Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Κερδωνιανοί, Μαρκιωνιστές και η ανασκευή του Μαρκίωνος

Εκτενής ανασκευή του μαρκιωνιτικού δυαλισμού και λεπτομερής έλεγχος των αλλοιώσεων του Μαρκίωνος στο Ευαγγέλιο του Λουκά και στις επιστολές του Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 10 από 27

Κατὰ Κερδωνιανῶν 〈κα〉, τῆς δὲ ἀκολουθίας 〈μα〉. 1. Κέρδων τις τούτους καὶ τὸν Ἡρακλέωνα διαδέχεται ἐκ τῆς αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. οὗτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις, ὁ ἐλεεινότατος. ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. συμβέβηκε γὰρ τοῖς τοιούτοις ἡ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὗ κατεῖχεν ἐν τῷ στόματι *, ἐμβλέπων εἰς ὕδωρ καὶ νομίσας τὴν ἐν τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα καὶ τὴν οὖσαν ἀπώλεσεν. οὕτω καὶ οὗτοι τὴν ὁδὸν εὑρόντες καὶ βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης τὴν οὖσαν ἐν τῷ στόματι αὐτῶν ὡς εἰπεῖν ἐκ θεοῦ τροφὴν κεχαρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπάσαντο.

Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ᾽ αὐτῷ τοῦτον ἔχον τὸν τρόπον· Δύο καὶ οὗτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ [ἕνα] ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν Δημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλήσαντα ἐν τῷ νόμῳ καὶ [ἐν] τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολλάκις γενόμενον. μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν [τε] διὰ Μωυσέως καὶ τῶν προφητῶν, ὡς ἀλλοτρίαν οὖσαν θεοῦ. ἐληλυθέναι δὲ τὸν Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου πατρός, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ δημιουργοῦ ἐνταῦθα, φησίν, ἀρχῆς καὶ τυραννίδος, ὥσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν. ὀλίγῳ δὲ τῷ χρόνῳ οὗτος ἐν Ῥώμῃ γενόμενος μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρκίωνι· διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο. 2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος.

ἀρξόμεθα δὲ πάλιν τῆς κατ᾽ αὐτοῦ ἀνατροπῆς ἀπ᾽ αὐτῶν τῶν παρ᾽ αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπὶ τὸ αὐτὸ εἶναι ἀδύνατον δῆλον. ἢ γὰρ αἱ δύο ἐκ μιᾶς εἰσί τινος ἢ ἡ μέν ἐστι δευτέρα ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο ἢ ὁποτέρα τούτων ἀρχὴ οὖσα τῆς ἑτέρας *, ὡς ἔφην. καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἧς καὶ ἡ δευτέρα ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, [ὡς ἔφην]. ἐπὶ τὸ αὐτὸ δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν, ἀλλ᾽ οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο, τῷ δὲ δύο ἀριθμῷ εὑρίσκεσθαι τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι· τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου αἱ δύο τῷ ἑνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται, τῷ αἰτίῳ τῶν δύο ὄντι. οὐ γὰρ αἱ δύο, αἱ μετὰ τὸν ἕνα ἀριθμὸν ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι ἑαυτῶν δύνανται εἶναι, τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου. εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὖσαι συμφωνίας καὶ συγχαίρουσαι καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέρας εὐδοκούσης καὶ τῆς ἄλλης δὲ χαιρούσης τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ στάσις τίς ἐστιν ἀνὰ μέσον ἀμφοτέρων;

εἰ δὲ στασιάζουσι καὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ᾽ ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐτῆς ἀντεχούσης καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμαστον ἀγωνίζεσθαι ἀντέχειν τε καὶ μηδέποτε δυναμένης καταλύεσθαι. 3. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίας εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς. πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα προανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις καὶ εὐαγγελίοις; καθάπερ λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι» καὶ τὰ ἑξῆς. πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ † προανεφώνει λέγων «εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε». καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἑαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας καὶ πλανήσας τοὺς ὑπ᾽ αὐτοῦ πεπλανημένους.

παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος «βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται» καὶ τοῦ ἀποστόλου 〈τοῦ〉 περὶ τῶν αὐτῶν ψευδοχρίστων καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισαμένου· ἐπὶ τὰς ἑξῆς 〈τε〉 κατὰ τὴν ἀκολουθίαν προβαίνων τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.

Κατὰ Μαρκιωνιστῶν 〈κβ〉, τῆς δὲ ἀκολουθίας 〈μβ〉. 1. Μαρκίων, ἀφ᾽ οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρημένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς τρόπους προεστήσατο διδασκαλεῖον. ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην.

Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ προϊόντος προσφθείρεται παρθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθένον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι᾽ ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα [τὰ] τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ᾽ ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν. ὡς τοίνυν οὐκ ἔτυχε παρ᾽ αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης (οὗτος δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων), καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε.

ζήλῳ λοιπὸν ἐπαρθείς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν εἴσδυσιν τῆς ἐκκλησίας, ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπατεῶνος Κέρδωνος αἱρέσει. 2. Καὶ ἄρχεται ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ᾽ ἐκεῖνο καιροῦ πρεσβυτέροις τοῦτο τὸ ζήτημα λέγων «εἴπατέ μοι, τί ἐστι τό· οὐ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, καὶ τὸ πλήρωμα αἴρει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει. μεῖζον γὰρ σχίσμα γενήσεται».

καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πρεσβύτεροι καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας τε καὶ ἁρμονίας ἀποδιδόντες λόγον καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας ἔλεγον· τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοί, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ εὐαγγελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ᾽ αὐτοῦ τοῦ κυρίου, περισσότερον σχίσμα ἔσχε δι᾽ ἑαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου, ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων ἀγαθῶν ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς.

Ὁ δέ· οὐχ οὕτως, φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ 〈δὲ〉 μὴ ἠθέλησαν αὐτὸν δέξασθαι, 〈διὰ〉 τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; τῶν δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι· μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ εἰπὼν ὅτι «ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα», ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ᾽ ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας. 3. Ἔλαβε δὲ τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προσθεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ᾽ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν· ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουργὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν.

παρ᾽ αὐτῷ δὲ τῷ Μαρκίωνι καὶ παρθενία κηρύσσεται, νηστείαν δὲ κατὰ τὸ σάββατον κηρύττει. μυστήρια δὲ δῆθεν παρ᾽ αὐτῷ ἐπιτελεῖται τῶν κατηχουμένων ὁρώντων· ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· ἐπειδή, φησί, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα. τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων· ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει καὶ ζωὴν καὶ σωτηρίαν μόνης. οὐ μόνον δὲ παρ᾽ αὐτῷ ἓν λουτρὸν δίδοται, ἀλλὰ καὶ ἕως τριῶν λουτρῶν καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ᾽ αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα. συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ τὸ ἐφίεσθαι τρία ἢ καὶ πλείω λουτρὰ δίδοσθαι, δι᾽ ἣν ὑπεῖχεν χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώματός τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης. ἐπειδὴ φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρόν, φήσας ὅτι ἔξεστιν ἕως τριῶν λουτρῶν τουτέστιν τριῶν βαπτισμῶν εἰς ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι, ἵν᾽ εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας καὶ τρίτον ὡσαύτως, ἐὰν ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται.

φέρει δὲ δῆθεν, ἵνα τὴν ἑαυτοῦ χλεύην ἀνασώσῃ, εἰς παράστασιν αὐτοῦ ὅτι [τὸ] μετὰ τὸ αὐτοῦ παράπτωμα πάλιν ἐκαθαρίσθη καὶ λοιπὸν ἐν ἀθῴοις ὑπάρχει, μαρτυρίαν περὶ τούτου ψευδηγορῶν ὡς πιθανήν, δυναμένην ἐξαπατῆσαι οὐ τοῦτο δὲ σημαίνουσαν ὃ αὐτὸς λέγει· ὅτι, φησί, βαπτισθεὶς ὁ κύριος ὑπὸ τοῦ Ἰωάννου ἔλεγε τοῖς μαθηταῖς· «βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη τετέλεκα αὐτό;» καὶ πάλιν «ποτήριον ἔχω πιεῖν, καὶ τί θέλω εἰ ἤδη πληρώσω αὐτό;» καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν. 4. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει καὶ πάντας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος τοὺς τοιούτους πεπροφητευκέναι. Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ ἐπὶ ἐλέγχῳ τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ νόμου καὶ προφητῶν καὶ τῶν τοιούτων. καὶ ἄχρι Ἅιδου καταβεβηκέναι τὸν κύριον, ἵνα σώσῃ τοὺς περὶ Κάϊν καὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐγνωκότα τὸν θεὸν τῶν Ἰουδαίων· τοὺς δὲ περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα, Δαυίδ τε καὶ Σολομῶντα ἐκεῖ καταλελοιπέναι, διότι ἐπέγνωσαν, φησί, τὸν θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτιστήν, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο.

δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. παρ᾽ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει. 5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς; πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί». καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἅγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει». ὁ δὲ ἅγιος ἀπόστολός φησιν «ἄφρων» (ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα «πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ δὲ σώματι ἔρχονται;»

καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν) «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ». καὶ ἔδειξεν ἐξ ἅπαντος ἡ γραφὴ τοῦ πεπτωκότος κόκκου τουτέστιν τοῦ σώματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία ἡ κρίσις. 6. Πῶς δὲ συσταθήσεται ὁ παρ᾽ αὐτῷ τῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; πῶς δὲ [ὁ] ἀγαθὸς εὑρεθήσεται 〈ὁ〉 ἐν τοῖς τοῦ φαύλου μέρεσιν ἔργον ἐπιτελῶν ἢ σωτηρίας ἢ τῶν ἄλλων; εἰ γὰρ οὐκ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλεν δὲ αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου ἃ μὴ αὐτὸς ἔσπειρεν μηδὲ ἐποίησεν, εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος ἢ πενίαν ὑφιστάμενος καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδούς, ὅπως ἑαυτῷ προσπορίσηται ἃ μὴ πρότερον ἔχει. πῶς δὲ κριτὴς ἀνὰ μέσον ἀμφοτέρων γενήσεται ὁ δημιουργός; εἶτα τίνας ἔχει κρῖναι; εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω, ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε. καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὅτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν.

ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας. οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς μὴ μετανοοῦντι, εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι διὰ τὸ νῦν αὐτεξούσιον τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις. ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις καὶ δικαία τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος καὶ οὐ μᾶλλον μισοῦντος τὸ πονηρὸν καὶ φαῦλον. ὁ δὲ τρίτος εὑρισκόμενος παρ᾽ αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια· καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν, οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάζοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος. 7. ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης.

εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων. εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρέπουσα.

Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαί, πάλιν λέγε. τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενα ἔν τισι περιεκτικοῖς τόποις, εὑρεθήσεται δὲ τὸ ἑκάστου περιεκτικὸν μεῖζον τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληθείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία. εἰ δὲ καὶ εἰς ταὐτὸν ἀλλήλοις γενόμενοι ἕκαστος κατὰ δίεσιν τὸν ἴδιον ἐκληρώθη τόπον καὶ ἕκαστος ἐν τῷ ἰδίῳ ὢν τῷ ἑτέρῳ οὐκ ἐντρίβεται οὐδὲ ἐπέρχεται, οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, διὰ τὸ κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι. εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ᾽ αὐτοῦ κέκτισται τῶν ἐνταῦθα (λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ), τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ᾽ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ. καὶ ποῦ ὁ ὅρος ὁ διορίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρτου τῆς ὑποθέσεως λόγον;

ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστατος καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέν τε καὶ τοὺς τρεῖς εἰρηνοποίησεν, ἵνα μὴ στασιάσαιεν πρὸς ἀλλήλους μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλοι. καὶ οὗτος μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος. καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ᾽ οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν. εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς ἐν τοῖς τοῦ δημιουργοῦ † χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας. εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ᾽ ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ᾽ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται;

εἰ δὲ ὅτι χρόνῳ λήξει λέγεις καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέξει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι; 8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα» καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἑαυτοῦ ἠγόραζεν· ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται (μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμενος θάνατος θανάτῳ [διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. οὕτω καὶ τὸ «ἐξηγόρασεν» *. οὐκ εἶπεν «ἠγόρασεν»· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο.

καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπρακεν, ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ᾽ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν «ἠγόρασεν», ἀλλ᾽ «ἐξηγόρασεν». ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν «ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι». καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι᾽ ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη. ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας 〈δι᾽〉 ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων ἐν τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ * αὐτὸ ὃ ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν, οὐκ ἀγοράζων ἡμᾶς ἀπ᾽ ἀλλοτρίων, ἀλλὰ τὴν ὑπόθεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ᾽ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος. καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει. 9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ᾽ αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημένα. οὗτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν.

οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν ὁ λυμηνάμενος ἑαυτὸν 〈μᾶλλον〉 ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τοῦ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων, ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς παρ᾽ αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ᾽ ἑαυτοῦ συνέταξε τοῖς ὑπ᾽ αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ᾽ αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη πρὸς Θεσσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη. ἐξ οὗπερ χαρακτῆρος τοῦ παρ᾽ αὐτῷ σῳζομένου, τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ ἀποστόλου, δεῖξαι αὐτὸν σὺν θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον καὶ ἀκρότατα διελέγξαι. ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ᾽ αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται.

ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ᾽ αὐτῷ λειψάνων τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν εὑρισκομένων δειχθήσεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι παλαιᾶς διαθήκης καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ κυρίου ἐνδημίας καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ ἀπόστολος κηρύττει καὶ δικαίους τοὺς προφήτας ὀνομάζει καὶ ἐν σῳζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας σωτήριά τε καὶ ἅγια καὶ ἐκ θεοῦ ἐστηριγμένα ἔν τε τῇ πίστει καὶ ἐν τῇ γνώσει καὶ ἐν ἐλπίδι καὶ διδασκαλίᾳ. 10. Παραθήσομαι δὲ καὶ ἣν ἐποιησάμην κατ᾽ αὐτοῦ πραγματείαν πρὶν τοῦ ταύτην μου τὴν σύνταξιν ἐσπουδακέναι διὰ τῆς ὑμῶν τῶν ἀδελφῶν προτροπῆς ποιήσασθαι. ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη διδασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς † κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ᾽ αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ 〈τὸ〉 ἀποστολικὸν καλούμενον παρ᾽ αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ᾽ εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνάμενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει 〈α〉 〈β〉 〈γ〉. καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ᾽ ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ τοῦ ἀποστόλου λέξεις φυλάττων.

αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ᾽ αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ χαρακτῆρος ἔμφασις· ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ᾽ αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι᾽ ὧν δείκνυται 〈ἡ〉 παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην· ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτῶν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν ἡμῖν τελείως ἐνηνθρωπηκέναι· ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάντων, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε·

Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ ἐλέγχου. 11. Ὅτῳ φίλον ἐστὶ τὰς τοῦ ἀπατηλοῦ Μαρκίωνος νόθους ἐπινοίας ἀκριβοῦν καὶ τὰς ἐπιπλάστους τοῦ αὐτοῦ βοσκήματος μηχανὰς διαγινώσκειν, τούτῳ τῷ συλλελεγμένῳ πονήματι ἐντυχεῖν μὴ κατοκνείτω. ἐκ γὰρ τοῦ παρ᾽ αὐτῷ εὐαγγελίου τὰ πρὸς ἀντίρρησιν τῆς πανούργου αὐτοῦ ῥᾳδιουργίας σπουδάσαντες παρεθέμεθα, ἵν᾽ οἱ τῷ πονήματι ἐντυχεῖν ἐθέλοντες ἔχωσι τοῦτο γυμνάσιον ὀξύτητος, πρὸς ἔλεγχον τῶν ὑπ᾽ αὐτοῦ ἐπινενοημένων ξενολεξιῶν. ὁ μὲν γὰρ χαρακτὴρ τοῦ κατὰ Λουκᾶν † σημαίνει τὸ εὐαγγέλιον· ὡς δὲ ἠκρωτηρίασται μήτε ἀρχὴν ἔχον μήτε μέσα μήτε τέλος, ἱματίου βεβρωμένου ὑπὸ πολλῶν σητῶν ἐπέχει τὸν τρόπον. εὐθὺς μὲν γὰρ ἐν τῇ ἀρχῇ πάντα τὰ ἀπ᾽ ἀρχῆς τῷ Λουκᾷ πεπραγματευμένα τουτέστιν ὡς λέγει «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν» καὶ τὰ ἑξῆς καὶ τὰ περὶ τῆς Ἐλισάβετ καὶ τοῦ ἀγγέλου εὐαγγελιζομένου Μαρίαν τὴν παρθένον, Ἰωάννου τε καὶ Ζαχαρίου καὶ τῆς ἐν Βηθλεὲμ γεννήσεως, γενεαλογίας καὶ τῆς τοῦ βαπτίσματος ὑποθέσεως—ταῦτα πάντα περικόψας ἀπεπήδησεν καὶ ἀρχὴν τοῦ εὐαγγελίου ἔταξε ταύτην «ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος» καὶ τὰ ἑξῆς.

ἐντεῦθεν οὖν οὗτος ἄρχεται καὶ οὐ καθ᾽ εἱρμὸν πάλιν ἐπιμένει, ἀλλὰ τὰ μὲν ὡς προεῖπον παρακόπτει, τὰ δὲ προστίθησιν ἄνω κάτω, οὐκ ὀρθῶς βαδίζων ἀλλὰ ἐρρᾳδιουργημένως τὰ πάντα περινοστεύων, καὶ ἔστιν· 〈α〉. «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ᾽ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». 〈β〉. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». 〈γ〉. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». 〈δ〉. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ᾽ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». 〈ε〉. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. 〈ϛ〉. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». 〈ζ〉. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον». 〈η〉. Παρηλλαγμένον τό «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. 〈θ〉. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». 〈ι〉. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας καὶ ἤλειψεν καὶ κατεφίλει». 〈ια〉. Καὶ πάλιν «αὕτη τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου καὶ ἤλειψεν καὶ κατεφίλει». 〈ιβ〉.

Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». 〈ιγ〉. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». 〈ιδ〉. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος· καὶ εἶπεν ὁ κύριος· τίς μου ἥψατο;» καὶ πάλιν· «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ». 〈ιε〉. «Ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ᾽ αὐτούς». 〈ιϛ〉. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». 〈ιζ〉. «Καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». 〈ιη〉. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». 〈ιθ〉. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» 〈κ〉. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». 〈κα〉. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». 〈κβ〉. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχεν δέ «καὶ τῆς γῆς», οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». 〈κγ〉. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ». 〈κδ〉.

Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» 〈κε〉. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. 〈κϛ〉. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». 〈κζ〉. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». 〈κη〉. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ· ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. 〈κθ〉. «Λέγω τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλοῦνται καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ». 〈λ〉. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. 〈λα〉. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». 〈λβ〉. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. 〈λγ〉. «

Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». 〈λδ〉. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. 〈λε〉. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». 〈λϛ〉. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». 〈λζ〉. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». 〈λη〉. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δεκαοκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ 〈τὰ ἑξῆς〉 ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». 〈λθ〉. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». 〈μ〉. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ»· ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»—ἐποίησε δέ «κρατουμένους»—«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». 〈μα〉.

Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε· εὐλογημένος». 〈μβ〉. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. 〈μγ〉. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». 〈μδ〉. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. 〈με〉. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. 〈μϛ〉. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». 〈μζ〉. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». 〈μη〉. Ὅτε συνήντησαν οἱ δέκα λεπροί.

ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». 〈μθ〉. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». 〈ν〉. «Εἶπέ τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν. εἷς ἐστιν ἀγαθὸς ὁ θεός»· προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». 〈να〉. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». 〈νβ〉. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται»· ὅλα ταῦτα παρέκοψε. 〈νγ〉. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, ὅτι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». 〈νδ〉. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν». 〈νε〉.

Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» 〈νϛ〉. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». 〈νζ〉. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». 〈νη〉. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». 〈νθ〉. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». 〈ξ〉. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». 〈ξα〉. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». 〈ξβ〉. «Καὶ ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν». 〈ξγ〉. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». 〈ξδ〉. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς, διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». 〈ξε〉. «Ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». 〈ξϛ〉. «

Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». 〈ξζ〉. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. 〈ξη〉. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;» 〈ξθ〉. Προσέθετο μετὰ τό «τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». 〈ο〉. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». 〈οα〉. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». 〈οβ〉. Παρέκοψε τό «σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». 〈ογ〉. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». 〈οδ〉. «Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». 〈οε〉. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». 〈οϛ〉. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ᾽ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». 〈οζ〉. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ᾽ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ᾽ οἷς ἐλάλησα ὑμῖν».

ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». 〈οη〉. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».

Ἔτι δὲ καὶ ταῦτα συνάπτομεν κατὰ τοῦ προειρημένου αἱρεσιάρχου ταύτῃ τῇ 〈παρ᾽〉 ἡμῶν κατ᾽ αὐτοῦ πεπραγματευμένῃ σχέσει, ἅτινα παρ᾽ αὐτῷ πάλιν ἐφεύρομεν, ὡς ἐν ἐθελοδοκήσει τῶν τοῦ ἀποστόλου Παύλου ἐπιστολῶν, οὐχ ὅλων ἀλλ᾽ ἐνίων (ὧν ἐν τῷ τέλει τῆς πάσης πραγματείας αἱ ὀνομασίαι ὑφ᾽ ἡμῶν ἐνετάχθησαν, ὡς παρ᾽ αὐτῷ τὸ ἀποστολικὸν ἐμφέρεται) καὶ αὐτῶν δὲ ἠκρωτηριασμένων συνήθως τῇ αὐτοῦ ῥᾳδιουργίᾳ, *, ὡς καὶ ἐν τῷ προταχθέντι ὀνόματι εὐαγγελίῳ λείψανα μὲν τοῦ ἀληθινοῦ εὐαγγελίου *, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ὅμως δὲ τὰ πάντα δεινῶς μηχανευσάμενος ἐνόθευσεν.

Τῆς πρὸς Ῥωμαίους, παρ᾽ αὐτῷ 〈δ〉, ἐν δὲ τῷ ἀποστολικῷ 〈α〉. 〈α〉 (〈κη〉). «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». 〈β〉 (〈κθ〉). «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». 〈γ〉 (〈λ〉). «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». 〈δ〉 (〈λα〉). «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». 〈ε〉 (〈λβ〉). «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». 〈ϛ〉 (〈λγ〉). «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». 〈ζ〉 (〈λδ〉). «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». 〈η〉 (〈λε〉). «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκε».

Πρὸς Θεσσαλονικεῖς 〈α〉, 〈παρ᾽ αὐτῷ 〈ε〉〉, παρ᾽ ἡμῖν δὲ 〈η〉. Πρὸς Θεσσαλονικεῖς 〈β〉, 〈παρ᾽ αὐτῷ 〈ϛ〉〉, παρ᾽ ἡμῖν δὲ 〈θ〉. Τῆς πρὸς Ἐφεσίους, 〈παρ᾽ αὐτῷ〉 〈ζ〉, παρ᾽ ἡμῖν δὲ 〈ε〉. 〈α〉 (〈λϛ〉). «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. 〈β〉 (〈λζ〉). «Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ νεκρῶν 〈καὶ〉 ἐπιφαύσει σοὶ ὁ Χριστός». 〈γ〉 (〈λη〉). «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» παρὰ τό «τῇ γυναικί».

〈Τῆς〉 πρὸς Κολασσαεῖς, 〈παρ᾽ αὐτῷ〉 〈η〉, παρ᾽ ἡμῖν δὲ 〈ζ〉. 〈α〉 (〈λθ〉). «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων, ὅ ἐστι σκιὰ τῶν μελλόντων».

Πρὸς Φιλήμονα, 〈παρ᾽ αὐτῷ〉 〈θ〉, παρ᾽ ἡμῖν δὲ 〈ιγ〉 ἢ καὶ 〈ιδ〉. Πρὸς Φιλιππησίους, 〈παρ᾽ αὐτῷ〉 〈ι〉, παρ᾽ ἡμῖν δὲ 〈ϛ〉. 〈Τῆς〉 πρὸς Λαοδικεῖς 〈παρ᾽ αὐτῷ〉 〈ια〉. 〈α〉 〈〈μ〉〉. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν».

Ἀπὸ τῆς πρὸς Γαλάτας, 〈παρ᾽ αὐτῷ〉 〈α〉, παρ᾽ ἡμῖν δὲ 〈δ〉. 〈α〉. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». 〈β〉. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». 〈γ〉. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». 〈〈δ〉.〉 Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησε «δολοῖ». 〈〈ε〉.〉 «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». 〈〈ϛ〉.〉 «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». 〈ζ〉. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». 〈η〉. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν».

〈Τῆς〉 πρὸς Κορινθίους 〈α〉, παρ᾽ αὐτῷ δὲ Μαρκίωνι 〈β〉 καὶ παρ᾽ ἡμῖν 〈β〉. 〈α〉 (〈θ〉). «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». 〈β〉 (〈ι〉). «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». 〈γ〉 (〈ια〉). «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». 〈δ〉 (〈ιβ〉). «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». 〈ε〉 (〈ιγ〉). «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». 〈ϛ〉 (〈ιδ〉). «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». 〈ζ〉 (〈ιε〉). Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου· «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;». 〈η〉 (〈ιϛ〉). «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» 〈θ〉 (〈ιζ〉). «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν», ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. 〈ι〉 (〈ιη〉). «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ᾽ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. 〈ια〉 (〈ιθ〉). «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». 〈ιβ〉 (〈κ〉). «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». 〈ιγ〉 (〈κα〉). Πεπλανημένως ὁ Μαρκίων 〈μετὰ τό〉 «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι» προσέθετο «διὰ τὸν νόμον». 〈ιδ〉 (〈κβ〉). «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». 〈ιε〉 (〈κγ〉). «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν· ἀλλ᾽ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». 〈ιϛ〉 (〈κδ〉). Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος».

Τῆς πρὸς Κορινθίους 〈β〉, παρ᾽ αὐτῷ δὲ καὶ παρ᾽ ἡμῖν 〈γ〉. 〈α〉 (〈κε〉). «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι᾽ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». 〈β〉 (〈κϛ〉). «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψει». 〈γ〉 (〈κζ〉). «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον».

Αὕτη ἡ νενοθευμένη τοῦ Μαρκίωνος σύνταξις, ἔχουσα μὲν χαρακτῆρα καὶ τύπον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, καὶ Παύλου τοῦ ἀποστόλου οὐχ ὅλον, οὐ πασῶν τῶν αὐτοῦ ἐπιστολῶν, ἀλλὰ μόνον τῆς πρὸς Ῥωμαίους καὶ τῆς πρὸς Ἐφεσίους καὶ 〈τῆς〉 πρὸς Κολασσαεῖς καὶ τῆς πρὸς Λαοδικεῖς καὶ [ἀπὸ] τῆς πρὸς Γαλάτας καὶ τῆς πρὸς Κορινθίους πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Φιλήμονα καὶ 〈τῆς〉 πρὸς Φιλιππησίους· καὶ τῆς πρὸς Τιμόθεον πρώτης καὶ δευτέρας καὶ 〈τῆς〉 πρὸς Τίτον καὶ τῆς πρὸς Ἑβραίους * τῶν ἐμφερομένων παρ᾽ αὐτῷ, ὡς οὐ πληρεστάτων οὐσῶν, ἀλλὰ ὡς ἐν παραχαράξει. πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν * ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπιποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβεβροντημένου νοῦ † βοσκήματος.

Ταῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ᾽ αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, 〈ὅπως〉 εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται, ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι [ἀντιλέγειν] τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ.

Ἔστιν δὲ τρίτον ἡμῶν τῆς φιλοκαλίας * τὸ συναγαγεῖν ὅσα παρ᾽ αὐτῷ τε καὶ παρ᾽ ἡμῖν ηὕρηται συνᾴδοντα καὶ ἔχοντα ἔμφασιν ἐνσάρκου παρουσίας τῆς τοῦ σωτῆρος καὶ μαρτυρίας συμφωνίας τῆς καινῆς πρὸς παλαιὰν διαθήκην καὶ ὁμολογίας τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ ὁμολογοῦντος τὸν θεὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς, αὐτόν τε λαλήσαντα ἐν νόμῳ καὶ ἐν προφήταις, ἴδιον δὲ τοῦτον εἶναι πατέρα αὐτοῦ. καὶ αὕτη μὲν τῆς προειρημένης ἡμῶν ὑποθέσεως ἡ σχολιοποιηθεῖσα σύντομος ὑπομνηματικὴ ἐξ ἀντιγράφων τοῦ Μαρκίωνος σύνταξις πρὸς ἔπος ὡς ἐδάφιον ἡμῖν γεγραμμένη. ἵνα δὲ μὴ τὰ ἐν αὐτῇ δυσνόητα παρά τισι σκοτεινῶς ἀγνοούμενα ἐμφέρηται, αὖθις πάλιν τοὺς ἀριθμοὺς τῶν ἐπιγραφῶν, πρώτου φημὶ καὶ δευτέρου καὶ τρίτου κεφαλαίου, καθ᾽ εἱρμὸν ἐπιλύσω, δι᾽ ἣν αἰτίαν ἑκάστη λέξις ἀνελέχθη καὶ ἐνταῦθα μετεβλήθη. ἄρξομαι δὲ τοῦ λέγειν οὕτως·

Σχόλιον 〈〈α〉〉 ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ᾽ αὐτῷ τῷ Μαρκίωνι. [〈α〉.] «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ᾽ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». 〈Ἔλεγχος〉 〈α〉. Πῶς ἠδύνατο ὁ κύριος ὁ κατὰ τοῦ νόμου καὶ κατὰ τοῦ θεοῦ τοῦ νόμου ἔχων τὴν αὐτοῦ διδασκαλίαν, ὡς σὺ φῄς, λέγειν τοῖς ὑπ᾽ αὐτοῦ θεραπευομένοις, φημὶ δὲ τῷ λεπρῷ· «ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ»; «ἱερεῖ» γὰρ λέγων οὐκ ἀθετεῖ τὴν τοῦ νόμου ἱερωσύνην· «καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου» κἄν τε ἀποκόψῃς «τὸ δῶρον», φανήσεται ἐκ τοῦ προσένεγκε ὅτι περὶ δώρου λέγει· «περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· εἰ γὰρ τοῦ Μωυσέως τὸ πρόσταγμα συμβουλεύει γενέσθαι, οὐκ ἀθετεῖ οὐδὲ βλασφημεῖ τὸν θεὸν τοῦ νόμου, ἀλλὰ ὁμολογεῖ καὶ ἑαυτὸν καὶ τὸν αὐτοῦ πατέρα θεὸν τὸν νόμον τῷ Μωυσῇ δεδωκέναι. διέστρεψας δὲ τὸ ῥητόν, ὦ Μαρκίων, ἀντὶ τοῦ εἰπεῖν «εἰς μαρτύριον αὐτοῖς» «μαρτύριον» λέγων «ὑμῖν». καὶ τοῦτο σαφῶς ἐψεύσω κατὰ τῆς σαυτοῦ κεφαλῆς. εἰ γὰρ μαρτύριον ὑμῖν ἔλεγεν, ἐμμάρτυρον αὐτὸν ἐποίει ὅτι «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». 〈Σχόλιον〉 〈β〉. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». 〈Ἔλεγχος〉 〈β〉.

Εἰ οὖν υἱὸν ἀνθρώπου ἑαυτὸν καλεῖ, οὐκ ἀρνεῖται τὴν ἐνανθρώπησιν ὁ μονογενὴς καὶ μάτην παρὰ σοὶ ᾄδεται τὸ δοκήσει πεφηνέναι. καὶ εἰ ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς, οὐκ ἀλλοτρία ἡ γῆ τῶν αὐτοῦ ποιημάτων καὶ τοῦ αὐτοῦ πατρός. 〈Σχόλιον〉 〈γ〉. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». 〈Ἔλεγχος〉 〈γ〉. Δύο εὐθὺς ἐν ταὐτῷ, καὶ υἱὸν ἀνθρώπου καὶ κύριον σαββάτου ἑαυτὸν ὁ σωτὴρ ὁμολογεῖ διδάσκων, ἵνα μὴ τὸ σάββατον ἀλλότριον τῆς αὐτοῦ ποιήσεως * νομίζηται, κἄν τε 〈τὸ〉 ἔσχατον υἱὸς ἀνθρώπου ἀπὸ τῆς ἐνσάρκου παρουσίας κληθῇ. 〈Σχόλιον〉 〈δ〉. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ᾽ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». 〈Ἔλεγχος〉 〈δ〉. Ἰούδας Ἰσκαριώτης, «ὃς ἐγένετο προδότης». τίνος, λέγε. πάντως τοῦ συλληφθέντος, ναὶ μὴν καὶ ἐσταυρωμένου καὶ πολλὰ πεπονθότος. πῶς οὖν συλληφθεὶς σταυροῦται ὁ μὴ ὑπὸ ἁφὴν ὑποπίπτων κατὰ τὸν σὸν λόγον, ὦ Μαρκίων; δόκησιν γὰρ εἶναι λέγεις. ἐλεγχθήσεται δὲ ἡ ὑπόνοιά σου ἀπὸ τοῦ γεγράφθαι Ἰούδαν προδότην. προέδωκε γὰρ καὶ παρέδωκεν εἰς χεῖρας ἀνθρώπων τὸν ἑαυτοῦ δεσπότην. οὐδὲν δέ σε ὤνησε τὸ «κατέβη ἐν αὐτοῖς» λέγειν ἀντὶ τοῦ «μετ᾽ αὐτῶν». οὐ γὰρ δύνασαι φαντασίαν ὁρίζειν τὸν παρὰ σοὶ καὶ ἀκοντὶ ὕστερον ὑπὸ ἁφὴν πίπτοντα δεικνύμενον. 〈Σχόλιον〉 〈ε〉. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ.

καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. 〈Ἔλεγχος〉 〈ε〉. Πῶς πάλιν ὁ ὄχλος ἠδύνατο ἅψασθαι τοῦ ἁφὴν μὴ ἔχοντος; ποίους δὲ ὀφθαλμοὺς ἐπῆρεν εἰς οὐρανοὺς ὁ ἐκ σαρκὸς μὴ ἡρμοσμένος; ἀλλ᾽ ἵνα δείξῃ ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ἔχων τὰ ἀμφότερα, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ θεοῦ πατρὸς τὴν ἀόρατον οὐσίαν. 〈Σχόλιον〉 〈ϛ〉. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». 〈Ἔλεγχος〉 〈ϛ〉. Εἰ προφητῶν μέμνηται, οὐκ ἀρνεῖται προφήτας· εἰ ἐκδικεῖ τὸν τῶν προφητῶν φόνον καὶ ὀνειδίζει τοὺς πεφονευκότας τε καὶ διώξαντας, οὐκ ἀλλότριος προφητῶν τυγχάνει, ἀλλὰ θεὸς αὐτῶν ὑπάρχει, ὁ τὴν σύστασιν αὐτῶν ποιούμενος. 〈Σχόλιον〉 〈ζ〉. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ ηὗρον». 〈Ἔλεγχος〉 〈ζ〉. Εἰ οὐδὲ ἐν τῷ Ἰσραὴλ τοιαύτην πίστιν εὗρεν ὡς ἐν τῷ ἀπὸ ἐθνῶν ἐλθόντι ἑκατοντάρχῃ, ἄρα οὐ ψέγει τὴν τοῦ Ἰσραὴλ πίστιν. εἰ γὰρ ἀλλοτρίου θεοῦ ὑπῆρχεν καὶ οὐκ αὐτοῦ [καὶ] τοῦ αὐτοῦ πατρός, οὐκ ἂν ταύτης ἐποιεῖτο τὸν ἔπαινον. 〈Σχόλιον〉 〈η〉. Παρηλλαγμένον τὸ «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. 〈Ἔλεγχος〉 〈η〉. Κἄν τε πρὸς Ἰωάννην ἔχοι, κἄν τε πρὸς αὐτὸν τὸν σωτῆρα, μαχαρίζει τοὺς μὴ σκανδαλιζομένους, ἤτοι ἐν αὐτῷ ἤτοι ἐν Ἰωάννῃ, ἵνα μὴ ἃ μὴ ἀκούωσι παρ᾽ αὐτοῦ ἑαυτοῖς πλάσσωνται.

ἔχει δὲ μείζονα θεωρίαν, δι᾽ ἣν φύσει εἴρηκεν ὁ σωτήρ· ἵνα μή τις τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν ὑπ᾽ αὐτοῦ ταχθέντα Ἰωάννην, καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα νομίσῃ διὰ τὸ καὶ αὐτὸν ἐκ γυναικὸς γεγεννῆσθαι, ἀσφαλίζεται καὶ λέγει τό «καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί». ὅθεν λέγει «ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστιν». ἦν γὰρ ὁ σωτὴρ τῷ χρόνῳ κατὰ τὴν ἀπὸ σαρκὸς γέννησιν μικρότερος αὐτοῦ ἑξαμηνιαίῳ χρόνῳ, μείζων δὲ ἐν τῇ βασιλείᾳ, δῆλον ὡς θεὸς αὐτοῦ. οὐδὲν γὰρ ἦλθεν ὁ μονογενὴς ἐν κρυφῇ λαλῆσαι ἢ καταψεύσασθαί τι τοῦ ἰδίου κηρύγματος. φάσκει γὰρ ὅτι «οὐκ ἐν κρυφῇ λελάληκα, ἀλλὰ μετὰ παρρησίας». ἀλήθεια γάρ ἐστιν, ὡς λέγει «ἐγὼ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια». οὐδὲ τοίνυν ἡ ὁδὸς πλάνην ἔχει οὔτε ἡ ἀλήθεια κρύπτουσα ἑαυτὴν λαλεῖ τὸ ψεῦδος. 〈Σχόλιον〉 〈θ〉. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». 〈Ἔλεγχος〉 〈θ〉. Εἰ ἐπιγινώσκει ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὸν Ἰωάννην καὶ προγινώσκει, προγινώσκων δὲ ὑποδείκνυσι τοῖς βουλομένοις εἰδέναι τὴν ἀλήθειαν ὅτι οὗτός ἐστι περὶ οὗ γέγραπται «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ἄρα ὁ γράψας καὶ εἰπών «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ὁ θεὸς ὁ αἰώνιος, ὁ ἐν τοῖς προφήταις λαλήσας καὶ ἐν νόμῳ, οὐκ ἀλλότριος ἦν τοῦ ἰδίου υἱοῦ Ἰησοῦ Χριστοῦ.

ἀποστέλλει γὰρ αὐτοῦ τὸν ἄγγελον πρὸ προσώπου αὐτοῦ, πρὸ προσώπου υἱοῦ ἐκ πατρὸς τιμωμένου. οὐ γὰρ ἀπέστελλε τὸν αὐτοῦ ἄγγελον ἀλλοτρίῳ ἐξυπηρετησόμενον, ᾧπερ καὶ ἀντίθετος ἦν [αὐτῷ] κατὰ τὸν σοῦ, ὦ Μαρκίων, λόγον. 〈Σχόλιον〉 〈ι〉. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας, καὶ ἤλειψεν καὶ κατεφίλει». 〈Ἔλεγχος〉 〈ι〉. Τό «εἰσελθών» σῶμα δείκνυσιν· οἶκον γὰρ δείκνυσι καὶ μέτρον σώματος. καὶ τὸ κατακλιθῆναι οὐδενός ἐστιν ἀλλ᾽ ἢ σῶμα 〈ἔχοντος〉 ὀγκηρὸν τὸ κατακείμενον· καὶ τὸ τὴν γυναῖκα βρέξαι τοῖς δάκρυσι τοὺς πόδας οὐ φαντασίας πόδας, οὐδὲ δοκήσεως· ἤλειψε γὰρ καὶ ἔβρεξε καὶ κατεφίλει, τῆς ἁφῆς τοῦ σώματος αἰσθανομένη. 〈Σχόλιον〉 〈ια〉. Καὶ πάλιν· «αὕτη τοῖς δάκρυσιν ἔβρεξε τοὺς πόδας μου καὶ ἤλειψε καὶ κατεφίλει». 〈Ἔλεγχος〉 〈ια〉. Ἵνα μὴ νομίσῃς, ὦ Μαρκίων, μόνον νομίζεσθαι παρὰ ἀνθρώποις τὴν ἁμαρτωλὸν γυναῖκα τοὺς πόδας τοῦ σωτῆρος βρέξαι τε καὶ ἀλεῖψαι καὶ καταπεφιληκέναι, αὐτὸς ὁ σωτὴρ ἐπιβεβαιοῖ, οὐ κατὰ δόκησιν ταῦτα γεγενῆσθαι διδάσκων, ἀλλὰ ἐξ ἀληθείας, πρὸς ἔλεγχον τοῦ Φαρισαίου καὶ σοῦ τοῦ Μαρκίωνος καὶ τῶν κατὰ σέ, διισχυριζόμενος καὶ λέγων «αὕτη τοὺς πόδας μου ἤλειψε καὶ κατεφίλει». πόδας δὲ ποίους ἀλλὰ τοὺς ἐκ σαρκὸς καὶ ὀστέων καὶ τῶν ἄλλων ὑπάρχοντας; 〈Σχόλιον〉 〈ιβ〉.

Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». 〈Ἔλεγχος〉 〈ιβ〉. Κἄν τε ἀνωτέρω παρακόψῃς, ὦ Μαρκίων, τὸ ῥητὸν τοῦ εὐαγγελίου, ἵνα ποιήσῃς τὸν εὐαγγελιστὴν μὴ συντιθέμενον τῇ ὑπό τινων ῥηθείσῃ λέξει ὅτι «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου», οὐ δύνασαι ὑπερβαίνειν τὴν ἀλήθειαν. διὰ τί γὰρ μὴ πολλὰς ἐκάλεσε μητέρας; διὰ τί μὴ πολλὰς εἶπε πατρίδας; πόσοι πόσα λέγουσι περὶ Ὁμήρου; ἄλλοι μὲν Αἰγύπτιον φάσκοντες, ἄλλοι δὲ Χῖον, ἄλλοι Κολοφώνιον, ἄλλοι Φρύγα, ἄλλοι Σμυρναῖον, Μέλητος καὶ Κριθηΐδος· Ἀθηναῖον δὲ αὐτὸν οἱ περὶ Ἀρίσταρχον ἀπεφήναντο· ἄλλοι δὲ Λυδὸν Μαίονος, ἄλλοι δὲ Κύπριον Προποδιάδος περιοικίδος τῆς Σαλαμινίων περιμέτρου, καίτοι γε ἄνθρωπον. διὰ δὲ τὸ ἐν πολλαῖς πατρίσι γεγενῆσθαι πολλοὺς εἰς διάφορον ὑφήγησιν ἐλήλακεν. ὧδε δὲ περὶ θεοῦ λέγοντες καὶ Χριστοῦ οὐ πολλὰς ὑπέλαβον μητέρας, ἀλλὰ τὴν μίαν τὴν ὄντως αὐτὸν γεγεννηκυῖαν, καὶ οὐ πολλοὺς ἀδελφούς, ἀλλὰ τοὺς υἱοὺς Ἰωσὴφ ἐκ τῆς ὄντως αὐτοῦ ἄλλης γυναικός· καὶ οὐ δύνασαι κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι. καὶ μή σε πλανάτω ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «τίς μου ἡ μήτηρ καὶ οἱ ἀδελφοί;»

οὐ γὰρ ἀρνούμενος τὴν μητέρα ταῦτ᾽ ἔφη, ἀλλὰ τὸ ἄκαιρον ἀνατρέπων τοῦ εἰπόντος, τοσούτου ὄχλου περιεστῶτος καὶ τῆς αὐτοῦ σωτηριώδους διδασκαλίας προχεομένης καὶ αὐτοῦ ἐπὶ τὰς ἰάσεις καὶ τὸ κήρυγμα ἀσχολουμένου· ἀπασχόλησις γὰρ ἐδόκει εἶναι τὸ τὸν εἰπόντα ἐκκόψαι αὐτὸν διὰ τοῦ εἰπεῖν «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». καὶ εἰ μὴ ὅτι διὰ χαρᾶς ἔσχεν (οὐχ ὡς ἀγνοῶν ὅτι ἥκασι πρὸ τοῦ ἀκηκοέναι, ἀλλὰ προγινώσκων ὅτι ἔξω ἑστήκασιν), ἐπεὶ ἂν μετ᾽ ἐπιτιμίας τὴν ἄκαιρον τοῦ εἰπόντος φωνὴν ἀνέτρεψεν, ὡς καὶ τῷ Πέτρῳ ποτὲ ἔφη «ἀπόστα ἀπ᾽ ἐμοῦ, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». 〈Σχόλιον〉 〈ιγ〉. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». 〈Ἔλεγχος〉 〈ιγ〉. Τίς ὕπνωσεν, λέγε. περὶ τῆς θεότητος οὐ τολμήσεις λέγειν· εἰ δὲ κἂν εἴποις, κατὰ τῆς σαυτοῦ κεφαλῆς, θεήλατε, βλασφημήσεις. παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι ὁ ἐν ἀληθείᾳ ἐνανθρωπήσας ὕπνου χρῄζων διὰ τὸ σωματικὸν ὕπνωσεν. οἱ γὰρ αὐτὸν διυπνίσαντες οὐ δόκησιν εἶδον, ἀλλὰ ἐνανθρώπησιν ἀληθινήν. ἀμέλει χερσὶ κινοῦντες καὶ φωνήσαντες μαρτυροῦσιν ὅτι ἤγειραν. «ἀναστὰς γάρ», φησίν, ὁ κοιμηθεὶς θεὸς σαρκοφόρος, ὁ ἀπ᾽ οὐρανοῦ κατελθὼν καὶ σάρκα δι᾽ ἡμᾶς ἀμφιασάμενος, «ἠγέρθη» μὲν ὡς ἄνθρωπος, «ἐπετίμησε» δὲ ὡς θεὸς τῇ θαλάσσῃ καὶ ἐποίησεν 〈γαλήνην〉. 〈Σχόλιον〉 〈ιδ〉. «

Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος. καὶ εἶπεν ὁ κύριος, τίς μου ἥψατο;» καὶ πάλιν «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ». 〈Ἔλεγχος〉 〈ιδ〉. «Ἐν τῷ ὑπάγειν αὐτούς», καὶ οὐκ εἶπεν «ἐν τῷ ὑπάγειν αὐτόν», ἵνα μὴ ἑτέρως αὐτὸν σχηματίσῃ παρὰ τὴν τῶν ὁδοιπορούντων ἀκολουθίαν. τὸ δέ «συνέπνιγον αὐτὸν οἱ ὄχλοι», πνεῦμα οὐκ ἠδύναντο συμπνίγειν οἱ ὄχλοι. γυνὴ δὲ ἁψαμένη καὶ ἰαθεῖσα οὐκ ἀέρος ἥψατο, ἀλλὰ ἁφῆς ἀνθρωπείας. ἵνα γὰρ δείξῃ ὅτι οὐχὶ δοκήσει μόνον ἡ ἁφὴ τοῦ σώματος αὐτοῦ ὑπὸ τῆς γυναικὸς γεγένηται, διδάσκει λέγων «τίς μου ἥψατο; καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ». 〈Σχόλιον〉 〈ιε〉. «Ἀναβλέψας εἰς τοὺς οὐρανοὺς ηὐλόγησεν ἐπ᾽ αὐτούς». 〈Ἔλεγχος〉 〈ιε〉. Εἰ ἀνέβλεψεν εἰς οὐρανοὺς καὶ ηὐλόγησεν ἐπ᾽ αὐτούς, οὐ δοκήσει εἶχε τῶν τε ὀφθαλμῶν καὶ τῶν ἄλλων μελῶν τὰ σχήματα. 〈Σχόλιον〉 〈ιϛ〉. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». 〈Ἔλεγχος〉 〈ιϛ〉. Εἰ υἱὸν ἀνθρώπου καὶ παθεῖν καὶ ἀποκτανθῆναι * ἑαυτὸν ὁμολογεῖ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κατὰ σοῦ ἀξίνη ἐστὶν αὕτη ἐκτέμνουσά σου πᾶσαν τὴν ῥίζαν, ὦ ἐξ ἀκανθῶν γεγεννημένε Μαρκίων καὶ νεφέλη ἄνυδρε, δένδρον τε ἄκαρπον καὶ φθινοπωρινόν. καὶ γάρ φησι πάλιν «καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι».

τί δὲ τὸ ἐγερθέν, ἀλλὰ αὐτὸ τὸ πεπονθὸς καὶ ταφὲν ἐν τῷ μνημείῳ; δόκησις δὲ ἢ ἄνεμος ἢ πνεῦμα ἢ φαντασία κηδείαν καὶ ταφὴν οὐκ ἐνεδέχετο καὶ ἀνάστασιν. 〈Σχόλιον〉 〈ιζ〉. «Καὶ ἰδού, δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». 〈Ἔλεγχος〉 〈ιζ〉. Τάχα, οἶμαι, διὰ τῶν λόγων τούτων τὸ παρὰ τῷ ἁγίῳ Ζαχαρίᾳ δρέπανον κατὰ σοῦ, ὦ Μαρκίων, ἀνατετύπωται ἐκτέμνον σου πᾶσαν τὴν κατὰ νόμου καὶ προφητῶν ἐπινενοημένην ψευδηγορίαν. ἐπειδὴ γὰρ ἔμελλες ἀθετεῖν νόμον καὶ προφήτας, ἀλλοτρίους αὐτοὺς φάσκων τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ δόξης καὶ τῆς αὐτοῦ ἐνθέου διδασκαλίας, ἀμφοτέρους ἤγαγεν μεθ᾽ ἑαυτοῦ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ καὶ ἔδειξε τοῖς μαθηταῖς αὐτοῦ, καὶ οἱ μαθηταὶ ἡμῖν καὶ τῷ κόσμῳ τουτέστιν παντὶ ἀνθρώπῳ βουλομένῳ ζῆν, ἵνα διὰ μὲν τοῦ πρώτου ὡς ἐν ἀξίνῃ σου τέμῃ τὰς ῥίζας, διὰ δὲ τοῦ δευτέρου ὡς διὰ δρεπάνου τοῦ λόγου τῆς ἀληθείας ἐκτέμῃ σου τοὺς κλάδους, τοὺς τὸ κώνειον καὶ θανάσιμον τοῖς ἀνθρώποις ἐκποιοῦντας, γλοιώδη ὀπὸν βλασφημίας. εἰ γὰρ ἀλλότριος ἦν Μωυσῆς ὁ ὑπὸ τοῦ Χριστοῦ πάλαι πιστευθεὶς τὸν νόμον καὶ οἱ προφῆται ἦσαν ἀλλότριοι, οὐκ ἂν αὐτοὺς σὺν αὐτῷ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ ἀπεκάλυπτεν.

βλέπε γὰρ τὸ θαῦμα, ὅτι οὐδὲ ἐν τῷ μνήματι τούτους ἔδειξεν οὐδὲ παρὰ τὸν σταυρόν, ἀλλὰ ὅτε τὸ μέρος τῆς αὐτοῦ δόξης ὡς εἰς ἀρραβῶνα ἡμῖν ἀπεκάλυπτε, τότε τοὺς ἁγίους, Μωυσέα τέ φημι καὶ Ἠλίαν, ἅμα αὐτῷ ἤγαγεν, ὅπως συγκληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς αὐτοὺς ὑποδείξῃ. 〈Σχόλιον〉 〈ιη〉. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». 〈Ἔλεγχος〉 〈ιη〉. Παντί τῳ δῆλόν ἐστιν ὅτι ἡ νεφέλη οὐκ ἔστιν ἀνωτάτη οὔτε ὑπὲρ οὐρανὸν ὑπάρχει, ἀλλὰ ἐν τῇ καθ᾽ ἡμᾶς κτίσει, ὅθεν ἡ φωνὴ πρὸς τὸν σωτῆρα ἠνέχθη. εἰ τοίνυν ὁ πατὴρ καὶ ἐν νεφέλῃ λαλεῖ, ὑποδεικνύων τοῖς μαθηταῖς τὸν αὐτοῦ υἱόν, οὐκ ἄλλος ἐστὶν ὁ δημιουργός, ἀλλὰ ὁ αὐτός, ὁ καὶ διὰ νεφέλης τῷ ἰδίῳ υἱῷ μαρτυρήσας καὶ οὐ τῶν ὑπὲρ οὐρανὸν μόνων δεσπόζων, ὡς αὐτὸς φάσκεις. 〈Σχόλιον〉 〈ιθ〉. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» 〈Ἔλεγχος〉 〈ιθ〉. Τό «ἕως πότε» ἐνσάρκου παρουσίας χρόνου ἐστὶν σημαντικὸν καὶ τό «ὦ γενεὰ ἄπιστος», ὡς τῶν προφητῶν ἐπὶ τῷ ὀνόματι αὐτοῦ θεοσήμεια ἐργασαμένων καὶ πεπιστευκότων, ὡς ὁ Ἠλίας εὑρίσκεται ποιῶν καὶ Ἐλισσαῖος καὶ οἱ ἄλλοι. 〈Σχόλιον〉 〈κ〉. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». 〈Ἔλεγχος〉 〈κ〉.

Υἱοῦ ἀνθρώπου καὶ παραδοθησομένου εἰς χεῖρας ἀνθρώπων οὐ δοκήσεως ἡ ἔμφασις οὐδὲ φαντασίας, ἀλλὰ σώματος καὶ μελῶν θεωρία. 〈Σχόλιον〉 〈κα〉. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ; εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». 〈Ἔλεγχος〉 〈κα〉. Εἰ οἶκον θεοῦ φάσκει τὸν οἶκον τῆς παρὰ Μωυσέως γενομένης σκηνοπηγίας, οὐκ ἀθετεῖ τὸν νόμον οὐδὲ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ. θεὸν γὰρ αὐτὸν φάσκει, ὅς ἐστιν αὐτοῦ πατήρ, * ἢ αὐτὸς ὁ μονογενής. εἴωθεν γὰρ τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἐνεργεῖν ἔν τε νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις καὶ ἐν ἀποστόλοις. 〈Σχόλιον〉 〈κβ〉. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχε δέ «καὶ τῆς γῆς» οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». 〈Ἔλεγχος〉 〈κβ〉. Εὐχαριστεῖ κυρίῳ τοῦ οὐρανοῦ, κἂν περιέλῃς 〈τό〉 «〈καὶ〉 τῆς γῆς» κἄν 〈τε〉 παρακόψῃς τό «πάτερ», ἵνα μὴ πατέρα αὐτοῦ ὑποδείξῃς, Μαρκίων, τὸν Χριστὸν λέγοντα τὸν δημιουργόν. μένει γὰρ τῆς ἀληθείας τὰ μέλη ζῶντα. ὥσπερ γὰρ ἐν λειψάνῳ κατὰ λήθην εἴασας, ὦ Μαρκίων, τό «ναί, ὁ πατήρ», *. ἀποδέδεικται τοίνυν ἐξ ἅπαντος τῷ ἰδίῳ πατρὶ εὐχαριστεῖν τὸν Χριστὸν καὶ οὐρανοῦ κύριον αὐτὸν ὀνομάζειν. καὶ πολλή σου φρενοβλάβεια, μὴ κατανοοῦσα τῆς ἀληθείας τὴν ὁδοιπορίαν. 〈Σχόλιον〉 〈κγ〉. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες.

τοῦτο ποίει, καὶ ζήσῃ». 〈Ἔλεγχος〉 〈κγ〉. Ἀλήθεια ὢν ὁ υἱὸς τοῦ θεοῦ οὐδένα ἐπλάνα τῶν περὶ ζωῆς ἐρωτώντων· διὰ γὰρ τὴν τῶν ἀνθρώπων ζωὴν ἐλήλυθεν. ζωῆς τοίνυν ἐπιμελομένου αὐτοῦ καὶ ὑποδεικνύντος τὸν νόμον τῷ φυλάττοντι [ποιήσαντι] ζωὴν ὑπάρχειν καὶ τῷ κατὰ νόμον ἀποκριθέντι φήσαντος ὀρθῶς λελαληκέναι καὶ «οὕτως ποίει καὶ ζήσῃ», τίς οὕτως ἐμβρόντητος ἂν εἴη ὡς πείθεσθαι μὲν τῷ Μαρκίωνι, βλασφημοῦντι εἰς τὸν θεὸν τὸν καὶ τὸν νόμον καὶ τὴν χάριν τοῦ εὐαγγελίου τοῖς ἀνθρώποις κεχαρισμένον, αὐτῷ δὲ συναπάγεσθαι τῷ μήτε ἐκ νόμου μήτε ἀπὸ πνεύματος ἁγίου ἔχοντί τι τῆς διδασκαλίας. 〈Σχόλιον〉 〈κδ〉. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε, καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» 〈Ἔλεγχος〉 〈κδ〉. Ἐλήλεγκται δὲ τοῦ ἀπατηλοῦ ἡ ἐθελοθρῃσκεία τῆς πολιτείας ἀπὸ τούτου τοῦ ῥητοῦ. οὐ γὰρ παρ᾽ αὐτῷ δι᾽ ἐγκράτειαν ἡ πολιτεία οὐδὲ διὰ μισθὸν ἀγαθὸν καὶ ἐλπίδα ἀγῶνος, ἀλλὰ διὰ ἀσέβειαν καὶ κακοτροπίαν κακῆς ὑπονοίας. διδάσκει γὰρ οὗτος ἐμψύχων μὴ μεταλαμβάνειν, φάσκων ἐνόχους εἶναι τῇ κρίσει τοὺς τῶν κρεῶν μεταλήπτορας, ὡς ἂν ψυχὰς ἐσθίοντας. ἠλίθιον δέ ἐστι τὸ πᾶν.

οὐ γὰρ τὰ κρέα ἡ ψυχὴ ἀλλ᾽ ἐν τοῖς κρέασιν ἡ ψυχή, καὶ οὔτε ψυχὴν φαμὲν εἶναι τὴν ἐν τοῖς ζῴοις ὡς τὴν τῶν ἀνθρώπων τιμίαν, ἀλλὰ ψυχὴν εἰς τὸ ζῇν μόνον τὸ ζῷον. νομίζει δὲ ὁ ἐλεεινὸς οὗτος ἅμα τοῖς οὕτω φρονοῦσιν ὅτι ἡ αὐτὴ ψυχὴ ἐν τοῖς ἀνθρώποις καὶ ζῴοις ὑπάρχει. τοῦτο γὰρ παρὰ πολλαῖς τῶν πεπλανημένων αἱρέσεων μάτην ὑπολαμβάνεται. καὶ γὰρ καὶ Οὐαλεντῖνος καὶ Κολόρβασος, Γνωστικοί τε πάντες καὶ Μανιχαῖοι καὶ μεταγγισμὸν εἶναι ψυχῶν φάσκουσι καὶ μετενσωματώσεις τῆς ψυχῆς τῶν ἐν ἀγνωσίᾳ ἀνθρώπων, ὡς αὐτοί φασιν κατά τινα μυθοποιίαν· ταύτην φασὶν ἐπιστρέφειν καὶ μετενσωματοῦσθαι εἰς ἕκαστον τῶν ζῴων, ἕως ἂν ἐπιγνῷ καὶ οὕτω καθαρθεῖσα καὶ ἀναλυθεῖσα μεταστῇ εἰς τὰ ἐπουράνια.

Καὶ πρῶτον μὲν ἐλήλεγκται αὐτοῦ ἡ μάταιος πᾶσα τοῦ μύθου κατασκευή. τούτων γὰρ τὴν ἀκρίβειαν οὐδεὶς ἄλλος δύναται εἰδέναι ὑπὲρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐλθόντα διὰ τὸ πρόβατον τὸ πεπλανημένον τουτέστιν διὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὃς τῶν αὐτῶν ἐπιμελόμενος ἐθεράπευσε σωματικῶς καὶ ψυχικῶς, 〈ὡς〉 σώματός τε καὶ ψυχῆς δεσπόζων καὶ τῆς ἐνταῦθα ζωῆς παρεκτικὸς ὢν καὶ τῆς μελλούσης· τοὺς μὲν τελευτήσαντας, φημὶ δὲ Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀπὸ νεκρῶν ἐγείρας, οὐκ εἰς πονηρὸν αὐτοὺς φέρων, ὡς αὐτοὶ τὸ σῶμα φυλακὴν εἶναι δογματίζουσιν, ἀλλὰ ἀγαθὸν ποιῶν καὶ γινώσκων ὅτι καὶ ἡ ἐνταῦθα ἐν σαρκὶ παραμονὴ ὑπ᾽ αὐτοῦ ὥρισται καὶ ἡ μέλλουσα σαρκὸς καὶ ψυχῆς ἀνάστασις. καὶ εἰ πάλιν ᾔδει ὅτι μία ψυχή ἐστιν ἡ ἐν ζῴοις καὶ ἐν ἀνθρώποις, ψυχῆς δὲ ἦλθεν ποιήσασθαι τὴν σωτηρίαν, οὐκ ἔδει αὐτόν, ἕνα καθαρίσαντα δαιμονιῶντα (λέγω δὴ τὸν ἀπὸ τῶν μνημείων ἐξερχόμενον) κελεῦσαι τοῖς δαίμοσιν ἀπελθεῖν καὶ ἀποκτεῖναι δισχιλίους χοίρους, εἰ ἴσαι ἦσαν αἱ ψυχαὶ τῶν ἀνθρώπων καὶ τῶν χοίρων. πῶς γὰρ μιᾶς ἐπιμελόμενος δισχιλίων ἐποίει ὄλεθρον;

εἰ δὲ πάλιν ὡς ὄφις σκολιεύῃ, μηχανώμενος καὶ λέγων ὅτι ἔλυσεν αὐτὰς ἀπὸ τῶν σωμάτων, ἵνα ἀνέλθωσιν, ἔδει τὸν Λάζαρον λυθέντα τοῦ σώματος μὴ ἐπιστρέψαι πάλιν εἰς τὸ σῶμα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν δαιμονιῶντα λῦσαι τοῦ δεσμοῦ τοῦ σώματος. ἀλλ᾽ οὐκ ἐποίησεν οὕτως· προενόει δὲ μᾶλλον οὕτω τοῦ σώματος εἰδὼς τὸ συμφέρον.

Διέπεσεν ὁ περὶ ψυχῆς σου λόγος, ὦ Μαρκίων, καὶ τῶν ἀπὸ σοῦ καὶ τῶν ἄλλων αἱρέσεων ὁρμωμένων. καὶ περὶ τῆς προσποιητῆς σου πολιτείας αὖθις ἐρῶ, διὰ τὸ λέγειν σε πονηρὸν εἶναι καὶ ἀθέμιτον τὸ σαρκῶν μεταλαμβάνειν. ἐλέγχει δέ σε ὁ σωτήρ, πλέον σου ἐπιστάμενος καὶ διδάσκων τὸ κάλλιον ἀπὸ τοῦ τοιούτου ῥητοῦ· λέγει γάρ «τίνα ὁ υἱὸς αἰτήσει ἰχθύν, μὴ ὄφιν αὐτῷ ἐπιδώσει ἢ ἀντὶ ᾠοῦ σκορπίον;» καὶ ὕστερόν φησιν «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐπουράνιος;» εἰ τοίνυν δόματα ἀγαθὰ κέκληκεν ἰχθὺν καὶ ᾠόν, οὐ πονηρὸν τὸ μετὰ εὐχαριστίας ἐκ θεοῦ χαρισθὲν μεταλαμβανόμενον, καὶ ἐλήλεγκταί σου πανταχόθεν ἡ κακοτροπία. 〈Σχόλιον〉 〈κε〉. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. 〈Ἔλεγχος〉 〈κε〉. Καὶ ἐν αὐτοῖς οἷς δοκεῖς παρακόπτειν οὐ δύνασαι, ὦ Μαρκίων, λαθεῖν τὴν ἀλήθειαν. κἂν ἀφέλῃς γὰρ 〈τὸ〉 περὶ Ἰωνᾶ τοῦ προφήτου, ὃ τὴν οἰκονομίαν σημαίνει τοῦ σωτῆρος, ἀφέλῃς δὲ καὶ τὸ περὶ τῆς βασιλίσσης τοῦ νότου καὶ Σαλομῶνος καὶ τῆς Νινευὴ τὴν σωτηριώδη ὑπόθεσιν καὶ τοῦ Ἰωνᾶ τὸ κήρυγμα, αὐτὸς ὁ προκείμενος λόγος τοῦ σωτῆρός 〈σε〉 ἐλέγχει.

λέγει γάρ «ἡ γενεὰ αὕτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ», ὡς τῶν πρὸ ταύτης τῆς γενεᾶς καταξιωθεισῶν σημείων παρὰ θεοῦ ἀπ᾽ οὐρανοῦ· ὡς ὁ μὲν Ἠλίας σημεῖον ἐποίει διὰ τοῦ ἀπ᾽ οὐρανοῦ πυρὸς καταβεβηκότος καὶ λαβόντος τὴν θυσίαν, καὶ Μωυσῆς τέμνει τὴν θάλασσαν καὶ τὴν πέτραν νύσσει καὶ προχέει ὕδωρ καὶ μάννα ἀπ᾽ οὐρανοῦ φέρει, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἵστησι τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ κατὰ πάντα τρόπον, κἂν κρύψῃ τὰ γεγραμμένα ὁ ἀπατεών, οὐδὲν βλάψει τὴν ἀλήθειαν, ἀλλὰ ἑαυτὸν ἀπαλλοτριοῖ τῆς ἀληθείας. 〈Σχόλιον〉 〈κϛ〉. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». 〈Ἔλεγχος〉 〈κϛ〉. Πόθεν οὐκ ἐλέγχῃ, πόθεν δὲ 〈οὐ〉 κατὰ σοῦ συναχθῇ ἡ μαρτυρία; τὰ πρῶτα γὰρ συνᾴδει τοῖς μετέπειτα, ἐλεγχομένης τῆς παρὰ σοῦ ῥᾳδιουργίας. ἐὰν γὰρ εἴπῃ «κατέχετε τὰς παραδόσεις τῶν πρεσβυτέρων ὑμῶν καὶ παρέρχεσθε τὸ ἔλεος καὶ τὴν κρίσιν τοῦ θεοῦ», μάθε ἀπὸ ποίου χρόνου αἰτιᾶται αὐτοὺς τοῦτο ἐπιτελοῦντας, πότε δὲ ἡ παράδοσις αὐτοῖς γέγονε τῶν πρεσβυτέρων, καὶ εὑρήσεις ὅτι τοῦ μὲν Ἀδδᾶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τοῦ δὲ Ἀκίβα καὶ πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν γεγένηται, τῶν δὲ υἱῶν Ἀσαμωναίου ἐν χρόνοις Ἀλεξάνδρου καὶ Ἀντιόχου, πρὸ τῆς τοῦ Χριστοῦ ἐνδημίας ἑκατὸν ἐνενήκοντα ἔτεσιν.

ἄρα γοῦν καὶ ἔκτοτε διὰ νόμου ἦν ἡ κρίσις καὶ διὰ προφητῶν τὸ ἔλεος, καὶ πανταχόθεν ἐκπίπτει ὁ ἀγυρτώδης σου λόγος. 〈Σχόλιον〉 〈κζ〉. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». 〈Ἔλεγχος〉 〈κζ〉. Εἰ τῶν προφητῶν ποιεῖται τὴν φροντίδα, τοὺς ἀποκτείναντας ὀνειδίζων, οὐκ ἀλλότριοι αὐτοῦ ἦσαν οἱ προφῆται, ἀλλὰ δοῦλοι καὶ ὑπ᾽ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος προαποσταλέντες προετοιμασταὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, οἳ καὶ ἐμαρτύρησαν τῇ καινῇ διαθήκῃ· Μωυσῆς μὲν λέγων «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ», καὶ πρὸ αὐτοῦ Ἰακὼβ λέγων «ἐκ βλαστοῦ υἱέ μου Ἰούδα ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» καὶ μετ᾽ ὀλίγα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα, καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ ἐπ᾽ αὐτὸν ἔθνη ἐλπιοῦσιν», Ἠσαΐας δέ «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει», Ἰερεμίας δέ «καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;», Μιχαίας «καὶ σὺ Βηθλεέμ» καὶ μεθ᾽ ἕτερα «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος» καὶ τὰ ἑξῆς, ὁ δὲ Μαλαχίας «ἐξαίφνης εἰς τὸν ναὸν ἥξει κύριος», ὁ δὲ Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς. καὶ πολλὰ ἔστιν λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ σωτῆρος «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν καὶ ἐμοί. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». 〈Σχόλιον〉 〈κη〉.

Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ, ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. 〈Ἔλεγχος〉 〈κη〉. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσχύνη, ὦ Μαρκίων, τοῦ χαρακτῆρος τῆς ἀληθείας σῳζομένου καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου εὑρισκομένης ἀπὸ τοῦ ἀντιγράφου τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, τῶν τόπων εὑρισκομένων καὶ τῶν παρὰ σοῦ ἀφαιρεθέντων ἐλεγχομένων. 〈Σχόλιον〉 〈κθ〉. «Λέγω τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ;» 〈Ἔλεγχος〉 〈κθ〉. Τό «λέγω [ἐγὼ] τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τοῦ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα τὴν ψυχὴν βαλεῖν εἰς γέενναν» ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἑξῆς τῆς παραβολῆς ὁμολογῆσαι. ἄνευ γὰρ τοῦ θεοῦ οὐδὲν γίνεται, κἂν ἀπάρῃς τὸ περὶ τῶν στρουθίων. ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφθέντων ὑπὸ σοῦ, ὦ Μαρκίων, καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξουσίαν ἔχοντος.

εἰ γὰρ φαίης αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, τὸν παρὰ σοὶ ἀγαθὸν λεγόμενον θεόν, εἰ καὶ κακῶς διαιρεῖς, ὅμως, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν, δέδωκας αὐτὸν κριτὴν ὄντα καὶ ἑκάστῳ νέμοντα τὸ κατ᾽ ἀξίαν. εἰ δὲ οὐ τοῦτον λέγεις, ἀλλὰ τὸν δημιουργὸν τὸν παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτῳ δέδωκε τὴν ἐξουσίαν; εἰ γὰρ ἀφ᾽ ἑαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ καὶ ἐξουσίαν ἔχει· εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σῴζειν. ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. καὶ ἄλλως· εἰ τοῦ κριτοῦ βάλλοντος τὰς ψυχὰς εἰς γέενναν ὁ θεὸς ὁ ἀγαθὸς οὐ ῥύεται αὐτάς, ὁ πανταχόθεν τῶν αὐτῶν ἐπιμελόμενος ψυχῶν, πῶς ἂν εἴη ἀγαθός; ἢ γὰρ ὅτι ἰσχυρότερος αὐτοῦ ἐστι καὶ οὐ δύναται ἐκ χειρὸς αὐτοῦ ῥύεσθαι, ἢ ὅτι δύναται μέν, οὐ βούλεται δέ· καὶ ποῦ ἡ ἀγαθότης; εἰ δέ, ἐπειδὴ αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν, πῶς ὁ ἄνω θεὸς ὁ ὑπὸ σοῦ μυθευόμενος τινὰς μερικῶς σῴζει; εἰ μὲν γὰρ ἀπὸ τῶν ἀλλοτρίων λαμβάνων σῴζει, πλεονεκτεῖ ἀλλοτρίων ἐρῶν· εἰ δὲ οὐ φάσκεις πλεονεξίαν εἶναι διὰ τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτὸν ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα. 〈Σχόλιον〉 〈λ〉. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. 〈Ἔλεγχος〉 〈λ〉.

Πανταχόθεν ἐλέγχεται μὴ κατὰ θεὸν πορευόμενος, κἄν τε ἐν βραχυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. ὁ τολμῶν γάρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπ᾽ ἀρχῆς οὐκ ἐν ὁδῷ ἀληθείας ἵσταται. 〈Σχόλιον〉 〈λα〉. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». 〈Ἔλεγχος〉 〈λα〉. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ σωτῆρος εἰρημένα, ἀλλ᾽ οὖν γε σῴζονται οἱ τόποι ἐν τῷ εὐαγγελίῳ τῆς ἁγίας ἐκκλησίας, κἂν ἀρνήσῃ σὺ τὸν θεὸν τὸν πάντα πεποιηκότα καὶ πάντων ἐπιμελόμενον τῷ λόγῳ αὐτοῦ ἄχρι καὶ τοῦ χόρτου καὶ ὑπὸ τοῦ σωτῆρος ὁμολογούμενον. 〈Σχόλιον〉 〈λβ〉. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. 〈Ἔλεγχος〉 〈λβ〉. Οἶδεν ὁ πατὴρ ὅτι χρῄζουσιν οἱ μαθηταὶ τῶν σαρκικῶν χρειῶν καὶ προνοεῖ τῶν τοιούτων. προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ αἰῶνι ἀλλ᾽ ἐνταῦθα, οὐκ ἐν τοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἑαυτοῦ δούλων ποιούμενος ἀλλὰ ἐν τοῖς ὑπ᾽ αὐτοῦ ἐκτισμένοις. 〈Σχόλιον〉 〈λγ〉. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». 〈Ἔλεγχος〉 〈λγ〉. Εἰ τῶν ἄλλου τρεφόμεθα καὶ ἄλλος θεὸς τῆς βασιλείας τῶν οὐρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει;

ἢ γὰρ αὐτοῦ ἐστι τὰ ἐνταῦθα καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα, ὄντα αὐτοῦ, διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία καὶ ὁ ἐκεῖ αἰών, τοῦ δὲ δημιουργοῦ τὰ ἐνταῦθα, καὶ συνευδοκεῖ ὁ δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοσύνην τοῦ ἄνω καὶ βασιλείαν ζητούντων. μιᾶς δὲ οὔσης εὐδοκίας καὶ οὐχὶ διαφερομένης οὐκέτι δύο ἀρχαὶ ἢ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα ποιήσας, ποιήσας δὲ καλῶς καὶ οὐκ ἐναντίως. ἡμῶν δέ ἐστι τὸ ἁμαρτάνειν καὶ σφάλλεσθαι ἐν τῷ θέλειν καὶ ἐν τῷ μὴ θέλειν. 〈Σχόλιον〉 〈λδ〉. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. 〈Ἔλεγχος〉 〈λδ〉. Καὶ ἐν τούτῳ οὐδὲν ἡμᾶς ἀδικήσεις, ἀλλὰ ἔτι ἐπιβεβαιώσεις. τὸν γὰρ αὐτοῦ πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγησας τὸν σωτῆρα εἰρηκέναι. 〈Σχόλιον〉 〈λε〉. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». 〈Ἔλεγχος〉 〈λε〉. Ἐλήλεγκται ὁ κτηνώδης μεταστρέψας τοὺς θείους λόγους ἀνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. οὐ γὰρ ἡμεριναὶ γίνονται φυλακαὶ ἀλλὰ νυκτεριναί, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην τὴν προκοπὴν [φυλακὴν] τῆς ἐπεκτάσεως ἔχουσαι καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέραν, ὡς οὗτος ἁλίσκεται ῥᾳδιουργήσας. 〈Σχόλιον〉 〈λϛ〉. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». 〈Ἔλεγχος〉 〈λϛ〉.

Τίς ὁ διχοτομῶν τὸν δοῦλον; λέγε. εἰ μὲν ὁ δημιουργὸς καὶ κριτὴς παρὰ σοῦ λεγόμενος θεός ἐστιν ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς πράττοντι δούλῳ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν. εἰ δὲ ὁ πατὴρ τοῦ Χριστοῦ ἐστιν ἢ αὐτὸς ὁ Χριστὸς ὁ μέλλων τοῦτο ἐπιτελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ φυλάττεις κατὰ σοῦ οὖσαν. ὁμολογῶν γὰρ ἢ Χριστὸν ἢ τὸν αὐτοῦ πατέρα τοῦτο πράττειν μέλλοντα ἀναμφιβόλως ὡμολόγησας τὸν αὐτὸν κριτὴν τὸν αὐτὸν ἀγαθὸν καὶ ἕνα ὄντα 〈τὸν〉 τῶν ὧδε καὶ τῶν ἐκεῖ προνοούμενον. 〈Σχόλιον〉 〈λζ〉. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». 〈Ἔλεγχος〉 〈λζ〉. Κριτὴν λέγεις τὸν δημιουργόν, πράκτορα δὲ ἕκαστον τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμαρτωλοὺς τὰ πεπραγμένα. ποῖα δὲ ἀλλ᾽ ἢ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἃ καὶ ὁ Ἰησοῦς βδελύσσεται, ἃ καὶ σὺ ἀπαγορεύειν λέγεις; εἰ τοίνυν ἃ ὁ ἀγαθὸς θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς καὶ δημιουργὸς τὰ αὐτὰ βδελύσσεται, εἷς ἐστι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος καὶ τῆς μιᾶς εὐδοκίας. 〈Σχόλιον〉 〈λη〉.

Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ 〈τὰ ἑξῆς〉 ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». 〈Ἔλεγχος〉 〈λη〉. Τούτων πάντων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλητής, κρύψας ἀφ᾽ ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν κύριον συμπεφωνηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ καὶ ὅτι καλῶς οἱ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες καὶ ὑπὸ θεοῦ οὕτως τιμωρηθέντες. ὅταν δὲ ῥᾳδιουργήσωσίν τινες βασιλικὰ προστάγματα, ἀπὸ τῶν ἀρχείων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα ἐλέγχει τοὺς ἄφρονας. οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου τουτέστιν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας προφερόμενον τὸ εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μύας. 〈Σχόλιον〉 〈λθ〉. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». 〈Ἔλεγχος〉 〈λθ〉. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν ὁ κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν ὁ Ἀβραάμ. ὁμολογεῖ γὰρ αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδεικνύμενος. 〈Σχόλιον〉 〈μ〉. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ».

ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»—ἐποίησε δέ «κρατουμένους»—«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». 〈Ἔλεγχος〉 〈μ〉. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται. οὐ γάρ τις ὁδὸν δύναται ἀποκρύψαι. πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων, ἀπὸ δὲ τῶν ἐν πείρᾳ αὐτῆς γεγονότων ἀδύνατον. οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν ἡ ὁδός, ἀφανίσαι. κἄν τε αὐτὴν ἀμαυρώσῃ, τοῦ δὲ τόπου παραμένοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳδιουργήσας. ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. τὸν γὰρ λόγον τοῦτον πρὸς τίνα ἔλεγεν ἀλλ᾽ ἢ πρὸς τοὺς Ἰουδαίους; καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. τίνες δ᾽ ἂν εἶεν 〈οὗτοι〉 ἀλλ᾽ ἢ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται; οὐ γὰρ εἶπεν «ὄψεσθε δικαίους εἰσερχομένους καὶ ὑμᾶς μὴ εἰσερχομένους», ἀλλά «ὄψεσθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους». καὶ περὶ μὲν τοῦ «ἐκβαλλομένους» μελλητικῶς ἀπεφήνατο, τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας, ἤδη δὲ δεδικαιωμένους πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας.

εἰ δὲ καὶ ἔξω μένοντας *, ὡς τῶν πατέρων ἔσω ὄντων· πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται; 〈Σχόλιον〉 〈μα〉. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε, εὐλογημένος». 〈Ἔλεγχος〉 〈μα〉. Ὅρα τὴν τοσαύτην τόλμαν· πόσην ποιεῖται ἀφαίρεσιν τοῦ εὐαγγελίου; ὡς εἴ τις λάβῃ ζῷον καὶ ἐκτέμῃ αὐτοῦ τὸ ἥμισυ τοῦ σώματος καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῷον λέγων καὶ μηδὲν ἀπ᾽ αὐτοῦ ἀφαιρεῖσθαι. 〈Σχόλιον〉 〈μβ〉. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. 〈Ἔλεγχος〉 〈μβ〉.

Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων· ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγεται, μενούσης τῆς κατὰ θεὸν ἀληθείας. 〈Σχόλιον〉 〈μγ〉. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». 〈Ἔλεγχος〉 〈μγ〉. Εἰ νόμον τάσσει καὶ προφήτας ἀποκαλεῖ καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφήτας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν σωτῆρα τοῖς προφήταις καὶ δέδεικται ὡς περὶ αὐτοῦ προεφήτευσαν. 〈Σχόλιον〉 〈μδ〉. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. 〈Ἔλεγχος〉 〈μδ〉. Ἰδού, καὶ ἐν ζῶσι καὶ μακαριζομένοις καὶ ἐν κληρονομίᾳ ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ κυρίου ἐγκατελέχθη καὶ Λάζαρος ἐν κόλποις αὐτοῦ κατηξίωται. μηκέτι τοίνυν, Μαρκίων, τὸν Ἀβραὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἑαυτοῦ δεσπότην καὶ εἰπόντα αὐτῷ «κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν». ἰδοὺ γὰρ ὑπ᾽ αὐτοῦ τοῦ κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ σωτῆρος ἐπαινουμένης ζωῆς. 〈Σχόλιον〉 〈με〉. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. 〈Ἔλεγχος〉 〈με〉. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραάμ, οὐκ ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ. 〈Σχόλιον〉 〈μϛ〉. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». 〈Ἔλεγχος〉 〈μϛ〉.

Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὢν καὶ ὡς ἠπατημένος Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις οὐδὲ ὡς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβησόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέσθαι τῆς ἐκεῖ ἀναπαύσεως. μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφητῶν τὴν σωτηρίαν κτησάμενος καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. ὁμοίως δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας καὶ προφήταις ὑπακούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι καὶ εἰς τὴν ζωὴν μετ᾽ αὐτοῦ ἀπιέναι· ὧν εἷς ἦν Λάζαρος, ὁ διὰ νόμου καὶ προφητῶν καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος. 〈Σχόλιον〉 〈μζ〉. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». 〈Ἔλεγχος〉 〈μζ〉. Καὶ τὸ ἀσφαλὲς τῆς τοῦ κυρίου διδασκαλίας οὐ παραδέχεται. ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητάς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρονεῖν ἐνουθέτει. οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα ἐπήρθη καὶ οὐκ ἀληθείᾳ. 〈Σχόλιον〉 〈μη〉. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». 〈Ἔλεγχος〉 〈μη〉.

Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ κύριος καὶ ἑαυτὸν πληροῦντα τὰ ἰσοτύπως παρ᾽ ἐκείνου προγεγενημένα, ἵνα ἐλέγξῃ Μαρκίωνα καὶ πάντας τοὺς ἀθετοῦντας θεοῦ προφήτας. 〈Σχόλιον〉 〈μθ〉. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». 〈Ἔλεγχος〉 〈μθ〉. Εἰ ἡμέρας ἀριθμεῖ καὶ χρόνον σημαίνει καὶ υἱὸν ἀνθρώπου λέγει ἑαυτόν, ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε καὶ ἡμερῶν τοῦ κηρύγματος † ὑπόδειγμα. οὐκ ἄσαρκος οὖν ὁ Λόγος, ἀλλ᾽ ἐν σώματι ἡ εὐδοκία. 〈Σχόλιον〉 〈ν〉. «Εἶπέν τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθὸς ὁ θεός». προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». 〈Ἔλεγχος〉 〈ν〉. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει «τὰς ἐντολὰς οἶδα». τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. καὶ εἰ πατέρα ἀγαθὸν φάσκει καὶ θεὸν ὀνομάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ πατρὸς αὐτοῦ διδάσκει τὸν βουλόμενον τὴν ζωὴν κληρονομῆσαι καὶ οὐκ ἀθετεῖ οὐδὲ ἀπωθεῖται, ἀλλὰ μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωυσέα τε καὶ τοὺς ἄλλους προφήτας. 〈Σχόλιον〉 〈να〉. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». 〈Ἔλεγχος〉 〈να〉.

Ἐν πίστει οὐκ ἔνι ψεῦδος· εἰ γὰρ ψεύδεται, οὐ πίστις. λέγει γοῦν· υἱὲ Δαυίδ, καὶ ἐπαινεῖται καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνομα ὁμολογήσας καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλὰ ὡς πιστὸς ἐμακαρίσθη. οὐκ ἄρα ἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. ἀληθινῶς γὰρ ἦν καὶ οὐ δοκήσει, ἐκ τοῦ σπέρματος Δαυὶδ κατὰ σάρκα ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου καὶ διὰ πνεύματος ἁγίου γεγεννημένος. 〈Σχόλιον〉 〈νβ〉. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». ὅλα ταῦτα παρέκοψεν. 〈Ἔλεγχος〉 〈νβ〉. Ἵνα ἐν μηδενὶ ὀρθοποδήσῃ, μὴ ὀρθοποδῶν δὲ ἐλέγχηται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον. ἔκρυψε γὰρ τὰ ῥητά, ἵνα δῆθεν τὰ περὶ τοῦ πάθους ἀρνήσηται. ὕστερον δὲ ὁμολογοῦντι αὐτὸν ἐσταυρῶσθαι εἰς μάταιον αὐτῷ ὁ πόνος τῆς ῥᾳδιουργίας ἔσται. 〈Σχόλιον〉 〈νγ〉. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, διότι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». 〈Ἔλεγχος〉 〈νγ〉. Τὸν ἔλεγχον ἑαυτῆς ἡ κακία οὐχ ὁρᾷ, τυφλώττει γάρ. οἴεται δὲ δύνασθαι ἀποκρύπτειν τὴν τῆς ἀληθείας ὁδόν, ὅπερ ἐστὶν ἀδύνατον.

εὐθὺς γὰρ ἀνεπήδησε, παραλιπὼν ὅλα τὰ κεφάλαια τὰ προειρημένα διὰ τὸν μαρτυρηθέντα τόπον τοῦ ναοῦ ὄντα αὐτοῦ ἴδιον καὶ εἰς ὄνομα αὐτοῦ ᾠκοδομημένον καὶ ἀπὸ τῆς Ἱεριχὼ καταλιπὼν πᾶσαν τὴν ἀκολουθίαν τῆς ὁδοιπορίας, πῶς τε ἦλθεν εἰς Βηθφαγή· φύσει γὰρ λεωφόρος ἦν παλαιά, ἄγουσα εἰς Ἱερουσαλὴμ διὰ τοῦ ὄρους τῶν ἐλαιῶν, οὐκ ἄγνωστος οὖσα τοῖς καὶ τὸν τόπον ἱστοροῦσιν. ἵνα δὲ ἐλεγχθῇ ἀπὸ τοῦ ἰδίου στόματος, φησίν «ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ ἱερῷ, ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν», ὡς ἔχει τὸ μετὰ τοῦτο κεφάλαιον 〈νδ〉. πῶς οὖν ἀπὸ Ἱεριχὼ ἐγένετο ἐν τῷ ἱερῷ, ἀπὸ τῆς αὐτῆς ὁδοιπορίας γνωσθήσεται καὶ τοῦ τῆς ὁδοῦ διαστήματος· ἀλλὰ ἵνα ὀφθῇ ὁ ῥᾳδιουργὸς παρακρύψας τὰ ἐν τῇ ὁδῷ γενόμενα καὶ ἐν τῷ ἱερῷ ῥηθέντα ὑπ᾽ αὐτοῦ τοῦ σωτῆρος πρὸ τούτου τοῦ λόγου, λέγω δὴ 〈τό〉 «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται» καὶ τὰ ἑξῆς ὡς ἔχει ἡ προφητεία. 〈Σχόλιον〉 〈νδ〉. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν». 〈Ἔλεγχος〉 〈νδ〉. Ἐθεωρήθη καὶ ἡρμηνεύθη ἐν τῷ πρὸ τούτου ἐλέγχῳ σὺν τῇ φράσει μετ᾽ ἐπιτομῆς τῆς προσηκούσης. 〈Σχόλιον〉 〈νε〉. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» 〈Ἔλεγχος〉 〈νε〉. Οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο.

κἄν τε γὰρ αὐτὸ περικόψῃ, οὐκ ἀφ᾽ ἡμῶν ἀπέκοψεν, ἀλλὰ ἑαυτὸν καὶ τοὺς αὐτοῦ ἐζημίωσεν· ἱκανὸς γὰρ ὁ κατ᾽ αὐτοῦ ἔλεγχός ἐστι διὰ πλειόνων μαρτυριῶν. 〈Σχόλιον〉 〈νϛ〉. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». 〈Ἔλεγχος〉 〈νϛ〉. Θαυμάσαι ἔστιν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ματαιόφρονος, πῶς οὐχὶ νοεῖ ὅτι ἴση αὕτη ἡ μαρτυρία τυγχάνει τῇ τοῦ Λαζάρου τοῦ πτωχοῦ καὶ τῇ παραβολῇ τῶν μὴ συγχωρουμένων εἰς τὴν βασιλείαν εἰσελθεῖν· ὧν παραβολῶν τὰ λείψανα εἴασε καὶ οὐ παρέκοψεν, ἀλλὰ ἐπὶ τῇ αὐτοῦ αἰσχύνῃ καταλέλοιπεν τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». δακτύλου δὲ ἐμβρεχομένου εἰς ὕδωρ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ γλώσσης καταψυχομένης ὕδατι, ὡς ὁ πλούσιος ἔφη τῷ Ἀβραὰμ διὰ τὸν Λάζαρον, καὶ βρυγμοῦ ὀδόντων καὶ κλαυθμοῦ γινομένου, ἀναστάσεως σωμάτων ἐστὶ σημεῖον, κἂν παρακόψῃ ὁ κτηνώδης τὰ ὑπὸ κυρίου περὶ ἀναστάσεως νεκρῶν ἀληθῶς εἰρημένα. 〈Σχόλιον〉 〈νζ〉. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». 〈Ἔλεγχος〉 〈νζ〉. Διὰ τὸ δευτερῶσαι τὸν σωτῆρα τὴν παραβολήν, διττῶς παρ᾽ ἡμῶν ἐντέτακται, ἵνα μὴ ἀπεικαζόμενοι τῷ ἀγύρτῃ Μαρκίωνι ἡμεῖς παραλείψωμέν τι τῶν γεγραμμένων.

ἤδη 〈δὲ〉 ἐν τῷ ἀνωτέρῳ ἐλέγχῳ γεγένηται ἡ κατὰ τῆς αὐτοῦ ῥᾳδιουργίας ἀντίρρησις. 〈Σχόλιον〉 〈νη〉. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». 〈〈Ἔλεγχος〉 〈νη〉.〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 〈Σχόλιον〉 〈νθ〉. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». 〈Ἔλεγχος〉 〈νθ〉. Δοκεῖ λήθην κεκτημένος τοὺς ἅπαντας ἴσως αὐτῷ ἀνοήτους εἶναι καὶ οὐκ οἶδεν ὅτι κἂν μικρὸν ῥητὸν ὑπ᾽ αὐτοῦ καταλειφθῇ, ἔλεγχον ποιεῖται καὶ πολλῶν ἕκαστον ῥητῶν ὑπ᾽ αὐτοῦ παρακοπέντων. οὐδὲν τοίνυν κωλύσει τὸν βουλόμενον ἀντιπαραθεῖναι ταύταις ταῖς παρακεκομμέναις μαρτυρίαις τὰ παρ᾽ αὐτοῦ ὁμολογηθέντα. δειχθήσεται γὰρ σύμφωνα ὄντα τούτοις τοῖς ὑπ᾽ ἐκείνου περικοπεῖσιν * ἐν οἷς ἔλεγεν ὁ Ἀβραὰμ μετὰ τὴν τελευτήν, ὅτι «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν». ἃ ἔλεγον γὰρ οἱ προφῆται καὶ Μωυσῆς, ἐκ θεοῦ πατρὸς ἦν καὶ ἐξ αὐτοῦ τοῦ κυρίου υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἃ ἔδει γεγραμμένα ὄντα πληροῦσθαι. 〈Σχόλιον〉 〈ξ〉. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». 〈Ἔλεγχος〉 〈ξ〉. Ὦ φρενοβλάβεια τοῦ Μαρκίωνος. «συνελάλησεν», τίς ἀλλ᾽ ἢ Ἰούδας; τὸ τί ποιῆσαι ἀλλ᾽ ἢ παραδοῦναι τὸν σωτῆρα;

παραδιδομένου δὲ τοῦ σωτῆρος οὐκέτι δόκησις ὁ παραδιδόμενος, ἀλλὰ ἀλήθεια. εἰ γὰρ πνεῦμα ἦν μόνον, σαρκικοῖς ἀνθρώποις οὐ παρεδίδοτο· ἀλλὰ ἄνθρωπος ὢν ὑπὸ ἁφὴν γέγονεν, σάρκα 〈τε〉 ἐνδυσάμενος εἰς χεῖρας ἀνθρωπίνης φύσεως ἑαυτὸν ἑκὼν παρεδίδου. τἀναντία δὲ ἑαυτοῖς ὑπὸ ἀνοίας φθέγγονται. καὶ γὰρ καί ποτε διαλεγόμενός τισι τῶν αὐτοῦ μαθητῶν Μαρκιωνιστῇ τινι καὶ λέγων ὡς ἐν τῷ εὐαγγελίῳ ἔχει ὅτι παρέλαβεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ἤκουσα παρ᾽ αὐτοῦ ὅτι πῶς ἠδύνατο 〈ὁ〉 Σατανᾶς τὸν ὄντα θεὸν καὶ μείζονα αὐτοῦ ὑπάρχοντα καὶ κύριον αὐτοῦ (ὡς ὑμεῖς λέγετε) πειράσαι, τὸν Ἰησοῦν τὸν αὐτοῦ δεσπότην; ἐγὼ δὲ ἐν τῇ τοῦ θεοῦ βοηθείᾳ ἐξ ὑπογύου λαβὼν σύνεσιν ἀπεκρινάμην αὐτῷ λέγων· οὐ πιστεύετε ὅτι ἐσταυρώθη ὁ Χριστός; ὁ δὲ ἔφη· ναί, καὶ οὐκ ἠρνήσατο. τίνες οὖν αὐτὸν ἐσταύρωσαν; ὁ δὲ ἔφη· ἄνθρωποι. εἶτα ἔφην αὐτῷ· τίς δυνατώτερος, ἄνθρωποι ἢ ὁ διάβολος; ὁ δὲ ἔφη· ὁ διάβολος. ὅτε δὲ τοῦτο εἶπεν, ἀπεκρινάμην· εἰ ὁ διάβολος ἰσχυρότερος ἀνθρώπων ὑπάρχει, ἄνθρωποι δὲ οἱ ἀσθενέστεροι Χριστὸν ἐσταύρωσαν, οὐ θαῦμα εἰ καὶ ὑπὸ τοῦ διαβόλου ἐπειράσθη.

πάντα γὰρ θέλων καὶ οὐ μετὰ ἀνάγκης ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν ὁ Χριστός, πάσχων ἐν ἀληθείᾳ, οὐ κατὰ ἀσθένειαν ἀλλὰ κατὰ προαίρεσιν, εἰς ὑπογραμμὸν ἡμῶν καὶ τὰ πρὸς τὸν διάβολον [καὶ] εἰς σωτηρίαν ἡμῶν ἐν τῷ πάθει τοῦ σταυροῦ *, εἰς κατάκρισιν ἁμαρτίας καὶ ἀθέτησιν τοῦ θανάτου. 〈Σχόλιον〉 〈ξα〉. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». 〈Ἔλεγχος〉 〈ξα〉. Νέφος βελῶν κατὰ σοῦ ἐν μιᾷ μαρτυρίᾳ τὸ ῥητὸν περιέχει, ὦ Μαρκίων. εἰ γὰρ προστάσσει ἑτοιμάζεσθαι αὐτῷ φαγεῖν τὸ Πάσχα, Πάσχα δὲ πρὸ τοῦ παθεῖν τὸν Χριστὸν ἐπετελεῖτο, πάντως ὅτι ἀπὸ νόμου τὴν σύστασιν εἶχεν. κατὰ νόμον δὲ τοῦ Χριστοῦ πολιτευομένου σαφὲς ἦν ὅτι οὐ νόμον ἦλθεν καταλῦσαι, ἀλλὰ πληρῶσαι. εἰ δὲ νόμον βασιλεὺς οὐ καταλύει, οὐκ ἀκαθοσίωτος ἡ ἐν τῷ νόμῳ διάταξις οὐδὲ τῷ βασιλεῖ ἀπειρημένη. εὐκαθοσιώτου δὲ ὄντος τοῦ νόμου καὶ τῆς διατάξεως ὁμολογουμένης, εἴ τι προσθείη βασιλεὺς τῇ διατάξει ἐπὶ μείζονι δωρεᾷ, κατ᾽ ἐξουσίαν ἡ φαιδρότης γίνεται τῆς προσθήκης. ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ τῆς νομοθεσίας οὔσης καὶ τῆς κατὰ προσθήκην δωρεᾶς, παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς ὡς οὐκ ἐναντιοῦται τῷ νόμῳ ὁ τὴν προσθήκην ποιησάμενος. ἀποδέδεικται τοίνυν οὐκ ἐναντία τις οὖσα ἡ παλαιὰ διαθήκη τοῦ εὐαγγελίου οὐδὲ τῆς τῶν προφητῶν ἀκολουθίας.

κατὰ σαυτοῦ δέ, ὦ Μαρκίων, ἐπήγαγες πολυτρόπως τὸν ἔλεγχον, μᾶλλον δὲ ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος. Πάσχα γὰρ τὸ παλαιὸν οὐδὲν ἦν ἀλλὰ προβάτου θῦμα καὶ κρεῶν ἐδωδή, ἐμψύχου τε μετάληψις μετὰ ἀζύμων. καὶ τίς σε ἠνάγκασεν μὴ ἀφανίσαι τέλεον τὸν κατὰ σοῦ ἔλεγχον ἢ (ὡς εἶπον) αὐτὴ ἡ ἀλήθεια; ἣν γὰρ σὺ βδελύττῃ σαρκοφαγίαν, ὁ κύριος Ἰησοῦς μετὰ τῶν ἑαυτοῦ μαθητῶν βέβρωκεν, ἐπιτελῶν τὸ Πάσχα τὸ κατὰ νόμον. καὶ μὴ λέγε ὅτι ὃ ἔμελλε μυστήριον ἐπιτελεῖν, τοῦτο προωνόμαζε λέγων· θέλω μεθ᾽ ὑμῶν φαγεῖν τὸ Πάσχα. ἵνα γὰρ κατὰ πάντα τρόπον καταισχύνῃ σε ἡ ἀλήθεια, οὐκ ἐν τῇ ἀρχῇ ποιεῖ τὸ μυστήριον, ἵνα μὴ ἀρνήσῃ, ἀλλά φησι· μετὰ τὸ δειπνῆσαι λαβὼν τάδε καὶ τάδε, [καὶ] εἶπεν, τοῦτό ἐστι τάδε καὶ τάδε, καὶ οὐκ εἴασεν οὐ〈δένα〉 τόπον τῇ ῥᾳδιουργίᾳ. ἔδειξε γὰρ ὅτι μετὰ τὸ βεβρωκέναι τὸ Πάσχα τὸ κατὰ τοὺς Ἰουδαίους τουτέστιν μετὰ τὸ δειπνῆσαι, ἧκεν ἐπὶ τὸ μυστήριον. 〈Σχόλιον〉 〈ξβ〉. «Καὶ ἀνέπεσε καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν». 〈Ἔλεγχος〉 〈ξβ〉. Ἀνέπεσεν ὁ σωτήρ, ὦ Μαρκίων, καὶ οἱ δώδεκα ἀπόστολοι μετ᾽ αὐτοῦ. εἰ ἀνέπεσε καὶ συνανέπεσον, οὐ δύναται μία λέξις τὴν σημασίαν ἔχειν ἑτέραν καὶ ἑτέραν, κἄν τε τῇ ἀξίᾳ καὶ τῷ τρόπῳ ἔχοι τὴν διαφοράν.

ἢ γὰρ δώσεις καὶ τοὺς δώδεκα δοκήσει ἀναπεπτωκέναι ἢ καὶ αὐτὸν ἀληθείᾳ σάρκα ἔχοντα ἀληθινῶς ἀναπεπτωκέναι. καί «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν», ἵνα δείξῃ Πάσχα πρὸ τοῦ πάθους αὐτοῦ ἐν τῷ νόμῳ προτυπούμενον καὶ γινόμενον τὸ βέβαιον αὐτοῦ τοῦ πάθους καὶ ἐντελέστερον προσκαλούμενον· καὶ ὑποδεικνύων, ὡς καὶ ὁ ἅγιος ἀπόστολός φησι 〈ὅτι〉 «παιδαγωγὸς ἡμῖν γέγονεν ὁ νόμος εἰς Χριστόν». εἰ δὲ παιδαγωγὸς ὁ νόμος εἰς Χριστόν, οὐκ ἀλλότριος Χριστοῦ ὁ νόμος. 〈Σχόλιον〉 〈ξγ〉. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». 〈Ἔλεγχος〉 〈ξγ〉. Τοῦτο περιεῖλεν καὶ ἐρρᾳδιούργησεν, ἵνα δῆθεν μὴ ποιήσῃ ἐν βασιλείᾳ τοῦ θεοῦ βρωτὰ ἢ ποτά· οὐκ εἰδὼς ὁ κτηνώδης ὅτι ἀντιμίμημα τῶν ἐπιγείων δύναται εἶναι πνευματικὰ καὶ ἐπουράνια, μεταλαμβανόμενα ὡς ἡμεῖς οὐκ οἴδαμεν· μαρτυρεῖ γὰρ πάλιν ὁ σωτὴρ καὶ λέγει ὅτι «καθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἐσθίοντες καὶ πίνοντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». ἢ παρέκοψε πάλιν ταῦτα, ἵνα δῆθεν ποιήσῃ τὰ ἐν τῷ νόμῳ μὴ ἔχοντα τόπον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. πόθεν οὖν Ἠλίας καὶ Μωυσῆς ὤφθησαν μετ᾽ αὐτοῦ ἐν τῷ ὄρει ἐν δόξῃ; ἀλλ᾽ οὐδὲν δυνήσεταί τις πρὸς τὴν ἀλήθειαν. 〈Σχόλιον〉 〈ξδ〉. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;»

καὶ τὰ ἑξῆς διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». 〈Ἔλεγχος〉 〈ξδ〉. Κἂν παρακόψῃς τὰ ῥήματα, ἀπὸ τοῦ ἔργου φαίνονται αὐτῶν οἱ τόποι, προάγοντος τοῦ νόμου καὶ προκηρυττόντων τῶν προφητῶν καὶ κυρίου πληροῦντος. 〈Σχόλιον〉 〈ξε〉. «Ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». 〈Ἔλεγχος〉 〈ξε〉. Θεὶς τὰ γόνατα ὁρατῶς ἔθηκε καὶ αἰσθητῶς ἐπετέλεσεν. εἰ δὲ αἰσθητῶς, κατὰ τὸ εἶδος * τὸ ἔργον ἐποίησε τῆς γονυκλισίας· οὐκ ἄρα ἄνευ σαρκὸς ἐνεδήμησεν ὁ μονογενής. αὐτῷ γὰρ «κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», ἐπουρανίων πνευματικῶς, ἐπιγείων αἰσθητῶς, καταχθονίων τῷ ἰδίῳ εἴδει. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων. 〈Σχόλιον〉 〈ξϛ〉. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». 〈Ἔλεγχος〉 〈ξϛ〉. Ἤγγισε σαρκὶ ὄντι δεσπότῃ καὶ θεῷ σῶμα λαβόντι, καταφιλῆσαι ἀληθινὰ χείλη καὶ οὐ δοκήσει ὄντα καὶ φαντάζοντα. 〈Σχόλιον〉 〈ξζ〉. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. 〈Ἔλεγχος〉 〈ξζ〉. Δοκῶν εἰς τιμὴν Πέτρου ὁ ἀπατεὼν κρύπτειν τὸ ἐν ἀληθείᾳ γενόμενον τῆς δοξολογίας τοῦ σωτῆρος τὸ ῥητὸν τεμών, ἀπέκρυψεν. ἀλλὰ οὐδὲν ὠφελήσει· κἄν τε γὰρ αὐτὸς ἀποκόψῃ, ἡμεῖς οἴδαμεν τὰ θεοσήμεια.

μετὰ γὰρ τὸ ἀποκόψαι τὸ ὠτίον ὁ κύριος πάλιν λαβὼν ἰάσατο, ἵνα ἀποδειχθῇ ὅτι θεός ἐστι καὶ θεοῦ ἔργον ἐπετέλεσεν. 〈Σχόλιον〉 〈ξη〉. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;» 〈Ἔλεγχος〉 〈ξη〉. Ὅτι τὸ συνέχοντες καὶ τὸ ἐνέπαιζον καὶ τὸ δεῖραι καὶ τὸ τύψαι καὶ τὸ προφήτευσον τίς ἐστιν ὁ παίσας σε, τοῦτο οὐ δόκησις ἦν, ἀλλὰ ἁφῆς ἐστι σωματικῆς καὶ ἐνσάρκου ὑποστάσεως δηλωτικόν, καὶ παντί τῳ δῆλόν ἐστι, κἄν τε σὺ τυφλωθείς, Μαρκίων, μὴ θέλοις ὁμολογεῖν τὴν ἐναργῆ θεοῦ ἀλήθειαν. 〈Σχόλιον〉 〈ξθ〉. Προσέθετο μετὰ τό «τοῦτον ηὕραμεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». 〈Ἔλεγχος〉 〈ξθ〉. Πόθεν οὐ φωραθήσῃ, πόθεν οὐκ ἐλεγχθήσῃ διαστρέφων τὴν ὁδὸν κυρίου; ὅταν γὰρ ἐνταῦθα προσθείης τὸ μὴ γεγραμμένον, συκοφαντῶν σεαυτὸν—οὐ γὰρ ἂν εἴποιμι τὸν κύριον—〈καὶ〉 λέγων ὅτι τοῦτον ηὕραμεν καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας, τὸ ἀντίζυγον τούτου ἐλέγξει σε, ὦ ματαιόπονε, αὐτοῦ τοῦ σωτῆρος λέγοντος «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». οὐ δύναται τοίνυν ὁ αὐτὸς 〈ὁ〉 λέγων «οὐκ ἦλθον καταλῦσαι» διὰ τὸ καταλύειν κατηγορεῖσθαι. οὐ γὰρ εἶχεν οὕτως τὸ ῥητόν, ἀλλά· «ηὕρομεν τοῦτον διαστρέφοντα τὸν λαόν, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα». 〈Σχόλιον〉 〈ο〉.

Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». 〈Ἔλεγχος〉 〈ο〉. Τίς αὑτῷ κρημνὸν περιποιεῖ, πληρῶν τὸ γεγραμμένον, τό· «ὁ ἑαυτῷ πονηρὸς τίνι ἀγαθὸς ἔσται;» πάσης γὰρ τόλμης καὶ πονηρίας ὑπόδειγμά ἐστι καὶ κινδυνώδους ὁδοιπορίας τὸ τὰ μὲν γεγραμμένα παρακόπτειν, ἃ δὲ μὴ γέγραπται προστιθέναι, μάλιστα ἐν εὐαγγελίῳ ἀκαταλύτῳ ὄντι εἰς τοὺς αἰῶνας. καὶ αὐτὰ δὲ τὰ τῆς προσθήκης οὔτε τόπον ἔχει οὔτε αἴνιγμα. οὐ γὰρ ἀπέστρεψεν Ἰησοῦς γυναῖκας ἢ τέκνα· αὐτὸς γὰρ ἔφη «τίμα τὸν πατέρα καὶ τὴν μητέρα» καί «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». ἀλλὰ κἂν εἴπῃ «ἐὰν μή τις καταλείψῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ τὰ ἑξῆς, οὐκ ἔστι μου μαθητής», οὐχ ἵνα μισῶμεν πατέρας, ἀλλ᾽ ἵνα μὴ ὑπαγώμεθα πατέρων καὶ μητέρων ἐπιταγῇ * ἑτέρας πίστεως ἢ τρόπῳ παρὰ τὴν τοῦ σωτῆρος διδασκαλίαν. 〈Σχόλιον〉 〈οα〉. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». 〈Ἔλεγχος〉 〈οα〉. Δόξα τῷ ἐλεήμονι θεῷ, τῷ συνδήσαντί σου τὰ ἅρματα, ὦ Φαραὼ Μαρκίων, καὶ βουλομένου σου ἀποδρᾶσαι καταποντώσαντι αὐτὰ ἐν τῇ θαλάσσῃ. προφασιζόμενος γὰρ τὰ πάντα οὐχ ἕξεις ἐνταῦθα οὐδεμίαν πρόφασιν. ὁ γὰρ μὴ σάρκα ἔχων οὔτε σταυρωθῆναι δύναται. πῶς οὐκ ἔφυγες τὸ μέγα τοῦτο ῥητόν;

πῶς οὐκ ἐπεχείρησας κρύψαι τὴν μεγάλην ταύτην πραγματείαν, τὴν λύσασάν σου πᾶσαν τὴν ἐξ ἀρχῆς μεμηχανημένην κακοτροπίαν; εἰ γὰρ ὅλως ἐσταυρώθη, πῶς οὐ βλέπεις τὸν ἐσταυρωμένον ἁφὴν ἔχοντα καὶ ἥλοις τὰς χεῖρας πηγνύμενον καὶ πόδας; οὐκ ἂν δὲ ἠδύνατο δόκησις τοῦτο εἶναι ἢ φάντασμα, ὡς σὺ λέγεις, ἀλλὰ σῶμα ἀληθῶς, ὃ ἐκ Μαρίας εἴληφεν ὁ κύριος (σάρκα φύσει τὴν ἡμετέραν καὶ ὀστέα καὶ τὰ ἄλλα), ἐπειδὴ ὁμολογεῖται καὶ παρὰ σοὶ σταυρῷ προσπαγεὶς ὁ κύριος. 〈Σχόλιον〉 〈οβ〉. Παρέκοψε τό «σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». 〈Ἔλεγχος〉 〈οβ〉. Καλῶς τοῦτο καὶ ἁρμοδίως παρέκοψας, ὦ Μαρκίων· ἀπῆρες γὰρ ἀπὸ σεαυτοῦ τὴν εἴσοδον τοῦ παραδείσου. οὔτε γὰρ σὺ εἰσελεύσῃ οὔτε τοὺς σὺν σοὶ ἐάσεις. φύσει γὰρ τῷ ὄντι μισοῦσι τὸ ἀγαθὸν οἱ πλανῶντες καὶ πεπλανημένοι. 〈Σχόλιον〉 〈ογ〉. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». 〈Ἔλεγχος〉 〈ογ〉. Εἰ ἐξέπνευσεν, ὦ Μαρκίων, καὶ φωνὴν μεγάλην ἀπέδωκεν, πόθεν ἐξέπνεεν ἢ τί τὸ ἐκπνέον; δῆλον δέ ἐστι, κἂν σὺ μὴ λέγῃς· ψυχὴ σὺν τῇ θεότητι ἀπὸ σώματος ἐκπορευθεῖσα, τοῦ σώματος ἄπνου μείναντος, ὡς ἔχει ἡ ἀλήθεια. 〈Σχόλιον〉 〈οδ〉. «Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». 〈Ἔλεγχος〉 〈οδ〉. Εἰ τὸ καθελὼν καὶ ἐντυλίξας καὶ τὸ θεῖναι ἐν μνήματι λαξευτῷ οὐ πείθει σέ, ὦ Μαρκίων, τίς σου ἠλιθιώτερος;

τί δὲ ἄλλο σαφέστερον ἡ γραφὴ εἶχεν δεῖξαι, ὁπότε καὶ τὸ μνῆμα καὶ τὸν τόπον καὶ τὸ εἶδος ἔδειξε καὶ τοῦ σώματος τὴν θέσιν τὴν τριήμερον καὶ τὸ εἴλημα τῆς σινδόνος, ἵνα δείξῃ τὴν πᾶσαν ἀλήθειαν; 〈Σχόλιον〉 〈οε〉. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». 〈Ἔλεγχος〉 〈οε〉. Πόθεν ὑπέστρεψαν αἱ γυναῖκες; διὰ τί δὲ καὶ τὸ ἡσύχασαν γέγραπται, ἀλλ᾽ ἵνα δείξῃ ἡ γραφὴ τὴν αὐτῶν μαρτυρίαν, ἐλέγχουσάν σου τὴν ἄνοιαν, ὦ Μαρκίων; ἰδοὺ γὰρ καὶ γυναῖκες μαρτυροῦσι καὶ ἀπόστολοι καὶ Ἰουδαῖοι καὶ ἄγγελοι καὶ Ἰωσήφ, ὁ ψηλαφητὸν ὄντως σῶμα καθελὼν καὶ ἐνειλήσας. τίς δὲ κοσμήσει τὸν αὐτοκατακρίτως ἑαυτὸν διαστρέφοντα ὡς ἔστι γεγραμμένον. 〈Σχόλιον〉 〈οϛ〉. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ᾽ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». 〈Ἔλεγχος〉 〈οϛ〉. Οὐδὲ οὗτοί σε πείθουσιν οἱ ἅγιοι ἄγγελοι, ὦ Μαρκίων, ὁμολογοῦντες μὲν αὐτὸν τὸ τριήμερον μεταξὺ νεκρῶν γεγενῆσθαι, ζῶντα δὲ λοιπὸν καὶ οὐκέτι νεκρόν, ἀεὶ μὲν ζῶντα ἐν τῇ θεότητι καὶ μηδ᾽ ὅλως νεκρωθέντα, νεκρωθέντα δὲ κατὰ σάρκα τὸ τριήμερον καὶ πάλιν ζῶντα. λέγουσι γὰρ αὐταῖς· «ἀνέστη, οὐκ ἔστιν ὧδε». τὸ δὲ ἀνέστη τί ἐστιν, εἰ μὴ ὅτι καὶ ἐκοιμήθη;

σαφέστερον γὰρ αὐτὸ διηγοῦνται· «μνήσθητε γάρ, φησίν, ὅτι ἔτι περιὼν ταῦτα ἔλεγεν ὑμῖν, ὅτι δεῖ παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου». 〈Σχόλιον〉 〈οζ〉. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ᾽ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ᾽ οἷς ἐλάλησα ὑμῖν». ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». 〈Ἔλεγχος〉 〈οζ〉. Πόθεν ἡ κλάσις τοῦ ἄρτου ἐγένετο; λέγε, ὦ Μαρκίων. ἀπὸ φαντασίας ἢ ἀπὸ σώματος ἐνεργοῦντος ὀγκηροῦ κατὰ ἀλήθειαν; ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἐν αὐτῷ τῷ ἁγίῳ σώματι ἀνέστη ἐν ἀληθείᾳ. ἐποίησας δέ, ὦ Μαρκίων, ἀντὶ τοῦ «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησαν οἱ προφῆται;» «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησα ὑμῖν;» εἰ δὲ εἶπεν αὐτοῖς «ἐλάλησα ὑμῖν», πάντῃ ἐγίνωσκον αὐτὸν ἂν ἀπὸ τοῦ λόγου τοῦ «ἐλάλησα ὑμῖν». πῶς οὖν ἐν τῇ κλάσει τοῦ ἄρτου λέγει «ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἄφαντος ἐγένετο»; ἔπρεπεν γὰρ αὐτῷ θεῷ ὄντι καὶ μεταβάλλοντι αὐτοῦ τὸ σῶμα εἰς πνευματικὸν δεικνύναι μὲν αὐτὸ σῶμα ἀληθινόν, ἀφαντοῦσθαι δὲ ὅτε ἐβούλετο, ὅτι πάντα αὐτῷ δυνατά.

καὶ γὰρ καὶ Ἐλισσαῖος, προφήτης ὢν καὶ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ᾔτησε παρὰ θεοῦ τοὺς αὐτὸν ζητοῦντας παταχθῆναι ἀορασίᾳ, καὶ ἐπατάχθησαν καὶ οὐκ ἔβλεπον αὐτὸν τοιοῦτον ὄντα οἷος ἦν. ἀλλὰ καὶ ἐν Σοδόμοις τὴν θύραν τοῦ Λὼτ ἀπέκρυψαν οἱ ἄγγελοι καὶ οὐκ ἔβλεπον αὐτὴν οἱ Σοδομῖται. μὴ καὶ ἡ θύρα τοῦ Λὼτ δόκησις ἦν, ὦ Μαρκίων; οὐχ ὑπολείπεται δέ σοι ἀντιλογία οὐδεμία. ἔκλασε γὰρ τὸν ἄρτον σαφῶς καὶ διέδωκε τοῖς αὐτοῦ μαθηταῖς. 〈Σχόλιον〉 〈οη〉. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». 〈Ἔλεγχος〉 〈οη〉. Τίς οὐκ ἂν καταγελάσῃ τοῦ λήρου, ἐν ἀφροσύνῃ ἑαυτὸν καὶ ἑτέρων ψυχὰς κατασπάσαντος εἰς Ἅιδην; εἰ μὲν γὰρ οὐχ ὡμολόγητο παρ᾽ αὐτοῦ ταῦτα, πιθανὴ ἦν αὐτοῦ ἡ πλάνη καὶ συγγνώμην εἶχον οἱ ὑπ᾽ αὐτοῦ ἠπατημένοι· νῦν δὲ ἐπειδὴ ἐκεῖνος ὡμολόγησε καὶ οὐ περιῆρε τὰ ῥητὰ ταῦτα, ἀναγινώσκουσι δὲ αὐτὰ καὶ οἱ αὐτοῦ, ἡ ἁμαρτία αὐτοῦ καὶ αὐτῶν μένει, καὶ ἀπαραίτητον τὸ αὐτοῦ καὶ τὸ αὐτῶν πῦρ ἀναπολογήτοις οὖσι, σαφῶς τοῦ σωτῆρος διδάξαντος 〈ὅτι〉 καὶ μετὰ ἀνάστασιν ὀστᾶ καὶ σάρκα ἔχει, ὡς αὐτὸς ἐμαρτύρησε λέγων «ὡς ἐμὲ ὁρᾶτε ἔχοντα». 12. Αὕτη ἐστὶν ἡ κατ᾽ αὐτοῦ ἀπὸ τῶν λειψάνων τῶν παρ᾽ αὐτῷ σῳζομένων ἐκ τοῦ εὐαγγελίου ὑπόθεσις τῆς ἡμῶν πεποιημένης δι᾽ αὐτὸν πραγματείας, ὥς γε νομίζω ἱκανῶς ἐχούσης πρὸς ἀντίθεσιν τῆς αὐτοῦ ἀπάτης.

ἐλεύσομαι δὲ καὶ εἰς τὰ ἑξῆς τῶν ἀποστολικῶν ῥητῶν παρ᾽ αὐτῷ ἔτι σῳζομένων καὶ δι᾽ ἡμῶν πάλιν οὕτως ἀναλελεγμένων, ἐν πρώτοις δὲ ἡμῖν καὶ καθ᾽ εἱρμὸν δι᾽ ὅλου οὕτως προταχθέντων 〈τῶν〉 ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς· αὕτη γὰρ παρ᾽ αὐτῷ πρώτη κεῖται. ἡμεῖς δὲ τὴν ἀναλογὴν τότε ἐποιησάμεθα οὐχ ὡς παρ᾽ αὐτῷ 〈κεῖται〉 ἀλλὰ ὡς ἔχει τὸ ἀποστολικόν, τὴν πρὸς Ῥωμαίους τάξαντες πρώτην· ὧδε δὲ κατὰ τὸν αὐτοῦ χαρακτῆρα οὕτως παρατιθέμεθα.

〈Ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς〉. 〈Σχόλιον〉 〈α〉. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». 〈Ἔλεγχος〉 〈α〉. Τό «μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται» κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα γραφῆς παλαιᾶς ἐστι δεικτικά, ἅτινά ἐστι παρὰ τοῦ ἀποστόλου εἰς ἡμετέραν ζωὴν * ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν εἰρημένα περὶ καινῆς διαθήκης καὶ σύζυγα ὄντα τῆς ἡμῶν ἐλπίδος. καὶ τό «ὑπὸ κατάραν εἰσί» φησὶν ὅτι ἐν τῷ νόμῳ ἀπειλὴ ἐτύγχανε κατὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν. 〈Σχόλιον〉 〈β〉. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». 〈Ἔλεγχος〉 〈β〉. Δεικνὺς πάλιν ὁ ἅγιος ἀπόστολος τὴν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας καὶ τοῦ σταυροῦ ἐπὶ τῇ λύσει τῆς κατάρας γινομένην, ταύτην δὲ προγεγράφθαι ἐν τῷ νόμῳ καὶ πεπροφητεῦσθαι 〈ὡς〉 ἐσομένην, εἶτα τελεσθεῖσαν ἐπὶ τῷ σωτῆρι, ἐπέδειξε σαφῶς ὅτι οὐκ ἀλλότριος ὁ νόμος τοῦ σωτῆρος. ἐπροφήτευσε γὰρ καὶ ἐμαρτύρησε τοῖς ὑπ᾽ αὐτοῦ μέλλουσι γίνεσθαι. 〈Σχόλιον〉 〈γ〉. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». 〈Ἔλεγχος〉 〈γ〉.

Τό «ὀφειλέτης ἐστίν» οὐκέτι ὡς περὶ ἀπειρημένου λέγει, ἀλλὰ περὶ βαρυτέρου φορτίου δυναμένου ἐλαφρυνθῆναι, ἑνὸς δὲ ὄντος δεσπότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χάριτος αὐτοῦ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ σωτηρίαν. 〈Σχόλιον〉 〈δ〉. Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησεν «δολοῖ». 〈Ἔλεγχος〉 〈δ〉. Ἵνα μηδὲν ἀληθὲς παρ᾽ αὐτῷ εὑρεθείη, οὐδαμοῦ σχεδὸν ἄνευ ῥᾳδιουργίας ταῖς γραφαῖς προσενήνεκται. ἀλλὰ ἀπ᾽ αὐτῆς τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ φυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παραβολὴν τοῦ αἰνίγματος ποιησάμενος. 〈Σχόλιον〉 〈ε〉. «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». 〈Ἔλεγχος〉 〈ε〉. Τίς ἐστι χρεία τῷ ἁγίῳ ἀποστόλῳ νόμῳ χρῆσθαι, εἰ ἀπηλλοτρίωτο ἡ καινὴ διαθήκη τῆς παλαιᾶς νομοθεσίας; ἀλλ᾽ ἵνα δείξῃ ὅτι τοῦ ἑνὸς θεοῦ αἱ δύο διαθῆκαι καὶ ἡ συμφωνία 〈κατὰ〉 τὸ πληρωτικὸν τοῦ νόμου διὰ τῆς ἀγάπης τοῦ πλησίον ἰσορρόπως ἐν ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλε〈ι〉ον ἐργαζομένης [τὸ] ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην. 〈Σχόλιον〉 〈ϛ〉. «

Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». 〈Ἔλεγχος〉 〈ϛ〉. Ὦ θαυμασίων μυστηρίων καὶ ἀντιθέτων * θεοῦ ὑποδειγμάτων. τῇ γὰρ σαρκὶ περιῆψε τὰ πάντα δεινά. ἡ σὰρξ δὲ οὐκ ἀεὶ ἦν, ἀλλὰ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τοῦ Ἀδὰμ πλασθέντος, 〈ἐγένετο〉 ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ 〈ἀπὸ〉 τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴτιος νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προϋπῆρχε τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γεγονώς, 〈ὡς〉 ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ᾽ ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαυτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τὴν ἀθέτησιν τοῦ αὐτοῦ δεσπότου διὰ τῆς παρακοῆς ποιησάμενος. ποῦ τοίνυν ἦν τὸ κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κακὸν εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα; ἄρα γοῦν ἀνῄρηται ὁ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαΐζειν, ἐπειδὴ ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων.

καὶ μή τις λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα; καὶ ἐξ ἑτέρων δὲ ἀποδείξεων παραστήσω τὸ ζητούμενον. «τίς, γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;» πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετὰ σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς πραττόντων, ἅτινά ἐστι πορνεία, εἰδωλολατρεία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ Μαρκίων πεπλανημένε, τῆς ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομένης. 〈Σχόλιον〉 〈ζ〉. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς. παθήμασι καὶ ταῖς ἐπιθυμίαις». 〈Ἔλεγχος〉 〈ζ〉. Εἰ ἐσταύρωσαν καὶ τὴν σάρκα οἱ τοῦ Χριστοῦ, ὦ Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σάρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν.

καὶ εἰ τὴν σάρκα ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παθοῦσαν μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δείκνυσιν ὁ ἅγιος ἀπόστολος λέγων ὅτι «καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης». 〈Σχόλιον〉 〈η〉. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν». 〈Ἔλεγχος〉 〈η〉. Οὐκ ἀπηγόρευτο τοίνυν ἡ προτέρα περιτομὴ ἐν τῷ ἰδίῳ καιρῷ, εἰ νόμον ἐφύλαξε. νόμος δὲ Χριστὸν κατήγγελλεν ἐρχόμενον νόμον ἐλευθερίας παρασχέσθαι, καὶ οὐκέτι ἡ περιτομὴ ἐν σαρκὶ τῷ χρόνῳ τοῦ Χριστοῦ ἐξυπηρετήσειεν· ἦλθεν γὰρ ἡ διὰ Χριστοῦ ἀληθινή, ἧς τύπος ἐκείνη ἦν. οἱ δὲ ἔτι ἐν ἐκείνῃ σφραγιζόμενοι, κἄν τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπειδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι «προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκούσετε». αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, «ἡ περιτομὴ ἀκροβυστία αὐτοῖς γίνεται» καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ᾽ οὗ καὶ ἀφ᾽ ἧς ἔγνωμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐτοῦ περιτομήν.

Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς 〈〈α〉〉· αὕτη γὰρ παρ᾽ αὐτοῖς δευτέρα καὶ παρ᾽ ἡμῖν. 〈α〉 〈καὶ〉 〈θ〉 〈σχόλιον〉. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». 〈α〉 〈καὶ〉 〈θ〉 〈ἔλεγχος〉. Εἰ ἀπὸ τῶν γεγραμμένων ἐν τοῖς προφήταις ἀναλέγεται ὁ ἀπόστολος μαρτυρίας εἰς παράστασιν ἀληθείας καὶ ἀγαθῆς διδασκαλίας, οὐκ ἀλλότριοι οἱ προφῆται τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας. 〈β〉 〈καὶ〉 〈ι〉 〈σχόλιον〉. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». 〈β〉 〈καὶ〉 〈ι〉 〈ἔλεγχος〉. Εἰ ἐπαινετὸς ὑπάρχει ὁ καυχώμενος ἐν κυρίῳ παρὰ τῷ προφήτῃ, κύριον δὲ οἶδεν τὸν θεὸν τοῦ νόμου τὸν παρὰ σοί, ὦ Μαρκίων, καὶ κριτὴν καὶ δημιουργὸν καὶ δίκαιον καλούμενον. οὐκ ἄλλος ἐστὶν οὗτος παρὰ τὸν τοῦ Χριστοῦ πατέρα, οὗ μαθητὴς ὑπάρχει Παῦλος· ἐπειδήπερ ἀπὸ τῆς τοῦ προφήτου διδασκαλίας ὁ διδάσκαλος κατασταθεὶς τῶν ἐθνῶν ὑπὸ Χριστοῦ Παῦλος ἀπὸ τῶν ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν. 〈γ〉 〈καὶ〉 〈ια〉 〈σχόλιον〉. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». 〈γ〉 〈καὶ〉 〈ια〉 〈ἔλεγχος〉.

Εἰ ἄρχοντες τοῦ αἰῶνος τούτου πολλοί, καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρευνῆσαι σαυτῷ ἄλλον μῦθον πολλῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συκοφαντῶν πλάσῃς (οὐ γὰρ εὕροις), συναντήσει σοι τό «καταργουμένων»· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος «καταργουμένων» ἀναιρεθήσεται ἡ παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐκ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ τέλος ὑφέξει. ἀδύνατον γὰρ τὸ ἀρχὴν ἐσχηκὸς διαιωνίζειν ἀιδίως, εἰ μή τι ἂν θέλοι τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ ποτὲ ὄντος, ἀρξαμένου δὲ τοῦ εἶναι. τὸ δὲ ὂν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγόμενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομένων οὐκ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὤν ποτε * οὐκέτι ἔσται τὸ κακόν.

ἀναμφιβόλως γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχηκότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι· παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευμένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή «σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ», μηκέτι τὸ κακὸν ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος. 〈δ〉 〈καὶ〉 〈ιβ〉 〈σχόλιον〉. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». 〈δ〉 〈καὶ〉 〈ιβ〉 〈ἔλεγχος〉. Τό «γέγραπται» εἰς χρῆσιν προφερόμενον καὶ τό «γινώσκει κύριος» ὁμολογούμενον, οὐκ ἀλλότριον ὑπάρχει τῷ ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, φημὶ δὲ τῷ ἁγίῳ ἀποστόλῳ, παρ᾽ ᾧ ἡ χρῆσις ἐμφέρεται. ἐξ ἧς χρήσεως ὁ χαρακτὴρ φανεῖται οὐκ ἀλλότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη. 〈ε〉 〈καὶ〉 〈ιγ〉 〈σχόλιον〉. «

Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». 〈ε〉 〈καὶ〉 〈ιγ〉 〈ἔλεγχος〉. Εἰ Πάσχα ὁ ἀπόστολος ὁμολογεῖ καὶ τυθέντα τὸν Χριστὸν οὐκ ἀρνεῖται, οὐκ ἀλλότριον τὸ Πάσχα τοῦ Χριστοῦ, τοῦ κατὰ νόμον Πάσχα πρόβατον θύοντος ἀληθινῶς καὶ οὐ δοκήσει, οὗ προβάτου τύπος ἦν ὁ οὐ δοκήσει θυόμενος Χριστὸς οὐδὲ ἄνευ σαρκὸς πάσχων. πῶς γὰρ ἠδύνατο πνεῦμα θύεσθαι; δῆλον 〈ὅτι〉 οὐκ ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρτυρίας, *. οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς χρόνοις [ἄλλοις] θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. «ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός». 〈ϛ〉 〈καὶ〉 〈ιδ〉 〈σχόλιον〉. «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». 〈ϛ〉 〈καὶ〉 〈ιδ〉 〈ἔλεγχος〉. Εἰ οὐκ ἀληθὴς ὁ νόμος, τίνι τῷ λόγῳ οἱ ἀληθεῖς τὰς μαρτυρίας ἀπὸ τοῦ νόμου λαμβάνουσιν; ὧν εἷς ὑπάρχει ὁ ἅγιος θεοῦ ἀπόστολος Παῦλος, ὁ τὴν μαρτυρίαν ταύτην μετὰ καὶ πολλῶν ἄλλων λαβὼν εἰς ἐναργῆ παράστασιν ἀληθείας καὶ κηρύγματος τοῦ ἀγαθοῦ θεοῦ. 〈ζ〉 〈καὶ〉 〈ιε〉 〈σχόλιον〉. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ».

λέγει δὲ πρὸ τούτου «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει». 〈ζ〉 〈καὶ〉 〈ιε〉 〈ἔλεγχος〉. Κἄν τε ἐν τῇ δευτέρᾳ ἀποφάσει ἀλλάξῃς τὸ εἶδος, ὦ Μαρκίων, καὶ νομίσῃς ἀπὸ τοῦ πεποιηκέναι σε «ἐν τῷ νόμῳ Μωυσέως» ἀπαλλοτριοῦν διὰ τοῦ «Μωυσέως» θεοῦ τὸν νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει· ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα». οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέλησας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ «ἐν τῷ νόμῳ Μωυσέως» καὶ «ὁ νόμος λέγει». ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμενος ἐν τῷ μετέπειτα εἰρηκέναι «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι᾽ ἡμᾶς εἴρηκεν». εἰ δὲ διὰ τοὺς ἀποστόλους εἴρηκεν ὁ νόμος, καὶ ὁ ἐν τῷ νόμῳ θεὸς λαλήσας ἐπιμελεῖται ἄρα τῶν ἀποστόλων τοῦ Χριστοῦ ἐν τῷ μὴ φιμοῦν αὐτοὺς παρακελεύεσθαι, ἤτοι τοῦ λαλεῖν τὴν τοῦ Χριστοῦ αὐτοῦ διδασκαλίαν ἤτοι τὴν ἐφήμερον τροφὴν παρὰ τῶν λαῶν ἀνενδεῶς αὐτοὺς ἔχειν. οὐκ ἄρα ἀλλοτρίους τοὺς ἀποστόλους ἑαυτοῦ τῆς θεότητος οἶδεν οὐδὲ οἱ ἀπόστολοι ἀλλότριον αὐτὸν θεὸν ἡγοῦνται. ἐξ ἧσπερ ὑπὲρ πάντων μαρτυρίαν ὁ ἅγιος ἀπόστολος ἀποδέδωκε φήσας «μὴ περὶ τῶν βοῶν μέλει τῷ θεῷ; ἀλλὰ διὰ τοὺς ἀποστόλους εἴρηκεν».

καὶ εἰ διὰ τοὺς ἀποστόλους εἴρηκε, κτιστὴς δέ ἐστιν ἀνθρώπων καὶ κτηνῶν, ἐξ ὧν βόες τε καὶ στρουθοί, ἑρπετά τε καὶ κνώδαλα, ἐνάλιά τε καὶ τὰ ἄλλα, ἄρα μέλει αὐτῷ περὶ πάντων κατὰ τὴν ἑκάστου ἀναλογίαν. καὶ μέλει μὲν αὐτῷ περὶ πάντων ἐν τῷ λέγειν «ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε» καὶ ἐν τῷ εἰρηκέναι «τίς δέδωκε κόρακι βοράν;» καί «νεοσσοὶ κοράκων πρὸς κύριον κεκράγασι. τὰ σῖτα ζητοῦντες» καί «δώσεις τὴν τροφὴν εὔκαιρον τοῖς πᾶσιν». ἀλλὰ οὐκ ἐν τῷ ἀλοᾶν τοὺς βοῦς παρεκελεύετο μὴ φιμοῦν βοῦν ἀλοῶντα, ἐπεὶ ἐδείκνυεν ἂν μὴ δύνασθαι τὸν θεὸν τρέφειν αὐτοῦ τὴν κτίσιν ἄλλως εἰ [καὶ] μὴ διὰ τῆς 〈ὑπὸ〉 τῶν ἀνθρώπων τοῖς κτήνεσιν ἐπικουρουμένης τροφῆς. ἔδειξε δὲ ὁ ἅγιος ἀπόστολος οὐ δι᾽ ἀπορίαν τροφῆς τὸν θεὸν διὰ τοῦ ἀλοητοῦ ἐπιμέλεσθαι βοῶν ἐν τῷ παρακελεύεσθαι μὴ φιμοῦν τοὺς τοιούτους, ἀλλὰ διὰ τοῦ αἰνίγματος περὶ τῶν ἀποστόλων σημαίνεσθαι τὴν σχέσιν. † τῶν γὰρ κατὰ τὸ αἰσθητὸν πάντων ποιεῖται τὴν πρόνοιαν καὶ ὁμοίως μέλει αὐτῷ περὶ πάντων. οὐ γὰρ ἀντιθέτως ὁ ἀπόστολος πρὸς τὸν σωτῆρα ἔγραφεν, ἵνα οὕτως προφασίσωνται οἱ πολλοί. μικρότερα γὰρ τῶν βοῶν τὰ στρουθία, περὶ ὧν ὁ σωτὴρ ἔλεγεν ὅτι «πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο» καὶ πάλιν «οὐχὶ δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνός;».

εἰ οὖν δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνὸς καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὁμοῦ μὲν πάντων προνοεῖ, τῶν δὲ μειζόνων ἐπιμελεῖται κατὰ τὸ μεῖζον εἶδος τῆς πνευματικῆς ἀκολουθίας. ὥστ᾽ οὖν ἐκ παντὸς ὁμολογεῖται τὸν αὐτὸν ποιητὴν καὶ δημιουργὸν καὶ νομοθέτην παλαιᾶς καὶ καινῆς διαθήκης ὄντα, θεὸν ἀγαθόν τε καὶ δίκαιον καὶ τῶν πάντων κύριον. 〈η〉 〈καὶ〉 〈ιϛ〉 〈σχόλιον〉. «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» 〈η〉 〈καὶ〉 〈ιϛ〉 〈ἔλεγχος〉. Ἤδη διαπεπραγμάτευται καὶ διὰ πλάτους ἡρμήνευται ἐν τῷ πρὸ αὐτοῦ ῥητῷ. διὸ περιττὸν ἡγησάμενος αὖθις περὶ αὐτοῦ λέγειν ἠρκέσθην τοῖς προειρημένοις. 〈θ〉 〈καὶ〉 〈ιζ〉 〈σχόλιον〉. «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς καὶ ἐκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν.

μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν» ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. 〈θ〉 〈καὶ〉 〈ιζ〉 〈ἔλεγχος〉. Ὦ πολλῆς φρενοβλαβείας. τίς ἔχων ὀφθαλμοὺς ἡλίου ἀνατέλλοντος ἑαυτὸν ἀπὸ τοῦ φωτὸς πλανήσει; εἰ γὰρ πατέρας ἑαυτοῦ τοὺς τότε λέγει ὁ ἅγιος ἀπόστολος καὶ ὑπὸ νεφέλην καὶ διὰ θαλάσσης διεληλυθέναι καὶ πνευματικὸν βρῶμα καὶ πόμα εἶναι, βεβρωκέναι δὲ καὶ πεπωκέναι ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, Χριστὸν δὲ εἶναι τὴν πέτραν φάσκει, τίς πεισθήσεται Μαρκίωνος τῇ ἀνοίᾳ, τοῦ σκοτίζοντος ἑαυτοῦ τὸν νοῦν καὶ τῶν ἀκουόντων αὐτοῦ, ἀλλότριον φάσκειν τὸν Χριστὸν τῶν ἐν νόμῳ γενομένων, ὁμολογουμένων δὲ παρὰ τοῦ ἀποστόλου ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει; φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν Χριστὸν ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγανακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ διδάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν οἰκοδεσπότῃ καθ᾽ ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα. εὐθὺς δὲ ἐπιφέρει λέγων «ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν»· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει «ὡς γέγραπται» φήσας «ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν». ἄρα γοῦν ἀληθὴς ἡ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει. εἶτα πάλιν «μηδὲ πειράζωμεν τὸν κύριον». ὁ δὲ Μαρκίων ἀντὶ τοῦ «κύριον» Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἂν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν «ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε». διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν τοῦ κεφαλαίου ὑπόθεσίν φησιν «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν». εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσίαν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν. ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυμητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὢν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νουθετουμένων, κτιστὴς ὢν τῶν πάντων καὶ δημιουργὸς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἀποστόλων. 〈ι〉 〈καὶ〉 〈ιη〉 〈σχόλιον〉. «Τί οὖν φημι;

ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ᾽ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. 〈ι〉 〈καὶ〉 〈ιη〉 〈ἔλεγχος〉. «Τί οὖν φημι; εἰδωλόθυτον τί ἐστιν; ἀλλ᾽ ὅτι ἃ θύουσι, δαιμονίοις θύουσι καὶ οὐ θεῷ». οὐκ ἀπηγόρευσε τὸν παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέστηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἴδωλα θύοντας δαιμονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἄρα κατέκρινε τῶν θεῷ θυσάντων, ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύοντας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν, ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ *. σὺ δέ, ὦ Μαρκίων, προσέθηκας τὸ ἱερόθυτον, νομίσας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην ἐθύετο τῷ Χριστῷ κατ᾽ ἰδίαν καὶ εἰς ὄνομα αὐτοῦ ζῷα ἀνεφέρετο, πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἐνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ προσθήκη.

εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἱεροθύτου καὶ εἰδωλοθύτου, ὅμως ἓν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λογισμὸν κεκτημένοις, καταχρηστικῶς λεγομένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούντων.

Καὶ πανταχόθεν διέπεσέ σου ἡ ψευδήγορος διάνοια, ἀποδειχθείσης τῆς ἀληθείας, ὅτι οἱ θύοντες εἰδώλοις (ἤτοι κατὰ τὸν αὐτῶν λόγον ἱερόθυτον ὃ ἐποίουν ἢ ποιοῦσι *) ψεῦδος ἐργαζόμενοι δαιμονίοις θύουσι καὶ οὐχὶ θεῷ· ἀλλ᾽ οὐχ οἵ ποτε κατὰ νόμον θύσαντες δικαιότατα. νῦν δὲ μηκέτι τούτου γενομένου, αὐτοῦ θέλοντος, ὡς καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν;» καὶ πάλιν «αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι» καὶ ἄλλοτε «ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε κρέα.

οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον»· αὐτοῦ δὲ λέγοντος ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι «ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προβάτων, ἄρσεν ἄμωμον προσφερέτω» καὶ πάλιν «ἐάν τις ἁμάρτῃ καὶ γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον» καὶ πάλιν «ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον», ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας, οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκαταβαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθεΐας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῶσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν. ἐπειδὴ γὰρ ἰσχυρῶς ἐτεθεμελίωτο ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυτῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλεπῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι * τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ᾽ ἔθος αὐτοῖς γινόμενα εἰς αὑτὸν μεταλλάξαι, ἵνα λοιπὸν γνόντες τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ᾽ αὐτοῦ ἀκούσωσιν «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;»

καί «μὴ τεσσαράκοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;». καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀναχθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελκύσας ἀπὸ συνηθείας πολλῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μάθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρῄζει καὶ λοιπὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χριστοῦ, ὅτι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός» κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τὴν ἐντελεστέραν διδασκαλίαν. 〈ια〉 〈καὶ〉 〈ιθ〉 〈σχόλιον〉. «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». 〈ια〉 〈καὶ〉 〈ιθ〉 〈ἔλεγχος〉. Εἰκόνα οὐ μόνον τὸν ἄνθρωπον θεοῦ ὁρίζεται ὁ ἀπόστολος, ἀλλὰ καὶ δόξαν. τὴν κόμην δὲ ὑποτιθέμενος σωματικήν, οὖσαν κατ᾽ ἰδίαν ἐν σώματι καὶ οὐκ ἐν ψυχῇ, οὐκ ἀλλότριον ἄρα θεοῦ τὸ ποίημα ὁρίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ. 〈ιβ〉 〈καὶ〉 〈κ〉 〈σχόλιον〉. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». 〈ιβ〉 〈καὶ〉 〈κ〉 〈ἔλεγχος〉.

Εἰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα, οὐκ ἄλλον δὲ θεὸν ὁ ἀπόστολος κηρύσσει ἀλλὰ τὸν ὄντα, ὁμολογεῖ δὲ τὸν θεὸν τὸ σῶμα τοῖς μέλεσι κεκερακέναι, οὐκ ἄλλον οἶδεν θεὸν ἀλλ᾽ ἢ τὸν δημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάντων ποιητήν, ἐξ ὧν πάντων ἓν ἔργον ὑπάρχει ὁ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ᾽ αὐτοῦ καλῶς κεκερασμένος. 〈ιγ〉 〈καὶ〉 〈κα〉 〈σχόλιον〉. Πεπλανημένως ὁ Μαρκίων 〈μετὰ τό〉 «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι», προσέθετο «διὰ τὸν νόμον». 〈ιγ〉 〈καὶ〉 〈κα〉 〈ἔλεγχος〉. Ἄρα καὶ αἱ γλῶσσαι ἐκ τοῦ χαρίσματος τοῦ πνεύματός εἰσι. γλώσσας δὲ ὁποίας λέγει ὁ ἀπόστολος; * ὅπως γνῶ〈σιν οἱ〉 τὰς φωνὰς τὰς Ἑβραΐδας τὰς διαφόρως καὶ ποικίλως ἐν ἑκάστῃ λέξει καλῶς μετὰ σοφίας ποικιλθείσας, ἀλλὰ καὶ τὴν κομπώδη γλῶσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ Δωρικῶς φθέγγεσθαι, * τινὲς τῶν παρὰ τοῖς Κορινθίοις τὰς πτύρσεις καὶ στάσεις ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο.

καὶ ὡμολόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κεχρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομπώδη καθελὼν τῆς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοὺς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χαρίσματα *· διὸ καὶ περὶ τῶν αὐτῶν [καὶ] Τιμοθέῳ γράφων ἔλεγεν «ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες». ἔτι δὲ προστιθεὶς 〈πρὸς〉 τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη «πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις», ἵνα δείξῃ καὶ τῆς Ἑλληνικῆς παιδείας αὐτὸν ἐν πείρᾳ ὑπερβαλλόντως γεγενῆσθαι.

καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαιδείᾳ, οὗ * οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωϊκοὶ ἀντιστῆναι, ἀνατρεπόμενοι διὰ τῆς λογίως παρ᾽ αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπιγεγραμμένης «τῷ θεῷ ἀγνώστῳ», ῥητῶς ἀναγνωσθείσης παρ᾽ αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης «ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν», καὶ πάλιν φήσαντος «εἶπέν τις ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί», ἵνα τὸν Ἐπιμενίδην δείξῃ, ἀρχαῖον ὄντα φιλόσοφον καὶ κτιστὴν τοῦ παρὰ Κρησὶν εἰδώλου· ἀφ᾽ οὗπερ καὶ Καλλίμαχος ὁ Λίβυς τὴν μαρτυρίαν εἰς ἑαυτὸν συνανέτεινε, ψευδῶς περὶ Διὸς λέγων· Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ᾽ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. καὶ ὁρᾷς πῶς διηγεῖται περὶ γλωσσῶν ὁ ἅγιος ἀπόστολος, «ἀλλὰ θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ τῷ νοΐ μου» τουτέστιν διὰ τῆς ἑρμηνείας «φράσαι». ὡς ὁ προφήτης ἐν πνεύματι ἁγίῳ εἰς τὸν νοῦν προκεχορηγημένα φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ 〈θέλω〉, φησί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραΐδος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκλησίαν δι᾽ ἧς ἐπίσταται γλώσσης.

σὺ δὲ προσέθηκας, ὦ Μαρκίων, τό «διὰ τὸν νόμον», ὡς τοῦ ἀποστόλου λέγοντος «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ 〈λαλῆσαι〉 διὰ τὸν νόμον». αἰδέσθητι, Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως πότε συγχεῖς τὰς γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλὼν τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας φάσκων τῷ Λὼτ τῷ ἁγίῳ «ἐξάγαγε τοὺς ἄνδρας». καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχειρεῖς, τοὺς δὲ λόγους τῆς ἀληθείας οὐκ ἐκβαλεῖς, ἀλλὰ σεαυτὸν πατάσσεις ἐν ἀορασίᾳ καὶ ἐν νυκτὶ ἐζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εὑρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς. οὔτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ 〈τό〉 «διὰ τὸν νόμον» καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν ὁ ἀπόστολος «διὰ τὸν νόμον», συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ᾽ ἵνα πληρώσῃ. 〈ιδ〉 〈καὶ〉 〈κβ〉 〈σχόλιον〉. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». 〈ιδ〉 〈καὶ〉 〈κβ〉 〈ἔλεγχος〉. Εἰ μὴ ἐπλήρωσε κύριος τὰ ἐν τῷ νόμῳ προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα;

ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων «διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶ ὤμοσα εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου»· διὸ καὶ ἐν ἑτερογλώσσοις ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλθον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς «ὑμῖν δέδοται τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι» καὶ τὰ ἑξῆς. πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ παλαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθῆκαι συνίστανται. 〈ιε〉 〈καὶ〉 〈κγ〉 〈σχόλιον〉. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». 〈ιε〉 〈καὶ〉 〈κγ〉 〈ἔλεγχος〉. Εἰ κατὰ τὸν νόμον διατάσσεται ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, οὐκ ἄτακτος ὁ νόμος, ἀφ᾽ οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ καὶ τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκλησίας νομοθεσίᾳ, ὥς φησι· «καθὼς καὶ ὁ νόμος λέγει». ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει»; εἰ γὰρ καὶ ἐν ἄλλοις τόποις, ἀλλὰ ἐντεῦθεν ἡ ἀρχή.

εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὑπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυποτάσσει ταύτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ [θεοῦ] ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗ καὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήκη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι᾽ εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν. 〈ιϛ〉 〈καὶ〉 〈κδ〉 〈σχόλιον〉. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος». 〈ιϛ〉 〈καὶ〉 〈κδ〉 〈ἔλεγχος〉. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν».

εἰ εὐηγγελίσατο καὶ αὐτὸ πάλιν γνωρίζει, οὐκ ἄλλο τι εὐαγγέλιον οὔτε ἄλλη γνῶσις μετὰ τὴν μίαν καὶ τὸ ἕν, ὅπερ ἓν τυγχάνει διὰ τῶν τεσσάρων εὐαγγελίων καὶ τῶν ἀποστόλων, ἵνα ἐλέγξῃ τὸν Μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρόνους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ διαδοχὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν «κἄν τε ἡμεῖς ἢ ἄγγελος εὐαγγελίσηται ὑμῖν παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω», γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ᾽ αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην. ὅθεν οὐκέτι εἶπεν «εὐαγγελίζομαι ὑμῖν», ἀλλὰ «γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον», οὐκ ἄλλο ὄν, ἀλλὰ «ὃ ἤδη εὐηγγελισάμην ὑμῖν», οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. «γνωρίζω ὑμῖν τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε». εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε. «

εὐηγγελισάμην γὰρ ὑμῖν ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς» καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων ἀφ᾽ ἑαυτῶν λαλεῖν ἃ μὴ γέγραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ᾽ ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρκίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ᾽ ἑαυτῶν δοκήσει πεπονθέναι καὶ τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ ἐπιφέρει λέγων «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ» καὶ εὐθύς «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν». καὶ μετὰ ταῦτα πάντα «δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χωρῆσαι τὴν ἀθανασίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρσίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθανασίαν καὶ ἀφθαρσίαν. ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον ἀθανασίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθνῃσκούσης ἐνδυομένης ἀθανασίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθανασίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρσίαν τουτέστιν τοῦ σώματος;

αὐτοῦ γὰρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουσῶν φησιν ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὑποσχέσεως τὸ πληροῦσθαι μέ〈λλον〉 σημαίνει λέγων «τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος», ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων («ἀνέστη γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν»), τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται.

Τῆς πρὸς Κορινθίους 〈β〉· αὕτη δὲ τρίτη κεῖται παρὰ τῷ Μαρκίωνι, μετηλλαγμένως δὲ διὰ τὸ πρώτην παρ᾽ αὐτῷ τετάχθαι τὴν πρὸς Γαλάτας. 〈α〉 〈καὶ〉 〈κε〉 〈σχόλιον〉. «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι᾽ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». 〈α〉 〈καὶ〉 〈κε〉 〈ἔλεγχος〉. Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ σώθητι, ὦ Μαρκίων. εἰ δὲ σὺ οὐκέτι δύνασαι (τετελεύτηκας γάρ), οἱ ὑπὸ σοῦ ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ «ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί», ἐπαγγελίας δὲ θεοῦ οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπληρωκότος. ἀλλ᾽ οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας.

διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελθείσας ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι᾽ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ· θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ [τοῦ] καὶ βεβαιοῦντος καὶ † κυρίου τὸ ἀμὴν περιποιουμένου δι᾽ αὐτοῦ ἐν τοῖς δι᾽ αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πατέρα αὐτοῦ ἐν νόμῳ λελαληκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι᾽ αὐτοῦ λέγοντος Χριστοῦ, «ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου». 〈β〉 〈καὶ〉 〈κϛ〉 〈σχόλιον〉. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». 〈β〉 〈καὶ〉 〈κϛ〉 〈ἔλεγχος〉. Οὐ κηρύσσουσιν ἑαυτοὺς οἱ ἀπόστολοι, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ οὐκ ἔνι αἵρεσις οὐδὲ ἐκκλησία εἰς ὄνομα ἀποστόλων ἀνηγορευμένη. οὐδέποτε γὰρ ἠκούσαμεν ἢ Πετρίους ἢ Παυλίους ἢ Βαρθολομαίους ἢ Θαδδαίους, ἀλλὰ ἀπ᾽ ἀρχῆς ἓν κήρυγμα πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον.

διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἓν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρξαμένων Χριστιανῶν καλεῖσθαι· ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλησία, οὐκ ἄλλο τι ἔχουσα 〈ὄνομα〉 ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα ἐκκλησία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ τοὺς αὐτῆς κήρυκας πᾶσαι *, οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος * φαινόμεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ σοῦ τὸ ὄνομα ἐπικέκληνται οἱ ὑπὸ σοῦ ἠπατημένοι, ὡς σεαυτὸν κηρύξαντος καὶ οὐχὶ Χριστόν. εἶτά φησιν «ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». ὁ θεὸς δὲ ποῖος ἀλλ᾽ ὁ εἷς ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀνθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν 〈ἐπεγνωκότων〉 τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε πείθειν σε, ὦ Μαρκίων, ἀφ᾽ ὧν ἔχεις γεγραμμένων λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι. 〈γ〉 〈καὶ〉 〈κζ〉 〈σχόλιον〉. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν».

ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». 〈γ〉 〈καὶ〉 〈κζ〉 〈ἔλεγχος〉. Οὐ δοθήσεταί σοι τόπος ἐν οἷς ἂν τολμήσειας. κἄν τε γὰρ ἐκκόψῃς τό «κατὰ τὸ γεγραμμένον», φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ «ἐπίστευσα, διὸ καὶ ἐλάλησα» εὐθὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη «ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ Δαυὶδ βίβλου ὄντι καὶ ὑπ᾽ αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ «ἐπίστευσα» ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥητὸν καὶ ὁμοίως ἔφη τό «διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν», εἷς ὢν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει «διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα», ἀλλά «ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν», ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ. καί φησιν «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα», ἵνα δείξῃ τὸ ἐν τῷ Δαυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὂν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ᾽ οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν * διανοημάτων.

τοῦ γὰρ ἀποστόλου ἓν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμολογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις;

Τῆς πρὸς Ῥωμαίους 〈δ〉 ἐπιστολῆς· οὕτως γάρ ἐστι παρὰ τῷ Μαρκίωνι κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ᾽ αὐτῷ εἴη. 〈α〉 〈καὶ〉 〈κη〉 〈σχόλιον〉. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». 〈α〉 〈καὶ〉 〈κη〉 〈ἔλεγχος〉. Εἰ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, σωτηρίας ὁ νόμος παραίτιος φυλαττόμενος καὶ μὴ ἐῶν τοὺς φυλάττοντας ἀπόλλυσθαι. καὶ εἰ οἱ διὰ νόμου ἁμαρτήσαντες διὰ νόμου κριθήσονται, ἄρα κριτὴς τῶν παραβάσεων ὁ νόμος, οὐκ ἀπωλείας ὢν ἀλλὰ δικαιοκρισίας, ὁσίως κρίνων τοὺς παραβεβηκότας. «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ νόμου δικαιωθήσονται». εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι᾽ ὃν οἱ τελοῦντες τὸν νόμον δίκαιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν 〈ὑπὸ〉 τοῦ νόμου προφητευομένην μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς πληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην», δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη.

οὔτε γὰρ Ἰουδαῖοι ἄνευ Χριστοῦ δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιωθήσῃ ἀπαρνούμενος τὸν νόμον. 〈β〉 〈καὶ〉 〈κθ〉 〈σχόλιον〉. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». 〈β〉 〈καὶ〉 〈κθ〉 〈ἔλεγχος〉. Εἰ ἀποφαίνεται ὁ ἅγιος ἀπόστολος τὴν περιτομὴν ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀκεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων «οὐ θανάτῳ ἀποθανεῖσθε». νόμον γὰρ τῇ περιτομῇ συνέδησε καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν ἀπέδειξε καὶ τοῦ αὐτοῦ θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποτε δεδωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ᾽ οὗπερ Χριστὸς πιστευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται. 〈γ〉 〈καὶ〉 〈λ〉 〈σχόλιον〉. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». 〈γ〉 〈καὶ〉 〈λ〉 〈ἔλεγχος〉. Εἰ ἡ γνῶσις μόρφωσιν ἔχει, ἀπὸ δὲ τῆς μορφώσεως τὸ εἶδος φαίνεται, οἱ δὲ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ἔχοντες ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ οἴδασιν ἀπὸ τῆς μορφώσεως τοῦ νόμου τὸ εἶδος κεκτῆσθαι, τουτέστιν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἄρα ἀλλότριος ὁ νόμος τῆς γνώσεως καὶ τῆς ἀληθείας.

διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν. 〈δ〉 〈καὶ〉 〈λα〉 〈σχόλιον〉. «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». 〈δ〉 〈καὶ〉 〈λα〉 〈ἔλεγχος〉. Τό «ἔτι» καὶ 〈τό〉 «ἀπέθανεν» οὐ δοκήσεως ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ «ἔτι» λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ τότε καὶ νῦν δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι «ἔτι ὄντων ἡμῶν ἀσθενῶν»; ἀπὸ τοῦ γὰρ «ἔτι» τὸ τότε θανεῖν * ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανάτῳ, ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν καὶ δι᾽ ἑαυτὸν μηκέτι ἀποθνῄσκων. 〈ε〉 〈καὶ〉 〈λβ〉 〈σχόλιον〉. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». 〈ε〉 〈καὶ〉 〈λβ〉 〈ἔλεγχος〉. Συντίθεται τῷ νόμῳ τῷ ἅγιον αὐτὸν εἶναι καὶ τῇ ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν, ἵνα ἐλέγξῃ σέ, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ οὖσα ἐντολὴ ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρχουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν *, τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ.

διὸ καὶ ἡ αὐτοῦ ἐντολὴ ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ δικαία καὶ ἀγαθή. 〈ϛ〉 〈καὶ〉 〈λγ〉 〈σχόλιον〉. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». 〈ϛ〉 〈καὶ〉 〈λγ〉 〈ἔλεγχος〉. Εἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου πληροῦται, πῶς σύ, ὦ Μαρκίων, τολμᾷς λέγειν τὸν νόμον ἀλλότριον τῶν κατὰ τὸ πλήρωμα τοῦ νόμου δικαιουμένων ἀποστόλων τοῦ θεοῦ; 〈ζ〉 〈καὶ〉 〈λδ〉 〈σχόλιον〉. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». 〈ζ〉 〈καὶ〉 〈λδ〉 〈ἔλεγχος〉. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθεν παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ τῇ ἑαυτοῦ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ᾽ οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον ὡς ἀλλότριον Χριστοῦ ὑπάρχοντα. 〈η〉 〈καὶ〉 〈λε〉 〈σχόλιον〉. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν». 〈η〉 〈καὶ〉 〈λε〉 〈ἔλεγχος〉.

Εἰ διὰ τοῦ ἀγαπᾶν τὸν πλησίον νόμος πληροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος, ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ᾽ αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ.

Τῆς πρὸς Θεσσαλονικεῖς 〈〈α〉〉, πέμπτης ἐπιστολῆς (οὕτω γὰρ κεῖται ἐν τῷ Μαρκίωνι), ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ᾽ αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα. Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης [δὲ] κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, ὁμοίως διαστραφείσης ὑπ᾽ αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα.

Τῆς πρὸς Ἐφεσίους, 〈ζ〉 οὔσης παρὰ τῷ Μαρκίωνι, 〈ε〉 δὲ παρὰ τῷ ἀποστόλῳ κειμένης, τάδε· 〈α〉 〈καὶ〉 〈λϛ〉 〈σχόλιον〉. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. 〈α〉 〈καὶ〉 〈λϛ〉 〈ἔλεγχος〉. Τό «μνημονεύοντες» καιροῦ σημαίνει τὸ εἶδος καὶ 〈τό〉 «οἱ λεγόμενοι ὑπὸ τῆς λεγομένης» τῶν πραγμάτων τοὺς τύπους σημαίνει καὶ τό «ἐν σαρκί», ἵνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ ἀπεκδεχόμενον τὸν τοῦ πνεύματος καιρόν, ἵνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἰσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ᾽ ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου ῥημάτων.

ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθῶν παραίτιον τὸν νόμον φάσκει ὁ ἅγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· «ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν 〈ἐγενήθητε〉 ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.» εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὸ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον συνεστήσατο, ἄρα γε οὐδὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ πρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήγαγεν, οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶς ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία. 〈β〉 〈καὶ〉 〈λζ〉 〈σχόλιον〉. «Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». 〈β〉 〈καὶ〉 〈λζ〉 〈ἔλεγχος〉. Πόθεν τῷ ἀποστόλῳ τό «διὸ λέγει» ἀλλὰ ἀπὸ τῆς παλαιᾶς δῆλον διαθήκης; τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; ἀλλὰ εἷς ἦν τῶν προφητῶν τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος.

εἰ δὲ ἐν Χριστῷ ἐπροφήτευσε τό «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωτο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέβαλλον, Μάρθα καὶ Μαρία λέγουσαι «ἤδη ὄζει, τεταρταῖός ἐστι» καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων «μηκέτι σκύλλετε τὸν διδάσκαλον» καὶ αὐτοῦ λέγοντος «μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει». σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· «Λάζαρε, δεῦρο ἔξω» καὶ τό «κουμὶ κουμὶ ταλιθά» τουτέστιν ἀνάστηθι ἡ παῖς. δι᾽ ὧν * καὶ ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά 〈τε〉 τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθολικὸν προσδοκώμενον, ὅταν ὁ αὐτὸς ὁ λέγων «ἐγώ εἰμι ἡ ἀνάστασις», πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ. 〈γ〉 〈καὶ〉 〈λη〉 〈σχόλιον〉. «

Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», παρὰ τό «τῇ γυναικί». 〈γ〉 〈καὶ〉 〈λη〉 〈ἔλεγχος〉. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ὑπὸ τοῦ ἀποστόλου διδασκομένοις, κἄν τε σύ, ὦ Μαρκίων, παρακόψῃς τό «〈τῇ〉 γυναικί». ἀπὸ τοῦ γάρ «ἔσονται εἰς σάρκα μίαν» δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία.

Τῆς πρὸς Κολασσαεῖς, 〈η〉 παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ ἀποστόλῳ 〈ζ〉 κειμένης· 〈α〉 〈καὶ〉 〈λθ〉 〈σχόλιον〉. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὅ ἐστιν σκιὰ τῶν μελλόντων». 〈α〉 〈καὶ〉 〈λθ〉 〈ἔλεγχος〉. Οὐδαμόθεν ὑποπίπτει σκιά, ὦ Μαρκίων, ἀλλ᾽ ἢ ἀπὸ σώματος καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ᾽ αὐτοῦ μὴ φαινομένης. ὅθεν πεισθῆναι ὀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγαθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πόσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν σκιαὶ ἦσαν τὰ προειρημένα, δι᾽ ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων.

Πρὸς Φιλήμονα 〈θ〉· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται, παρὰ δὲ τῷ ἀποστόλῳ ἐσχάτη κεῖται· ἔν τισιν δὲ ἀντιγράφοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸ τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ᾽ αὐτῷ κεῖσθαι.

Πρὸς Φιλιππησίους 〈ι〉· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται ἐσχάτη καὶ δεκάτη, παρὰ δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ᾽ αὐτῆς, διὰ τὸ διαστρόφως παρ᾽ αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα. Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις 〈τῆς τῶν〉 ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ τοῦ ἀποστόλου σῳζομένων λειψάνων λόγων τε ὑποθέσεως· ἀφ᾽ ἧς ἀναλεξάμενοι τὰ κατ᾽ αὐτοῦ ἀπὸ τῶν παρ᾽ αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα. προσέθετο δὲ ἐν τῷ ἰδίῳ ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλουμένης πρὸς Λαοδικέας 〈α〉 〈καὶ〉 〈μ〉 〈σχόλιον〉. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». 〈α〉 〈καὶ〉 〈μ〉 〈ἔλεγχος〉. Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεσίους, ὦ Μαρκίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες, ἵνα ἐπὶ τῷ τέλει τοῦ συντάγματος μάθωμεν ἀναγνόντες τὰ παρὰ σοὶ καὶ γνόντες τὰ κατὰ σὲ καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἐπινενοημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς πρὸς ἀλλήλας ἐχουσῶν. οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως παρὰ τὸ σὸν ποιήτευμα. σαφῶς γὰρ ἔφη «ἕνα κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα θεὸν τὸν αὐτὸν πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, τὸν αὐτὸν διὰ πάντων καὶ ἐν πᾶσι», διά τε νόμου καὶ προφητῶν καὶ ἐν πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς.

Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις 〈σύνταξις〉, ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ᾽ αὐτῷ τῷ Μαρκίωνι ἔτι σῳζομένης γραφῆς, ἧς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς 〈τοῦ〉 μεγαλοδώρου θεοῦ οἰκονομίας. ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυριῶν ἐπιβεβαιουμένου καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ θεὸς ἐχαρίσατο συνάψαι (ὡς ἔφην) ἡμᾶς κατὰ οἰκονομίαν ἑβδομήκοντα μὲν ὀκτὼ μαρτυρίας ἀπὸ τοῦ εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ ἀποστόλου; καὶ ταύτας παρ᾽ αὐτῷ εἰς ἔτι καὶ δεῦρο σῳζομένας τε καὶ 〈οὐκ〉 ἀμφιβαλλομένας, ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ, ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώπου ὀνόματος κυρίου διὰ τῶν δεκαοκτὼ καὶ τῆς αὐτοῦ ἐνδεξίου εὐλογίας διὰ τῶν ἑκατόν. ἀλλὰ καὶ ἐπ᾽ ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις * ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεσίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστόλῳ. αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεσὼν ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ᾽ αὐτοῦ ἀνατροπὴν καθ᾽ ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου. πῶς γὰρ ἠδύνατο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα;

ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡς εἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψεῦδος κατὰ τῆς ἀληθείας; ἀλλ᾽ ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ᾽ ἑαυτῷ. καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ᾽ ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ᾽ αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη. 14. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν ὡς τινὲς ἀπὸ τῶν αὐτῶν Μαρκιωνιστῶν, εἰς βυθὸν βλασφημίας παραπεπτωκότες καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι γεγονότες καὶ οὗ ἐδόκουν κυρίου μόνον κἂν δι᾽ ὀνόματος μνημονεύειν καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὄνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται.

τινὲς γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν κύριον εἶναι υἱὸν τοῦ πονηροῦ λέγειν οὐκ αἰσχυνόμενοι, ἄλλοι δὲ οὐχί, ἀλλὰ τοῦ κριτοῦ τε καὶ δημιουργοῦ· εὐσπλαγχνότερον 〈δὲ〉 γεγονότα καὶ ἀγαθὸν ὄντα καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ πατέρα κάτω (πῆ μὲν λεγόντων τὸν δημιουργόν, ἄλλων δὲ τὸν πονηρόν), ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸν ἐν ἀκατονομάστοις τόποις ἀγαθὸν θεὸν καὶ αὐτῷ προσκεκολλῆσθαι· πεμφθέντα δὲ ὑπ᾽ αὐτοῦ εἰς τὸν κόσμον καὶ πρὸς ἀντιδικίαν τοῦ ἰδίου πατρὸς ἐλθόντα τὸν Χριστὸν [καὶ] καταλῦσαι αὐτοῦ τὰ πάντα ὅσα ὁ κατὰ φύσιν πατὴρ αὐτοῦ ἐνομοθέτει, ἤτοι ὁ λαλήσας ἐν τῷ νόμῳ ἤτοι ὁ τῆς κακίας θεὸς ὁ παρ᾽ αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ ταττόμενος. ἄλλως γὰρ καὶ ἄλλως ἐκτίθενται ὡς ἔφην, ἄλλος μὲν τὸν δημιουργὸν λέγων, ἄλλος δὲ τὸν πονηρόν. 15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παριστᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου. φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα.

ἀλλ᾽ ἐπειδὴ εἰώθαμεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐκτέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, «τῇ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον 〈τομωτέρῳ〉 καὶ διικνουμένῃ ἄχρι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν» κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν. 16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρὸς ὑπάρχει (ὅπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ᾽ αὐτοῦ γεγεννημένος μεταβέβληται. τὸ δὲ ἕτερον· εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ 〈ἄλλα〉 ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρχει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μεταβαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται «ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως», πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἑαυτῶν πατέρας.

Τὸ δὲ ἕτερον ἔτι προστέθεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἑνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἕτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ. ὁ γὰρ συνείδησιν εἰς τὸν ἴδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ᾽ αὐτοῦ προαγόντως πεπραγμένων. ἀλλὰ καὶ ἄλλως πάλιν· ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσει〈ς〉 πάλιν, ὦ Μαρκίων, δι᾽ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ᾽ αὐτοῦ σῳζομένους καὶ παρ᾽ αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας; εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηὐπόρει ὁ ἀγαθὸς θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται.

καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν ἐλθὼν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον] εἶχεν ἐξολοθρεῦσαι, ἵνα ἀφανίσῃ τὸ ἔργον τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως· ἢ πάλιν λαβὼν δύναμιν ἰάσεως καὶ θεραπείας καὶ σωτηρίας ὤφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ᾽ αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας 〈αἰτία〉 ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. ἀλλ᾽ οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὔτε ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα· μὴ γένοιτο. φησὶ γάρ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί. ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὄντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴν ἀπειλὴν διεξέρχεται λέγων «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ᾽ αὐτὸν μένει».

ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὄντα θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγαθὸν ὄντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὄντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα («παρὰ σοὶ γὰρ πηγὴ ζωῆς» φησὶν ἡ γραφή), ἀλήθειαν ὄντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὄντα καὶ φῶς γεννήσαντα, ζωὴν ὄντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκίωνος πλάνη.

Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν θεῷ ἡμῖν κατειργασμένης πάλιν ἐπὶ τὰς ἑξῆς, ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ σωτῆρος τοῦ εἰπόντος «δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου», ἴωμεν καὶ τὰς τῶν ἄλλων ματαιοφροσύνας διασκοπεῖν τε καὶ διελέγχειν ἐπιβαλώμεθα, θεὸν βοηθὸν ἐν ἅπασιν ἐπικαλούμενοι.