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐποίησεν καὶ φαγὼν καὶ διδούς. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. δεῖ δέ με κατὰ λεπτότητα εἰς τὸν τούτων τῶν ῥημάτων τῶν ἑώλων τε καὶ σαθρῶν παρ᾽ αὐτοῖς κηρυττομένων ἥκειν ἔλεγχον καὶ τὴν αὐτῶν ποιεῖσθαι ἀνατροπήν. 20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος ῥητέον. οὐ δύναται γὰρ ὁ γεννηθεὶς κατὰ πάντα 〈ὡς〉 ἄνθρωπος σημείου ἕνεκα τῷ κόσμῳ δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πνεῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν «αἴτησαι σεαυτῷ σημεῖον»· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης «αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει».

παρθένος δὲ οὐ καλεῖται ἡ συναφθεῖσα ἀνδρὶ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ᾽ ἂν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα, ὡς καὶ αὐτὸς Ἠσαΐας ἐν ἄλλῳ τόπῳ φησί «φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδόσεως, ἀνταποδιδόντος τοῖς ἀντικειμένοις· πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο ἢ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος». ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ᾽ ἢ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδαμοῦ γεγένηται, καὶ τὸ τὸν δι᾽ αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαγγελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δι᾽ ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρὸς ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς δὲ οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι «ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν»; διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν «τίς γνώσεται αὐτόν;».

εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἂν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται· ἀλλ᾽ ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ᾽ ἐκ πατρὸς μὲν ἄνωθεν γεννηθεὶς ἐν ἀληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν μήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι «καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος. πολλὴ δὲ ταλαιπωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν προφητῶν μαρτυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου, τοῦ τὴν ἑαυτοῦ ἡδονὴν βουλομένου πληροῦν καὶ τὰ Ἰουδαϊκὰ μεταχειριζομένου καὶ ἀπὸ Ἰουδαίων ἠλλοτριωμένου. ὁ μὲν 〈γὰρ〉 Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης «πῶς ἔσται ταῦτα, ὅτι ἄνδρα οὐ γινώσκω», τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ».

ἐν τῷ γὰρ εἰπεῖν «τὸ γεννώμενον» ἔδειξε μὲν τὴν σάρκα ἀπ᾽ αὐτῆς 〈εἶναι〉 καὶ τὴν ἄλλην ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ᾽ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ᾽ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα; εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἵνα μὴ εἰς ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν. 21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὧν τε κατὰ Πέτρου καὶ τῶν ἄλλων ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ᾽ ἑκάστην ἡμέραν βαπτισμοῖς ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μεταλαμβάνειν. καὶ ὅρα τὸ πᾶν αὐτῶν συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἵνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι, διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες.

καὶ ταῦτα εἰς τοὺς ἀποστόλους ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν ἐν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι «οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα», καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆρος ἐξενεχθῆναι ὅτι «ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ», κἀκείνου πάλιν ἀνταποκρινομένου ὅτι «οὐ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν», τοῦ δὲ κυρίου πάλιν λέγοντος ὅτι «ὁ λουσάμενος ἅπαξ οὐ χρείαν ἔχει τὴν κεφαλὴν 〈νίψασθαι〉, εἰ μὴ τοὺς πόδας μόνον· ἔστιν γὰρ καθαρὸς ὅλος». ἔδειξεν οὖν ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀνθρώπων καὶ διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προφήτῃ λέγει «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυτῶν 〈τε〉 καὶ ξεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ἀποφαίνεται ὅτι «τὸ ἀνίπτοις χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον»; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ 〈μὴ〉 βουλομένῳ τὰς χεῖρας νίπτεσθαι μὴ εἶναι βλάβην. 22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθήσεται;

πρῶτον μὲν τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων.

Πάσχα δὲ τῶν Ἰουδαίων πρόβατον ἦν καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα· ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι «ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;» καὶ αὐτὸς ὁ κύριος λέγει «ἀπέλθετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον ὕδατος καὶ ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκοδεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε». πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν»· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα δὲ ἦν, ὡς εἶπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα. αὐτοὶ δὲ ἀφανίσαντες ἀφ᾽ ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἤλλαξαν τὸ ῥητόν, ὅπερ ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας «ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα φαγεῖν», καὶ αὐτὸν δῆθεν λέγοντα «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν». πόθεν δὲ οὐ φωραθήσεται ἡ αὐτῶν ῥᾳδιουργία, τῆς ἀκολουθίας κραζούσης ὅτι τὸ μῦ καὶ τὸ ἦτά ἐστι πρόσθετα; ἀντὶ τοῦ γὰρ εἰπεῖν «ἐπιθυμίᾳ ἐπεθύμησα» αὐτοὶ προσέθεντο τὸ «μή» ἐπίρρημα.

αὐτὸς δὲ ἀληθῶς ἔλεγεν «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν»· αὐτοὶ δὲ ἐπιγράψαντες τὸ κρέας ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες καὶ εἰπόντες «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα κρέας φαγεῖν μεθ᾽ ὑμῶν»· σαφῶς δὲ δείκνυται ὅτι καὶ Πάσχα ἐπετέλεσε καὶ κρέα βέβρωκεν, ὡς προεῖπον. ἀλλὰ καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀποκαλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ φωνῆς κυρίου λεγούσης «ἀναστὰς θῦσον καὶ φάγε»· καὶ τοῦ Πέτρου λέγοντος «μηδαμῶς, κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου», φησὶν ὁ κύριος «ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου». εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι 〈τὸν〉 λόγον τοῦ ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον 〈εἰσῆλθεν εἰς τὸ στόμα μου〉, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ λέγεσθαι παρ᾽ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς. μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ᾽ αὐτοῖς οὐκ ἐβδέλυκται οὐδὲ ἀπηγόρευται.

ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ᾽ ἀρχῆς— εἰ καὶ ἕως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν—δειχθήσεται ὅτι οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων. πάλιν δὲ τούτου δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· «πάντα γάρ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας θεοῦ λαμβανόμενα.» ἀλλ᾽ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος. 23. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματα εἰς τὴν τῶν ἠπατημένων ὑπ᾽ αὐτῶν πειθὼ προσποιητῶς δέχονται βίβλους τε ἐξ ὀνόματος αὐτῶν πλασάμενοι ἀνεγράψαντο, δῆθεν ἀπὸ προσώπου Ἰακώβου καὶ Ματθαίου καὶ ἄλλων μαθητῶν. ἐν οἷς ὀνόμασι καὶ τὸ ὄνομα Ἰωάννου τοῦ ἀποστόλου ἐγκαταλέγουσιν, ἵνα πανταχόθεν φωρατὴ γένηται ἡ αὐτῶν ἄνοια.

οὐ μόνον γὰρ ἐλέγχει αὐτοὺς κατὰ πάντα τρόπον, λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος», ἀλλὰ καὶ ὅτι τὰς τῶν ἁγίων προφητῶν μαρτυρίας *, ἐν ᾧ ἐκ πνεύματος ἁγίου ὁρμώμενος καὶ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα καλῶς ἀκριβολογήσας περὶ ἑκάστης ὑποθέσεως τῆς εἰς Χριστὸν πληρωθείσης, ὡς εἶπον, τὰς μαρτυρίας ἐξέθετο, ἀφ᾽ ὧν προφητῶν οὗτοι ἑαυτοὺς ἀπηλλοτρίωσαν. καὶ εὐθὺς ἔδειξεν ὡς τοῖς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ὑπὸ τῶν Φαρισαίων πεμφθεῖσιν αὐτὸς Ἰωάννης ἀποκρίνεται λέγων «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης». καὶ πάλιν αὐτὸς Ἰωάννης λέγει, ἀπὸ τῶν προφητῶν λαβὼν τὴν μαρτυρίαν (φημὶ δὲ ἀπὸ τοῦ Δαυίδ), ὅτε ὁ κύριος τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ εἶπεν· μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, «ἐμνήσθησαν ὅτι ἦν γεγραμμένον ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με». καὶ πάλιν αὐτὸς Ἰωάννης εἶπεν ὅτι «Ἠσαΐας εἶδεν ὢν ἐν πνεύματι ἁγίῳ». 24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ ἱστορεῖται παράδοξον ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀληθείας. πολιτείαν γὰρ ἔχων θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ᾽ ὅλως λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν ὅτι «λάβετέ μοι τὰ πρὸς βαλανεῖον».

καὶ τῶν συνεπομένων θαυμαζόντων ἦλθεν εἰς αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εἰωθότα ὑποδέχεσθαι τῶν λουομένων τὰ ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ· ὁ δὲ ὀλεάριος 〈ὁ〉 ἐπὶ τῷ φυλάττειν τὰ ἱμάτια προσκαρτερῶν (ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς) ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον ἐστίν. Ἰωάννης δὲ εὐθὺς συνεὶς τὴν τοῦ ἁγίου πνεύματος ὁδηγίαν, δι᾽ ἣν αἰτίαν προὐτρέψατο αὐτὸν ἕως τοῦ βαλανείου ἥκειν, ὡς ἔφην, μνήμης ἕνεκα τοῦ καταλιπεῖν ἡμῖν τὴν τῆς ἀληθείας ὑπόθεσιν, ὅτι τίνες εἰσὶν οἱ δοῦλοι Χριστοῦ καὶ ἀπόστολοι καὶ υἱοὶ τῆς αὐτῆς ἀληθείας, τίνα δέ ἐστι τὰ σκεύη τοῦ πονηροῦ καὶ πύλαι Ἅιδου, μὴ κατισχύουσαι τῆς πέτρας καὶ τῆς ἐπ᾽ αὐτῇ οἰκοδομηθείσης ἁγίας θεοῦ ἐκκλησίας, εὐθὺς ταράξας ἑαυτὸν καὶ οἰμώξας, ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας «σπεύσατε, ἀδελφοί» ἔφη «ἐξέλθωμεν ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατορύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ βαλανείῳ διὰ τὴν αὐτοῦ ἀσέβειαν». καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας.

πάντες δὲ οἱ ἀπόστολοι ὅτι ἀπαλλοτριοῦσι τὴν τοῦ Ἐβίωνος πίστιν καὶ ἀλλοτρίαν ἡγήσαντο τοῦ αὐτῶν κηρύγματος τοῦ χαρακτῆρος, παντί τῳ δῆλον. 25. Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς βλασφημοῦντες αὐτὸν λέγουσι πόσα ἔχω λέγειν; πρῶτον μὲν γὰρ λέγουσιν αὐτὸν Ἕλληνά τε καὶ ἐξ ἐθνῶν ὑπάρχειν, προσήλυτον δὲ γεγονέναι ὕστερον. πῶς οὖν αὐτὸς λέγει περὶ ἑαυτοῦ ὅτι «Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων»· καὶ ἐν ἄλλῳ τόπῳ λέγει «Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ», καί φησι «περιτομῇ ὀκταήμερος καὶ ἀνατεθραμμένος παρὰ τοὺς πόδας Γαμαλιὴλ καὶ Ἑβραῖος ἐξ Ἑβραίων». καὶ ὦ τῶν δεινῶν ἑρπετῶν τὰ δεινὰ κωκύματα καὶ τὰ δρακοντοειδῆ συρίγματα καὶ τῆς κενοφωνίας τὰ δηλητήρια. τίνος δὲ λήψομαι τὴν μαρτυρίαν; Ἐβίωνος καὶ τῶν κατ᾽ αὐτὸν ἢ τοῦ ἁγίου Πέτρου τοῦ λέγοντος «ὡς ἔγραψεν ὑμῖν ὁ ἀδελφός μου Παῦλος, ἅτινά ἐστι βαθέα καὶ δυσερμήνευτα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι διαστρέφουσι τῇ ἑαυτῶν ἀγνωσίᾳ»; πάλιν δὲ ὁ ἅγιος Παῦλος μαρτυρεῖ καὶ αὐτὸς τοῖς περὶ Πέτρον λέγων «Ἰάκωβος καὶ Ἰωάννης καὶ Κηφᾶς, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας».

κἄν τε γὰρ Ταρσέα ἑαυτὸν εἴποι, οὐκ ἀπὸ τούτου πάντως δέδοται πρόφασις τοῖς λεξιθηροῦσι τὰ εἰς ἑαυτῶν καταστροφὴν καὶ τῶν πειθομένων * οὕτως ἔχειν. καὶ γὰρ καὶ Βαρνάβαν λέγει, Ἰωσήφ ποτε καλούμενον Βαρνάβαν δὲ μετακληθέντα, υἱὸν παρακλήσεως ἑρμηνευόμενον, Λευίτην Κύπριον τῷ γένει. καὶ οὐ πάντως ἐπειδὴ Κύπριος ἦν, οὐκ ἦν ἀπὸ τοῦ Λευί, ὡς καὶ ὁ ἅγιος Παῦλος, εἰ καὶ ἀπὸ Ταρσοῦ ὡρμᾶτο, οὐκ ἦν ἀλλότριος τοῦ Ἰσραήλ. διασπαρέντων γὰρ πολλῶν ἐν τοῖς χρόνοις Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ ἐν χρόνοις ἄλλοις, καθότι συνέβαινε πόλεμος, καὶ αἰχμαλωτισθέντων καὶ † δοθέντων εἰς πολιορκίαν, οἱ μὲν αἰχμάλωτοι ἀρθέντες ἐπέμειναν ἔν τισι τόποις, οἱ δὲ ἀπὸ τῆς τοιαύτης αἰτίας ἀναχωρήσαντες κατῴκουν ἕκαστος ὅπου κατείληφεν. ὡς καὶ ὁ ἅγιος Ἰερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ, καθάπερ πολλάκις τοῦτο αὐτὸ συμβέβηκε τὸ ἀποδιδράσκειν ἀπὸ προσώπου τῶν πολεμίων, ὅτι «καὶ εἰς Κιτιεῖς ἐὰν ἀπέλθῃς, οὔτε ἐκεῖ σοι ἀνάπαυσις ἔσται». παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι Κίτιον ἡ Κυπρίων νῆσος καλεῖται· Κίτιοι γὰρ Κύπριοι καὶ Ῥόδιοι. ἀλλὰ καὶ ἐν τῇ Μακεδονίᾳ τὸ γένος κατῴκηκε Κυπρίων τε καὶ Ῥοδίων· ὅθεν δὴ καὶ Ἀλέξανδρος ὡρμᾶτο ὁ Μακεδών. καὶ τούτου ἕνεκεν ἐμφέρεται ἐν τοῖς Μακκαβαίοις ὅτι «ἐξῆλθεν [σπέρμα] ἐκ γῆς Κιτιέων»· καὶ γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών.

ἀλλὰ γενόμενος πάλιν ἐν τῷ τόπῳ, διὰ τὸν ὑποπεσόντα λόγον διεξελθὼν τὴν περὶ τούτων ἱστορίαν, φημὶ ὅτι ἀπὸ τῆς μετοικήσεως πολλοὶ τὰς ἄλλας χώρας κατοικήσαντες τοῦ Ἰσραὴλ ἦσαν σπέρματος κατὰ διαδοχήν. ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐπότισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι «διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;» πρὸς αὐτὸν ἔφασαν ὅτι «ἀνὴρ Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ ἐπότισεν ἡμῶν τὰ θρέμματα», καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς «διὰ τί οὐκ ἠγάγετε αὐτὸν ὧδε, ἵνα φάγῃ ἄρτον;» τίς δὲ οὐκ οἶδεν ὅτι Μωυσῆς υἱὸς μὲν γίνεται τοῦ Ἀμρὰμ καὶ τῆς Ἰωχαβέτ, Ἀμρὰμ δὲ τοῦ Καάθ, Καὰθ δὲ τοῦ Λευί, Λευὶ δὲ τοῦ Ἰακώβ, Ἰακὼβ δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι τὸν Μωυσέα Αἰγύπτιον πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέπεσεν ἀκολουθία. οὗτοι δὲ καταλείψαντες τὴν ὁδὸν οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι ἐπὶ πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν. 26.

Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἶναι σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι᾽ ἧς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ᾽ αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. φασὶ γὰρ καὶ οὗτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος»· «περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμήθητι». * καὶ ἵνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό «ἕως τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα» 〈ὥς〉 φησιν, οὕτω καὶ οὗτοι ἐν ἑαυτοῖς καταδαπανηθήσονται. ἀλλὰ ἐκεῖ μὲν ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος, ἐνταῦθα δὲ ἀφ᾽ ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ᾽ ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν, τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς συγκρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν 〈τε〉 διαλύουσα, —ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινόμενον.

τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπίδων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερον μεμενηκέναι· μόνην 〈δὲ〉 καταλειφθεῖσαν καὶ εἰς πεῖναν ἐλθοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες. οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ᾽ αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες καὶ ἀναιροῦντες ἀπ᾽ ἀρχῆς ἐκεῖνα ἐφ᾽ οἷς καὶ σεμνύνονται. Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῷ, ὅτι ἑαυτὸν προέλαβεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι. εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον 〈περιτομὴν〉 ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα (θεὸς ὢν καὶ συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὁπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη. οὐ γὰρ ἑαυτὸν περιέτεμεν, ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ᾽ οἱ αὐτῶν γονεῖς.

ἐκεῖνοι γὰρ ἀδαεῖς ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται. 27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ᾽ οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾗ καὶ περιετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τῇ ὀγδόῃ. «ἦλθεν γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι», οὐ τὸν νόμον ἀλλότριον ἀποφῆναι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἕως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ᾽ αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια. ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἔφη ἡ Σεπφώρα, ὅτι «ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου». καὶ οὐκ εἶπεν ὅτι «περιέτεμόν μου τὸ παιδίον»· οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ ὑπομνήσεως χάριν τοῦ μέλλοντος παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη.

καὶ ποίου παιδίου, ἄκουε, ἀλλ᾽ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι «θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν», τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ δὲ «υἱὸς ἐδόθη ἡμῖν», ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα. ἐφ᾽ οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει, ὅτε ἀνῆλθον Ἕλληνες θεάσασθαι αὐτὸν καὶ ἦλθον πρὸς Φίλιππον καὶ λέγουσιν αὐτῷ· δεῖξον ἡμῖν τὸν Ἰησοῦν, καὶ ὁ Φίλιππος τῷ Ἰωάννῃ καὶ ὁ Ἰωάννης τῷ Ἰησοῦ ἔφη ὅτι «τινὲς Ἕλληνες βούλονταί σε θεάσασθαι», καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται λέγων «νῦν ἔφθασεν ἡ δόξα τοῦ θεοῦ», ἵνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν ἐν ἀληθείᾳ κατειληφυῖαν. 28. Εἰ δὲ βούλονται οὗτοι λέγειν· πῶς οὖν Χριστὸς περιετμήθη, ἤδη μὲν οὖν, ὦ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι᾽ ἣν αἰτίαν περιετμήθη. περιετμήθη γὰρ διὰ πολλοὺς τρόπους.

καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα 〈ἑαυτὸν ἀνειληφέναι〉, διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι· ἔπειτα, ἵνα δείξῃ ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὥς φησιν Ἀπολλινάριος, ἀλλ᾽ οὔτε ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος· καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας καὶ διὰ τὸ μὴ ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν, οὐκ ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκροβυστίᾳ. ἄλλως τε καὶ ἔδει αὐτὸν ἐντειλάμενον τῷ Ἀβραὰμ περιτμηθῆναι, σφραγῖδος ἕνεκα φαινομένης εἰς τύπον δὲ ἀληθινῆς καὶ ἀοράτου δοθείσης, ταύτην Χριστὸν περιτμηθέντα βεβαιῶσαι.

ἐγένετο γὰρ ἡ φαινομένη περιτομὴ ἕνεκεν δισταγμοῦ τοῦ Ἀβραάμ, ὅτε εἶπεν ὁ ἅγιος καὶ δίκαιος ὡς ἐν δισταγμῷ «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται» καὶ «εἰ Σάρρα ἡ πρεσβῦτις γεννήσει υἱόν», καὶ εὐθὺς τοῦ κυρίου λέγοντος «λάβε μοι κριὸν τριετίζοντα καὶ αἶγα καὶ δάμαλιν» καὶ τὰ ἑξῆς, καὶ περὶ τὴν τοῦ ἡλίου δύσιν, ὡς εἶδεν λαμπάδας πυρὸς καὶ κλίβανον καὶ τἄλλα, φήσας αὐτῷ ὁ θεὸς κατὰ ἐπιτίμησιν «πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια» ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν δι᾽ ὃν εἶπεν «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται», ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον περιτομήν, ἵνα ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν.

καὶ διήρκεσεν ἄχρι Χριστοῦ τοῦτο, καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι καὶ ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ πατρὸς θεὸς Λόγος καὶ οὐκ ἀποθέμενος τὴν θεότητα, ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ· τελείαν δὲ ἐνανθρώπησιν ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰουδαῖοι ὡς προεῖπον ἀναπολόγητοι ὦσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἵνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία, ἀλλὰ τῆς μείζονος. 29. Καὶ ὅτι μὲν εὐθὺς γεννηθεὶς θεὸς ἦν καὶ οὐ ψιλὸς ἄνθρωπος, οἱ μάγοι σαφῶς δείξουσι. μετὰ γὰρ δύο ἐτῶν χρόνον, ὡς ἔδειξαν τῷ Ἡρῴδῃ τὸν χρόνον τοῦ ἀστέρος «ἀπὸ διετοῦς καὶ κατωτέρω» ἐλθόντες εἰς Ἱερουσαλὴμ καὶ ἐρωτήσαντες οἱ αὐτοὶ μάγοι καὶ γνόντες ὅτι ἐν Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδηγοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεέμ. καὶ εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα. εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἔτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄνθρωπος.

διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες «ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ». καὶ οὐ μόνον τοῦτο, ὦ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται «καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ᾽ αὐτῶν», καὶ «ἐξεπλήττοντο ἐπὶ τῷ λόγῳ τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ». καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἦλθεν τὸ πνεῦμα εἰς αὐτὸν Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον (φησὶν) οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς συγγενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον (εἶχεν γὰρ ἡ Μαρία συγγένειαν)· ἀνακάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ «τί ἡμῖν ἐποίησας, τέκνον; ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε» (ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν). εἶτα ὁ κύριος πρὸς αὐτήν «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;» σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη.

εἰ τοίνυν ἀπὸ νηπίου οἶδε τὸν ναὸν καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ἰησοῦς οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν. καὶ ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς 〈ὑπῆρχεν〉, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος ἀπὸ προσώπου Μαρίας ὅτι «ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε»· πάλιν πῶς γράφει λέγων «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ». ἐν δὲ τῷ εἰπεῖν «ὡς ἐνομίζετο» ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱόν, ἀλλὰ νομίζεσθαι. 30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀληθείας καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης διδασκαλείου. πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ᾽ ἐν τάξει πατρὸς ἐνομίζετο; «ἰδού» φησίν «ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν»· καὶ οὐκ εἶπεν «ἰδού, ἡ γυνή». καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν».

ἐπειδὴ γάρ τινες τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό «τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν»· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ἀνδρὸς καὶ οὗτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ. καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἦν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος «λάβε σοι δάμαλιν πυρράν», ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· «πῦρ γὰρ ὁ θεός» φησί «καταναλίσκον». καί φησιν ὁ νόμος «δάμαλιν πυρράν, ἐφ᾽ ἧς ζυγὸς οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον», ἵνα δείξῃ τὴν παρθένον δάμαλιν, μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἔφη ἐκ προσώπου κυρίου ὅτι «λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου», τόμον διὰ τὸ εἶναι μὲν τὴν παρθένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας.

πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει «ἐκ βλαστοῦ υἱέ μου ἀνέβης», καὶ οὐκ εἶπεν «ἐκ σπέρματος ἀνέβης». καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαΐας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει «λάβε σεαυτῷ τόμον χάρτου», τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει «ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς»· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. διὰ τοῦτο ὁ Δαυὶδ λέγει «τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου», τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με. 31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ ἐκάλεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ᾽ ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χονδρ〈ί〉ον ἢ χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ σεμιδάλεως γίνεται.

οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, «τὸ ἀκατέργαστον» τουτέστιν τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας «εἶδον οἱ ὀφθαλμοί σου» («οἶδεν γὰρ πάντα ὁ θεὸς πρὶν γενέσθαι», ὡς γέγραπται)· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. καὶ οὐκ εἶπεν «λάβε σεαυτῷ βιβλίον» ἢ «λάβε σεαυτῷ χάρτην», ἀλλὰ «τόμον» παρὰ τὸ ἰδιάζον τῆς τῶν ἀνθρώπων συνηθείας, «χάρτου» διὰ τὸ γραφικὸν τῆς μήτρας. «καινοῦ» διὰ τὸ καινὸν τῆς παρθένου καὶ ἄχραντον, 〈«μεγάλου»〉· μεγάλη γὰρ ὡς ἀληθῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ ἀχώρητος ὢν κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη, βουλόμενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος. «καὶ γράψον», φησίν, «ἐν αὐτῷ γραφίδι ἀνθρώπου», καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου, οὐδὲ εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίων. εἰ γὰρ εἶπε· γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός.

τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν πλείω ἐλάσσω ἔλεγε «γράψον», ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσιν ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα γεννᾶσθαι. ἆρα οὖν μάτην λέγει τῷ προφήτῃ «γράψον»; οὐχί, ἀλλὰ ἵνα δείξῃ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλλήψεως τῆς ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· «πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ» φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τὰ ἑξῆς. τὸ δέ «γραφίδι ἀνθρώπου» τουτέστιν εἰκόνι ἀνθρώπου· «ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς γεγεννημένος. καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προφήτης «καὶ εἰσῆλθεν πρὸς τὴν προφῆτιν», ἵνα δείξῃ προφῆτιν τὴν Μαρίαν, καὶ οὐχὶ τὴν γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι. ἤδη γὰρ ὁ Ἐζεκίας ἕνδεκα ἔτη εἶχεν γεγεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει». καὶ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς φησιν ἡ γραφή «καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοσι 〈πέντε〉 ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν».

πῶς οὖν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ μᾶλλον φανήσεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασιλείας; μάλιστα οὐδὲ προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρία δὲ ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα «ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ τῆς γῆς»· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα ἐλεύσεται ἐπ᾽ αὐτὴν τὸ ἐν Ἠσαΐᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ὡς οὗτοι ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν. 32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περιτομὴ καὶ οἱ καθ᾽ ἡμέραν βαπτισμοὶ ὑπ᾽ αὐτοῦ γινόμενοι· ἐν γὰρ σαββάτῳ φιλοτιμεῖται τὰ πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο τρόπους ἰᾶται. παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ τυφλοῦ ὀφθαλμοῖς· ἔργον δέ ἐστι πηλὸν φυρᾶσαι.

ὅθεν γνόντες οἱ ἀπόστολοι ὅτι λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας, τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν. ἦν δὲ σάββατον δευτερόπρωτον, ὡς ἔχει τὸ εὐαγγέλιον. σάββατα γὰρ διάφορα ὥριζεν ὁ νόμος, τὸ μὲν κατὰ ἑβδομάδα ἀνακυκλούμενον φύσει σάββατον, τὸ δὲ διὰ τὰς ὑποπιπτούσας τῆς κατὰ σελήνην νεομηνίας καὶ τὰς καθεξῆς ἑορτάς, οἷον ἡμέρας σκηνοπηγίας καὶ ἡμέρας Πάσχων, ὅτε τὸ πρόβατον θύουσι καὶ ἄζυμα λοιπὸν ἐσθίουσιν· ἔτι δὲ ὅτε τὴν μίαν νηστείαν νηστεύουσι τοῦ ἔτους, τὴν λεγομένην μεγάλην, καὶ τὴν ἄλλην, ἣν λέγουσι μικράν. ὅτε γὰρ ὑποπίπτουσιν αὗται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται. διὸ μετὰ τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαββάτῳ φύσει τῷ μετὰ τὴν ἡμέραν τῶν ἀζύμων εἰς σάββατον λελογισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον, δεικνύντες ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἦν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων ὅτι «οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν».

ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ (Νῶε γὰρ ἀνάπαυσις ἑρμηνεύεται) καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἑρμηνεύεται· ὅ ἐστιν Χριστός, ἐν ᾧ ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ ἀίδιον, οὗ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπηρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ᾽ αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ λυθὲν καὶ πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰρ εἶπεν ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ ἐνδελεχὴς καὶ καθ᾽ ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ προεφήτευον οἱ ἱερεῖς λυθήσεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ ἀναίρεσις σαββάτου καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο.

δείκνυται γὰρ ὅτι οἱ περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν ἐν σαββάτῳ καὶ περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν· ἐὰν δὲ ὑπερθῶνται διὰ τὸ μὴ λῦσαι τὸ σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομὴν καὶ ἔλυσαν αὐτὴν τὴν περιτομὴν καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος. 33. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομή, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε ὑπόμνησιν τῶν μετὰ ταῦτα καὶ διὰ τὸν δισταγμὸν τοῦ ἁγίου Ἀβραὰμ ὡς προείρηται ἐπιτιμηθέντος καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ᾽ ἰσότητα πληρούσης ἐν τοῖς καταξιουμένοις. ἐκείνη μὲν γὰρ εἰ ἦν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας οὐρανῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥεβέκκα καὶ Λεία καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ Μαρία ἡ ἀδελφὴ Μωυσέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες, καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν τοῦ Ἀβραὰμ ἔχειν, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ ἐστέρηνται αὗται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς, οὐδὲν ἄρα ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή. τί δὲ καυχᾶται Ἐβίων περὶ περιτομῆς, ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν Αἰγυπτίων περιτομὴν ἔχουσιν;

ἀλλὰ καὶ οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμαηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται [καὶ Ἰουδαῖοι] καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν, ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ.

Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τούτου ληρῳδίαν, διὰ τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾧ εἴρηκεν ὁ σωτήρ «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος», ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι᾽ αὐτοῦ καταλυθείσης. ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμβάνειν τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται. εὐθὺς γὰρ φράζει ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν «εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν». «οὐκ ἐμὲ λέγετε κύριον καὶ διδάσκαλον; καὶ καλῶς λέγετε, εἰμὶ γάρ»· «εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ γε μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;» καί «οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ μαθητής, ὡς ὁ διδάσκαλος» τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακολογίαν καὶ πᾶν ὁτιοῦν ἐπιφερόμενον. ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν «μιμηταί μου γένεσθε καθὼς κἀγὼ Χριστοῦ».

καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει· οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ ὅτι «ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων» καὶ «ὡσπερεί τῳ ἐκτρώματι ὤφθη κἀμοί». 34. Εἰ δὲ σύ, Ἐβίων, λαμβάνεις τὸ ῥητὸν τοῦτο ἐπὶ μιμήσει Χριστοῦ καὶ ἀπὸ τῆς περιτομῆς 〈περὶ〉 ἧς ματαιοφρονεῖς θέλεις εἶναι ὡς ὁ διδάσκαλος, μᾶλλον δὲ ὡς ὁ κύριος, μὴ ἐν τῇ περιτομῇ αὐτῷ ὁμοιοῦ· οὐ γάρ σε ὠφελήσει. παρήνεγκε γὰρ ὁ κύριος τὸν ταύτης χρόνον, ὡς διὰ πολλῶν μαρτυριῶν σαφῶς ἀπεδείξαμεν. ἦλθεν γὰρ καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ μυστηρίων οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ᾽ ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ σῴζων τουτέστιν ἄνδρας μόνους, ἀλλὰ 〈καὶ〉 ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄνδρας τε καὶ γυναῖκας ὁμοῦ σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *, καὶ οὐκ ἐλλιπῶς ἑνὶ τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασιλείαν τῶν οὐρανῶν ἀποκαλύπτων. εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι, ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι.

μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ δικαιώμασι νόμου ἀπληρώτοις. εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν σου, οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος καὶ ἠπατημένος, ἀλλ᾽ οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι ἐπικαλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς. εἰ δὲ καὶ ὅλως ἐνεργεῖς παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀναστάς, καὶ σύνεσιν παρ᾽ αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαββατίζειν, ἀλλὰ παρὰ τοῦ ὀνόματος τοῦ ἰασαμένου * μαθεῖν ὅτι «ἆρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν οἶκόν σου ἐν σαββάτῳ». ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ Χριστοῦ ὑποβάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ᾽ αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι, ὧν τὰς διαφόρους γνώμας ἐν δυνάμει θεοῦ ἀνετρέψαμεν.

Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὧνπερ ἰχθύων ἐκβράσματα πολλάκις γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετιόντων τῶν τόπων (ἐκ τοῦ ἀνὰ μέσον τῶν ἰχθύων τινὰ ἰοβόλα εἶναι, τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται) βλάβην ἐμποιεῖ. παρελεύσομαι τοίνυν τὸν τόπον αὖθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐπίσω ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες. ἐπ᾽ ἄλλας δὲ καθεξῆς ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοηθόν, ὅπως τῆς ἐπαγγελίας τὸ πλήρωμα αὐτὸς δι᾽ ἡμῶν τελειώσῃ.