Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Λουκιανιστές, Απελλειανοί, Σευηριανοί, Τατιανοί, Εγκρατίτες και Μοντανιστές

Κριτική των αυστηρών ασκητικών αιρέσεων, του δυαλισμού του Απελλή, των εκστατικών ψευδοπροφητειών των Μοντανιστών και ζητήματα εορτασμού του Πάσχα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 11 από 27

Κατὰ Λουκιανιστῶν 〈κγ〉, τῆς δὲ ἀκολουθίας 〈μγ〉. 1. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃν δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφίζονται· ἦν γὰρ καὶ οὗτος ὁ Λουκιανός, ὁ πρόσφατός φημι, προσανέχων τῇ τῶν Ἀρειανῶν αἱρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ᾽ αὐτῶν ἀνατροπῇ λέξομεν· νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Λουκιανὸν ἀποτείνεται ὁ λόγος. οὗτος γὰρ συνεπόμενος τῷ προειρημένῳ Μαρκίωνι καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος αἱρέσεως προέστη, ἀφ᾽ οὗπερ οἱ Λουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι. κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει, κέχρηται δὲ ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος καὶ ἡ περὶ αὐτοῦ ἔμφασις *. ἀρχαίων γὰρ τούτων ὄντων καὶ θᾶττον κατασβεσθέντων δυσχερὴς γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ᾽ αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε· μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαθὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφῆς, φημὶ δὲ τῷ «μάταιος ὁ δουλεύων κυρίῳ» καὶ τῷ εἰρημένῳ «ἀντέστησαν θεῷ καὶ ἐσώθησαν».

τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὐ δι᾽ ἁγνείαν ἀλλ᾽ ἵνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ—«ἀφ᾽ οὗ γάμος, εὐθηνία» φησί «διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται»—πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διὰ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. φωραθήσεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνᾴδει τὸ εὐαγγέλιον τῇ παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εἶναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. 2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράξειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὐχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος;

ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ δημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων μέτεισιν ὁ γόης καὶ ὁ ἀγύρτης καὶ ἄλλως οὐ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι. θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοὺς πονηροὺς καὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἥλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει, οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ᾽ αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμῶν καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ τὰ πάντα διοικῶν, ὡς ἔστι πρέπον τῇ αὐτοῦ εἰς πάντας ὠφελείᾳ, ἵν᾽ οἱ μετανοήσαντες τῆς παρ᾽ αὐτοῦ ἀμνηστίας τυχόντες τὸ σωτήριον κτήσοιντο· εἰ δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος, * ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὀργῇ ἐπιφέρων τὰ ἐσόμενα *, —ὅλα γὰρ προεθέσπισε διὰ τὴν οὐκ εἴσω παθῶν περιεχομένην αὐτοῦ θεότητα—, ἀλλὰ δι᾽ ἣν ἕκαστος τῶν * ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται *, τοῦ θεοῦ ἀναιτίου ὄντος τῆς καθ᾽ ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ᾽ ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης.

Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ «τῶν τῆς ἀπωλείας τέκνων» ὑπάρχων, δηλούσης τῆς ἀληθείας καὶ τοῦ φωτὸς τοῦ εὐαγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ. ὡς οὖν ἐκ συντόμου † σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν 〈τε〉 ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.

Κατὰ Ἀπελληϊανῶν 〈κδ〉, τῆς δὲ ἀκολουθίας 〈μδ〉. 1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ᾽ ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. ἕτερα δὲ οὗτος παρὰ τοὺς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλισάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθείας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ οὕτως, φησί, γεγένηται, ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτὴν ἐλέγχουσά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ᾽ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθείας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως 〈ὄντι〉 ἀεὶ συνιστωμένης.

Φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ᾽ αὐτοῦ ὅτι οὐκ εἰσὶ τρεῖς ἀρχαὶ οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρκίωνα ἔδοξεν, ἀλλά, φησίν, εἷς ἐστιν ἀγαθὸς θεὸς καὶ μία ἀρχὴ καὶ μία δύναμις ἀκατονόμαστος· ᾧ ἑνὶ θεῷ ἤγουν μιᾷ ἀρχῇ οὐδὲν μεμέληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τούτῳ γεγενημένων, ἀλλὰ ὁ αὐτὸς ἅγιος ἄνωθεν θεὸς καὶ ἀγαθὸς ἐποίησεν ἕνα ἄλλον θεόν· ὁ δὲ γενόμενος ἄλλος θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. ἀπέβη δὲ οὐκ ἀγαθὸς καὶ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα, φησίν, οὐκ ἀγαθῶς εἰργασμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ᾽ αὐτοῦ * ἔκτισται.

Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονοίᾳ. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ᾽ αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται τῶν κακῶς ὑπ᾽ αὐτοῦ δεδημιουργημένων. καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός.

Χριστὸν δὲ ἥκειν φησὶν ἐπ᾽ ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων, καὶ ἐλθόντα οὐ δοκήσει πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε 〈δὲ〉 ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου. ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ 〈δὲ〉 τῷ τρόπῳ· καί, φησίν, ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἐπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσσάρων στοιχείων σῶμα. καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ᾽ ἐκείνους λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν 〈λαβὼν〉 καὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ δημιουργοῦ καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ φύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. «οὕτως γάρ, φησίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι γάρ, φησίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα».

εἶτα, φησίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀληθείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς. καὶ ἀναλύσας, φησίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ᾽ αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρανόν, ὅθεν καὶ ἧκε. 3. Καὶ ὦ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. εἰ γὰρ ὅλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ᾽ ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν; εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ᾽ ὑμᾶς 〈τοῦ〉 τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι. ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων ὅπερ παρ᾽ αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης.

καὶ εἰ ὅλως ἑκάστῳ 〈τὸ ἴδιον〉 ἀπεδίδου, τουτέστιν τὸ ψυχρὸν τῷ ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταῖς τοῖς αὐτοῦ, ἀλλ᾽ οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἰχῶρές εἰσι καὶ σὰρξ εἰς ὑγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν, ὡς καὶ τὸ πρῶτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι. ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείφθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. ἀλλ᾽ οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδήλωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανόμενον, λείψανον δὲ αὐτοῦ οὐδαμοῦ καταλελειμμένον· οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ᾽ αὐτοῦ Ἀπελληιανοί. 4. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστάτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνάστασιν νεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ * ἐπὶ τῆς γῆς, ἔδοξεν ὁμοίως δογματίζειν. ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος.

οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται * οὔσης τῆς ἀληθείας. εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· πρῶτον μέν, ὅτι κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ὁ δὲ ποιήσας ἔφη «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν»· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴν ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὕροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἡλίου δίκην καὶ ὑπὲρ ἥλιον. φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον» ὁ θεός ἐστιν ὁ τῶν ὅλων πατήρ· συγκαλεῖται δὲ μεθ᾽ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν αὐτῷ θεὸν Λόγον υἱὸν μονογενῆ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ. εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλος δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ᾽ οὗ κατῆλθεν ὁ Χριστός, οὐκ ἂν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε, τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν.

ἀλλὰ δῆλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν»· ἀπὸ δὲ τοῦ ἑνὸς ἔργου συσταθήσεται φανερὸς γινόμενος ὁ τεχνίτης ὅτι οὗτός ἐστιν ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γῆς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν. διὸ καὶ ἐμαρτύρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ εὐαγγελίῳ λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» καὶ τὰ ἑξῆς. εἰ δὲ 〈πάντα〉 ἐν αὐτῷ ἐγένετο καὶ ὑπ᾽ αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο καὶ τελείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε τὴν ὑπ᾽ αὐτοῦ τότε πλασθεῖσαν καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν. εἰ δὲ ἀλλοτρίαν ἐργασίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος καὶ κακοῦ ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς ποιήμασιν οἷς ὁ κατὰ σὲ κακὸς ποιητὴς εἰργάσατο, ἄρα ἐπεμίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεσίᾳ καὶ τῇ ἰδίᾳ αὐτοῦ εἰκόνι. ἀλλὰ οὐκ ἐνδέχεται. εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα εἴληφεν ἀλλὰ καὶ ψυχήν. δῆλον γὰρ ἔσται τοῦτο· ἐπεὶ πόθεν ἔλεγεν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν»;

τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναδεξάμενος, τὴν ῥηθεῖσαν ὑπὸ τοῦ δημιουργοῦ εἰκόνα, πᾶσαν † πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ ἐλθὼν ὁ Λόγος καὶ ἐν ὁποίοις ἅπασίν ἐστιν ὁ ἄνθρωπος. τούτων δὲ οὕτως τελεσθέντων ἐξ ἅπαντος ἠμαύρωταί σου τὸ δηλητήριον, καὶ ἔπεσέν σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώματος ἀληθείας. 5. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις ἀπὸ τῆς θείας γραφῆς καὶ ἃ βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς τῶν νόμων ἀλλὰ ἐκλογεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου γραφέντων, ἀλλὰ ὄντων μὲν ἀληθινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων. εἰ δὲ καὶ ὅλως κακὸς ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ πατρὸς εἰς τόνδε τὸν αἰῶνα;

καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός· εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν καὶ τὰ οὐκ ὄντα αὐτοῦ διασῴζειν, ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν ἢ κενόδοξος, ἵνα κρείττων τοῦ κτιστοῦ φανῇ πρὸς τὰ ἀλλότρια ἃ διασῴζειν πειρᾶται, τῶν μὴ ἰδίων ἐφιέμενος, καὶ οὐκέτι ἔσται ἀληθινός· ἢ ὅτι μέτριός ἐστι κατὰ σέ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν ταῦτα συλᾶν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός. εἰ δὲ αὐτοῦ μέν εἰσιν αἱ ψυχαὶ καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται, ἄρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ θεοῦ καὶ οὐκ εἰς πονηρὸν ἔργον. εἰ δὲ ἀπεστάλησαν διά τινα μὲν χρῆσιν ἣν τάχα μυθοποιεῖς, εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν, τουτέστιν ἵνα δίκαιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἀποστείλας αὐτὰς πρόγνωσιν ἂν μὴ ἔχων· ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι᾽ ἕτερον καὶ ἕτερόν τι εὑρέθησαν ἐργασάμεναι. ἢ πάλιν ἐὰν εἴπῃς ὅτι οὐ κατὰ τὴν αὐτοῦ βούλησιν ἐληλύθασιν ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρπάζοντος, ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ πονηρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν θεόν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο.

πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φάσκοντος ὅτι «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ λαβεῖν αὐτήν», ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουργοῦ. πάλιν δὲ εὑρεθήσεται ἀγαθὸν σῶμα φορῶν. οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργῳ, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ. εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπεν μερίσας τοῖς τέσσαρσι στοιχείοις, τῷ θερμῷ τὸ θερμὸν καὶ τῷ ψυχρῷ τὸ ψυχρὸν καὶ τῷ ξηρῷ τὸ ξηρὸν καὶ τῷ ὑγρῷ τὸ ὑγρόν; εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειοτάτως· ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι «ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις», ὡς μαρτυροῦσιν οἱ δύο οἱ ἐν ἐσθῆτι λαμπρᾷ ὀφθέντες τοῖς ἀποστόλοις, ὡς λέγουσιν «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ᾽ ὑμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον». 6.

καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πονηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶν ἀναλήψεως Στέφανος ὁ ἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἠνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός», ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευματικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνωθὲν καὶ εἰς θεότητα συνηνωμένον. ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν τῇ θεότητι ὅλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἔχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν «καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός». καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὑπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος. καὶ περὶ νεκρῶν ἀναστάσεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, οὐκ ἂν ὁ ἀθάνατος θανεῖν ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ καὶ κοιμηθεὶς τὸ τριήμερον ἀναστῇ καὶ συνανενέγκῃ ἐν ἑαυτῷ συνηνωμένον τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ, ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδα κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνύων ἑαυτὸν τύπον ἡμῖν καὶ ἀρραβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας. 7.

Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου καὶ οὐδενὸς ὄντος, ἀνατροπῆς ἕνεκα ἢ ἄλλης τινὸς πραγματείας; ἀφ᾽ ἑαυτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε καὶ † ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης παραπεποιημένον δόγμα καὶ ἀγυρτῶδες δέδεικται. φασὶ γὰρ τὸ ὀδυνηρὸν σφηκίον, ὃ ζώπυρόν τινες κεκλήκασιν, ἔχειν μὲν κέντρον ἰοβόλον βραχύ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν. ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοι—ἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινάς, ἐν οἷς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ γονὴν καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματα—εἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον ὡς ἔφην καταβάλοι, ἐξέρχεται θυμούμενον αὐτὸ δὴ τὸ δεινὸν μὲν βληχρὸν δὲ σφηκίον· καὶ ἐὰν εὕρῃ πέτραν πλησίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸ θυμοῦ ῥοίζῳ μὲν ἐφίσταται καὶ ὁρμᾷ καὶ παίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν οὐδὲν ἀδικεῖ ἀλλὰ οὔτε τὸ ξύλον οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην· οὐδὲν δὲ ἀδικεῖ μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικηθήσεται ὑπὸ τοῦ τοιούτου.

οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζωπύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται, τῇ πέτρᾳ συντυχοῦσα τουτέστιν τῇ ἀληθείᾳ καὶ τὸ κέντρον ἀπολέσασα. ταύτην δὲ διελθὼν ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν τοῦ θεοῦ ἐλπίδα πιστεύων ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.

Κατὰ Σευηριανῶν 〈κε〉, τῆς δὲ ἀκολουθίας 〈με〉. 1. Τούτων καθεξῆς 〈Σευῆρος〉 ἕπεται, ἤτοι σύγχρονος ἤτοι περὶ τὸν χρόνον *· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι.

Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ᾽ αὐτῷ μυθολογήματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν. βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ᾽ ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τινὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν. τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πῆ μὲν Ἰαλδαβαώθ, πῆ δὲ Σαβαώθ· τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν. ἀπὸ δὲ τῆς ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν καὶ κατεληλυθότα ὀφιείκελον ὄντα εἰς οἶστρον ἐληλακέναι καὶ τῇ γῇ μεμίχθαι ὥσπερ γυναικί, καὶ ἀπ᾽ αὐτοῦ τὸ σπέρμα ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. διὸ δὴ μυθολογῶν εἰς παράστασιν τῆς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς 〈βούλεται〉 ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα. εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, διὰ τὸ κυκλοειδὲς ἢ τὸ μείουρον καὶ διαμφὲς ἑκάστου ῥωγὸς στρογγυλώσεως.

τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ᾽ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι. 2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγουσιν. ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἀπ᾽ ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλάσιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. διόπερ φησὶ πάντα τὰ καθ᾽ ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ᾽ ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι. 3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπιδεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή.

ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δι᾽ ἀτοπίαν ἐκ θεοῦ γενομέναις ἀλλὰ διὰ χρῆσιν ἀγαθὴν καὶ ἀναγκαίας χρείας τάξιν (λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμβαινόντων), ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄτοπον οὖσαν παραστήσαιμ᾽ ἄν. ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, * δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρωπότητι εἰς τὸ πληρῶσαι τό «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν». 4. Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκηκόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται. οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι «οὐ μὴ πίω 〈αὐτὸ〉 ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»;

καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι· ὡς διαρρήδην αὐτός που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἂν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότητα. ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι «φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία»· ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι «ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν», ἀλλὰ καὶ πάλιν «ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην»· ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸ τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δι᾽ ὀλίγου σπινθῆρος ἡ αὐτοῦ ἀφάντωσις τῆς ἀνατροπῆς γενήσεται.

συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὐάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ᾽ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ᾽ ἢ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.

Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπίον δεινὸν καταπατήσαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσωμεν, θεοῦ τὴν δύναμιν ἐπικαλούμενοι εἰς βοήθειαν τοῦ τε τὸ ἀληθὲς εἰπεῖν καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας.

Κατὰ Τατιανῶν 〈κϛ〉, τῆς δὲ ἀκολουθίας 〈μϛ〉. 1. Τατιανός τις ἀνέστη τούτους διαδεξάμενος ἤτοι κατὰ τοὺς αὐτῶν χρόνους ὢν ἢ μετ᾽ αὐτοὺς πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας διδασκαλίαν προστησάμενος. καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων ὁρμώμενος καὶ τῆς τῶν Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόφῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι. οὗτος γὰρ ὁ Ἰουστῖνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν 〈δὲ〉 πεπιστευκὼς καὶ μεγάλως ἐξασκηθεὶς ἀρετῆς τε βίον ἐνδειξάμενος τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥουστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως, ἐτῶν τριάκοντα ὑπάρχων ἐν καθεστώσῃ ἡλικίᾳ. τούτῳ ὁ προειρημένος Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος καὶ τῇ πίστει ἐρρωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι. ὅτε δὲ ἐτελεύτα Ἰουστῖνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγωγούμενος 〈ὃς〉 ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν καταφέρεται ἀνεπισχέτως, ἕως εἰς θάνατον κατενεχθείη, οὕτω καὶ αὐτός.

Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περιέχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ᾽ ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν, ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς Καίσαρος ἐπικληθέντος. ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς τινας κατὰ τοὺς μύθους Οὐαλεντίνου καὶ ἀρχάς τινας καὶ προβολὰς καὶ αὐτὸς εἰσηγήσατο. τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν· ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι. λέγεται δὲ τὸ διὰ τεσσάρων εὐαγγέλιον ὑπ᾽ αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι. 2. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. καὶ πρῶτον μὲν φάσκει μὴ σῴζεσθαι τὸν Ἀδάμ. ἐγκράτειαν δὲ οὗτος κηρύττει, τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται, φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι. ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους. μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις.

Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα (ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον). πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος; πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις *, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων. αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, 〈ἅτε〉 ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ᾽ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα. καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι 〈τῶν ἀπὸ〉 τοῦ φυράματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν; 3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ᾽ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι. ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν.

εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν. εἰ δὲ συσταίη ὁ κατ᾽ αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημένον ὑπ᾽ αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν». πῶς δὲ οὐ σῴζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου; καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ᾽ ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γεννητῆς καὶ ἐποίησεν αὐτὸν βλέπειν, ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν πλάστην σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γεννητῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ; διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέναι. εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ κύριος ὁ τὸν Ἀδὰμ πλάσας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ.

ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέναντι τοῦ παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς *, διὰ τῆς εἰς μνήμην μετανοίας σῴζειν· ἢ * δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι᾽ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων Χριστὸς κατῆλθεν, τίνι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται 〈τό〉 «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ᾽ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας; πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ». 4. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ᾽ αὐτοῦ Τατιανῶν καλουμένων.

περὶ ὧν συντόμως διεξελθόντες τὰ κατ᾽ αὐτοὺς βλαβερὰ καὶ κωνώπων δίκην δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως, αὐτοῦ λέγοντος ὅτι «οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ». διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον. ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα 〈ἡμῶν〉 ἐν ζῶσι πεπιστεύκαμεν· δι᾽ ὃν καὶ τοὺς ἀπ᾽ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἅιδῃ δι᾽ ἐλέους καὶ σωτηρίας. 5. Διὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκαμεν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι. οὐκ ἄλλῃ που ἀλλ᾽ ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα.

ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ τούτῳ, Ἱεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς [καὶ] ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ. ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, Κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν. οὔτε γὰρ ἐν ἄκρᾳ τινὶ κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς 〈ὁ〉 ἐπὶ σώματος κεφαλῆς τόπος λέγεται, οὔτε 〈ἐπὶ〉 σκοπιᾶς. καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους· ἄντικρυς γάρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὑψηλότερον καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼν ὑψηλοτάτη, ἀλλὰ καὶ ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιών, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλοτέρα ὑπῆρχεν τοῦ τόπου.

πόθεν οὖν ἡ ἐπωνυμία τοῦ Κρανίου, ἀλλ᾽ ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου ἐκεῖ τὸ κρανίον ηὕρηται καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα Κρανίου τόπος ἐπεκέκλητο· ἐφ᾽ οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ᾽ αὐτοῦ ὕδατος καὶ αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς αἰνιγματωδῶς ἔδειξε τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος, ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆς ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων. διὸ καὶ ἐνταῦθα ἐπληροῦτο τὸ εἰρημένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευδόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ᾽ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως * περιέχει τὸν τρόπον. καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· «ἀνέστη», γάρ φησι, «πολλὰ σώματα τῶν ἁγίων», ὡς ἔχει τὸ εὐαγγέλιον, «καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν» καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς.

Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δι᾽ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγγελίου τῆς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.

Κατὰ Ἐγκρατιτῶν 〈κζ〉, τῆς δὲ ἀκολουθίας 〈μζ〉. 1. Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ᾽ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαυτοὺς ἐκδεδωκότες. πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισιδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ οἰκονομίαν καὶ οὕτως ἡ πατρὶς τοὔνομα εἴληφε καλεῖσθαι ἐν τῷ κόσμῳ διὰ τὸ κεκαῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφῆς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ. εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων καὶ Κιλίκων γῇ καὶ ἐν Γαλατίᾳ· ἤδη δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων 〈κατὰ〉 μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, * ἡ τοιαύτη αἵρεσις.

Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου 〈δύναμιν〉 ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὑποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίαν λέγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα. κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τισὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης. τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρατείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως. κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι᾽ ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάσκοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνόμους εἶναι καὶ ἁμαρτάδας. πιστεύουσι δὲ καὶ νεκρῶν ἀνάστασιν, ὡς εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα. καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁτιοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων παρ᾽ αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων. 2.

Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς * θεότητος τὴν γνῶσιν κηρυττουσῶν; εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει «αὐξάνεσθε καὶ πληθύνεσθε», καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέγοντος «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» καὶ τοῦ ἀποστόλου φάσκοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· «ἔπιε, γάρ φησι, Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἐγυμνώθη, καὶ Λώτ, φησί, μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάχαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;» καὶ ἄλλα τινὰ τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει. καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ᾽ ἄν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ.

τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων «μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς» καὶ τό «εἰ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφάγους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει». ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι᾽ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ 〈ἕψεμα〉 πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι). καὶ ὡς ἐκεῖνος δι᾽ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία. 3.

Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, «μόρφωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι». οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ᾽ αὐτοῖς μυστήρια δι᾽ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα. ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος «οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ᾽ ὑμῶν».

Πάλιν οὖν ταύτην παρωσάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸν θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας, ἵν᾽ ἡμεῖς παρ᾽ αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων * ἀποκαλύπτειν δυνηθείημεν καὶ τὴν κατ᾽ αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ πολλῶν μυρεψικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καὶ τοῖς μέλλουσι γινώσκειν ἃ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ μισθὸν ἀφθόνως δωρηθησόμενον.

Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν 〈κη〉, τῆς δὲ ἀκολουθίας 〈μη〉. 1. Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν Φρυγῶν καλουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη. οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ᾽ αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν.

Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προσέχοντες τὸν νοῦν ἐξετράπησαν. περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, «προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων», λέγοντες ὅτι «δεῖ ἡμᾶς, φησί, καὶ τὰ χαρίσματα δέχεσθαι». καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκλησία ὁμοίως τὰ χαρίσματα δέχεται, ἀλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν ἁγίᾳ θεοῦ ἐκκλησίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου, φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι «δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ» καὶ πάλιν δὲ λέγοντος ὅτι «ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν· ἀλλ᾽ ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία» καὶ τὰ ἑξῆς. ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις. 2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ᾽ αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα.

εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκλησίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γένοιτο. εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ * οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, * μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ δοκιμασθείσας. κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀργήσῃ ἡ παρ᾽ αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπροφῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ᾽ ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν.

Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. φάσκει γὰρ ἡ λεγομένη παρ᾽ αὐτοῖς Μαξίμιλλα ἡ προφῆτις ὅτι, φησί «μετ᾽ ἐμὲ προφήτης οὐκέτι ἔσται, ἀλλὰ συντέλεια». ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ᾽ αὐτῶν εἰρημένα καὶ ἔτι πληροῦται. αὕτη δὲ εἶπε μετ᾽ αὐτὴν εἶναι συντέλειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ 〈ὀγδόου〉 Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς. καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ᾽ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί 〈τε〉 καὶ οὕτως ἀπολέσθαι, μὴ κρατοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν.

εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ᾽ αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἕως αὐτῆς μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων. 3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκλησίαν καὶ ἐπλήρωσεν 〈ἐν〉 αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν 〈τῆς πίστεως〉 τῶν ἐκ πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον. τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες». συγκρίνοντες γὰρ τὰ παρ᾽ αὐτῶν εἰρημένα καὶ 〈τὰ〉 κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία 〈ὄντως〉 προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία. ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ. «

ὅρασις, 〈γάρ〉 φησιν, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης»· «εἶδον 〈τὸν〉 κύριον, φησί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε». καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη «τάδε λέγει κύριος». οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο; ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι «ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας», ἔλεγε «μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». γινώσκων γὰρ τὴν δι᾽ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε «μηδαμῶς, κύριε». ταῦτα γὰρ 〈τῶν〉 ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή.

πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι᾽ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ τοῦ ἑωρακότος, οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστάσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους. ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ᾽ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα. 4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν «ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα κἀγὼ ἐφίπταμαι ὡσεὶ πλῆκτρον· ὁ ἄνθρωπος κοιμᾶται κἀγὼ γρηγορῶ. ἰδού, κύριός ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων καὶ διδοὺς καρδίαν ἀνθρώποις». τίς τοίνυν τῶν παρακολουθούντων καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελομένων οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις; οὔτε γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτῷ.

τὸ γὰρ εἰπεῖν «ἐφίπταμαι καὶ πλήσσω καὶ γρηγορῶ καὶ ἐξιστᾷ κύριος καρδίας», ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύντος παρὰ τὸν χαρακτῆρα τοῦ ἁγίου πνεύματος τοῦ ἐν προφήταις λελαληκότος.

Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοητεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισωρεύουσι λόγους, δι᾽ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν * ἀπὸ τοῦ τὴν ἁγίαν γραφὴν εἰρηκέναι «ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε», ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ. οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ᾽ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι᾽ ὑπερβολὴν τῆς φιλανθρωπίας. τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι᾽ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου. ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ᾽ ἄλλον τρόπον ἐρρέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ. 5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ᾽ οὖν 〈ἡ〉 ψυχή.

δυσοδμίας οὔσης ἐν οἴκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα. πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει. ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν. καὶ πολλάκις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν. τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργείας. τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατάστασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος.

πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημηγορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι᾽ ὀνειράτων ἑαυτὴν θεωμένη· οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας· ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροσύνης ὁ τοιοῦτος. 6. Ταῦτα δὲ πάντα διὰ τό «ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν» ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν 〈περὶ〉 τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως. καὶ ἐφράσαμεν δι᾽ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων· ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἔκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι᾽ ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ᾽ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα. ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγνω καὶ εἶπε «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή».

καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν ἐν ὕπνῳ, λέγων ὅτι «ὀστοῦν ἐκ τῶν ὀστῶν μου»· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος 〈αὐτοῦ〉 ἠρμένην· καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν. 7. Εἰ δὲ καὶ περὶ τοῦ «ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ (μὴ γένοιτο), ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν 〈περὶ〉 τῶν 〈ἀ〉συμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν. γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα· «εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ».

ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν 〈τό〉 «ἀναστὰς θῦσον καὶ φάγε», οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον «μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι «〈εἶπον ἐγώ·〉 πᾶς ἄνθρωπος ψεύστης». ὁ δὲ λέγων «εἶπον ἐγώ» ἰδίᾳ ἔλεγεν, καὶ περὶ τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται· ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκπληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ᾽ ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μόνῳ κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸ ἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβείας. ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν * καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυσῆς φησιν «ἔμφοβός εἰμι καὶ ἔντρομος». ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· «γινώσκων, γάρ 〈φησι〉, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια».

καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ. 8. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν 〈ὅτι〉 «οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις», πόθεν τοῦτο ἔχουσι δεῖξαι; ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι προεφήτευσαν. πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληξίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται» καὶ τὰ ἑξῆς. εἶτα δὲ καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων «μηδαμῶς, κύριε», εὐσταθῶν ἦν τῇ διανοίᾳ. Ἄγαβος γὰρ προφητεύων ἔλεγεν καὶ μετὰ σχήματος θαυμαστοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶν φησίν «οὗτος οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν καὶ ἀποίσουσιν εἰς Ἱερουσαλήμ». ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ᾽ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ᾽ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα «ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος».

Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε «τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί» καὶ τὰ ἑξῆς, καὶ πάλιν ἄλλοτε ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες 〈πνεύμασι〉 πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας 〈λαμβάνουσιν〉». ὡς σαφῶς 〈τοῦτο〉 ἐφ᾽ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων 〈δῆλον〉· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα 〈τὰ〉 ὑπὸ τοῦ κυρίου γεγενημένα ἡγούμενοι. 9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει, ὅθεν ἰδεῖν ἔστιν τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους, 〈ὡς〉 καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης.

ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καὶ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων. καὶ γὰρ συμμετρίᾳ τινὶ * ὁ θεὸς Λόγος ἐν τῷ εὐαγγελίῳ φήσας «θέλεις τέλειος γενέσθαι;», συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκνυσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ· εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευομένων καὶ τῶν ἐν παρθενίᾳ διατελούντων τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο. εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάμῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστιν τὸν μὴ ὄντα ἱερέα. οὗτοι δὲ κωλύουσι κατὰ τὸ εἰρημένον «κωλυόντων γαμεῖν»· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι.

ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβουλίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον, οὐκ ἀνάγκην δὲ ἐπιτιθέαμεν τῷ μὴ δυναμένῳ, ἀλλὰ οὐδὲ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς. ὁ γὰρ ἅγιος λόγος πάντῃ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν, ὡς καὶ ὁ ἅγιος ἀπόστολος εὐθὺς εὑρεθήσεται λέγων καὶ ἐλέγχων τοὺς τοιούτους * μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι «νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι τὸ κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι ἔχουσι κρίμα, αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι᾽ ἀσθένειαν κρίμα οὐχ ἕξουσιν. εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε «γαμείτωσαν, οἰκοδεσποτείτωσαν;» 10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε «τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου» καί «τάδε λέγει κύριος». ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν * «τάδε λέγει κύριος» καί «ὅρασις ἣν εἶδεν». ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ᾽ αὐτοῦ πεπλανημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ «τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζόμενον;

λάμψει γὰρ (φησίν) ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα, οἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν σελήνην». ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμίᾳ καὶ ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα, ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ᾽ αὐτοῦ μετὰ 〈τὴν〉 ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος. ἔχων δὲ τοῦ χαρίσασθαι 〈ἐξουσίαν〉 οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι «λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος». εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπλασίονα; εἰ μὴ ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι. 11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων «ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ».

ἄρα γοῦν καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶ τὰ ἀντίθετα πρὸς τὴν ἀλήθειαν. ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γάρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με. ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον». ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας 〈αὐτὸς〉 καὶ ἡ κατ᾽ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη. τίς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεῖν καὶ μὴ μᾶλλον πλάνους εἶναι 〈φήσειεν〉 τοὺς τοιούτους;

Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγων ὅτι «τὸ πνεῦμα τὸ παράκλητον ἀποστέλλω ὑμῖν» καὶ τὰ σημεῖα διδοὺς ἔλεγεν ὅτι «ἐκεῖνός με δοξάσει» ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοι ἀπόστολοι τὸ παράκλητον πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάζει· ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν [ὁ] Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνον καὶ λέγει εἶναι πατέρα παντοκράτορα καὶ τὸ ἐν αὐτῷ ἐνοικῆσαν *, ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐδὲ ὑπ᾽ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ᾽ αὐτοῦ λαμβάνων. «ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς» καί «ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προφῆται εἰλήφασι» κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον. καὶ ὅρα πῶς πάντες οἱ παλαιοὶ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐτὸν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέφρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ᾽ αὐτοῦ ἀπέσταλται οὔτε παρ᾽ αὐτοῦ τι εἴληφεν.

Εἶτα πάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπάριον Μοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ᾽ ἐγὼ κύριος ὁ θεὸς πατὴρ ἦλθον». ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὃν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν. εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ «μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἧσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει» κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ᾽ ἑαυτὸν καὶ πατέρα λέγει. 12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμῖν πάλιν ἐπαναστάντες πολέμιοι καὶ μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρημένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας; οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ τὸν χαρακτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ᾽ ὑμᾶς προφῆται λέγουσιν. εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένα καὶ φοβερώτατα καὶ οὔτε προσηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγριόν τι καὶ βαρβαρικόν. εὐθὺς γὰρ αὕτη ἡ Μαξίμιλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοις—ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· «ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε».

καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξάζειν πεπλάνηται. εἰ γὰρ ἦν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους ὡς ἕκαστος 〈αὐτῶν〉 λέγει, Πέτρος μὲν πρῶτος λέγων ὅτι «ἡμεῖς παρ᾽ αὐτοῦ ἠκούσαμεν» καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος «ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει» καὶ τοῦ Παύλου λέγοντος «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». αὕτη δὲ ἀληθεύει ψευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα ἀναγκάζεται ἑαυτὰ καθαιρεῖν, 〈ὡς〉 οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι᾽ ἀνάγκην· ὡς ἡ παιδίσκη ἡ ἔχουσα πνεῦμα Πύθωνος ἔλεγεν «οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί», καὶ τό «τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ», οὕτως καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ. πῶς οὖν τοῦτο οἱ παρ᾽ αὐτῆς ἀκηκοότες καὶ αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ᾽ αὐτῆς μαθόντες μὴ αὐτῆς ἀκούειν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει. οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει «μὴ ἀκούετέ μου», ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῇ; εἰ γὰρ αὐτὴ ἔλεγεν ᾗ ἄνθρωπος, ἄρα οὐκ ἦν ἐν πνεύματι ἁγίῳ.

ἡ γὰρ λέγουσα «μὴ ἀκούετέ μου» δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῳ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, οὐδὲν ἐγίνωσκε καὶ οὐκ ἦν ἄρα προφῆτις, μὴ ἔχουσα πνεῦμα ἅγιον, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο. εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεῦμα τὸ ἅγιον τὸ λέγον «ἐμοῦ μὴ ἀκούετε;» καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμᾶς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖα τὰ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος. καὶ εἰ τὸ ἐν Μαξιμίλλῃ πνεῦμα 〈πνεῦμα〉 ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· «ἓν γάρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἔλεγε «μὴ ἀκούετέ μου».

τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ἐν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶ ὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζουσι τὸν πατέρα. καὶ διέπεσε κατὰ πάντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας. 13. Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι «ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἠναγκασμένον, θέλοντα καὶ μὴ θέλοντα, γνωθεῖν γνῶσιν θεοῦ». σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βάσιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοί, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγων τοῦ δι᾽ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. ὅρα γὰρ ἐνταῦθα τὸν οὕτω λαλήσαντα, ἠναγκασμένον ἑαυτὸν ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄκων ἦλθεν εἰς τὸν κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τὸ θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν· καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πᾶσι διδόναι, ἀλλὰ δι᾽ ὑπερβολὴν φιλανθρωπίας, οὕτω καὶ οὓς ἐκάλεσε μετὰ προαιρέσεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος.

φάσκει γὰρ ὅτι «οἱ διψῶντες ἔλθατε πρός με» καὶ πάλιν «εἴ τις θέλει ἔρχεσθαι πρός με, ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι» καὶ διὰ Ἠσαΐου τὸ αὐτὸ φθεγγόμενος ἔλεγεν «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου» καὶ ὕστερον, ἵνα δείξῃ ὁ προφήτης [ὅτι] τίς ἐστιν ὁ λέγων, ἔφη «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίαν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴν τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν; καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν. αὐτίκα 〈γοῦν〉 οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. καὶ κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας. 14. Τιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ. ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν 〈ἑαυτούς〉, ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον.

Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ᾽ ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ μετ᾽ αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ᾽ αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ᾽ αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ᾽ οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται. ἐν ταύτῃ δὲ τῇ αἱρέσει ἢ ἐν τῇ συζύγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ᾽ οὖν Πρισκιλλιανῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι. παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι᾽ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας. 15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι.

ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι᾽ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι᾽ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν, ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι 〈μὴ〉 ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾧ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἃ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν· ἀκριβῶς δὲ πάντα ὡς ἔφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες 〈αὐτὸ〉 ἐν κυρίῳ, τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε 〈εἰς〉 προκαταληπτικὸν ὡς εἰπεῖν [τὸ] βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.

ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει. αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα. ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν.

Κατὰ Κυϊντιλλιανῶν εἴτ᾽ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται 〈κθ〉, τῆς δὲ ἀκολουθίας 〈μθ〉. 1. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες 〈τοῖς〉 κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον. φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ᾽ οὖν Πρισκιλλιανοὶ ἐν τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν (οὐκ ἔχω 〈γὰρ〉 ἀκριβῶς λέγειν), μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· «ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι». διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ᾽ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ᾽ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται. 2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας.

φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ᾽ αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ· ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι. πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἑπτά τινες παρθένοι, λευχείμονες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ. αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι, δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. ἐπίσκοποί τε παρ᾽ αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα· ὧν μηδὲν διαφέρειν φασίν «ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ». ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὐτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια. 3. Πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι 〈καθέστηκεν〉 ἀπὸ τῆς ὀρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ᾽ ἐπιδιδόντας ἑαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν.

κἄν τε γὰρ γυναῖκες παρ᾽ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει». λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι «γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός» καὶ πάλιν «οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός» καί «ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ᾽ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν». καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.

Κατὰ Τεσσαρεσκαιδεκατιτῶν 〈λ〉, τῆς δὲ ἀκολουθίας 〈ν〉. 1. Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη. καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· «οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται». ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως 〈ἡμῖν〉 ἔχοντες, προφήτας τε δεχόμενοι καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον. περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι «ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός». ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι.

καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βούλονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι. καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων. ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν. ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸν λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν. 2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν Δευτερονομίῳ τίθησι πάσας τὰς κατάρας, οὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν· ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσονται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκατοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες.

καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλλόντων· ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συνετὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι «τοῦτο ἔγνω ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἄνθρωπον ἐποίησεν εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούς». πόθεν γὰρ οὐ διαπίπτει τούτων ἣ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιδεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδεκάτη· ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περὶ μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα. ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ᾽ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας.

ἀπὸ γὰρ τεσσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενον τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν. οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα «καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα», προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει παρ᾽ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνιος, ὅπερ μάννα παρ᾽ αὐτοῖς κέκληται. 3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας. κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀνακυκλουμένῃ 〈ἐν τῇ〉 τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα 〈ὡς〉 κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία. καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν.

διὸ παρατηρούμεθα μὲν τὴν τεσσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, 〈τὸ〉 ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας. ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ᾽ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν.