Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η αίρεση των Αλόγων, χρονολογικά ζητήματα Γεννήσεως και Πάσχα

Ανασκευή των αρνητών του κατά Ιωάννην Ευαγγελίου, εναρμόνιση των ευαγγελικών διηγήσεων, υπολογισμός του Πάσχα και υπεράσπιση της Αποκαλύψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 12 από 27

Κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν 〈λα〉, τῆς δὲ ἀκολουθίας 〈να〉. 1. Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους, ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενον ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ᾽ οὖν στύρακος ἢ λιβανωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιάματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου. φασὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺς παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουσῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ᾽ ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον. φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι «μισεῖ λόγον ἀσφαλείας»· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι. ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους» * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις «ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ».

αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν 〈ὢν〉 ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξε τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων. 2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῷ οἱ τοιοῦτοι. ἐπιτρέπεται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν «ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν», ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὅπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις. ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραιτοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ᾽ οὖν λιβανωτίδος ἡ δύναμις, κατ᾽ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ φωλεοῦ αὐτοῦ ἐκβλαστήσασα. ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ᾽ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ᾽ οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα.

ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ᾽ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ. ἀλλ᾽ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρότονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας, ἀλλὰ διολεῖται. 3. Φάσκουσι τοίνυν οἱ Ἄλογοι—ταύτην γὰρ αὐτοῖς ἐπιτίθημι τὴν ἐπωνυμίαν· ἀπὸ γὰρ τῆς δεῦρο οὕτως κληθήσονται καὶ οὕτως, ἀγαπητοί, ἐπιθῶμεν αὐτοῖς ὄνομα, τουτέστιν Ἀλόγων. εἶχον μὲν γὰρ τὴν αἵρεσιν * καλουμένην, ἀποβάλλουσαν Ἰωάννου τὰς βίβλους. ἐπεὶ οὖν τὸν Λόγον οὐ δέχονται τὸν παρὰ Ἰωάννου κεκηρυγμένον, Ἄλογοι κληθήσονται. ἀλλότριοι τοίνυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς ἀληθείας ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος καὶ οὔτε τὸ τοῦ Ἰωάννου εὐαγγέλιον δέχονται οὔτε τὴν αὐτοῦ Ἀποκάλυψιν. καὶ εἰ μὲν ἐδέχοντο τὸ εὐαγγέλιον, τὴν δὲ Ἀποκάλυψιν ἀπεβάλλοντο, ἐλέγομεν ἄν, μή πη ἄρα κατὰ ἀκριβολογίαν τοῦτο ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βαθέως καὶ σκοτεινῶς εἰρημένα.

ὁπότε δὲ οὐ δέχονται φύσει τὰ βιβλία τὰ ἀπὸ τοῦ ἁγίου Ἰωάννου κεκηρυγμένα, παντί τῳ δῆλον εἴη ὅτι οὗτοί εἰσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν εἶπεν ὁ ἅγιος Ἰωάννης ἐν ταῖς καθολικαῖς ἐπιστολαῖς ὅτι «ἐσχάτη ὥρα ἐστὶ καὶ ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν ἰδοὺ Ἀντίχριστοι πολλοί» καὶ τὰ ἑξῆς. προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ. 4. Καὶ ἀπ᾽ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα; Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα 〈αὐ〉τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ᾽ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται. δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῆ τοῦ ἐκ θεοῦ οἰκονομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν.

καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεῖς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν. φάσκουσι γὰρ καθ᾽ ἑαυτῶν, οὐ γὰρ εἴποιμι κατὰ τῆς ἀληθείας, ὅτι οὐ συμφωνεῖ τὰ αὐτοῦ βιβλία τοῖς λοιποῖς ἀποστόλοις. καὶ δοκοῦσι λοιπὸν ἐπιλαμβάνεσθαι τῆς ἁγίας καὶ ἐνθέου διδασκαλίας. καὶ τί, φησίν, εἶπεν; ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» καὶ ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο καὶ κατεσκήνωσεν ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας» καὶ εὐθύς «Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν» καὶ ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»· καὶ καθεξῆς φησι «καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;». ἅμα δὲ ἐν ταὐτῷ «τῇ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι»· καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν «καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθη ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ἦν ἐκεῖ ἡ μήτηρ αὐτοῦ». οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.

καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾽ ἐκείνων εἰρημένα, ἅμα δὲ τὰ μὴ ὑπ᾽ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία. εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι. τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾽ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῃ αἱρέσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰς παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων. 5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται 〈πρῶτος κηρῦξαι〉 τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν. ἔδει γὰρ τὸν ἀπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», εἰς ὑπόδειγμα ἡμῖν τοῖς μέλλουσι σῴζεσθαι 〈ὁμοίως〉 τῷ ἐν τῷ τελωνείῳ ἀναχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, 〈πρῶτον〉 παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾽ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.

μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῃ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾽ αὐτοῦ τοῦ ἔργου 〈δύνηται〉 κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται. καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ᾽ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· «Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ» καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ Μαρίας. καὶ ἀπ᾽ ἀρχῆς τάττει λέγων «βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ», εἶτά φησιν «υἱοῦ Ἀβραάμ», εἶτα ἐλθὼν ἐπ᾽ αὐτὸ τὸ ζητούμενόν φησι «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐζήτει ἀπολῦσαι αὐτὴν λάθρα. καὶ ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ᾽ ὄναρ λέγων, μὴ ἀπολύσῃς τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν.

καὶ τοῦτο, φησί, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς. καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» καὶ ἡ μετὰ ἀκριβείας καθαρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» 6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν;

ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκᾶς, εἰπὼν 〈οὐδὲν〉 περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων; οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἱ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῦξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά 〈τε〉 τὰς παρ᾽ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Δαυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν «ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», *. οὕτω καὶ τὰ τῷ ἁγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων.

Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὑπόθεσις τοιοῦτον εἶχε τὸν τρόπον. Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός 〈τε〉 Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν (οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανηθῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης) τὰ εἰς παράστασιν τῆς περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα. ἔνθεν γὰρ οἱ περὶ Κήρινθον καὶ Ἐβίωνα ψιλὸν αὐτὸν ἄνθρωπον κατέσχον καὶ * Μήρινθον καὶ Κλεόβιον εἴτ᾽ οὖν Κλεόβουλον καὶ Κλαύδιον καὶ Δημᾶν καὶ Ἑρμογένην, τοὺς ἀγαπήσαντας τὸν ἐνταῦθα αἰῶνα καὶ καταλείψαντας τὴν ὁδὸν τῆς ἀληθείας. ἀντιλέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ᾽ ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Δαυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι. ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ τῶν ἀμφ᾽ αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφιλοτιμήσατο. εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέλιον ἐκθέσθαι καὶ γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτίων χώραν.

οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος», ὡς τοῖς τὰ εὐαγγέλια ἀναγνοῦσι σαφὴς 〈εἴη〉 ἡ παράστασις· ὅμως διὰ Πέτρου ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορημένος. ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας. δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ μὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατημένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου· λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύτερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ᾽ αὐτὸν καὶ * φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν ηὐδόκησα. 7. Ἐπειδὴ δὲ ταῦτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκαι καὶ τὰ ὑπὸ τῶν ἄλλων καταλειφθέντα αὖθις ἐπιβάλλεσθαι.

ἵνα 〈δὲ〉 μή τις τῶν πεπλανημένων ἡγήσηται μυθωδῶς αὐτὸν ἐκφράσαι τὴν γέννησιν, ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔργον, διὰ δὲ τὴν ἀκρίβειαν λεπτομερῶς τὴν πᾶσαν πραγματείαν διέξεισι καὶ εἰς παράστασιν ἀληθείας ἐμμάρτυρας τοὺς ὑπηρέτας τοῦ λόγου γενομένους παρεισάγει φάσκων «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν», ἵνα τινὰς μὲν ἐπιχειρητὰς δείξῃ, φημὶ δὲ τοὺς περὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἄλλους· εἶτα τί φησιν; «ἔδοξε κἀμοὶ καθεξῆς παρηκολουθηκότι ἄνωθεν τοῖς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου γενομένοις γράψαι σοι, κράτιστε Θεόφιλε (εἴτ᾽ οὖν τινὶ Θεοφίλῳ τότε γράφων τοῦτο ἔλεγεν ἢ παντὶ ἀνθρώπῳ θεὸν ἀγαπῶντι), 〈ἵνα ἐπιγνῷς〉 περὶ ὧν, φησί, κατηχήθης λόγων τὴν ἀσφάλειαν»· καὶ τὴν μὲν κατήχησιν προτεταγμένην ἔφασκεν, ὡς ἤδη ὑπὸ ἄλλων μὲν κεκατηχῆσθαι, οὐκ ἀσφαλῶς δὲ παρ᾽ αὐτῶν μεμαθηκέναι τὴν ἀκρίβειαν. εἶτά φησιν «ἐγένετο ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλισάβετ». καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ᾽ ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ 〈τὰ〉 τριάκοντα ἔτη ἔταττεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ.

ὁ δὲ Ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίσματος πραγματείας τὸ διήγημα ἐποιεῖτο· Λουκᾶς δὲ πρὸ τοῦ χρόνου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἓξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἓν ἔτος καὶ ἐπέκεινα. διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέλουν καὶ ὡς ὁ Συμεὼν 〈αὐτὸν〉 ἐν ἀγκάλαις ἐδέχετο καὶ ὡς Ἄννα ἀνθωμολογεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ᾽ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἅμα τοῖς γονεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὧν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ. 8. Ὅθεν καί τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορφύριος καὶ Κέλσος καὶ Φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, [εἰς] τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἁγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυχικοὶ καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος 〈εἰρημένα〉 μὴ νενοηκότες.

ἕκαστος γὰρ 〈αὐτῶν〉 προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα [εἶναι] τῆς ἐν Βηθλεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσαράκοντα ἡμερῶν τὴν ἐν Ἱεροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προσενεγκάντων, ὥς φησιν «ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ Ἡρῴδης τὴν ψυχὴν τοῦ παιδίου». εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾗ γεγέννηται παρελήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα * εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν «ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν 〈ὑπέστρεψαν〉 εἰς Ναζαρέτ»;

Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματθαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων, ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀληθὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον. ἀλλ᾽ ὁ μὲν Λουκᾶς τὰ πρὸ 〈τῶν〉 δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα μετὰ 〈τὰ〉 δύο ἔτη. διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι᾽ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῷ πλήθει τῶν παίδων καὶ αὐτὸν 〈τὸν〉 γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι. ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς ἡμέρας ἧς. οἱ μάγοι παρ᾽ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος; καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πᾶσαν ἀκρίβειαν σαφηνίζει.

ὁ μὲν γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐθὺς γεγεννημένον καὶ κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι. ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν Βηθλεὲμ κατοικοῦντες· διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγελιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι. ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν. λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ. ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων, 〈τοῦ〉 πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην. διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῇ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ.

οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ, ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν, ὁ ἀστὴρ ἄχρι τοῦ τόπου οὗ ἦν ἐκεῖ τὸ παιδίον. καὶ εἰσελθόντες εἰς τὸν οἶκον ηὗρον τὸ βρέφος μετὰ Μαρίας, οὐκέτι ἐν φάτνῃ οὐκέτι ἐν σπηλαίῳ, ἀλλὰ ἐν οἴκῳ· ἵνα γνωσθῇ τῆς ἀληθείας ἡ ἀκρίβεια καὶ τοῦ χρόνου τῶν δύο ἐτῶν τὸ διάστημα, τουτέστιν ἐξότου ἐγεννήθη ἕως ὅτε παρεγένοντο οἱ μάγοι. καὶ κατ᾽ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παραλαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖσε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν * ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν. 10. Τῷ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἐννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται. ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ᾽ ἔτος ἀνῄει εἰς Ἱερουσαλήμ. ὁρᾷς ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας.

οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων 〈εὐαγγελιστῶν〉 ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες.

Ἔνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων. δεινὸς γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ᾽ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι. διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα διηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ». τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον. πῶς οὖν ὁ μὴ ἔχων συνάφειαν πατὴρ αὐτοῦ ἐτύγχανεν; ὅπερ ἀδύνατον. 11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε ταύτην;

ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τούτου ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι «μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου». καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις 〈ἐστὶν〉 ἐν τοῖς εὐαγγελίοις—ἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη—, 〈φησί〉 «ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν», καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν Νῶε καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας. ἦλθε γὰρ δι᾽ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ᾽ αὐτοῦ γεγεννημένους, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει «τοῦ θεοῦ». ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο. ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ λόγῳ, ἑαυτοὺς πλανῶντες 〈καὶ τὸ ψεῦδος ἀγαπῶντες〉 ὑπὲρ τὴν ἀλήθειαν. ἔφασκον δὲ ὅτι ἰδοὺ τρίτον εὐαγγέλιον τὸ κατὰ Λουκᾶν.

τοῦτο γὰρ ἐπετράπη τῷ Λουκᾷ, ὄντι καὶ αὐτῷ ἀπὸ τῶν ἑβδομήκοντα δύο τῶν διασκορπισθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ, διὰ δὲ Παύλου τοῦ ἁγίου πάλιν ἐπανακάμψαντι πρὸς τὸν κύριον ἐπιτραπέντι τε αὐτοῦ κηρῦξαι τὸ εὐαγγέλιον. καὶ κηρύττει πρῶτον ἐν Δαλματίᾳ καὶ Γαλλίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ Μακεδονίᾳ. ἀρχὴ δὲ ἐν τῇ Γαλλίᾳ, ὡς καὶ περί τινων τῶν αὐτοῦ ἀκολούθων λέγει ἐν ταῖς αὐτοῦ ἐπιστολαῖς ὁ αὐτὸς Παῦλος· «Κρήσκης, φησίν, ἐν τῇ Γαλλίᾳ»· οὐ γὰρ ἐν τῇ Γαλατίᾳ, ὥς τινες πλανηθέντες νομίζουσιν, ἀλλὰ ἐν τῇ Γαλλίᾳ. 12. Πλὴν ἐπὶ τὸ προκείμενον ἐλεύσομαι. ἀνενέγκαντος γὰρ τοῦ Λουκᾶ τὰς γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἄνωθεν τοῦ θεοῦ Λόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὐκ ἐνόησαν. διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελίσασθαι δι᾽ εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, μετὰ ἔτη ἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, [ἀναγκάζεται] ἐκθέσθαι τὸ εὐαγγέλιον. καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρουσίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο.

ἀλλὰ ὡς κατόπιν τινῶν βαίνων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τραχύτατα ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανᾶσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε. ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ᾽ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν. ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρόνων Ἰωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλαθιὴλ οὔτε Νάθαν οὔτε Δαυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμπτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἀπὸ τῆς δευτέρας οὔτε ἐξότε ὁ οὐρανὸς καὶ ἡ γῆ γεγένηται οὔτε ἐξότε ὁ κόσμος, ἀλλά «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. [«καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν αὐτόν».]

εἶτα «ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν. καὶ ὁ Λόγος, φησί, σὰρξ ἐγένετο, καὶ κατεσκήνωσεν ἐν ἡμῖν. Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον ὑμῖν»· καὶ ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν». καὶ λέγει «οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». 13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει «ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ»· ἐν δὲ ἄλλοις ἀντιγράφοις «ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου». καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· «Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.»

καὶ τῇ αὔριον, «ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε. ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει.

καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας» καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ᾽ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι· ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν»· «καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν». τὸ δὲ «ἐμαρτύρησε» καὶ τό «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν», ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾽ ἐκεῖνον.

οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὴν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι «οὗτος ἦν ὃν εἶπον ὑμῖν» καὶ ἔτι τὸ εὐαγγέλιόν φησι «καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι», ὡς ἤδη τοῦ πράγματος πρὸ καιροῦ τινος γεγονότος. 14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ᾽ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ᾽ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλιλαίᾳ παραμενόντων καὶ 〈κατὰ〉 καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων. καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβηκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς. «καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου».

καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν· ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα 〈δὲ〉 τῶν υἱῶν Ζεβεδαίου. ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἔπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία. 15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὴν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰησοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων. μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηρ τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον».

ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμπαρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώρησαν· οἱ δὲ παρ᾽ αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους. καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο, ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι * ταύτην τὴν ἀκολουθίαν. καὶ μετὰ ταῦτα πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμμένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, αὐτοῦ λοιπὸν προλαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι «πάντως ἐρεῖτέ μοι τὴν παραβολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου». καὶ ὁρᾷς ὡς ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; «καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, 〈σημεῖον〉 οὐδέν». κἀκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε.

καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀναβαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι «ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὃ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου» (τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο) καὶ ἀνελθὼν ἐκάθισεν· ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν «ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα», οἱ δὲ εἶπον «ἐπιστάτα» (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον 〈περὶ〉 αὐτοῦ ἀκούσαντες ὅτι «ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ὅτι παρ᾽ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν). καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἰχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι «ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε»· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας.

ὁ δὲ εἶπε «μὴ φοβοῦ», παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας. ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προδεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης 〈τῶν〉 δύο μὲν ἀκολουθησάντων αὐτῷ παρὰ Ἰωάννου 〈δὲ〉 ἀκηκοότων *, ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, 〈καθὼς〉 ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν. καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία. ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ᾽ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ. χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναφθέντων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε· 16.

πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ᾽ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἓξ εἰδῶν Νοεμβρίων—τουτέστιν πρὸ ἑξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως, ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅτι «ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ». ἦν γὰρ τῷ μὲν ὄντι εἴκοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριάκοντα μὲν ἐτῶν, ἀλλ᾽ οὐ πλήρης· διὸ λέγει «ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα»—λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον. ἀπ᾽ ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο ἑβδομάδες μικρῷ πλέον καὶ ἡμέραι δύο, ἃς διέτριψεν ἐπανελθὼν ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην, ὅτε ἔφη ὁ Ἰωάννης «ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ἡ ἐπαύριον 〈ὅτε〉 «πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ». εἶτα φησίν «ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ».

αὕτη δὲ ἦν ὀκτωκαιδεκάτη μετὰ τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην (ὥρα ἦν ὡς δεκάτη), ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν. εἶτα λέγει τὸ εὐαγγέλιον «τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι». αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ. καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου, καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς.

λοιπὸν δ᾽ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν τολμώντων τῇ τῶν εὐαγγελίων ἀκριβείᾳ τῇ ὑπὸ τοῦ ἁγίου πνεύματος ἀκολούθως ἐκτεθείσῃ. 17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται. δηλοῦται γὰρ ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ, περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν σημανθέν. καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ᾽ ἑκάστου βοηθεῖσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα. ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναζαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ᾽ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ.

μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι᾽ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν. ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἄξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται. μετέπειτα γὰρ ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ᾽ αὐτῷ τὴν πρώτην ἡμέραν, ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ (οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι), ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν πάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς» καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς.

καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογεῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης.

Τί οὖν ἔδοξε τούτοις 〈τοῖς〉 τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν ταύτην τῷ βίῳ ἐξεμέσασιν ἀθετεῖν τὸ κατὰ Ἰωάννην εὐαγγέλιον; δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κεκλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννου κεκηρυγμένον. μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φασί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ ταῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν, 18. τὸ δὲ εὐαγγέλιον τὸ εἰς ὄνομα Ἰωάννου, φασί, ψεύδεται· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγονέναι, καὶ 〈αὐτὸς〉 λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ᾽ αὐτοῦ· αὐτὸς 〈γὰρ〉 Ἰωάννης μαρτυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν», καὶ πάλιν ὅτι «τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ᾽ αὐτόν», καί «οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπιλησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῷ Ματθαίῳ πραγματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσηγορίαν. διὸ τῶν ἀναγκαίων ἐπιμέλεται, (πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων), ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας. λέγουσι δὲ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη, λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν. 19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρέαν σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐαγγελισάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ 〈οὕτως〉 διαλέγεται. ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, 〈τὴν〉 μεσότητα τῶν μετὰ τὴν ἀρχὴν 〈οὐ〉 διηγούμενος.

Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλισάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα〈ς αὐτὰς〉 εἶναι γεγενημένην πραγματείαν. Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνσάρκου παρουσίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεῖστα τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων. διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν 〈δὲ〉 πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης. καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων 〈εἰσ〉άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι᾽ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσσάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν. 20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπὸν καὶ ὀλίγων ἡμερῶν 〈χρόνον〉, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά 〈τε〉 τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου * καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ 〈ἄρχεται〉 τοῦ κηρύγματος.

οὔτε γὰρ πρὸ τοῦ πειρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ᾽ ὅλως τι τῶν θεοσημείων εἰργάσατο 〈πρὶν〉 ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι. ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθε〈ν ὁ〉 Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ 〈ω〉 καὶ ἄλφα, ὅ ἐστι περιστερά, ἐπείπερ ἔφη ὁ σωτήρ «ἐγώ εἰμι τὸ 〈α〉 καὶ ἐγώ εἰμι τὸ 〈ω〉».

διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις· «οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;», ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ᾽ αὐτὸν τὸ πνεῦμα, ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρούμενος ἀπὸ τοῦ πατρὸς ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε», καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται 〈τῆς〉 πνεύματος ἁγίου ἐν τῷ λουτρῷ [τῆς] δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς ὑπ᾽ αὐτοῦ δοθείσης. 21.

Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοσήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος («τοῦτο 〈γὰρ〉 πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας»), οὐχὶ πρὸ τοῦ βαπτίσματος, ὡς πολλάκις ἔφην, ἀλλ᾽ ὅτε ἀνέκαμψεν ἀπὸ τοῦ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ᾽ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ· ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ᾽ αὐτῷ, ἐπιφέρει λέγων «καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι». εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ᾽ εὐλογίᾳ τοῦ γάμου. καί φησι «γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾽ αὐτοῦ εἰς τὸν γάμον»· «καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου». * μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ.

ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν». ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει «καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ». ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ᾽ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι· καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ διὰ χρόνου ἡκέναι, ἔχων μεθ᾽ ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος. βλέπε γὰρ πῶς ἐπασφαλίζεται 〈ἡμᾶς〉 ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳχηκότος ἤδη τοῦ ἔργου ὅτι «κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν».

ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν᾽ ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν.

Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εὖ φρονούντων ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματευμένα. κἄν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγήσαντο περὶ τοῦ σωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων, ἀλλ᾽ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ] τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες. Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην; οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον».

καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται. καὶ γὰρ καὶ φαίνεται 〈κατὰ〉 τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ 〈οὐ〉 πολλὰς ἡμέρας. αὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ 〈τὸ〉 πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν 〈ἐγγὺς〉 τοῦ Σαλήμ. οὕτω γὰρ λέγει «μετὰ τοῦτο κατῆλθεν εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας»· (οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν 〈ὅτι〉 μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.) «καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων (ὡς λέγει) καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ 〈τὰς〉 περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους».

καὶ μετὰ τὸ ἐκβαλεῖν τοὺς αὐτοὺς κερματιστὰς καὶ τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τὰ ἄλλα, καὶ εἰρηκέναι· ἄρατε ταῦτα ἔνθεν καὶ μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, καὶ ἀκηκοέναι παρ᾽ αὐτῶν «τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;» καὶ εἰπεῖν αὐτοῖς «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν», ὅτε Νικόδημος ἦλθε πρὸς αὐτόν, καὶ μετὰ τὸ εἰπεῖν πολλὰ φησίν «ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάννης 〈βαπτίζων〉 ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης». τοῦ δὲ Ἰωάννου πολλὰ εἰπόντος, ὅτι «ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν», εἶτα λέγει τὸ εὐαγγέλιον «ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει 〈ἢ〉 Ἰωάννης (καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας»· ὅτε ἐπὶ τῷ φρέατι ἐκαθέσθη καὶ τῇ Σαμαρείτιδι διελέχθη καὶ ἀνήγγειλεν ἡ Σαμαρεῖτις περὶ αὐτοῦ τοῖς ἐν τῇ πόλει καὶ ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς «καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.» «

μετὰ δὲ τὰς δύο ἡμέρας ἦλθεν εἰς τὴν Γαλιλαίαν» «καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ», ὅτε εἶπεν αὐτῷ ὁ Ἰησοῦς «πορεύου· ὁ υἱός σου ζῇ» καὶ ἐπίστευσεν καὶ ἰάθη ὁ παῖς. καὶ λέγει τὸ εὐαγγέλιον «〈τοῦτο〉 δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν». «μετὰ τοῦτο ἦν ἑορτὴ τῶν Ἰουδαίων (οἶμαι δὲ ὅτι περὶ ἄλλης ἑορτῆς Ἰουδαίων λέγει, ἢ Πεντηκοστῆς ἢ σκηνοπηγιῶν) καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα», ὅτε ἐπὶ τῆς προβατικῆς κολυμβήθρας ἐλθὼν ἐν σαββάτῳ ἰάσατο τὸν τριάκοντα ὀκτὼ ἔτεσιν ἐν ἀσθενείᾳ παραλελυμένον. ἀπ᾽ ἐντεῦθεν λοιπὸν πληρωθέντος τοῦ δεκτοῦ ἐνιαυτοῦ ἤρξαντο αὐτὸν διώκειν ἐξότε τὸν ἐπὶ τῆς κολυμβήθρας παραλυτικὸν ἰάσατο ἐν σαββάτῳ· εἶτα πάλιν λέγει «ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸν πρὸς τὸν πατέρα; «ἴσον» γὰρ [φασίν] «ἑαυτὸν ποιῶν τῷ θεῷ», λέγει τὸ εὐαγγέλιον. «μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ 〈ἐγγὺς〉 τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.»

λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται. 22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται. καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος καὶ τῆς ἀρχῆς τοῦ κηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ.

Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ Ῥωμαίοις ὑπατάρια. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· «τούτων ὑπατευόντων, φημὶ δὲ Ὀκταυίου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ἐγεννήθη Χριστὸς τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.» ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ Ῥωμαίοις καλουμένῃ Σατουρνάλια, παρ᾽ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια.

τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προστιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ· ὡς καὶ ὁ παρὰ τοῖς Σύροις σοφὸς Ἐφραῒμ ἐμαρτύρησε τούτῳ τῷ λόγῳ ἐν ταῖς αὐτοῦ ἐξηγήσεσι λέγων ὅτι «οὕτως γὰρ ᾠκονομήθη ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία, ἡ κατὰ σάρκα γέννησις εἴτ᾽ οὖν τελεία ἐνανθρώπησις, ὃ καλεῖται Ἐπιφάνεια, ἀπὸ τῆς ἀρχῆς τῆς τοῦ φωτὸς αὐξήσεως ἐπὶ δέκα τριῶν ἡμερῶν διαστήματι· ἐχρῆν γὰρ καὶ τοῦτο τύπον γενέσθαι ἀριθμοῦ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δώδεκα μαθητῶν, ὃς 〈τὸν〉 τῶν δεκατριῶν ἡμερῶν τῆς τοῦ φωτὸς αὐξήσεως ἐπλήρου ἀριθμόν». πόσα τε ἄλλα εἰς τὴν τούτου τοῦ λόγου ὑπόθεσίν τε καὶ μαρτυρίαν, φημὶ δὲ τῆς τοῦ Χριστοῦ γεννήσεως, γέγονέν τε καὶ γίνεται. καὶ γὰρ καὶ μέρος τι τῆς ἀληθείας ἀναγκαζόμενοι ὁμολογεῖν οἱ τῆς τῶν εἰδώλων θρῃσκείας ἀρχηγέται καὶ ἀπατηλοὶ εἰς τὸ ἐξαπατῆσαι τοὺς πεισθέντας αὐτοῖς εἰδωλολάτρας ἐν πολλοῖς τόποις ἑορτὴν μεγίστην ἄγουσιν ἐν αὐτῇ τῇ νυκτὶ τῶν Ἐπιφανείων, εἰς τὸ ἐπὶ τῇ πλάνῃ ἐλπίσαντας μὴ ζητεῖν τὴν ἀλήθειαν.

πρῶτον μὲν ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Κορείῳ 〈οὕ〉τω καλουμένῳ· ναὸς δέ ἐστι μέγιστος τουτέστιν τὸ τέμενος τῆς Κόρης. ὅλην γὰρ τὴν νύκτα ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρχονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι ξόανόν τι ξύλινον 〈ἐν〉 φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις χερσὶν ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ᾽ αὐτοῖς τοῖς δυσὶ γονάτοις ἄλλας δύο, ὁμοῦ δὲ [τὰς] πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας, καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαίτατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη (τουτέστιν ἡ παρθένος) ἐγέννησε τὸν Αἰῶνα. τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει (μητρόπολις δέ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη) ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην εἴτ᾽ οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον Δουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου.

τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ᾽ ἐκείνην τὴν νύκτα, ὡς ἐκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ. ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφανέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγγέλων μαρτυρίας· ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀνατολῇ τοῖς μάγοις πρὸ δύο ἐτῶν τῆς αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο 〈παρ᾽〉 αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φανέντος ἀστέρος καὶ ἤκουσε παρ᾽ αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ὃ καὶ αὐτὸ τὸ ῥῆμα τῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν «τοῦ φανέντος ἀστέρος». διὸ τῶν μὲν λεγόντων ὅτι «ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ», ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε.

διανοηθεὶς γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ᾽ ἢ τότε μόνον, —ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διάνοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου. διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι «ποῦ ὁ Χριστὸς γεννᾶται;» καὶ ἤκουσε παρ᾽ αὐτῶν «ἐν Βηθλεὲμ τῆς Ἰουδαίας»· καὶ παρὰ μὲν τούτων ἐρωτήσας τὸν τόπον ἔγνω, παρὰ δὲ τῶν μάγων τὸν χρόνον. καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸν καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας.

αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καὶ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαιδέκατον ἀριθμὸν πληρούντων.

Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων, ὑπατείᾳ τῇ προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι Ῥωμαίοις. ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος, προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρου χριστοῦ ἡγουμένου καὶ Σαλίνας τῆς καὶ Ἀλεξάνδρας· ἐφ᾽ οἷς ἐπληρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», ὅ ἐστιν ὁ γεννηθεὶς κύριος.

ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καὶ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδου κατασταθέντος ὑπὸ Αὐγούστου· μετὰ δὲ τὸ τέταρτον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουδαίας. ἕως τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο ἔτη πληρώσαντος, κρατηθείσης 〈τε〉 τῆς πάσης Ἰουδαίας, ὡς ἔφην, μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας. 〈α〉. Ταῦτα δὲ ἐπραγματεύθη ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ ὑπάτου, ὡς πολλάκις ἔφην, ἥντινα ὑπατείαν διεδέξαντο αἱ ὑποτεταγμέναι ὑπατεῖαι ἀκολούθως οὕτως· 〈β〉. Λεντούλου καὶ Πίσωνος. 〈γ〉. Λουκίου Καίσαρος καὶ Παύλου. 〈δ〉. Οὐινδικίου καὶ Οὐάρου. 〈ε〉. Λαμίου καὶ Σερουιλίου Νοννίου. 〈ϛ〉. Μάγνου Πομπηίου καὶ Οὐαλερίου. 〈ζ〉.

Λεπίδου καὶ Ἀρουγκίου. 〈η〉. Καίσαρος καὶ Καπίτωνος. 〈θ〉. Κρητικοῦ καὶ Νερούα. 〈ι〉. Καμίλλου καὶ Κυϊντιλλιανοῦ. 〈ια〉. Καμήρου καὶ Σαβίνου. 〈ιβ〉. Δολαβέλλα καὶ Σιλανοῦ. 〈ιγ〉. Λεπίδου καὶ Ταύρου. 〈ιδ〉. Φλάγκου καὶ Σιλανοῦ. 〈ιε〉. τῶν δύο Σέξτων. 〈ιϛ〉. Πομπηΐου Μάγνου καὶ Ἀπουληίου. 〈ιζ〉. Βρούττου καὶ Φλάγκου. 〈ιη〉. Ταύρου καὶ Λίβωνος. 〈ιθ〉. Κράσσου καὶ Ῥούφου. 〈κ〉. Τιβερίου Καίσαρος τὸ δεύτερον καὶ Δρούσου Γερμανοῦ τὸ δεύτερον. 〈κα〉. Σιλανοῦ καὶ Βάλβου. 〈κβ〉. Μεσσάλα καὶ Γράτου. 〈κγ〉. Τιβερίου Καίσαρος τὸ τρίτον καὶ Δρούσου Γερμανοῦ τὸ τρίτον 〈κδ〉. Ἀγρίππου καὶ Γάλβου. 〈κε〉. Πολλίωνος καὶ Οὐέτερος. 〈κϛ〉. Κεθήγου καὶ Οὐάρου. 〈κζ〉. Ἀγρίππου τὸ δεύτερον καὶ Λεντούλου Γάλβου. 〈κη〉. Γετουλικοῦ καὶ Σαβίνου. 〈κθ〉. Κράσσου καὶ Πίσωνος. 〈λ〉. Σιλανοῦ καὶ Νερούα. 23. Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος, διὸ ἐφιλοτιμησάμεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται, τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ᾽ εἱρμὸν ὑπατείας οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ;

διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότερον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ᾽ αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν. εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου παρουσίας πάσχων ὁ μονογενὴς ἀπαθὴς ὢν ἄνωθεν θεὸς Λόγος, σάρκα δὲ 〈προσλαβὼν καὶ〉 ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν, ἵνα τὸ τοῦ θανάτου καθ᾽ ἡμῶν χειρόγραφον λύσῃ. μετ᾽ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐν τῷ τριακοστῷ ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν 〈Ῥούφου καὶ〉 Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι καὶ Λογγίνου Κασσίου, 〈ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν〉 ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων. καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν. 24.

Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων—ἥτις ἐστὶ κατὰ Ῥωμαίους πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ᾽ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ᾽ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ᾽ οὖν Σαλαμινίους πέμπτου πέμπτη, κατὰ Παφίους Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος πέμπτη, κατὰ Ἑβραίους Τηβὴθ πέμπτη· ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ» (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) «τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου», ὡς τότε παρ᾽ Ἑβραίοις ἐτελέσθη· ὃ πρῶτον μὲν τῇ ψήφῳ τῶν Ἑβραίων ἐχρῆν πληρωθῆναι, ᾗ καὶ πολλοὶ τῶν ἐθνῶν ἀκολουθήσαντες, φημὶ δὲ Ῥωμαῖοι, πέμπτην αὐτὴν ἑσπερινὴν εἰς ἕκτην ἐπιφώσκουσαν ἐπιτελοῦσι, Κύπριοι δὲ πέμπτην αὐτὴν [τὴν] ἡμέραν τοῦ μηνὸς ἄγουσιν, Αἰγύπτιοι δὲ φύσει καὶ Σαλαμίνιοι καὶ αὐτὸν τὸν μῆνα πέμπτον ἄγουσιν, ὡς καὶ οἱ Ἑβραῖοι ἀπὸ τοῦ παρ᾽ αὐτοῖς ἀγομένου νέου ἔτους πέμπτον αὐτὸν τάττουσι—διῆλθεν οὖν τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρης, εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, λέγω δὲ *, περὶ τὸν 〈ἑν〉δέκατον μῆνα ἦλθε πρὸς τὸν Ἰωάννην καὶ ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ τῷ τριακοστῷ ἔτει τῆς αὐτοῦ ἐνσάρκου γεννήσεως, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, κατὰ Ἕλληνας Δίου ὀγδόῃ, κατὰ Σαλαμινίους τοὺς καὶ Κωνσταντιέας τρίτου Χοιὰκ ἕκτῃ, κατὰ Παφίους Ἀπογονικοῦ ἑκκαιδεκάτῃ, κατὰ Ἄραβας Ἀγγαθαλβαεὶθ δευτέρᾳ καὶ εἰκάδι, κατὰ Μακεδόνας Ἀπελλαίου ἑκκαιδεκάτῃ, κατὰ Καππάδοκας Ἀρατατὰ πεντεκαιδεκάτῃ, κατὰ Ἀθηναίους Μεταγειτνιῶνος ἑβδόμῃ, κατὰ Ἑβραίους Μαρεσουὰν ἑβδόμῃ, ὡς ἐπιμαρτυρεῖ μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν εὐαγγέλιον, ὡς πολλάκις ἔφην, ὧδέ πως λέγον «ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ»· [καὶ] ἀπ᾽ ἐντεῦθεν ἀπὸ Ἀθὺρ δωδεκάτης «κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν κυρίου» κατὰ τὰ ἐν τῷ προφήτῃ Ἠσαΐᾳ προειρημένα ὅτι «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως». 25.

Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ 〈τὸ〉 τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ. ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ ἃς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς· ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν καὶ εἰς τὰ μέρη Τύρου. καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι «οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην». οὐ γὰρ ἐψεύδετο, μὴ γένοιτο. «μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε» φησί «καὶ ἀνέβη εἰς Ἱεροσόλυμα», «καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὃν ἐζήτουν πιάσαι; καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ οἴδαμεν οὗτος πόθεν ἐστί».

μυστηριωδῶς γὰρ καὶ πνευματικῶς αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ᾔδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ αὐτοῖς μὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελειῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀναστῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι· ἅτινα ἐπλήρου πάντα ἐν τῇ ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἃς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάριον καὶ Φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήριον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι᾽ ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος «θανατωθεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». 26. Πάσχει δὲ ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων * ὑπερβεβηκότων αὐτῶν μίαν * ἑσπέραν τουτέστιν ἐν τῇ τεσσαρεσκαιδεκαταίας σελήνης νυκτερινῇ μέσῃ.

προέλαβον γὰρ καὶ ἔφαγον τὸ Πάσχα, ὥς φησι τὸ εὐαγγέλιον καὶ ἡμεῖς πολλάκις εἴπαμεν· ἔφαγον οὖν τὸ Πάσχα πρὸ δύο ἡμερῶν τοῦ * φαγεῖν τουτέστι τῇ τρίτῃ ἑσπέρας ὅπερ ἔδει τῇ πέμπτῃ ἑσπέρας· τεσσαρεσκαιδεκάτη γὰρ οὕτως ἦν ἡ πέμπτη. συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων τετρὰς ἐπιφώσκουσα δωδεκάτη νυκτερινὴ πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαιδεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεσσαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων σάββατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή· ὅπερ ἦν φωτισμὸς Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ 〈ἰσότης〉 νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων 〈ἐγένετο〉, περὶ ἣν πλανηθέντες 〈οἱ Ἰουδαῖοι〉 ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον. ἔχει δὲ ὥρας τινὰς ἡ ψῆφος τῆς λεπτολογίας *, ἥτις ἐμπίπτει δι᾽ ἐτῶν τριῶν, παρ᾽ αὐτοῖς διαφωνουμένη ἡμέραν μίαν· προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ᾽ ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν.

διὸ παρ᾽ αὐτοῖς πέντε μῆνες τελοῦνται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν * ὥραν μίαν· προστιθεμένων γὰρ τῶν † ὡρῶν λοιπὸν γίνονται 〈τξε〉 ἡμέραι * παρὰ ὥραν μίαν· ὅθεν οὗτοι ἑξάκις πολυπλασιάσαντες τὰ 〈ιδ〉 ἔτη διὰ † τοῦ 〈πδ〉 ἔτους ἐν τῷ ὀγδοηκοστῷ πέμπτῳ τιθέασιν ἐμβόλιμον ἕνα μῆνα, εἰς τὸ εἶναι τριάκοντα καὶ ἕνα μῆνας εἰς τὰ ὀγδοήκοντα καὶ πέντε ἔτη, οἵτινες ὤφειλον εἶναι κατὰ τὴν ἀκρίβειαν τριάκοντα εἷς μὴν καὶ † 〈κα〉 ἡμέραι καὶ ὧραι 〈γ〉. 27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν *, κατὰ πάντα τρόπον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο. ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι «ἐπιθυμίᾳ ἐπιθυμήσας». καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποιήσας, ἀλλὰ καὶ αὐτὸς μετὰ τῶν ποιούντων ἴσως ποιήσας, ἵνα μὴ καταλύσῃ τὸν νόμον, ἀλλὰ πληρώσῃ.

καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη καὶ μετὰ τὸ τριακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ μὴ ἀντιλεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἐν διωγμῷ ὄντα ἐγκοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων, ἥτις τυγχάνει πέμπτη εἰς ἕκτην ἐπιφώσκουσα Ἰανουαρίου μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, * καὶ κατ᾽ Αἰγυπτίους Φαμενὼθ τετάρτῃ καὶ εἰκάδι ἐτέλεσε τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ᾽ Αἰγυπτίους Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν πέμπτην 〈καὶ〉 εἰκάδα καὶ πρὸ 〈ια〉 καλανδῶν Ἀπριλλίων *, ἵνα εὑρεθῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοὶ τῆς ἀληθείας. 28.

Εὐθὺς πρῶτος Οὐαλεντῖνος * δραματουργήσας, τριάκοντα ἡμῖν αἰῶνας ἀπὸ τοῦ τριακονταετοῦς νομίζων * τῆς τοῦ σωτῆρος ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριάκοντα ἔτη μόνον ἐποίησεν, ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας * ἐνιαυτὸν κυρίου δεκτὸν καὶ μετὰ τὸν 〈πρῶτον〉 ἐνιαυτὸν ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ 〈ἑξήκοντα ἡμερῶν〉 τῶν αὐτοῦ γενεθλίων· ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦ πάθους ἀπὸ τῆς γεννήσεως 〈λβ〉 ἔτη καὶ 〈οδ〉 ἡμέρας, ἀπὸ δὲ ἀρχῆς * ὑπατείας Σιλανοῦ καὶ Νερούα δύο ἔτη καὶ 〈ρλδ〉 ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ᾽ αὐτὸν ἀφραίνοντες.

ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ᾽ οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον 〈διὰ〉 τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας, ὅτι ἀπό τε τῶν ὑπατειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεως τοῦ προφήτου Ἠσαΐου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ ἀπὸ τοῦ κατὰ Ἰωάννην καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ Μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἠλέγχθησαν οἱ πεπλανημένοι, ὅτι οὐ μόνον ἓν Πάσχα μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος κατὰ περίοδον χρόνου ἐνιαυτοῦ ἀπετέλεσεν, ἀλλὰ καὶ περιόδους τριῶν ὑπατειῶν παρά τι ἐπλήρωσε μετὰ τὸ ἀπὸ τοῦ Ἰωάννου βάπτισμα. καὶ ἐξέπεσεν ὁ τῶν ἀπαρακολουθήτων λόγος παντάπασι τῆς πλάνης * καὶ ἀνοίας καὶ ἀμαθίας, οὐ μόνον μὴ γινωσκούσης τὴν ἑαυτῆς ζωήν, ἀλλὰ καὶ ψευδῶς κατὰ τῆς ἀληθείας μάτην ἐπιστρατευομένης. 29. Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που 〈ἐν〉 τοῖς λόγοις τούτοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος [τοῦ θεοῦ] ἐγεννήθη περὶ τὸ τεσσαρακοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τὸν γράψαντα, ἢ τῆς διὰ τοῦ βῆτα ψήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον παραμεμενηκότος 〈μ〉 ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη.

φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰουλίων ἢ Ἰουνίων (οὐκ ἔχω λέγειν) ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου † Βεττέῳ Πομπηιανῷ ὑπάτοις 〈συνελήφθη〉· 〈καὶ〉 τοῦτο δὲ ἐσκόπησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήψεως καὶ ὡς εὐηγγελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν 〈τοῦτο διὰ〉 τὴν ὑπόνοιαν [τῶν] τινῶν † λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεννήθη. εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ † προπόσων ἕως ἑνδεκάτης Τυβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθῶς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρόμον παρὰ ἡμέρας τέσσαρας. ὥστε οὖν εἰ εὕροις ἐν παρασημειώσεσί που 〈ταῦτα〉 γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί. τινὲς δέ φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας 〈ιδ〉 καὶ ὥρας ὀκτώ, ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας, αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον «δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». ὅμως ἐκ πανταχόθεν 〈δέδεικται ὅτι τῇ〉 ἑνδεκάτῃ Τυβὶ κατ᾽ Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο. καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετὰ ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅτε τὸ ὕδωρ οἶνος ἐγένετο. 30.

διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦρο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις πηγαί τε καὶ ποταμοὶ εἰς οἶνον μεταβαλλόμενοι· Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ᾽ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν «δότε τῷ ἀρχιτρικλίνῳ»· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ 〈γὰρ ἡμεῖς〉 πεπώκαμεν ἀπὸ τῆς Κιβυρ〈ικ〉ῆς, ἡμέτεροι δὲ ἀδελφοὶ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῳ. πολλοὶ δὲ καὶ ἐν Αἰγύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τυβὶ κατ᾽ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν. οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας 〈ξ〉 ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς Ναζαρὲτ δύο ἑβδομάδας 〈καὶ δύο ἡμέρας〉 καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι.

μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόντα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι «ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμεν ἐν Καφαρναούμ σε πεποιηκέναι»· ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰς Καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ᾽ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν 〈τε〉 τοὺς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν. κατὰ γὰρ τὴν ἀκολουθίαν, ὡς ἔφαμεν, μετὰ τὰς 〈μ〉 〈ἡμέρας〉 καὶ τὰς ἄλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς 〈ἐν Ναζαρὲτ〉 πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέραν καὶ τὴν αὔριον· 〈ἀπ᾽〉 αὐτοῦ δὲ ἀνακάμψαντος εἰς Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντήσαντος Φιλίππῳ, ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρώτας δύο, ἃς ἐλθὼν ἔμεινεν, 〈λέγον〉 «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς † ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνεύεται ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ᾽ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν «ὑπὲρ τῆς κληρονομούσης» καὶ τὰ ἑξῆς;

γάμος γὰρ ὡς ἀληθῶς οὗτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν. ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβακχευομένων ἐπιστύψῃ 〈διὰ〉 τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰς εὐφρασίαν 〈διὰ〉 τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων 〈τε〉 αὐτὸ ἐν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον. ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα ἐχόντων καὶ μηδ᾽ ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος. 31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον.

φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι «ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ», ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ᾽ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον. φάσκει γὰρ ὅτι «λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος) ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν». καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ. εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἱ ἄλλοι. οὕτως γὰρ φάσκει ὁ νόμος «ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ᾽ ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ᾽ ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου», σημαίνων περὶ Πεντηκοστῆς.

μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ᾽ αὐτῆς ἐν τῇ ἀναστάσει 〈ἐκ〉 τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί· τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω. οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· «οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον. καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον. φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὡς μετὰ τὸν τῶν τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖται ὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες. 32.

Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοῦτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ᾽ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὑγιοῦς διδασκαλίας. φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάζοντες οὕτως· «τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων;» οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος. ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν «τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ» ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, * πνευματικῶς δὲ ἡμῖν τὰ αὐτὰ ᾠκονόμει. καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ. δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι «κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω».

ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία, ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἢ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ᾽ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ». σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἡμῖν· «σαλπίσει, γάρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται». εἰ δὲ χλευάζονται παρ᾽ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπιγξ εἰρημένη· «καταβήσεται, γάρ φησιν, κύριος ἀπ᾽ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου». συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ 〈ὑπὲρ〉 τῶν ἁγίων δεδωκότος μαρτυρίαν; 33.

Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι «εἶπεν πάλιν· γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ;» καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς † ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τῆς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν «οὐκ ἔνι νῦν ἐκκλησία εἰς Θυάτειρα» δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην. ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε [καὶ] τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ᾽ ἐκεῖνο καιροῦ ἐστρατεύοντο. νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον 〈ριβ〉 ἐτῶν, ἔστιν 〈ἐκεῖ〉 ἡ ἐκκλησία καὶ αὔξει, 〈εἰ〉 καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι· τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας. διὸ καὶ ἐσπούδασε τὸ ἅγιον πνεῦμα ἀποκαλύψαι ἡμῖν πῶς ἤμελλε πλανᾶσθαι ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀποστόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθεξῆς, ὃς ἦν χρόνος μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν *, ἐπὶ ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλούσης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει.

οὕτω γὰρ εὐθὺς διελέγχει 〈αὐτοὺς〉 ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων «γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας· τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων. ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς». οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς; φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν· ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θυατείροις ταῦτα πεπληρῶσθαι. ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεῖ ἐν Χριστῷ κατ᾽ ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. καὶ διέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν. 34.

Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία, φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν (τάχα δὲ καὶ τὰς ἐπιστολάς· συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει), καί φασιν ὅτι «εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου. καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους». ἐνόμισαν γὰρ οἱ τοιοῦτοι μή πη ἄρα γελοῖόν 〈τί〉 ἐστιν ἡ ἀλήθεια. ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι. αὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Δανιὴλ ἐμφέρονται, ὧν πρῶτοι Ἀσσύριοι ἐβασίλευσαν καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ, Μῆδοι δὲ διεδέξαντο, μετ᾽ αὐτοὺς δὲ Πέρσαι, ὧν πρῶτος γέγονε Κῦρος βασιλεύς.

τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπιμαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· «λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου», ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι᾽ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ. κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται· καὶ γὰρ κινούμενοι οἱ ἄγγελοι κινοῦσι τὰ ἔθνη εἰς ὁρμὴν ἐκδικίας. ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν.

τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόα τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν. 35. Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χαρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παρακολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι· ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ. φθάνει δὲ καὶ ἐπ᾽ αὐτοὺς τὸ εἰρημένον ὅτι «τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι». καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο.

Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιωδυνίᾳ τοῦ ἰοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί.