Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Σεκουνδιανοί, Επιφανής, Πτολεμαίος και Μαρκωσιανοί

Αναίρεση των παραφυάδων του γνωστικισμού, περιλαμβανομένης της επιστολής του Πτολεμαίου προς τη Φλώρα και των μαγικών πρακτικών του Μάρκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 8 από 27

Κατὰ Σεκουνδιανῶν οἷς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος 〈ιβ〉, τῆς δὲ ἀκολουθίας 〈λβ〉. 1. Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχθήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα, τὸ ἅγιον πνεῦμα αἰτησάμενοι παρὰ κυρίου εἰς τὸ δι᾽ αὐτοῦ σκεπάσαι τὰς ψυχὰς τῇ ἐν θεῷ διδασκαλίᾳ καὶ σεμνῷ λόγῳ καὶ τοὺς ἰοὺς ἀνασπάσαι δυνηθῆναι ἀπὸ τῶν οὕτως προειλημμένων. ἄρξομαι δὲ περὶ τούτων λέγειν κατὰ διαδοχήν, τίς τίνος διάδοχος γεγένηται τῶν ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδασκόντων.

Σεκοῦνδος τοίνυν, τὶς ἐξ αὐτῶν ὢν καὶ περισσότερόν τι βουλόμενος φρονῆσαι, τὰ μὲν πάντα κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν ἐμβεβροντημένων ἐξήχησεν. οὗτος γὰρ κατὰ Οὐαλεντῖνον ὢν ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τετράδα ἀριστεράν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν 〈καρπῶν αὐτῶν τῶν〉 μετὰ τὴν Ὀγδοάδα τὴν ἄλλην κατωτέρω γενομένων. τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ δογματίζει. μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων ἀρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ᾽ ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ᾽ οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἵνα μὴ δι᾽ ἀπορίαν παρεληλυθέναι τὰ κατ᾽ αὐτὸν δόξω. εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ᾽ αὐτοῖς τάσσονται, εὑρεθήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ. πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐωνύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀριστερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο.

ἄρα οὖν, ὦ ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ σοῦ ἠπατημένοι, τὸ μεσαίτατον, ἀφ᾽ οὗπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἕν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος τὸ ἐξ αὐτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἓν ὄν, οὗ ἀνώτατον οὐδὲ ἕν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ᾽ αὐτοῦ ἐκτισμένα. καὶ ἔσται τοῦτο φανερὸν τοῖς τὴν ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἷς θεός ἐστιν, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ δὲ εἷς θεός ἐστιν, ἐξ οὗ τὰ πάντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ᾽ αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ᾽ αὐτοῦ ἀφθόνως [εὖ] προεληλυθότα. 2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστιν καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τούτοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ εὐώνυμα ὡς ἀλλότρια αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, λεγέτω μοι πόθεν λαμβάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον. παρ᾽ ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ἤτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἷς οὐδέποτε ἐναλλαγὴ γίνεται.

τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνατολὴν νότος εἴτ᾽ οὖν μεσημβρία δεξιὰ κληθήσεται, τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι ἀρκτῷον ἀριστερόν. τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπου τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ τινος κεκλιμένον ἀνθρώπου εἴτ᾽ οὖν ἀρκτῷον εἴτ᾽ οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον. ποῦ τοίνυν ὁ ἀπατεὼν ἐφηῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν γεωμετρίαν; καὶ ὦ τῆς τοιαύτης πολλῆς ληρολογίας τῆς τὰ πάντα συγχεούσης. φάσκει δὲ τὸ Ὑστέρημα μετὰ τοὺς τριάκοντα αἰῶνας γεγενῆσθαι. πόθεν ἄρα τὴν τοῦ Ὑστερήματος φύσιν κατείληφας, ὦ οὗτος, ἢ τὴν ἀποστᾶσαν δύναμιν, λέγε; εἰ μὲν γὰρ εὗρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω *, οὐ κτιστὴν ἀλλὰ γεννητήν, (ἐπειδὴ σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὁρίζεται, ἀλλὰ γεννητὰ καὶ ἀπὸ μετουσίας, ἑκάστης φύσεως παρ᾽ ἑκάστης λαβούσης, τὰ αὖθις γεννώμενα * ἀναφῦναι), ἄρα γε κατὰ τὸν ἑαυτοῦ λόγον κατὰ σαυτοῦ ὁπλίζῃ.

εἰ γὰρ ἀπὸ τῶν ἄνω καὶ ἡ ὑστέρα δύναμις καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ ὡς εἰπεῖν καὶ ἐβλάστησεν, μετέχει ἄρα τῶν ἄνω χαρισμάτων, ἐπειδὴ ἐπικοινωνεῖ τῷ Πληρώματι ἡ ὑστέρα καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ, καὶ οὐδὲν διενεχθήσεται τοῦτο πρὸς ἐκεῖνο οὔτε ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικοινωνούντων. καὶ ἐκ παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου βόσκησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε. 3. Ἵνα δὲ μὴ παραλείψωμέν τι τῶν παρά τισιν γινομένων τε καὶ λεγομένων, κἄν τε ἐν ἑκάστῃ πολλοὶ εἶεν οἱ ἔξαρχοι καὶ αὐχοῦντες ἕτερα ἀνθ᾽ ἑτέρων ὑπὲρ τοὺς αὐτῶν διδασκάλους μυθοποιεῖσθαι, ἔτι ἐπιμενῶ ὑφηγούμενος τοὺς ἐν αὐτῇ τῇ αἱρέσει ὄντας, ἕτερα δὲ παρὰ τούτους λέγοντας, φημὶ δὲ περὶ Ἐπιφάνους τοῦ Ἰσιδώρου, ἐκ προφάσεως παραινετικῶν ῥημάτων ἑαυτὸν ἔτι εἰς περισσότερον βυθὸν ταλαιπωρίας καταγαγόντος, τἀληθῆ μὲν εἰπεῖν ἀπὸ Καρποκράτους τοῦ ἰδίου πατρὸς κατὰ σάρκα εἰληφότος τὰς προφάσεις, συνημμένου δὲ τῇ αἱρέσει τοῦ προειρημένου Σεκούνδου καὶ αὐτοῦ τῶν Σεκουνδιανῶν ὑπάρχοντος. πολλὴ γὰρ ἑκάστου τῶν πεπλανημένων πρὸς τὸν ἕτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυμιξία κενοφωνίας.

οὗτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὢν Καρποκράτους, μητρὸς δὲ Ἀλεξανδρείας οὕτω καλουμένης, τούτοις ὡς προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ 〈δὲ〉 βιώσας χρόνον θᾶττον τὸν βίον κατέστρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν τι περὶ τῆς οἰκουμένης προνοοῦντος. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν οἱ πρὸς αὐτοῦ πεπλανημένοι τῆς ἀπ᾽ αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο. ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ εἰς δεῦρο τιμᾶται· τέμενος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὄνομα αὐτοῦ περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλούμενον. θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐληλακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἱδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦνται ὕμνους τε αὐτῷ ᾄδουσι. δι᾽ ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω 〈δὲ〉 τὴν εἰς εἰδωλομανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ᾽ αὐτοῦ ἀπάτη. συνήπτετο γοῦν οὗτος ὁ Ἐπιφάνης Σεκούνδῳ καὶ τοῖς ἀμφ᾽ αὐτόν. τὴν γὰρ αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω 〈δὲ〉 τὴν τῆς ἀδικούσης ἑρπετώδους φθορᾶς περιττολογίαν. 4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον γεγενῆσθαι.

εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ Ἰσιδώρου γνῶναι ἠδυνήθημεν. πλὴν οὗτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν.

Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὁ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς ἀμφ᾽ αὐτὸν κοινὰς εἶναι τὰς τῶν ἀνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλάτωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν ἰδίαν ἐπιθυμίαν ἐκτελῶν. ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς ἐν τῷ εὐαγγελίῳ ἐμφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι, τόν τε ἐξ ἀνθρώπων εὐνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν· «οἱ τοίνυν κατὰ ἀνάγκην, οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχίσαντες, διὰ τὰ ἐκ τοῦ γάμου συμβαίνοντα, φασί, τὸν ἐπιλογισμὸν 〈τοῦτον λαμβάνουσιν, τὴν περὶ τὸν πορισμὸν〉 τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες. 〈καὶ τῷ〉 »βέλτιον γαμῆσαι ἢ πυροῦσθαι, μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου«, φησὶ λέγειν τὸν ἀπόστολον· ἡμέρας καὶ νυκτὸς ἀντέχων καὶ φοβούμενος, μὴ τῆς ἐγκρατείας ἀποπέσῃς. πρὸς γὰρ τὸ ἀντέχειν γινομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος». «ἀντέχου τοίνυν» ὡς ἤδη προεῖπον, τῆς παραινέσεως εἰς μέσον φέρων τὸν λόγον φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς «μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου.

ὅταν δέ, φησίν, ἡ εὐχαριστία σου εἰς αἴτησιν ὑποπέσῃ καὶ στῇς 〈εἰς〉 τὸ λοιπόν, οὐ κατορθώσας, [μὴ] σφαλῆναι, γάμησον». εἶτα πάλιν φησίν «ἀλλὰ νέος τις ἢ πένης ἐστὶν ἢ κατωφερὴς (τουτέστιν ἀσθενὴς) καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω». αἰσχρὰς δέ τινας ὑπονοίας ἑαυτῷ προσποριζόμενος δραματουργεῖ ὁ τάλας «λεγέτω» 〈γάρ〉 φησιν «ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν». ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· «ἀδελφέ, ἐπίθες μοι χεῖρα, ἵνα μὴ ἁμαρτήσω, καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται». εἶτα πάλιν φησίν «ἐνίοτε τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται εἰς τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ. ἡ δὲ ἀνθρωπότης ἔχει ἀναγκαῖά τινα καὶ φυσικά, 〈τινὰ δὲ φυσικὰ〉 μόνα· ἔχει τὸ περιβάλλεσθαι [τὸ] ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ καὶ τὸ τῶν ἀφροδισίων, 〈οὐκ〉 ἀναγκαῖον δέ»· 5. «Ταύτας παρεθέμην τὰς φωνάς», 〈φησὶν〉 ὁ κατὰ τούτων γράψας, «εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς», καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιανῶν καὶ τῶν ἀπὸ Οὐαλεντίνου καὶ τῶν Ἐπιφάνους καλουμένων, ᾧ δὴ συνήφθη Σεκοῦνδος ὁ προτεταγμένος.

ἐξ ἀλλήλων γὰρ ἕκαστος, ἤτοι οὗτος ἐκείνῳ μεταδοὺς ἢ ἐκεῖνος τούτῳ, τὰ δεινὰ ἀπεμπολήσαντες καὶ εἴς τι πρὸς ἀλλήλους διαφερόμενοι, ὅμως ἐν μιᾷ αἱρέσει ἑαυτοὺς κατέθεντο, «ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ ἁμαρτάνειν διὰ τὴν τελειότητα, ἦ πάντως γε σωθησομένων φύσει, κἄν τε νυνὶ ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων». «Φασὶ δὲ καὶ οὗτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκτεινόμενοι τὴν πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόητος, ἄρρητός τε καὶ ἀνονόμαστος, ἣν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης, τὸ Ἓν οὖσαι, προήκαντο, μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ Ἕν. αὗται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἑνότης, Μονάς τε καὶ τὸ Ἕν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν αἰώνων». 6.

Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν 〈περὶ〉 τούτων ἐν τοῖς σφῶν αὐτῶν συγγράμμασιν ἤλεγξαν 〈αὐτούς〉, Κλήμης τε, (ὅν φασί τινες Ἀλεξανδρέα, ἕτεροι δὲ Ἀθηναῖον), ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρηναῖος καταγελῶν αὐτῶν τὸ τραγικὸν ἐκεῖνο [ὃ] ἐπὶ τοῖς προειρημένοις εἰς μέσον φέρων ἧκεν 〈τό〉· «ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ. τὸ τραγικὸν ὡς ἀληθῶς ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ συμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιίας καὶ τῇ τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὀνόματα τέθεικεν. ἐν γὰρ τῷ λέγειν »ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἣν ἐγὼ Μονότητα καλῶ«, καὶ πάλιν »ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα«, σαφέστατα ὅτι τε πλάσμα αὐτοῦ ἐστι τὰ εἰρημένα ὡμολόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. καὶ σαφές ἐστιν ὅτι αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἂν ἡ ἀλήθεια εἶχεν ὄνομα.

οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι ὀνόματα· εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναῖος, ὥς γε προείπαμεν, γελοιώδη ῥήματα καὶ αὐτὸς † προεῖπεν, ἑτερωνυμίαν ἀφ᾽ ἑαυτοῦ ὡς ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζόμενος, πεπόνων γένη καὶ σικύων καὶ κολοκυνθῶν ὡς ἐπὶ ὑποκειμένων τινῶν ἐπιπλασάμενος, † ὡς τοῖς φιλολόγοις σαφὲς ἂν εἴη ἀφ᾽ ὧν προανέγνωσαν. 7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τούτοις τοῖς ὀνόμασι κεκλήκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον καὶ τὴν τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ 〈τόπῳ〉 Ἀρχήν, ἐκ δὲ τῆς [ἀρχῆς τῆς] Ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγέννητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν ὄντες καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ᾽ αὐτοῖς. οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν μήτε ὅλως ὄντα τι, ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες.

Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι. καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπνον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα ληρολόγος ὀνειροπολία.

Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, πωρατῆς οὔσης τῆς κατ᾽ αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ᾽ αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἀπατᾶσθαι κενοῖς μύθοις; ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρήσθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἑξῆς 〈βαδιοῦμαι〉, διασκοπήσω〈ν〉 ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθηρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσω διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας. ὡς μύαγρον 〈οὖν〉 ταύτην τὴν ἔχιδναν, τὴν πολλαῖς ἑτέραις ἐχίδναις ἐοικυῖαν, τῷ ὑποδήματι τοῦ εὐαγγελίου καταπατήσαντες τὰς ἑξῆς διασκοπήσωμεν.

Κατὰ Πτολεμαϊτῶν 〈ιγ〉, τῆς δὲ ἀκολουθίας 〈λγ〉. 1. Τοὺς περὶ Σεκοῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται, τῆς μὲν αὐτῆς τῶν καλουμένων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντῖνον 〈εἷς ὢν〉 σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι, Πτολεμαῖοι καλούμενοι.

Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαυτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών. δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ᾽ αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη 〈τι〉 προβαλεῖν, εἶτα, φησίν, ἠθέλησεν. διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων (δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβολὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ 〈ἐπιγενητοῦ〉 Θελήματος ὁ μὲν ἄρρην εἰκὼν γέγονεν, τῆς 〈δὲ〉 ἀγεννήτου Ἐννοίας ὁ [δὲ] θῆλυς [τοῦ Θελήματος]. τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέντοι προβαλεῖν αὐτὴ καθ᾽ ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει προέβαλεν. 2.

Καὶ φεῦ τῆς τοιαύτης τοῦ ματαιόφρονος ληρῳδίας· τοῦτο γὰρ οὐκ ἂν οὐδὲ ἐπὶ ἀνθρώπου λαμβάνοιτο παρά τινι τῶν ἐχόντων ἐρρωμένην τὴν διάνοιαν, μήτι γε ἐπὶ θεοῦ. δοκεῖ δέ μοι φρονιμώτερος αὐτοῦ ὑπάρχειν Ὅμηρος ἐν τῷ τὸν Δία φροντίδα παρ᾽ αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄϋπνον παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἑλλήνων ἐξάρχους τε καὶ αὐτοὺς τοὺς Ἕλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν.

οὐδὲν γὰρ οὗτος ὁ Πτολεμαῖος εἰς δόξαν τοῦ παρ᾽ αὐτοῦ Πατρὸς τῶν ὅλων [τοῦ] καὶ Βυθοῦ καλουμένου εὐλογώτερον τῶν παρὰ Ὁμήρου εἰς τὸν Δία εἰρημένων ἐπενόησεν, ἀλλ᾽ αὐτὸν κατείληφε μᾶλλον τὸν Δία, ὡς παρὰ Ὁμήρου λαβὼν τὴν ἔννοιαν· μᾶλλον γὰρ τὴν Ὁμηρικὴν κατάληψιν περὶ Διὸς καὶ Ἀχαιῶν εἰκότως ἂν φήσειέν 〈τις αὐτὸν ἐσχηκέναι〉, τὴν τοσαύτην αὐτοῦ τόλμαν ἐξεμέσαντα, ἢ 〈τὴν〉 περὶ τοῦ τῶν ὅλων δεσπότου, ὃς ἅμα τῷ ἐννοηθῆναι καὶ ἐπιτετέλεκε τοῦθ᾽ ὅπερ ἠθέλησεν, καὶ ἅμα τῷ θελῆσαι καὶ ἐννοεῖται τοῦθ᾽ ὅπερ καὶ ἠθέλησεν, τότε ἐννοούμενος ὅτε θέλει καὶ τότε θέλων ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὤν, ὅλος θέλημα ὤν, ὅλος νοῦς, ὅλος φῶς, ὅλος ὀφθαλμός, ὅλος ἀκοή, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν καὶ οὐδενὸς εἴσω πάθους περιεχόμενος· θεὸς γάρ, καὶ οὐ φροντίζων καὶ ἀπορῶν ὡς ὁ Βυθὸς ἤτοι ὁ Ζεύς, περὶ οὗ λέγοντα Ὅμηρον Πτολεμαῖος περὶ Βυθοῦ λέγων ἐμιμήσατο. εἰς δὲ περισσότερον ἔλεγχον τοῦ ἀπατεῶνος καθεξῆς ὑποτάξας παραθήσομαι τὰ ὑπ᾽ αὐτοῦ φύσει Πτολεμαίου Φλώρᾳ τινὶ γυναικὶ γραφέντα ἐπαγωγά τε καὶ δηλητήρια ῥήματα, (ἵνα μή τις νομίσειεν ἡμᾶς ἐξ ἀκοῆς μόνον τὸν ἀπατεῶνα ἐλέγχειν, μὴ πρότερον ἐντυχόντας τῇ παρ᾽ αὐτοῦ 〈παρα〉πεποιημένῃ διδασκαλίᾳ· πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὸν νόμον τοῦ θεοῦ τὸν διὰ Μωυσέως βλασφημῶν οὐκ αἰσχύνεται), ἃ καὶ ἔστι ταῦτα·

Πτολεμαίου πρὸς Φλώραν. 3. »Τὸν διὰ Μωσέως τεθέντα νόμον, ἀδελφή μου καλὴ Φλώρα, ὅτι μὴ πολλοὶ προκατελάβοντο, μήτε τὸν θέμενον αὐτὸν ἐγνωκότες μήτε τὰς προστάξεις αὐτοῦ ἀκριβῶς, ἡγοῦμαι καὶ σοὶ εὐσύνοπτον ἔσεσθαι μαθούσῃ τὰς διαφωνούσας γνώμας περὶ αὐτοῦ. οἱ μὲν γὰρ ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς νενομοθετῆσθαι τοῦτον λέγουσιν, ἕτεροι δὲ τούτοις τὴν ἐναντίαν ὁδὸν τραπέντες ὑπὸ τοῦ ἀντικειμένου φθοροποιοῦ διαβόλου τεθεῖσθαι τοῦτον ἰσχυρίζονται, ὡς καὶ τὴν τοῦ κόσμου προσάπτουσιν αὐτῷ δημιουργίαν, πατέρα καὶ ποιητὴν τοῦτον λέγοντες εἶναι τοῦδε τοῦ παντός. 〈πάντως δὲ〉 διέπταισαν οὗτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν διαμαρτόντες παρὰ σφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας. οὔτε γὰρ ὑπὸ τοῦ τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον τεθεῖσθαι (ἑπόμενον γάρ ἐστιν), ἀτελῆ τε ὄντα καὶ τοῦ ὑφ᾽ ἑτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις ἀνοικείας τῇ τοῦ τοιούτου θεοῦ φύσει τε καὶ γνώμῃ· οὔτ᾽ αὖ πάλιν τῇ τοῦ ἀντικειμένου ἀδικίᾳ νόμον προσάπτειν * 〈τὸ〉 ἀδικεῖν 〈ἀν〉αιροῦντα· * τῶν τε ἑξῆς τι μὴ συνορώντων, 〈κατὰ〉 τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· «οἰκία γὰρ ἢ πόλις μερισθεῖσα ἐφ᾽ ἑαυτὴν ὅτι μὴ δύναται στῆναι» ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο.

ἔτι τε τὴν τοῦ κόσμου δημιουργίαν 〈αὐτοῦ〉 ἰδίαν λέγει εἶναι τά τε πάντα δι᾽ αὐτοῦ γεγονέναι καὶ χωρὶς αὐτοῦ γεγονέναι οὐδὲν ὁ ἀπόστολος, προαποστερήσας τὴν τῶν ψευδηγορούντων ἀνυπόστατον σοφίαν, καὶ οὐ φθοροποιοῦ θεοῦ, ἀλλὰ δικαίου καὶ μισοπονήρου· ἀπρονοήτων δέ ἐστιν ἀνθρώπων 〈τοῦτο〉, τῆς προνοίας τοῦ δημιουργοῦ μὴ αἰτίαν λαμβανομένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὄμμα, ἀλλὰ καὶ τὸ τοῦ σώματος πεπηρωμένων. οὗτοι μὲν οὖν ὡς διημαρτήκασι τῆς ἀληθείας δῆλόν σοί ἐστιν ἐκ τῶν εἰρημένων. πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ μὲν διὰ τὸ ἀγνοεῖν τὸν τῆς δικαιοσύνης θεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὃν μόνος ἐλθὼν ὁ μόνος εἰδὼς ἐφανέρωσε. περιλείπεται δὲ ἡμῖν ἀξιωθεῖσί γε τῆς ἀμφοτέρων τούτων 〈γνώσεως〉 ἐκφῆναί σοι καὶ ἀκριβῶσαι αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη, καὶ τὸν ὑφ᾽ οὗ τέθειται, τὸν νομοθέτην, 〈τῶν〉 ῥηθησομένων ἡμῖν τὰς ἀποδείξεις ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν λόγων παριστῶντες, δι᾽ ὧν μόνον ἔστιν ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὄντων ὁδηγεῖσθαι. 4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σύμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχόμενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἑνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ᾽ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ᾽ ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς.

εἴς τε γὰρ αὐτὸν τὸν θεὸν καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται, 〈διαιρεῖται〉 δὲ καὶ εἰς τὸν Μωσέα (οὐ καθὰ δι᾽ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτέρους τοῦ λαοῦ διαιρεῖται, 〈οἳ〉 καὶ αὐτοὶ εὑρίσκονται ἐντολάς τινας ἐνθέντες ἰδίας. πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἂν ἤδη. διαλεγόμενός που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομοθέτητο, ἔφη αὐτοῖς ὅτι «Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ᾽ ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. θεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὃ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ χωριζέτω». ἐνταῦθα ἕτερον μὲν 〈τὸν〉 τοῦ θεοῦ δείκνυσι νόμον, τὸν κωλύοντα χωρίζεσθαι γυναῖκα ἀπὸ ἀνδρὸς αὐτῆς, ἕτερον δὲ τὸν τοῦ Μωσέως, τὸν διὰ τὴν σκληροκαρδίαν ἐπιτρέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος. καὶ δὴ κατὰ τοῦτο ἐναντία τῷ θεῷ νομοθετεῖ ὁ Μωσῆς· ἐναντίον γάρ ἐστι τῷ μὴ * διαζευγνύναι. ἐὰν μέντοι καὶ τὴν τοῦ Μωσέως γνώμην, καθ᾽ ἣν τοῦτο ἐνομοθέτησεν, ἐξετάσωμεν, εὑρεθήσεται τοῦτο οὐ κατὰ προαίρεσιν ποιήσας τὴν ἑαυτοῦ, ἀλλὰ κατὰ ἀνάγκην διὰ τὴν τῶν νενομοθετημένων ἀσθένειαν.

ἐπεὶ γὰρ τὴν τοῦ θεοῦ γνώμην φυλάττειν οὐκ ἠδύναντο οὗτοι, ἐν τῷ μὴ ἐξεῖναι αὐτοῖς ἐκβάλλειν τὰς γυναῖκας αὐτῶν, αἷς τινὲς αὐτῶν ἀηδῶς συνῴκουν καὶ ἐκινδύνευον ἐκ τούτου ἐκτρέπεσθαι πλέον εἰς ἀδικίαν καὶ ἐκ ταύτης εἰς ἀπώλειαν, τὸ ἀηδὲς τοῦτο βουλόμενος ἐκκόψαι αὐτῶν ὁ Μωσῆς, δι᾽ οὗ καὶ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἧττον κακὸν ἀντὶ μείζονος ἀντικαταλλασσόμενος, τὸν τοῦ ἀποστασίου νόμον ἀφ᾽ ἑαυτοῦ ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν, κἂν τοῦτόν γε φυλάξωσι καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἐκτραπῶσι, δι᾽ ὧν ἀπώλεια αὐτοῖς ἔμελλεν τελειοτάτη ἐπακολουθήσειν. αὕτη μὲν ἡ τούτου γνώμη, καθ᾽ ἣν ἀντινομοθετῶν εὑρίσκεται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἕτερος ὢν παρὰ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν ἐστι, κἂν δι᾽ ἑνὸς τανῦν ὦμεν δεδειχότες. ὅτι δὲ καὶ τῶν πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. «ὁ γὰρ θεός» φησίν «εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται. ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν τῶν πρεσβυτέρων. τοῦτο δὲ Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.

μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». σαφῶς οὖν ἐκ τούτων εἰς τρία διαιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ θεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὧδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν. 5. Πάλιν δὲ δὴ τὸ ἓν μέρος, ὁ αὐτοῦ τοῦ θεοῦ νόμος, διαιρεῖται εἰς τρία τινά· εἴς τε τὴν καθαρὰν νομοθεσίαν τὴν ἀσύμπλοκον τῷ κακῷ, ὃς καὶ κυρίως νόμος λέγεται, ὃν οὐκ ἦλθε καταλῦσαι ὁ σωτὴρ ἀλλὰ πληρῶσαι (οὐ γὰρ ἦν ἀλλότριος αὐτοῦ ὃν ἐπλήρωσεν, 〈ἔδει δὲ πληρώσεως〉· οὐ γὰρ εἶχεν τὸ τέλειον) καὶ εἰς τὸν συμπεπλεγμένον τῷ χείρονι καὶ τῇ ἀδικίᾳ, ὃν ἀνεῖλεν ὁ σωτὴρ ἀνοίκειον ὄντα τῇ ἑαυτοῦ φύσει· διαιρεῖται δὲ καὶ εἰς τὸ τυπικὸν καὶ συμβολικὸν τὸ κατ᾽ εἰκόνα τῶν πνευματικῶν καὶ διαφερόντων νομοθετηθέν· ὃ μετέθηκεν ὁ σωτὴρ ἀπὸ αἰσθητοῦ καὶ φαινομένου ἐπὶ τὸ πνευματικὸν καὶ ἀόρατον. καὶ ἔστι μὲν ὁ τοῦ θεοῦ νόμος, ὁ καθαρὸς καὶ ἀσύμπλοκος τῷ χείρονι, αὐτὴ ἡ δεκάλογος, οἱ δέκα λόγοι ἐκεῖνοι οἱ ἐν ταῖς δυσὶ πλαξὶ δεδιχασμένοι, εἴς τε ἀναίρεσιν τῶν ἀφεκτέων καὶ εἰς πρόσταξιν τῶν ποιητέων, οἳ καίπερ καθαρὰν ἔχοντες τὴν νομοθεσίαν, μὴ ἔχοντες δὲ τὸ τέλειον, ἐδέοντο τῆς παρὰ τοῦ σωτῆρος πληρώσεως.

ὁ δέ [ἐστι] συμπεπλεγμένος τῇ ἀδικίᾳ, οὗτος ὁ κατὰ τὴν ἄμυναν καὶ ἀνταπόδοσιν τῶν προαδικησάντων κείμενος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτεσθαι κελεύων καὶ φόνον ἀντὶ φόνου ἀμύνασθαι· οὐδὲν γὰρ ἧττον καὶ ὁ δεύτερος ἀδικῶν ἀδικεῖ, τῇ τάξει μόνον διαλλάσσων τὸ αὐτὸ ἐργαζόμενος ἔργον. τοῦτο δὲ τὸ πρόσταγμα δίκαιον μὲν ἄλλως καὶ ἦν καὶ ἔστι, διὰ τὴν ἀσθένειαν τῶν νομοθετηθέντων ἐν παρεκβάσει τοῦ καθαροῦ νόμου τεθέν, ἀνοίκειον δὲ τῇ τοῦ πατρὸς τῶν ὅλων φύσει τε καὶ ἀγαθότητι. ἴσως δὲ τοῦτο κατάλληλον, ἐπάναγκες δὲ μᾶλλον· ὁ γὰρ καὶ τὸν ἕνα φόνον οὐ βουλόμενος ἔσεσθαι ἐν τῷ λέγειν «οὐ φονεύσεις», προστάξας τὸν φονέα ἀντιφονεύεσθαι, δεύτερον νόμον νομοθετῶν καὶ δυσὶ φόνοις βραβεύων ὁ τὸν ἕνα ἀπαγορεύσας ἔλαθεν ἑαυτὸν ὑπ᾽ ἀνάγκης κλαπείς. διὸ δὴ ὁ ἀπ᾽ ἐκείνου παραγενόμενος υἱὸς τοῦτο τὸ μέρος τοῦ νόμου ἀνῄρηκεν, ὁμολογήσας καὶ αὐτὸ εἶναι τοῦ θεοῦ, 〈ὥσπερ〉 ἔν τε τοῖς ἄλλοις † καταριθμεῖται τῇ παλαιᾷ αἱρέσει καὶ ἐν οἷς ἔφη «ὁ θεὸς εἰπών· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω». τὸ δέ ἐστι μέρος αὐτοῦ τυπικόν, τὸ κατ᾽ εἰκόνα τῶν πνευματικῶν καὶ διαφερόντων κείμενον, τὰ ἐν προσφοραῖς λέγω καὶ περιτομῇ καὶ σαββάτῳ καὶ νηστείᾳ καὶ πάσχα καὶ ἀζύμοις καὶ τοῖς τοιούτοις νομοθετηθέντα.

πάντα γὰρ ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας φανερωθείσης μετετέθη· κατὰ μὲν τὸ φαινόμενον καὶ 〈τὸ〉 σωματικῶς ἐκτελεῖσθαι ἀνῃρέθη, κατὰ δὲ τὸ πνευματικὸν ἀνελήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων δὲ τῶν πραγμάτων. καὶ γὰρ προσφορὰς προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλ᾽ οὐχὶ τὰς δι᾽ ἀλόγων ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας. καὶ περιτομὴν περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ᾽ οὐχὶ τῆς ἀκροβυστίας τῆς σωματικῆς, ἀλλὰ καρδίας τῆς πνευματικῆς. καὶ τὸ σάββατον 〈δὲ〉 φυλάσσειν· ἀργεῖν γὰρ θέλει ἡμᾶς ἀπὸ τῶν ἔργων τῶν πονηρῶν. καὶ νηστεύειν δέ· ἀλλὰ οὐχὶ τὴν σωματικὴν βούλεται νηστείαν ἡμᾶς νηστεύειν, ἀλλὰ τὴν πνευματικήν, ἐν ᾗ ἐστιν ἀποχὴ πάντων τῶν φαύλων. φυλάσσεται μέντοι γε καὶ παρὰ τοῖς ἡμετέροις ἡ κατὰ τὸ φαινόμενον νηστεία, ἐπεὶ καὶ ψυχῇ τι συμβάλλεσθαι δύναται αὕτη μετὰ λόγου γινομένη, ὁπότε μηδὲ διὰ τὴν πρός τινας μίμησιν γίνεται μήτε διὰ τὸ ἔθος μήτε διὰ τὴν ἡμέραν, ὡς ὡρισμένης 〈εἰς〉 τοῦτο ἡμέρας. ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινόμενον νηστείας ἔχωσι τὴν ἀνάμνησιν αὐτῆς.

καὶ τὸ πάσχα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος «τὸ δὲ πάσχα ἡμῶν, λέγων, ἐτύθη Χριστός», καί «ἵνα ἦτε, φησίν, ἄζυμοι, μὴ μετέχοντες ζύμης (ζύμην δὲ νῦν τὴν κακίαν λέγει), ἀλλ᾽ ἦτε νέον φύραμα». 6. Οὕτως γοῦν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμενος εἰς τρία διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γάρ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις» ἐν τῷ μηδ᾽ ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι περιείληπται)· διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρούμενον τελείως. τὸ γάρ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» συμπεπλεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων. τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά· «ἐγὼ γὰρ λέγω ὑμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ ἐάν τίς σε ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα». διαιρεῖται δὲ καὶ εἰς τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν τοῦτο 〈τὸ〉 κατ᾽ εἰκόνα τῶν διαφερόντων νενομοθετημένον. αἱ γὰρ εἰκόνες καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς ἐγίνοντο μέχρι μὴ παρῆν ἡ ἀλήθεια· παρούσης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς εἰκόνος.

ταῦτα δὲ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι᾽ ἡμᾶς, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, εἰπών «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατηργῆσθαι», τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, «ὁ μὲν νόμος» εἰπών «ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». 7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρούμενον. περιλείπεται δὲ ἡμῖν τίς ποτέ ἐστιν οὗτος ὁ θεὸς ὁ τὸν νόμον θέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας. εἰ γὰρ μήτε ὑπ᾽ αὐτοῦ τοῦ τελείου θεοῦ τέθειται οὗτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ τοῦ διαβόλου, ὃ μηδὲ θεμιτόν ἐστιν εἰπεῖν, ἕτερός τίς ἐστι παρὰ τούτους οὗτος ὁ θέμενος τὸν νόμον. οὗτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδε τοῦ παντός ἐστι κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὢν παρὰ τὰς τούτων οὐσίας μέσος 〈τε〉 τούτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὄνομα ἀποφέροιτο ἄν.

καὶ εἰ ὁ τέλειος θεὸς ἀγαθός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν (ἕνα γὰρ μόνον εἶναι ἀγαθὸν θεὸν τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὃν αὐτὸς ἐφανέρωσεν), ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντικειμένου φύσεως κακός τε καὶ πονηρὸς ἐν ἀδικίᾳ χαρακτηριζόμενος, τούτων δὲ οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὢν μήτε μὴν κακὸς μήτε ἄδικος, ἰδίως γε λεχθείη ἂν δίκαιος, τῆς κατ᾽ αὐτὸν δικαιοσύνης ὢν βραβευτής. καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου θεοῦ καὶ τῆς ἐκείνου δικαιοσύνης ἐλάττων οὗτος ὁ θεός, ἅτε δὴ καὶ γεννητὸς ὢν καὶ οὐκ ἀγέννητος (εἷς γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, ἰδίως τῶν πάντων ἠρτημένων ἀπ᾽ αὐτοῦ), μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν. τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος (ὑλικὸς γὰρ οὗτος καὶ πολυσχιδής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οὐσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών.

μηδέ σε τανῦν τοῦτο θορυβείτω, θέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων, 〈ἁπλῆς〉 οὔσης τε καὶ ὁμολογουμένης ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ ἀφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὗται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ 〈ἡ〉 τῆς μεσότητος, ἀνομοούσιοι αὗται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν. μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποστολικῆς παραδόσεως, ἣν ἐκ διαδοχῆς καὶ ἡμεῖς παρειλήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ. ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι᾽ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποχρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν γε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων τυχοῦσα τὸν δι᾽ αὐτῶν καρπὸν ἀναδείξῃς.«

Πτολεμαίου πρὸς Φλώραν ἐπληρώθη. 8. Τίς δὲ τούτων τῶν ῥημάτων καὶ τῆς τοῦ γόητος τούτου καὶ [τῆς] τῶν σὺν αὐτῷ ἀνέξεται φρενοβλαβείας, Πτολεμαίου δέ φημι καὶ τῶν ἀμφ᾽ αὐτόν, εἰς τοσοῦτον κυκώντων καὶ καττυόντων πλάσματα; οὔτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν τις οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα λέγω καὶ Διογένη τὸν τὰ ἄπιστα γράψαντα ἢ οἱ ἄλλοι πάντες οἱ τοὺς μύθους ἀναγεγραφότες καὶ ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι, ὡς οὗτοι τολμηρῶς φερόμενοι κατὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν καὶ τὸν νοῦν τῶν πειθομένων αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περιέβαλον καὶ γενεαλογίας ἀπεράντους, αὐτοὶ τὰ ἐν χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας ἀναδεχόμενοι. ἀκούσας δέ τις παρὰ τούτων, εἰ μὲν τῶν ἀφρονεστάτων εἴη, τῷ ψεύδει νομίζων τι παρ᾽ αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται (»ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται ἀνήρ«, φησὶν ἡ γραφή)· εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης ληρῳδίας, ἀπ᾽ αὐτῆς δὲ τῆς ὑποθέσεως τῶν παρ᾽ αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται.

ἐλέγχονται γὰρ οὗτοι παντάπασι, καθ᾽ ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας. πόθεν γὰρ ὑμῖν, ὦ οὗτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑποθέσεων ἡ γνῶσις; ὡς γὰρ παρόντες καὶ τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ᾽ ὑμῖν Βυθοῦ καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι, οὐδενὸς πώποτε τῶν προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ᾽ αὐτὸν οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν περὶ Ὀρφέα τε καὶ Ἡσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ᾽ οἷς αἱ τῶν ἀνθρώπων γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν ἀνθρώποις τετελεσμένα ποιητικῶς ἐδραματουργήθη. κἀκεῖνοι γὰρ οὕτως ἐνόμισαν, ἐκθειάσαντές 〈τε〉 τοὺς περὶ Δία καὶ Ῥέαν καὶ Ἥραν καὶ Ἀθηνᾶν καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην καὶ τὰς τούτων κακίας γονὰς τιμήσαντες, εἰς φαντασίαν πολυθεΐας καὶ εἰδωλολατρείας τὸν κόσμον ἐνέβαλον. ἀλλὰ οὐκέτι μοι πολλή τις χρεία γενήσεται εἰς τὴν σοῦ, ὦ Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν ἔλεγχον ἱκανῶς εἰληφότων.

διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ αἰσχύνην συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς ἡμῶν μετριότητος, ὅπως τὴν παρ᾽ ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην ὑπόθεσιν φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν χάριν. 9. Ἵνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον ἐπιστέλλων ἐκομπάσω, 〈ὦ〉 Πτολεμαῖε (ἀεὶ γὰρ αἱ ὀφιώδεις διδασκαλίαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι, κατὰ τὸν τοῦ ἀποστόλου λόγον), [καὶ] αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν, ἀναγκαίαν οὖσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς ἀκολούθως ποιήσομαι.

Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν ἔχειν τι ἐκ τοῦ θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων. καὶ ὅτι μὲν 〈ὅπερ〉 ἐκ τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι δῆλον. οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας † ἀγνοῶν ἑκάστης ἀκριβοῦς εἰδήσεως. αἱ γὰρ παραδόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως φερομένη, δευτέρα δὲ ἡ τοῦ καλουμένου Ῥαββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα, τετάρτη τῶν υἱῶν Ἀσαμωναίου. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ ἀκατάστατε τὴν γνώμην, δεῖξαι ἐν ταῖς πέντε βίβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος »〈ὃς〉 ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ«; ἀλλὰ οὐκ ἔχεις δεῖξαι. ἄρα γοῦν ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐδαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου. καὶ μάτην τὴν ὑπὸ σοῦ ἠπατημένην Φλώραν ἐφάντασας τὰ δὲ ὑπὸ Μωυσέως * οὐκ ἐκτὸς τοῦ θεοῦ καὶ αὐτὰ ἐνομοθετήθη, ἀλλὰ ἐκ τοῦ θεοῦ διὰ Μωυσέως, ὃ καὶ ἐξ αὐτῆς τῆς τοῦ σωτῆρος ἐπικρίσεως δείκνυται. αὐτὰς γὰρ ἃς παρήγαγες μαρτυρίας κατὰ σαυτοῦ ἐπισυνήγαγες.

φάσκει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι »Μωυσῆς ἔγραψεν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν«· ὃ δὲ ἔγραψε Μωυσῆς οὐκ ἐκτὸς βουλήσεως θεοῦ ἔγραψεν, ἀλλ᾽ ἐκ πνεύματος ἁγίου ἐνομοθέτησε. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· »ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«. καὶ πῶς συνέζευξεν, διεξῆλθεν * τὸ ῥῆμα ἵνα μάθωμεν λέγων »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«. εἶτα ἐπιφέρει λέγων »ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· καίτοι γε οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἔπλασεν ἢ μόνον »ποιήσωμεν αὐτῷ κατ᾽ αὐτὸν βοηθόν«. ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη«· εἶτά φησιν »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

οὐ τοῦ θεοῦ τοίνυν τοῦτο εἰπόντος, τοῦ δὲ Ἀδὰμ εἰρηκότος, τοῦ κυρίου δὲ ἐπιμαρτυροῦντος ἐν τῷ εὐαγγελίῳ θεοῦ εἶναι τὸ ῥῆμα τὸ διὰ τοῦ Ἀδὰμ εἰρημένον, ἀπ᾽ αὐτῆς τῆς ὑποθέσεως ἔδειξεν, ὅτι ἐκεῖ μὲν Ἀδὰμ εἴρηκεν θεοῦ δὲ βουλήσει ἐφθέγγετο καὶ ὧδε ὁ Μωυσῆς ἐνομοθέτησεν θεοῦ αὐτῷ καταγγείλαντος τὴν νομοθεσίαν. καὶ αὗται μὲν ἤδη αἱ δύο σου λέξεις διέπεσον, καὶ οὐ πόρρωθεν, ἀλλὰ ἀπ᾽ αὐτῆς τῆς χρήσεως. καὶ ὅτι μὲν νομοθεσία θεοῦ ἔστιν, τοῦτο δῆλον. πανταχοῦ δὲ θεὸς νομοθετεῖ τὰ μὲν εἰς χρόνους, τὰ δὲ εἰς τύπους, τὰ δὲ εἰς ἀποκάλυψιν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν, ὧν ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδειξε τὴν πλήρωσιν ἐν τῷ εὐαγγελίῳ. 10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὂν ἀλλὰ γόητος τὸ ἔργον. ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς ὁμοιωμάτων καὶ οὔθ᾽ ἕτερον ὢν τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς ἔφης, οὔτε τὴν ἀγαθότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὢν δίκαιος; καὶ γὰρ ἀληθῶς ἀλλότριος ὢν πάσης δικαιοσύνης εἰκότως ἀγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη, ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὦ ῥᾳδιουργὲ καὶ ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν γὰρ γίνεται τὸ δίκαιον ἀλλ᾽ ἐξ ἀγαθότητος καὶ οὐδὲ ἄλλως τις γενήσεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος.

ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν »κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«. πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιοι ἀλλ᾽ ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος; καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἕστηκεν, ἔλεγεν »ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους«, ἵνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ ἄδικον πονηρόν.

Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάλως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν. ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ᾽ ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ ἐνεργεῖ τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι «ἐάν τίς σε τυπτήσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην». καὶ 〈γὰρ καὶ〉 ὁ νόμος πάλαι τοῦτο κατεσκεύαζε λέγων «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ», τουτέστιν «στρέψον αὐτῷ τὴν σιαγόνα». ἵνα γὰρ διαφύγοι ἃ πάθοι ἂν εἰ πλήξει, παρεῖχε τὴν σιαγόνα τῷ τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν, τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον. 11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ οὐδὲ τὸν νεανίαν τῷ τελείῳ ἀνδρί, ἀλλὰ τῷ μὲν ὑποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, ἀνδρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἑξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα.

ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιζεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ ἀγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστηρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὕτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις «οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε», τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν «οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν». ὁ δὲ Παῦλος «οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὐδὲ ἔτι δύνασθε», δεικνὺς ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν, ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σχηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις. νομοθετήσας γὰρ ὁ νόμος «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» οὐκ εἶπεν αὐτοῖς, ἐκβάλετε ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἀλλ᾽ ἐὰν ἐκβάλῃ τις ὀφθαλμόν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς τοῦ ἐκβαλόντος· ἕκαστος δὲ φειδόμενος τοῦ ἰδίου σώματος παρεδίδου τὴν σιαγόνα τύπτεσθαι καὶ οὐκ ἔτυπτε. καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ εὐαγγελίῳ τηλαυγῶς εἰρημένα, τότε μὲν ἀνάγκῃ ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει ἅτε δὴ τελείων πειθομένων.

εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ἡμέρας τῆς κρίσεως βλέπομεν τὸν σωτῆρα λέγοντα «ὅτι ἐλεύσεται ὁ αὐτοῦ δεσπότης» (τοῦτο δὲ περὶ ἑαυτοῦ ἔλεγεν, αὐτὸς πάντων ὢν δεσπότης) καί φησιν «καὶ διχοτομήσει αὐτὸν τὸν δοῦλον καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». οὐκοῦν καὶ κατὰ τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθόν (καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον καὶ ἀγαθὸν ὄντα), ἀλλὰ δίκαιον καὶ [οὐθ᾽] ἕτερον παρὰ τὸν πατέρα. δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὦ οὗτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν. καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἵνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. καὶ γὰρ τῷ ὄντι «ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν», 〈ὥς〉 φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων. εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ἡμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ἠπατημένοις. 12.

Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα, εἰρῆσθαι, ὧν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον. ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς ἀπὸ θαλάσσης ἀνελθὼν καρχαρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικται ἐν τοῖς εἰρημένοις· ἐν δὲ τῇ τῆς ἀληθείας σαγήνῃ ἧς τὸ αἴνιγμα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ βασιλείαν οὐρανῶν ἀπεφήνατο ἐνειλήσαντες καὶ τῶν πονηρῶν ἰχθύων ἕνα ὄντα αὐτὸν ἐλέγξαντες τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς ἀληθοῦς πίστεως διδασκαλίᾳ ἡττήσαμεν. ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον αὐτοὶ μὲν θεῷ εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον προέρχεσθαι ἐπιβαλώμεθα.

Κατὰ Μαρκωσίων 〈ιδ〉, τῆς δὲ ἀκολουθίας 〈λδ〉. Μάρκος δέ τις, ἀφ᾽ οὗπερ οἱ Μαρκώσιοι καλούμενοι, ἀπὸ τούτων ὁρμώμενος καὶ ἕτερα παρὰ τούτους τολμήσας κακὰ τῷ κόσμῳ ἐξήμεσε· τούτους γὰρ διαδέχεται τοὺς περὶ Σεκοῦνδον καὶ Ἐπιφάνη καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον, εἰς περισσοτέραν δὲ ἀγυρτώδη συνάθροισιν ἐπήρθη. γύναια γὰρ καὶ ἄνδρας παρ᾽ αὐτοῦ πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ ὡς γνωστικωτάτῳ καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργίᾳ συμμίξας, δι᾽ αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὁρῶντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν, ὡς καὶ οἱ ἀπ᾽ αὐτοῦ ἔτι καὶ εἰς δεῦρο τοῦτο ἐπιτελοῦσιν. οἱ δὲ τὰ ἀπὸ περιεργίας * ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι καὶ τῶν παρ᾽ αὐτοῖς ταῦτα ποιούντων. τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι. μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ᾽ αὐτοῦ παιγνίου ὡς ἔπος εἰπεῖν ἐπιτελεῖται. αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνασιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ.

φασὶ γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ᾽ αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ ἐν τῇ ἐπιτελουμένῃ παρ᾽ αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μεταβάλλεσθαι εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον.

Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἀρκεσθῆναι δεῖν ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Εἰρηναίου κατ᾽ αὐτοῦ τοῦ Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰρηναῖος ὁ ἅγιος ἐν τῷ ὑποφαίνειν τὰ ὑπ᾽ αὐτῶν γενόμενα, λέγων οὕτως·

ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ. Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνου ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κλῃζομένη Χάρις. πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη ηὐχαρίστησε, προσενεγκὼν καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ᾽ αὐτοῦ κεκομισμένον * ἐπιλέγων ἅμα οὕτως «ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν». καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. καὶ ἄλλα τινὰ τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς καὶ ἀπαγήοχεν ὀπίσω αὐτοῦ.

Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι᾽ οὗ αὐτός τε προφητεύειν δοκεῖ καὶ ὅσας ἀξίας ἡγεῖται 〈γενέσθαι〉 μετόχους τῆς χάριτος αὐτοῦ προφητεύειν ποιεῖ. μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται καὶ τούτων τὰς εὐπαρύφους καὶ περιπορφύρους καὶ πλουσιωτάτας, ἃς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς «μεταδοῦναί σοι θέλω τῆς ἐμῆς Χάριτος, ἐπειδὴ ὁ πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διὰ παντὸς βλέπει πρὸ προσώπου αὐτοῦ. ὁ δὲ τόπος τοῦ Μεγέθους ἐν ἡμῖν ἐστί· δεῖ ἡμᾶς εἰς τὸ ἓν καταστῆναι. λάμβανε πρῶτον ἀπ᾽ ἐμοῦ καὶ δι᾽ ἐμοῦ τὴν Χάριν. εὐτρέπισον σεαυτὴν ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὃ ἐγὼ καὶ ἐγὼ ὃ σύ. καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. λάβε παρ᾽ ἐμοῦ τὸν νυμφίον καὶ χώρησον αὐτὸν καὶ χωρήθητι ἐν αὐτῷ. ἰδού, ἡ Χάρις κατῆλθεν ἐπὶ σέ· ἄνοιξον τὸ στόμα σου καὶ προφήτευσον». τῆς δὲ γυναικὸς ἀποκρινομένης «οὐ προεφήτευσα πώποτε καὶ οὐκ οἶδα προφητεύειν», ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης φησὶν αὐτῇ «ἄνοιξον τὸ στόμα σου 〈καὶ〉 λάλησον ὅ τι δήποτε καὶ προφητεύσεις».

ἡ δὲ χαυνωθεῖσα καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν ληρώδη καὶ τὰ τυχόντα, πάντα κενῶς καὶ τολμηρῶς, ἅτε ὑπὸ κενοῦ τεθερμαμμένη πνεύματος (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων 〈προφητῶν〉, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη) καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἑαυτὴν ὑπολαμβάνει καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι τῆς ἰδίας χάριτος αὐτῇ καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν ὑπαρχόντων δόσιν (ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συναγήοχεν), ἀλλὰ καὶ κατὰ τὴν τοῦ σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ κατέλθῃ εἰς τὸ ἕν.

Ἤδη δὲ τῶν πιστοτέρων τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ θεοῦ καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν κελεύων αὐταῖς προφητεύειν, [καὶ] καταφυσήσασαι καὶ καταθεματίσασαι αὐτὸν ἐχωρίσθησαν τοῦ τοιούτου † θιάσου, ἀκριβῶς εἰδυῖαι ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ᾽ οἷς ἂν ὁ θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὐτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε θεὸς βούλεται, ἀλλ᾽ οὐχ ὅτε Μάρκος κελεύει. τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις 〈ἀπὸ〉 τοῦ κλήρου οὗτοι πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ᾽ αὐτῶν πνεύματα καὶ λαλοῦντα, ὁπότε βούλονται αὐτοί, ἐπίγεια καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν ἣν ἀπ᾽ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον φυλασσόντων. 3.

Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ᾽ αὐτοῦ καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν τῇ Ἀσίᾳ [τῶν] ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης καὶ τὴν γνώμην καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ χρόνῳ· ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων αὐτήν, τὸν ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ᾽ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ.

Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες, ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ᾽ ἂν Παῦλον μηδ᾽ ἂν Πέτρον εἴπῃς μηδ᾽ ἄλλον τινὰ τῶν ἀποστόλων, ἀλλὰ πλείω πάντων 〈ἑαυτοὺς〉 ἐγνωκέναι καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀρρήτου δυνάμεως μόνους καταπεπωκέναι, εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν. διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. διὰ γὰρ τὴν ἀπολύτρωσιν ἀκρατήτους 〈τε〉 καὶ ἀοράτους γίνεσθαι τῷ κριτῇ. εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· «ὦ πάρεδρε θεοῦ καὶ μυστικῆς πρὸ αἰώνων Σιγῆς, † ἣν τὰ Μεγέθη διὰ παντὸς βλέποντα τὸ πρόσωπον τοῦ Πατρός, ὁδηγῷ σοι καὶ προσαγωγεῖ χρώμενα, ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφάς, ἃς ἡ μεγαλότολμος ἐκείνη φαντασιασθεῖσα διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς † τὰς εἰκόνας † τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα— ἰδοὺ ὁ κριτὴς ἐγγὺς καὶ ὁ κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δέ, ὡς ἐπισταμένη τὰ ἀμφοτέρων, τὸν ὑπὲρ ἀμφοτέρων ἡμῶν λόγον ὡς ἕνα ὄντα τῷ κριτῇ παράστησον».

ἡ δὲ Μήτηρ ταχέως ἀκούσασα τούτων τὴν Ὁμηρικὴν Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτὴν καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς εἰς τὸν νυμφῶνα εἰσήγαγε καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις.

Τοιαῦτα δὴ λέγοντες καὶ πράττοντες καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς κλίμασι τῆς Ῥοδανουσίας πολλὰς ἐξηπατήκασι γυναῖκας, αἵτινες κεκαυτηριασμέναι τὴν συνείδησιν αἱ μὲν καὶ εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι τοῦτο ἡσυχῆ δέ πως ἑαυτὰς *, ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ θεοῦ ἔνιαι μὲν εἰς τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως.

Οὗτος 〈οὖν ὁ〉 Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου Σιγῆς αὑτὸν μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων, αὐτὸ τὸ τοῦ Ὑστερήματος 〈σπέρμα〉 κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν (ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο) καὶ μηνῦσαι αὑτήν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πατήρ, 〈οὗ οὐκ ἔστιν πατὴρ〉 οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων. ἐπισυνῆψεν 〈τε〉 τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων. ἑξῆς ἐλάλησε τὴν τρίτην, καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δέκα. καὶ τὴν μετὰ ταῦτα ἐλάλησε καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δεκαδύο. ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων.

ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκειν † αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ † αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταντήσαι. τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.

Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ δὲ καθ᾽ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. ὧν στοιχείων τοῦ 〈ἐσχάτου〉 στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν αὐτοῦ· οὗ 〈ὁ〉 ἦχος ἐξελθὼν κατ᾽ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγεννῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει, εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. τὸ δὲ στοιχεῖον αὐτό, ἀφ᾽ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, [ὃ] γραμμάτων εἶναί φησι τριάκοντα καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾽ ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ αὖ πάλιν τὰ ἕτερα δι᾽ ἄλλων ὀνομάζεσθαι γραμμάτων καὶ τὰ ἄλλα δι᾽ ἄλλων, ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. οὕτω δ᾽ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον· 5. Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ δέλτα καὶ τὸ ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι᾽ ἄλλων γράφεται γραμμάτων καὶ τὰ ἄλλα δι᾽ ἄλλων.

εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.

Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾽ ἐσίδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάλλος αὐτῆς, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνιμον αὐτῆς. ὅρα οὖν κεφαλὴν ἄνω, τὸ α καὶ τὸ ω, τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶν γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα ε καὶ υ, κοιλίαν ζ καὶ τ, αἰδοῖα η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας 〈τὸ τῆς〉 διανοίας νόημα τὸν αὐτογεννήτορα καὶ πατροδότορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε. 6. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι καὶ τὸ ὄνομα τοῦτο εἶναι, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι.

προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ᾽ ὅπερ οἶδας καὶ δοκεῖς 〈ἔχειν〉 πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυμερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾽ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ᾽ αὐτῷ ἐστι διὰ παντός.

Ταῦτ᾽ οὖν τὰ παρ᾽ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὑτοὺς εἶναι τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δ᾽ ὑπ᾽ αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου 〈ἡ〉 φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα. ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν 〈οὖν〉 ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ᾽ οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν καὶ ἐγένοντο οἱ 〈τρεῖς〉 τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες, οἵτινες τρὶς ἐφ᾽ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν.

τὰ μέντοι τρία στοιχεῖα, ἅ φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾽ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶν τοῦ ἀνονομάστου ὑπάρχειν. φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων τὰ παρ᾽ ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν 〈τὸν〉 τῶν τριάκοντα ποιεῖ ἀριθμόν. 7. Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἡμέρας ἓξ τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν, 〈ὃν〉 ἐφανέρωσεν ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν 〈ω〉 καὶ 〈α〉· ὁ γὰρ ἀριθμὸς αὐτῆς ἓν καὶ ὀκτακόσια· καὶ διὰ τοῦτο Μωυσέα ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι, καὶ τὴν οἰκονομίαν δὲ * ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν * ἥτις ἐστὶ 〈ἡ〉 παρασκευή, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ.

τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμόν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δι᾽ αὐτοῦ γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν. ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν.

Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγή, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον τὸν ὥσπερ μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἀπ᾽ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων κατὰ μίμησιν τῆς ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. κέχρηται μὲν οὖν καὶ αὐτὸς οὗτος τῷδε τῷ ἔργῳ ὡς αὐθαιρέτως ὑπ᾽ αὐτοῦ γενομένῳ, τὰ δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν Ἐνθύμησιν τῆς Μητρός. καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ε, ὁ δὲ τρίτος 〈τὸ〉 η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ο, ἕκτος δὲ τὸ υ, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ ἡ πολλὰ μὲν φλυαροῦσα μηδὲν δὲ ἀληθὲς λέγουσα διαβεβαιοῦται. αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ᾽ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠχῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς.

τὴν δὲ ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα * Μάρκον δοξάζει αὐτόν. διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον», καὶ πάλιν «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ»· καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, εἰς διυλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ. 8. Καὶ περὶ μὲν τοῦ παντὸς ὀνόματος, τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ τοῦ Βυθοῦ, τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε 〈τοῦ〉 τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς 〈ὄντος, ἑκάστου μέλους〉 ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν 〈προσωμίλησε μὴ〉 προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ᾽ εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν. ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ Τετρακτὺς αὐτῷ ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶν εἰς ἡμᾶς ὑπ᾽ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπῄτησας παρ᾽ ἡμῶν.

Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, καθὰ προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδεν τίνα ἐστίν· τὰ δὲ σεμνῶς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ᾽ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατήρ τε καὶ Ἀλήθεια. ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. τὸ γὰρ Ἄρρητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτά, ἡ δὲ Σειγὴ πέντε καὶ ὁ Πατὴρ πέντε καὶ ἡ Ἀλήθεια ἑπτά, ἃ συντεθέντα ἐπὶ τὸ αὐτό, τὰ δὶς πέντε καὶ δὶς ἑπτά, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ σωτῆρος δὲ ῥητὸν ὄνομα Ἰησοῦς γραμμάτων ὑπάρχειν ἕξ, τὸ δὲ ἄρρητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων· υἱὸς Χρειστὸς γραμμάτων δώδεκα, τὸ δὲ ἐν Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα.

καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου. 9. Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησί, τὴν ἄρρητον γένεσιν. ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς καὶ ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν δεκάς. οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα 〈η〉 καὶ 〈π〉 καὶ 〈ω〉, ὅ ἐστιν Ἰησοῦς. τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ὀκτακόσιά ἐστιν ὀγδοήκοντα ὀκτώ. ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ Ἰησοῦ κατ᾽ αὐτοὺς γένεσιν. διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν μονάδας ὀκτὼ καὶ δεκάδας ὀκτὼ καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοήκοντα ὀκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ [τῶν] πάντων συνεστῶτα τῶν ἀριθμῶν. καὶ διὰ τοῦτο ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. καὶ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρόβασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης ὁ τῶν δέκα ἀνεφάνη ἀριθμός.

μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι δέκα γίνονται, ὅ ἐστιν 〈ι〉, καὶ τοῦτ᾽ εἶναι θέλουσι τὸν Ἰησοῦν. ἀλλὰ καὶ ὁ Χρειστός, φησί, γραμμάτων ὀκτὼ ὢν τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ ι συμπλακεῖσα τὸν Ἰησοῦν ἀπεκύησε. λέγεται δέ, φησί, καὶ Υἱὸς Χρειστός, τουτέστιν ἡ δωδεκάς· τὸ γὰρ Υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. πρὶν μὲν οὖν, φησί, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστιν τὸν Ἰησοῦν τὸν Υἱόν, ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ· ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ σάρκα περιεβάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες † αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας. τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ καθελεῖν τὸν θάνατον. ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ᾽ εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον. 10. Ἀπὸ τετράδος γὰρ * προῆλθον οἱ Αἰῶνες. ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ [ἡ] Ἐκκλησία, Λόγος καὶ Ζωή.

ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν. οὕτως τε ὁ κατ᾽ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ᾽ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συσπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. αὐτὴν δὲ τὴν δύναμιν τὴν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν, τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας Αἰῶνας. καὶ τοῦτ᾽ εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα· κατελθὸν μέν〈τοι γε〉 εἰς τὸν Ἰησοῦν ἡνῶσθαι [δ᾽] αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, φησίν, ὁ ἐκ τῆς οἰκονομίας σωτὴρ 〈Ἰησοῦς〉, ἐγνώρισε δὲ τὸν Πατέρα † Χριστόν.

εἶναι οὖν † τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα αὐτὸν ἐσχηκέναι αὐτόν τε τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον καὶ τὸν Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν. 11. Ταῦτ᾽ ἤδη ὑπὲρ τὸ ἰοὺ ἰοὺ καὶ τὸ φεῦ καὶ ὑπὲρ πᾶσαν τραγικὴν 〈ἐκ〉φώνησιν καὶ σχετλιασμόν ἐστι. τίς γὰρ οὐκ ἂν μισήσειεν τὸν τηλικούτων ψευσμάτων † κακοσύνθετον ποιητήν, τὴν μὲν ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασιν κατεστιγμένην. νεωστὶ πρὸς τὸ ἀπ᾽ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειληφέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ, ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι. πρὸ τοῦ οὖν 〈παρ᾽〉 Ἕλλησι ταῦτα γενέσθαι οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατὰ σέ, Μάρκε, μεταγενέστερον μὲν Κάδμου καὶ τῶν πρὸ αὐτοῦ, μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα, μεταγενέστερον δὲ καὶ σαυτοῦ. σὺ γὰρ μόνος 〈ὡς〉 εἴδωλον κατήγαγες τὴν ὑπὸ σοῦ λεγομένην Ἀλήθειαν.

Τίς δ᾽ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς ἕν τι τῶν συνθέτων ζῴων· τόν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φῄς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ θεοῦ, κατακερματίζοντός 〈τε〉 αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον, τὸν ἐστερεωκότα τοὺς οὐρανούς, εἰς 〈ω π η〉 κατάγοντος ἀριθμόν, ὁμοίως τῷ ἀλφαβήτῳ, καὶ αὐτὸν δὲ τὸν τὰ πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα καὶ ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα ὑπομερίζοντος καὶ διὰ τῶν τοιούτων πολυπλασιασμῶν τὸ ἄρρητον καὶ ἀνεννόητον, ὡς σὺ φῄς, τοῦ Πατρὸς ἐκδιηγουμένου;

καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς Δαίδαλος ψευδὴς καὶ τέκτων κακὸς γενόμενος τῆς προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φῂς εἶναι 〈οὐσίαν〉, εἰς ἀφώνους καὶ φωνήεντας καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων, τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ καὶ τῇ τούτου Ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τοὺς σοὶ πειθομένους. διὸ 〈καὶ〉 δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε, ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης, δι᾽ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, σημεῖα δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις, ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ δι᾽ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν, ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης· ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι. 12.

Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. πάλιν δ᾽ αὖ ἡ δυὰς ἀπ᾽ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν. καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς † δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας—ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα—ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται.

διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.

Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν. ἀρξάμενος γάρ 〈τις〉 ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς 〈β〉 καὶ 〈κ〉 ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ᾽ ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ᾽ αὐτοῖς ἀπεκύησεν ἀριθμόν.

καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ † λόγου κεῖσθαι (ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα) καὶ κατ᾽ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν. ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν † αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν † αὐτόν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ Ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν. 13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ * τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν.

ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀληθῶς ἀρρήτου δυνάμεως καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καὶ βῆτα καὶ δι᾽ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς 〈εἰσιν〉 αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ᾽ ἡμῶν λέγεσθαι βουληθείς· «ὁ γὰρ λέγων αὐτοῖς» φησί «χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς». καὶ εἰκότως· «οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν» λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ᾽ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος.

ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που 〈καὶ〉 μακρὰν φυγεῖν ἀπ᾽ αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν ἐμπεσόντες † ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὑπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν. 14. Βούλομαι δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ᾽ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι. πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρώτης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα.

ἑξῆς * δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς προελθούσης. τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς 〈οὐ〉 φαεινῆς δωδεκάδος εἶναι.

ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ᾽ ἕκαστον κλίμα 〈ἀνὰ μίαν〉 δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ἀπόρροιαν δυνάμει τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται.

Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν Δημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν 〈αὐτὸν〉 εἶναι Ὑστερήματος, εἰς χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον. 15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ᾽ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν 〈τι〉. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ᾽ αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος».

τὴν 〈δὲ〉 δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ᾽ ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον· οὕτω τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ᾽ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, 〈ἔτι τε〉 ἰχθύας καὶ ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν. ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ᾽ εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν (ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ), ἀφ᾽ ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ᾽ εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέος.

ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα. διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ᾽ αὐτοῖς σῶμα, περὶ οὗ προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα, ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι. 16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευασθείσης αἱ αὐλαὶ ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ᾽ αὐτοῖς ἐπέδειξαν εἰκόνα. τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα 〈ὅλως〉 τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ 〈ἐν〉 τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ᾽ αὐτοῖς.

ἔνιοι δὲ 〈καὶ〉 ἄλλον 〈εἶναι〉 θέλουσι τὸν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἶναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα.

Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. τὸ αὐτὸ δὲ καὶ τὸν Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. ἔτι μὴν καὶ τὴν περιτομήν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι. καὶ τὴν 〈κατὰ〉 Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν. καὶ ὁ δοῦλος δὲ ὁ 〈τῷ〉 Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ᾽ αὐτοὺς δεκάδα. 17.

Τὴν δωδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ Ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ 〈αἱ〉 δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα ἔχον λίθους καὶ τοὺς δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον καὶ διὰ Δαυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον 〈λ〉 καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν. 18.

Ἀναγκαῖον 〈δὲ〉 ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν᾽ ἐπιδείξωσι τὸν κύριον ἡμῶν ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέγουσι. τὸν γοῦν προφήτην Ἠσαΐαν εἰπόντα «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν», τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον «οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ ἐπίγνωσις θεοῦ» εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό «οὐκ ἔστιν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν» ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. τὸν μὲν γὰρ ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι, τὸ δὲ 〈γεγραμμένον〉 «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τό «οὐδεὶς ὄψεται τὸν θεόν» πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐ περὶ τοῦ ὑπὸ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ αὐτός ἐστιν ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος.

καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ᾽ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ «ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν, ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευκανθῶσι»· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν.

Πρὸς δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ γράμματα, τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα.

Ἔνια δὲ καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν «οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» ὃν οὐκ ᾔδεισαν, φασί, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν. καὶ τῷ εἰπόντι αὐτῷ «διδάσκαλε ἀγαθέ» τὸν ἀληθῶς ἀγαθὸν θεὸν ὡμολογηκέναι εἰπόντα «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ πατὴρ ἐν τοῖς οὐρανοῖς»· οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. καὶ διὰ τοῦ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ «ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς», ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς τὸ ἄρρητον τοῦ Πατρὸς ἐν τῷ 〈μὴ〉 εἰπεῖν δεδειχέναι αὐτὸν ἐξηγοῦνται. ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι «πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα» ἐμφαίνοντός φασιν εἶναι διὰ τοῦ «ἕνα» τὸν ἀληθῶς ἕνα θεόν, ὃν οὐκ ἐγνώκεισαν. ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ᾽ αὐτὴν καὶ εἰπεῖν «εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην; ἐκρύβη δὲ 〈ἀπὸ〉 σοῦ», διὰ τοῦ «ἐκρύβη» ῥήματος τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι. καὶ πάλιν εἰπόντα «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ μάθετε ἀπ᾽ ἐμοῦ», τὸν τῆς ἀληθείας πατέρα κατηγγελκέναι.

ὃ γὰρ οὐκ ᾔδεισαν, φασί, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν. 〈Ἀπόδειξιν〉 δὲ τῶν ἀνωτάτω καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. οὐά, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία [μοι] ἐγένετο. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐν τούτοις 〈γὰρ〉 διαρρήδην φασὶ δεδειχέναι αὐτόν, ὡς τὸν ὑπ᾽ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ ἑνὸς πώποτε ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι. 19. Τὴν δὲ τῆς ἀπολυτρώσεως 〈παρ᾽〉 αὐτοῖς παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις.

καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ.

Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰρ ἀδύνατον 〈εἶναι〉 ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοῦ κατάγουσα κατ᾽ αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως 〈εἶναι〉 ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ κατελθόντος Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ᾽ εἶναι περὶ οὗ λέγει «καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό». ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ᾽ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα «δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;» καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ᾽ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην. 20.

Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ᾽ ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ᾽ αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ᾽ ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν «εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα 〈τῶν〉 πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων». ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτως· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ᾽ ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι * φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας. ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν * ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας.

καὶ ταῦτα μὲν ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγμαι καὶ λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου καὶ πάντων τῶν παρ᾽ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ᾽ ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ᾽ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπέπαυται. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου. τὸ γὰρ μύρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.

Ἔνιοι δ᾽ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ μετ᾽ ἐπιρρήσεών 〈τινων〉 ὁμοιοτρόπων αἷς προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ᾽ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι φάσκουσι μὴ δεῖν τὸ τῆς ἀρρήτου καὶ ἀοράτου δυνάμεως μυστήριον δι᾽ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι᾽ αἰσθητῶν καὶ σωματικῶν. εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀρρήτου Μεγέθους· ὑπ᾽ ἀγνοίας γὰρ Ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν, ὥστ᾽ εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν (φθαρτὸν γὰρ τὸ σῶμα) μήτε ψυχικήν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ Ὑστερήματός 〈ἐστι〉 καὶ ἔστι τοῦ πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν. λυτροῦσθαι γὰρ διὰ γνώσεως τὸν ἔσω ἄνθρωπον τὸν πνευματικὸν καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει. καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ.

ΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΡΗΝΑΙΟΥ. 21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος ἐποιήσατο, καθ᾽ εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδήλωται, [ὅτι] τοῖς ὑπ᾽ αὐτοῦ ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ᾽ αὐτῷ ἐμφέρεται, παρεθήκαμεν. ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ ἁγίου ἀνδρὸς εἰς ἀντίθεσιν τῆς αὐτῶν μοχθηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆρος διδαχῇ, 〈τοῦ κυρίου〉 καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα, παντοκράτορα τῶν ὅλων, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

τούτων δὲ παρὰ πάντων τῶν προειρημένων ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ πεπιστευμένων, οὐκ ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην αἵρεσιν ἀντιθέσει· ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ θανατοποιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχανησάμενον. 22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ᾽ αὐτοῦ Μαρκωσίων λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὦ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ τὰ κατ᾽ αὐτοὺς πάντα ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς ἀποτροπήν, πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ᾽ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν.