Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Αδαμιανοί, Σαμψαίοι, Θεοδοτιανοί, Μελχισεδεκιανοί, Βαρδησιανιστές, Νοητιανοί και Καθαροί

Αναφορά σε ποικίλες αιρέσεις, ελέγχοντας δοξασίες για τη δημιουργία, τη χριστολογία, το πρόσωπο του Μελχισεδέκ και την εκκλησιαστική μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 13 από 27

Κατὰ Ἀδαμιανῶν 〈λβ〉, τῆς δὲ ἀκολουθίας 〈νβ〉. 1. Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ζῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν 〈αὐτὴν〉 περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ᾽ ὅλως ὑπάρχει ὅρασις. ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων. ἐὰν δὲ λαθὼν ἐν τῷ ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀέρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν. οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας 〈οὔσης〉 αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν 〈φημὶ δὲ〉 τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται. τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει· ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον 〈καὶ〉 διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις. ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα.

τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί. πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρημένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι. περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ᾽ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων. εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει. οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, 〈πένθος μὲν〉 ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων. 2.

Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας (οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων συνελεύσεις) ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων. ἐν δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ᾽ αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην. εἰσὶ δὲ πάντες παρ᾽ αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν. εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φάσκουσι γὰρ αὐτὸν 〈εἶναι〉 τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν. τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου.

ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ 〈μετὰ〉 πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ 〈εὖ〉 μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπεπλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ᾽ αὐτοῖς ἡ χλεύη γίνεται. 3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διελέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς «καὶ οὐκ ᾐσχύνοντο». τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ᾽ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν. ἀφῄρηται γὰρ ἀπ᾽ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό «ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας». μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ. οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς «ἡ παμποίκιλος τοῦ θεοῦ» σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων.

καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες. ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης.

Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν. διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον τὴν καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας. τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώμεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ ἀνατροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν.

Κατὰ Σαμψαίων 〈λγ〉, τῆς δὲ ἀκολουθίας 〈νγ〉. 1. Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλκεσαίων καλουμένων, αἵρεσίς τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν 〈τε〉 τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται. οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου. κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον. φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ἁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ. θεὸν δὲ ἕνα λέγουσι καὶ δῆθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι· πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν. ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν. ὑπεραποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν.

εἴ ποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, συνεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν. καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ᾽ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου. Χριστὸν δὲ ὀνόματι ὁμολογοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον. καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται. καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα ἀδελφὴν αὐτοῦ θηλυκῷ σχήματι ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα *. 2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ᾽ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ᾽ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται.

ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἴωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί· διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ 〈γὰρ〉 πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν 〈τε〉 κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δέ φημι ἡ αἵρεσις ἐν ἅπασιν 〈τὴν〉 ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου. οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα ἡμῖν λεχθεῖσα ἡλιακή, [καὶ] καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας † αὐτοῦ μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας· ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν.

Κατὰ Θεοδοτιανῶν 〈λδ〉, τῆς δὲ ἀκολουθίας 〈νδ〉. 1. Ἀνέστη πάλιν Θεόδοτός τις, ἀπόσπασμα ὑπάρχων ἐκ τῆς προειρημένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ 〈κηρυχθέντα〉 ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν χρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι. καὶ εἰ μὲν ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς ἀπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν.

Οὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κωνσταντινουπόλεως καλουμένης. σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ. οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος (οὐκ οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ) ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλληφθεὶς [μετὰ πλειόνων] καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες, οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς Ῥώμην ἐκεῖσε διέτριβεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν Ῥώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας. εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι «θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην». εἶτα ἐρωτώμενος «ποῖον ἄνθρωπον» ἀπεκρίνατο λέγων «Χριστὸν ἠρνησάμην ἄνθρωπον».

Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ᾽ αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι. εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν (οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων) συνήγαγεν, «ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα». ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν. 2. ἀλλ᾽ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει «τὴν ἀλήθειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου». πατέρα δὲ ἑαυτοῦ λέγει τὸν θεόν· οὐ γὰρ ἄνθρωπον. εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ᾽ ἵνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι᾽ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα.

Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, «αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις», καὶ «ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ». καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὅτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἵνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι᾽ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἅγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. διὸ ἐπασφαλιζόμενός φησιν «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων. αὐτὸς γὰρ πάλιν φησίν «ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου», καὶ πάλιν «ἀρνήσομαι αὐτόν», καὶ πάλιν «ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου». 3.

Καὶ πάλιν δὲ ὁ αὐτὸ Θεόδοτός φησι· «καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυσῆς ἄνθρωπος ἦν». καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν· ὅτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»· καὶ παρθένος μένουσα «ἐν γαστρὶ ἕξει» (οὐκ ἐκ σπέρματος ἀνδρός), «καὶ τέξεται υἱόν» (δῆλον ἐν σαρκὶ τὸ γέννημα 〈τὸ〉 ἀπὸ παρθένου γεννώμενον), ἀλλά «καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ᾽ ἡμῶν». ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν.

Εἶτά φησι· «καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί». διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ 〈τοῦ〉 πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ Μαριάμ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου», εἶτα μετέπειτα «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». καὶ οὐκ εἶπε μόνον «τὸ γεννώμενον», ἀλλά «διὸ καὶ τὸ γεννώμενον», ἵνα δείξῃ 〈τὸν〉 ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ] κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι᾽ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώπησιν εἰς ἡμῶν σωτηρίαν προστίθησι «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἰ γὰρ εἶπε «πνεῦμα ἅγιον εἰσελεύσεται εἰς σέ», οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἅγιον ἐν σαρκὶ παραγεγονέναι. ὅτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος.

πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἶτα μετὰ ταῦτα «καὶ ὁ Λόγος σὰρξ ἐγένετο»· καὶ οὐκ εἶπε «τὸ πνεῦμα σὰρξ ἐγένετο», οὐδὲ εἶπε «Χριστὸς ἄνθρωπος ἐγεννήθη». πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἥκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας. 4. Προφασίζεται πάλιν ὁ τάλας Θεόδοτος λέγων «ὅτι καὶ ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;» καὶ οὐκ οἶδεν 〈ὁ〉 ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὅτι, ὡς ἔφην, ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὢν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν. ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ «τίς γνώσεται αὐτόν» ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου. ἐπειδὴ γάρ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ἀποκαλύψῃ», οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ 〈αὐτὸς〉 αὐτῷ ἀποκαλύψῃ.

ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι᾽ ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὅτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας. 5. Εἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι «καὶ Ἠσαΐας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, οὕτως εἰπών· ὅτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνώδης. ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὕτως εἶπεν «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη». εἶτά φησιν «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ», καὶ οὐκ εἶπεν «αἴρεται ἡ ζωὴ 〈ἀπ᾽〉 αὐτοῦ», ἀλλά «ἀπὸ ἀνθρώπων». ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾽ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾽ ἑαυτοῦ ζωὴ ὤν. «ζῶν γὰρ ὁ Λόγος» καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾽ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» *. εἰ ἦν ἄνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις.

ἐπειδὴ δέ ἐστι πρὸ τοῦ Δαυὶδ 〈καὶ〉 πρὸ τοῦ Ἀβραάμ, —«Ἀβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη»· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων «πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραὰμ ἑώρακας;», ἐλέγχων Θεόδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι»· ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶε καὶ πρὸ Ἀδὰμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ τοῦ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, —διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὅτι «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ».

Ἀλλά φησιν, «εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον». ἐλέγχῃ δὲ πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πράξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν «ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». 6. Πάλιν δὲ προφασίζεται λέγων ὅτι «ἔφη περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», καὶ οὐκ οἶδε πῶς πάλιν καθ᾽ ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών «μεσίτης θεοῦ καὶ ἀνθρώπων, 〈ἄνθρωπος〉 Χριστὸς Ἰησοῦς» αὐτὸς ἐσαφήνισε λέγων «προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ πάλιν «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». τούτων δὲ ποιούμενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν «εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα 〈καὶ ἡμεῖς εἰς αὐτόν〉». εἰ δέ «δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας 〈ὢν〉 καὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι᾽ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἢ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα;

καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.

Ἐν αὐτῷ δὲ τῷ διαλόγῳ ἅμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόντες καὶ τὴν ἀνατροπὴν καθ᾽ ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθίας, ὥσπερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς 〈τε〉 ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις σπεύσωμεν.

Κατὰ Μελχισεδεκιανῶν 〈λε〉, τῆς δὲ ἀκολουθίας 〈νε〉. 1. Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέντες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων. οὗτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγούμενοι. εἶναι δὲ αὐτὸν ἄνω ἐν ἀκατονομάστοις τόποις καὶ 〈ἀληθ〉ῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ ἑαυτῶν πλάνῃ φάσκουσι. Χριστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπεδέετο. περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι «ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος» 〈ἐγένετο〉, ἐκ τῆς πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι. πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους ἐπιπλάστους, ἑαυτοὺς ἀπατῶντες.

Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαι, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή. εὑρίσκεται δὲ εὐθὺς λέγων * «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ. πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ «ἀπάτωρ, ἀμήτωρ» οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης. ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θυγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ᾽ ἔτος ἄγουσιν.

οὕτω καὶ οὗτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διάνοιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυτοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται. 2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὗτος ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ᾽ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ τῇ πεδιάδι κατοικούντων. Σαλὴμ δὲ ἡ πόλις ἐκαλεῖτο, περὶ ἧς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἱερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης. εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν (οὐ μακρὰν 〈γὰρ〉 ἀλλήλων ἀφεστήκασιν οἱ τόποι) ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. «ἐξήνεγκε», γάρ φησι, «τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ᾽ ἐκεῖνον τὸν χρόνον», ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ᾽ αὐτοῦ.

ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἱερουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι ἡ ἱερωσύνη, ἵνα «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» ταπεινωθῇ, πρὸς τὸ μὴ αὐχοῦσαν τὴν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας. εἰ γὰρ Ἀβραὰμ τῷ Μελχισεδὲκ προσήνεγκε δεκάτην, οἱ δὲ ἀπὸ Ἀβραὰμ τῷ Λευὶ προσφέρουσι καὶ τῷ Ἀαρών, μετὰ χρόνον δὲ τοῦ πάλιν εἶναι τὴν ἱερωσύνην ἐκ περιτομῆς διὰ Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ καθεξῆς φάσκει ἡ γραφὴ διὰ τοῦ Δαυὶδ (μετὰ γενεὰς δεκαδύο τῆς τοῦ Λευὶ γεννήσεως, ἑπτὰ δὲ ἀπὸ τῆς Ἀαρὼν διαδοχῆς) ἐν τῷ Μελχισεδὲκ τὴν ἱερωσύνην ἵστασθαι, φύσει ἔδειξεν οὐκ ἐν τῇ παλαιᾷ τῆς περιτομῆς ἱερωσύνῃ τὸ ἱερατικὸν ἐπιμένειν τάγμα· μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου. 3.

Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε· τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ οὐκ ἐν περιτομῇ ἀλλὰ ἐν δικαιοσύνῃ μὲν τελειότητος καὶ ἀρετῇ, ἐν ἀκροβυστίᾳ δὲ σαρκὸς θεῷ ἱερατεύσαντος. καὶ ὅτι μὲν ὁ Μελχισεδὲκ ἄνθρωπος ἦν, αὐτὸς ὁ ἅγιος θεοῦ ἀπόστολος ἐν τῇ ἐπιστολῇ δηλώσει. φάσκει γὰρ οὕτως «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν πατριάρχην». δῆλον οὖν ὅτι ἐξ αὐτῶν οὐ γενεαλογεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται. πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα δὲ μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν. εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον.

τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ᾽ εἱρμὸν ὑφηγήσομαι οὕτως· Ἠλίας ὁ Θεσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν καὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοῦ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀαζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζαρ υἱὸς τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ. ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν. τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἱ περὶ Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι; ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦ ἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. 4.

Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴμ δῆλον, ἀλλ᾽ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων 〈τάξεως〉 καὶ ἀπ᾽ οὐρανοῦ καταβεβηκώς· «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», φησὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος. τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ τῆς παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον. ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ᾽ αὐτὸν διαδοχὴν ἔσχεν, ἀλλὰ οὐδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾄδεται ἱερεύς, μηδενὸς αὐτὸν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην. οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν πατρὶ ὤν, γενόμενος δὲ δι᾽ ἡμᾶς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μὴ ἔχουσαν διαδοχήν.

μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύσῃ πᾶσαν θυσίαν παλαιᾶς διαθήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας· αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, αὐτὸς θυσιαστήριον, αὐτὸς θεός, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ τῆς ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχὰς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάττεσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος. 5. Φαντάζονται δὲ πάλιν ἄλλοι, 〈ἄλλα〉 περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἰγύπτιος αἱρεσιάρχης νομίζει τοῦτον τὸν Μελχισεδὲκ εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τό «ἀφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές»· ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁ ἅγιος ἀπόστολος «τὸ δὲ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλεκτῶν ἐντυγχάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου.

οὐ γὰρ σάρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σάρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός. καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοῦ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολουθίας τὰ νῦν ἐπιλήψομαι.

Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται. Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ. καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεν, οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶν πατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα. ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχισεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυπῶν τῶν μυστηρίων τὰ αἰνίγματα· ἀντίτυπα τοῦ 〈σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ〉 κυρίου ἡμῶν λέγοντος ὅτι «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν», καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. ὁ δὲ τοῦ Ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ὑπάρχων, καὶ γέγονε 〈σλθ〉 ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ 〈ρλ〉 ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη 〈τξθ〉. Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων 〈ρλβ〉 ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν Ῥαγαῦ ὢν 〈ρλ〉 ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν.

Ἔβερ δὲ ἐγέννησε τὸν Φάλεκ ἐν ἔτει 〈ρλδ〉 τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη. Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκοντα πέντε ἔτη.

Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων 〈ρθ〉 τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν 〈ρλε〉 ὢν ἐγέννησε τὸν Κηνᾶν, καὶ γέγονεν χίλια 〈ρλθ〉 ἔτη. Σὴμ δὲ 〈ρβ〉 ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ φαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἓν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ᾽ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπῆς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων. οὐκ ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ 〈ρβ〉 ἐτῶν ὢν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. «καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, 〈φ〉 ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε». τοίνυν αὐτοῦ ζήσαντος ἑξακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο φθάσαι εἰς χίλια καὶ διακόσια τεσσαράκοντα καὶ ἓν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶε τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.

κατὰ δὲ ψῆφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ἕως τοῦ προδεδηλωμένου χρόνου τῆς [τε] τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ὀγδοηκοστῷ ὀγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνενηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία. 7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡ θεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρνης, φασί, τὴν μητέρα αὐτοῦ μὴ γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκεσθαι. ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ Ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ᾽ αὐτοῦ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. * καί «πᾶς ὁ μὴ διὰ τῆς θύρας εἰσερχόμενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐκ ὢν ποιμὴν ὑπάρχει».

Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι. ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». τῷ ὄντι δὲ «ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν»· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραηλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων. τούτων πάντων τὸν κατάλογον ποιησάμενοι, 〈ὧν〉 διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγησάμεθα. 8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι᾽ αὐτοῦ, φησί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοσύνης, ἐπ᾽ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὢν καὶ εἰς ἱερωσύνην θεοῦ τεταγμένος. καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φασίν, ἵνα δι᾽ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὕρωμεν δι᾽ αὐτοῦ ζωήν. καὶ Χριστὸς μέν, φησίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν.

ἐξ οὗπερ ὁ ἀπόστολος ἀποσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα. καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φησί, καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ᾽ αὐτοῦ τῆς εὐλογίας. 9. Καὶ ὡς μάταιος πασῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν «ἀγοράσαντα αὐτοὺς τῷ ἰδίῳ αὐτοῦ αἵματι», τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν, ἀλλ᾽ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», καὶ οὐχὶ τῷ Μελχισεδέκ. εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ᾽ αὐτόν, ἀλλ᾽ οὐκ ἔστιν ἄνωθεν ἀπ᾽ οὐρανοῦ καταβάς.

οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι «κατήνεγκε» ἄρτον καὶ οἶνον, ἀλλὰ «ἐξήνεγκεν» αὐτῷ τε καὶ τοῖς μετ᾽ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην· καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας. πόθεν δὲ οὐ δείξωμεν ὅτι ἦν ἀεὶ 〈ὁ〉 υἱὸς σὺν πατρί; «ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ». καὶ πάλιν «ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα». καὶ αὐτὸς ὁ ἀπόστολός φησιν «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα». καὶ ἵνα μή τις εἴπῃ· οὐκοῦν ποῦ ἐστι τὸ πνεῦμα, ἐπειδήπερ περὶ ἑνὸς καὶ ἑνὸς διηγεῖται; οὐκ ἔδει τὸ πνεῦμα αὐτοσύστατον γίνεσθαι ἑαυτοῦ· ἀεὶ γὰρ φυλάττεται ἡ θεία γραφὴ ὑπογραμμὸς ἡμῖν γίνεσθαι. ἐφθέγγετο ἐν πνεύματι ἁγίῳ ὁ ἀπόστολος καὶ ἔλεγεν «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα».

ἦν δὲ ἐν πνεύματι ἁγίῳ λέγων τοῦτο· οὐ γὰρ ἵνα λείψῃ ἡ τριάς. αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». καὶ πάλιν ὁ ἀπόστολος λέγει «ἓν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον». ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν † δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομμάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆσαί τε καὶ πλανῆσαι.

Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντες ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάσφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωσαν βλασφημίας πλάνην. ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοκράτορα, μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ 〈παρὰ〉 πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροσύνης βλασφημίαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα. περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι «ἦν ἱερεὺς τοῦ ὑψίστου». εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ. καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης.

τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν» (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) «δεδεκάτωκε τὸν Ἀβραάμ», καὶ πάλιν «ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεσίας ἐποιεῖτο, φησί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι»· ὅτι δὲ 〈ὁ〉 πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.

Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἄγειν τὸν ἐπιβουλευθέντα. οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμὸν τοῖς μὴ τυχοῦσι τοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ᾽ ἡμῶν γενομένης κατ᾽ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαίνεται τὸ ζῷον. ἐν νυκτὶ γάρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰρ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει. ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.

Κατὰ Βαρδησιανιστῶν 〈λϛ〉, τῆς δὲ ἀκολουθίας 〈νϛ〉. 1. Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμενος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησιανιστῶν γεγένηται, ἐκ Μεσοποταμίας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν Ἐδεσσηνῶν πόλιν κατοικούντων. ὃς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡρμᾶτο, λόγιός τις ὢν ἐν ταῖς δυσὶ γλώσσαις, Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ. Αὐγάρῳ δὲ τῷ τῶν Ἐδεσσηνῶν δυνάστῃ, ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πρῶτα καὶ συμπράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας, διήρκεσε μὲν μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, (οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου). ὃς πολλὰ 〈πρὸς〉 Ἀβειδὰν τὸν ἀστρονόμον κατὰ εἱμαρμένης λέγων συνελογίσατο, καὶ ἄλλα δὲ κατὰ τὴν εὐσεβῆ πίστιν ἐμφέρεται αὐτοῦ συντάγματα.

Ἀπολλωνίῳ δὲ τῷ τοῦ Ἀντωνίνου ἑταίρῳ ἀντῆρε, παραιτούμενος ἀρνήσασθαι τὸ Χριστιανὸν ἑαυτὸν λέγειν. ὁ δὲ σχεδὸν ἐν τάξει ὁμολογίας κατέστη λόγους τε συνετοὺς ἀπεκρίνατο ὑπὲρ εὐσεβείας ἀνδρείως ἀπολογούμενος, θάνατον μὴ δεδιέναι φήσας, ὃν ἀνάγκῃ 〈ἔφη〉 ἔσεσθαι, κἄν τε τῷ βασιλεῖ μὴ ἀντείποι. καὶ οὕτως ὁ ἀνὴρ τὰ πάντα μεγάλως ἦν κεκοσμημένος, ἕως ὅτε τῷ ἀστοχήματι τῆς ἑαυτοῦ αἱρέσεως περιέπεσε, δίκην νηὸς γεγονὼς καλλίστης φόρτον τε ἀσυνείκαστον ἐμβαλλομένης καὶ παρὰ τὰς ὄχθας τοῦ λιμένος λακισθείσης ἀπολεσάσης τε τὴν ἅπασαν πραγματείαν καὶ ἑτέροις τοῖς ἐπιβάταις θάνατον ἐμποιησάσης. 2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγησάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνησάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν. χρῆται δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀποκρύφοις τισὶν ὡσαύτως. ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ᾽ αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μεταβεβλημένος.

Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ, ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως, πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς; ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, 〈δῆλον〉. καὶ οὐχ ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία. μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι «ἀνέστη, οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὁ ἅγιος λέγων «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»;

ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων «καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις;», αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι «καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἷμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ᾽ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἷμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη, ἡ κακοπιστία, ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας. 3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον; ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ᾽ ὡς ἐν 〈παρεκβάσει〉 ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ». πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ «εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ»; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες. ἔφη γὰρ ὅτι «εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι».

τὸ δέ «λεγόμενοι» ὡς 〈περὶ〉 οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανημένων τὴν διάνοιαν.

Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώμα〈τος〉 οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ πασῶν τῶν αἱρέσεων ἐπινενοημένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς. φησὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι «θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν». εἶτα ὕστερόν φησι «πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ δὲ σὲ οὐ κατευοδωθήσεται». οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν, ἐπειδήπερ «ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς», ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, * ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ 〈δὲ〉 θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν διασκοποῦντες ἴωμεν, ἀγαπητοί.

Κατὰ Νοητιανῶν 〈λζ〉, τῆς δὲ ἀκολουθίας 〈νζ〉. Ἕτερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ᾽ ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων· ὃς ἀλλοτρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ᾽ ἑαυτοῦ ἃ μήτε προφῆται 〈ἐκήρυξαν〉 μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ᾽ ἑαυτοῦ ἐπάρματι μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν πατέρα πεπονθέναι· ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών. ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετακαλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο. ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ὀλετήριον πικρίαν. ὕστερον δέ, ἀφ᾽ ἧς εἶχε λύσσης εἴς τινας ἄλλους ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός 〈τε〉 γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε. πάλιν δ᾽ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων.

ὁ δὲ ἅμα τοῖς ὑπ᾽ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι «τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα». ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ᾽ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, οὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσεβῶν περιέστειλε. μετὰ τοῦτο οἱ ὑπ᾽ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτοις τοῖς ῥητοῖς ὑπαχθέντες οἷς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς. ὅτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἕνα θεὸν δοξάζειν, ἤκουε παρ᾽ αὐτῶν φιλαλήθως ὅτι ἕνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ᾽ ὡς οἴδαμεν δικαίως δοξάζειν· καὶ ἕνα Χριστὸν ἔχομεν, ἀλλ᾽ ὡς οἴδαμεν ἕνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανόν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἃ καὶ ἐπιστάμεθα. 2. Ἐκ τούτου οὖν Νοητιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ᾽ αὐτοὺς ἐμμανῆ διδασκαλίαν.

ἀφ᾽ ὧν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν «ἐγὼ θεὸς τῶν πατέρων ὑμῶν· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» καὶ τὰ ἑξῆς. ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα 〈ὁ〉 αὐτός ἐστι θεὸς ὁ ἀεὶ 〈ὢν〉 καὶ νῦν ἐλθών· ὡς λέγει ἡ γραφή «οὗτος ὁ θεός σου, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». ὁρᾷς, φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ἄλλον θεὸν ἡγεῖσθαι, φάσκουσα ὅτι αὐτὸς θεός ἐστι 〈ὁ〉 μόνος ὢν καὶ αὐτὸς ὕστερον ὀφθείς; πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἕνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν 〈γενόμενον〉 ἐμφανῆ; καὶ ὁμολογουμένως εἷς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν.

καὶ τούτου ἕνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἕνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἵνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταύτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μανίαν.

Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὅτι «καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις φάσκων· ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγησάμενος, οὗτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτύπως. τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος. οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὗτος ὁ Νόητος καὶ οἱ ἀπ᾽ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι. 3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεύματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται. τόλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ᾽ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες. πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ᾽ οὗπερ γεγέννηται. εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται.

καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ. ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὗτοι δοξάζουσιν, ἀλλ᾽ ὡς ἡ ἀλήθεια διὰ θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ὃν ἠγάπησεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ᾽ αὐτῷ». καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι φύσει υἱόν, ἐφ᾽ ᾧ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν. εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ λέγων «πάτερ, δόξασόν με» οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἦλθε φωνὴ ἀπ᾽ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε», οὐδὲ πάλιν «γέγονα υἱός», ἀλλὰ «οὗτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ τῷ εἰπεῖν «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν», οὐκ εἶπεν «ἐγὼ καὶ ὁ πατήρ μου εἷς εἰμι», ἀλλά «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν». τὸ δὲ «ἐγὼ καὶ ὁ πατήρ», ὄντος τοῦ ἄρθρου τοῦ «ὁ» καὶ τοῦ «καί» ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν. 4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας». πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό «ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται».

οὐκ εἶπεν «ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι», ἀλλὰ ἀπὸ τοῦ «ἐγώ» καί «ἐκεῖνος» ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν «τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ ἐμοῦ λαμβάνον», ἵνα δείξῃ ἐνυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ᾽ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ἐνδυσαμένου σῶμα. διὰ δὲ τὸ μὴ νομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν υἱόν, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ὀπτάνεσθαι φύσει ἐνυπόστατον τὸ πνεῦμα. πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἡ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἢ ἔμφασιν, ἄρα γοῦν ἐκβλητέαι εἰσὶν αἱ γραφαί, αἱ πάντῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα.

Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι προσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως. τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὁ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημένος ἀληθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως; διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν», τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης. ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πνεῦμα τοῦ Χριστοῦ. διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀληθείας πατήρ, πατὴρ τέλειος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης μία δεσποτεία μία κυριότης. διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἱ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὁμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος. καὶ διέπεσεν ἐκ πανταχόθεν ὁ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε.

τοίνυν τούτων εἰρημένων καὶ ἀντιθέτως πρὸς τὰς τοῦ προειρημένου Νοήτου φωνάς, σκοπεῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν. 5. Πρῶτον μὲν οὖν ἐπειδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ ὃν τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ», οὐχ ὁρᾷς ὅτι λέγων «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», πῶς τὴν μίαν ἀρχὴν σημαίνει, ἵνα μὴ εἰς πολλὰς ἀρχὰς τρέψῃ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ πάλιν τὸν πλανηθέντα νοῦν τῶν ἀνθρώπων ἐπὶ τῇ κενοφωνίᾳ τῆς πολυθεΐας; ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καὶ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα». καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τὸν αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν υἱόν, ἀλλὰ ἔδειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸν υἱὸν ἀληθῶς, ἐπειδὴ τῷ εἰπεῖν «εἷς θεός» ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς 〈ἔλεγεν〉 (εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπειδὴ δὲ κύριος, καὶ θεός), ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐναργῶς ἕνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν.

Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπειδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τῆς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα. ὀνομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπειδὴ εἶπεν «εἷς θεός», περὶ πατρός. «ἐξ οὗ τὰ πάντα», ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπειδὴ εἶπε «καὶ εἷς κύριος Ἰησοῦς Χριστός», ἠρνήσατο εἶναι αὐτὸν θεόν, ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων «εἷς θεός», σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος. οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ «εἷς κύριος»· σὺν δὲ τῷ «[εἷς] κύριος» σύνεστι καὶ τὸ θεός. λέγων οὖν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὡς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν 〈ἑαυτῶν〉 ποιήσασθαι. ἄρα οὖν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα [ἢ δι᾽ ὃν τὰ πάντα]», καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα Χριστοῦ. 6.

Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται [καὶ τό »σὺ εἶ θεός, καὶ οὐκ ᾔδειμεν«] καὶ σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». λέξει δέ, «οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν. ἐκ τῶν τοσούτων ῥητῶν, ὧν ὑπεδείξαμεν», οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περὶ πόδα φθέγγεται οὔτε καθ᾽ εἱρμὸν διηγεῖται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί [νοοῦσιν]. ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων 〈ἐπιτιθέασιν〉 καὶ τοὺς μηδὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας τινὲς ὠνόμασαν, οὕτως καὶ οὗτος καὶ οἱ ἀπ᾽ αὐτοῦ, Νοήτου ἔχων ὄνομα, ἀνόητος ὑπάρχει καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολουθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ πληροῦσθαι ἐπ᾽ αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». 7.

Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἔφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει ἡ ἀρχὴ τοῦ κεφαλαίου· ὅθεν καὶ δεικτέον ἐστὶ περὶ τῆς πάσης ἐν αὐτῷ τῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως ὅτι «ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ 〈περὶ〉 τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα, φησί, τὴν γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ». εἶτα λοιπόν «ἐκοπίασεν Αἴγυπτος καὶ ἡ ἐμπορία Αἰθιόπων» καὶ τὰ ἑξῆς «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν». ἐν τίνι δὲ φαίημεν ἀλλ᾽ ἢ ἐν τῷ πατρῴῳ Λόγῳ; καὶ γὰρ ἀληθῶς θεὸς Λόγος ὁ υἱὸς καὶ ἐν αὐτῷ ὁ πατὴρ γινώσκεται, ὡς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» καί «ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς». εἶτα πάλιν «ἐγὼ ἤγειρα βασιλέα». οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀληθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως;

ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὁ ἅγιος ἀπόστολος φάσκων «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν», ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ «〈ἐγὼ〉 ἤγειρα βασιλέα», καὶ ὧδε· «ὁ ἐγείρων Χριστὸν ἐκ νεκρῶν». τὸ δέ «ἐν σοὶ θεός ἐστιν» 〈δείκνυσιν〉, ὡς μυστηριωδῶς τὰ πάντα καὶ θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ 〈κατοικοῦσα〉 προεωρᾶτο καὶ προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἡ θεότης. ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἁγίᾳ καὶ ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγίᾳ ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἁγίῳ λέγει «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν».

διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ 〈ὁ〉 θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἕνα τελέσας, ὡς λέγει «ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ». 8. Τί οὖν ἐρεῖ Νόητος ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; δῆλον ὅτι οὐκ ἦν. πῶς οὖν ὁ καταβὰς ἐξ οὐρανοῦ αὐτός ἐστιν καὶ ὁ ἀναβάς; ἀλλ᾽ ἵνα τὸν ἐλθόντα Λόγον σημάνῃ οὐ κάτωθεν ὄντα, ἀλλ᾽ ἄνωθεν κατελθόντα, ἐπειδὴ ἐνηνθρώπησε ἐν σαρκί, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἐκ πνεύματος δὲ καὶ σαρκὸς τελειώσας τὴν αὐτοῦ οἰκονομίαν, διὰ τοῦτο μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἐνανθρωπήσεως φάσκει τὸν ἄνωθεν ἥκοντα ἄνω ἀνιέναι ἐν τελειώσει θεότητος. καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ, ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθένου, ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὃς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ. τί οὖν ἦν ὁ ἐν οὐρανῷ ἀλλὰ ὁ Λόγος ὁ ἀπ᾽ οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ 〈ἐν〉 οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος.

Λόγος γὰρ ἦν, θεὸς ἦν ἀεί, πνεῦμα ἦν, δύναμις ἦν, ὃς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώπου, υἱὸς ὢν θεοῦ· καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ Δανιὴλ ἔφη «εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν». διὸ δικαίως ἐν οὐρανῷ 〈ὄντα〉 τῷ ὀνόματι τούτῳ τὸν Λόγον, 〈ὃν〉 εἶδε πνεύματι ἁγίῳ, ὁ προφήτης υἱὸν ἀνθρώπου ἐκάλει, τὸ 〈μέλλον〉 πρὶν γενέσθαι ἀναθεωρῶν καὶ πρὶν τοῦ ἐν σαρκὶ γενέσθαι υἱὸν ἀνθρώπου ἀποκαλῶν. διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ μονογενὴς φάσκει «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου»· οὐχ ὅτι δὲ ἄνω ἦν σάρξ, ἀλλὰ 〈ὅτι〉 ἄνωθεν κατήρχετο, τούτῳ τῷ ὀνόματι μέλλων καλεῖσθαι. 9. Ἀλλὰ τί ἐστιν ὃ ἐρεῖς. ὦ οὗτος, ὅτι «οὗτος, φησίν, ὁ θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἄλλος». καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». θαυμαστῶς 〈δὲ〉 διηγεῖται· οὗτος γὰρ ὁ ὢν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός.

οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει «ὁ ὢν ἀπ᾽ ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ». καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», καὶ 〈τὸν πατέρα〉 ἀκριβῶς ὑπετίθετο. ἐπὶ πάντας μὲν οὖν ὢν θεός, ἔχων δὲ ἴδιον αὐτοῦ πατέρα, * ἐν τῷ λέγειν «ἀπέρχομαι πρὸς τὸν πατέρα». εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε; 10. Ἢ γὰρ πάλιν λέγει «ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;» ἀεὶ γὰρ ἡ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεις τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείας ὁδόν. καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶναι τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομίζει καὶ ἄλλαι αἱρέσεις, λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· πρὸς δὲ τοὺς νομίζοντας τὸν αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», λέγει «ποίησον αὐτοὺς ἵνα ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν. πῶς γὰρ ἠδύνατο Πέτρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἓν ὡς κατὰ συναλοιφήν;

ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον τῆς ἀληθείας ἐπανισταμένην *· * Φίλιππος [δὲ] ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι «δεῖξον ἡμῖν τὸν πατέρα σου». ὁ δὲ εἶπεν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ πατήρ», ἀλλὰ τῷ «ἐμέ» σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ «ἑώρακε τὸν πατέρα», οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό «τὸν πατέρα» καὶ ἄλλο τό «ἐμέ» καὶ ἄλλο 〈τό〉 «ἐγώ», καὶ ἕτερον τό «ἐμέ». εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν «ἐγώ εἰμι»· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν.

Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης 〈ἐνταῦθα〉 λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἵρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακίτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες 〈τε〉 ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας, ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.

Κατὰ Οὐαλησίων 〈λη〉, τῆς δὲ ἀκολουθίας 〈νη〉. 1. Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που, τίς ἢ πόθεν ὡρμᾶτο ἢ τί λέγων ἢ νουθετῶν ἢ φθεγγόμενος 〈ὑπῆρχεν〉 ὁ Οὐάλης οὗτος. καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον τινὰ ὑπόνοιαν ἡμῖν δίδωσι διανοηθῆναι τοῦτον καὶ τὴν αὐτοῦ αἵρεσιν εἰσέτι δεῦρο φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηνῆς χώρας πέραν τοῦ Ἰορδάνου. καὶ οἱ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γνωστικῶν· ἕτερα γὰρ τούτων τὰ φρονήματα. τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτον ἔχει τὸν τρόπον.

Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι. καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ᾽ ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη, ἐμψύχων οὐ μεταλαμβάνει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἢ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦν μεταλαμβάνει ὡς ἤδη πεπαυμένος ἀγῶνος καὶ μηκέτι ἐπικίνδυνος ὢν εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας. οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξένους παρερχομένους καὶ παρ᾽ αὐτοῖς ἐπιξενωθέντας ταύτῃ διέθεντο τῇ ἀγωγῇ, ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος. ἁρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον καὶ ὀπίσω ἐπὶ συμψελίοις δήσαντες μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως. καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις, καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐνομίσαμεν ταύτην εἶναι. 2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων.

εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό «ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν», πῶς δύναται ἐν βασιλείᾳ τινὰ εἶναι ἠκρωτηριασμένον; εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ᾽ ὁπότερον αὐτῶν καταλειφθήσεται. καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπότερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν. τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; «ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια». τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν; εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσερχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων; εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ;

εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν. 3. Οἱ δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον εὔτολμοι ἀπὸ πάντων ἑαυτοὺς ἠθέτησάν τε καὶ ἀπηλλοτρίωσαν. οὔτε γὰρ ἔτι ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν. προὔλαβεν δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος καὶ βραβείου τούτου ἐπωνυμία. οὐδὲ ὁπότεροι γὰρ φανήσονται οὗτοι τῶν τριῶν τάξεων τῶν εὐνούχων τῶν ὑπὸ κυρίου εἰρημένων. «εἰσί, γάρ φησιν, εὐνοῦχοι, οἳ ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν». ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας, οὔτε μὴν ἁμαρτίαν ἔχοντες διὰ τὸ οὕτως γεγεννῆσθαι οὔτε πάλιν ἔπαινον, μὴ δυνάμενοι πράττειν 〈τὶ τῶν τοιούτων〉, τῶν ἀφροδισίων φημί, ἐπειδὴ μὴ πέφυκεν αὐτοῖς τὰ παιδοποιὰ ὄργανα τὰ ἐκ θεοῦ κεκτισμένα. ἀλλ᾽ οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείαν οὐρανῶν, διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι. εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν ὃ μὴ δεῖ πράττειν καὶ μὴ πράττοντες μισθὸν οὐκ ἔχουσιν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι τὸ ἔργον παρ᾽ αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι. καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης ἐν εὐνουχίᾳ, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν διὰ τὸ χειρότευκτον. 4. «

Καὶ εἰσὶν εὐνοῦχοι οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθησαν», φησὶν ὁ σωτήρ, καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. οὗτοι μὲν γὰρ γίγνονται (οἱ ὑπὸ ἀνθρώπων εὐνουχισθέντες) ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς. βουλόμενοι γάρ τινες τῶν βαρβάρων βασιλεῖς ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῆ νέους τοὺς παῖδας λαμβάνουσι καὶ εὐνουχίζουσι τούτους· πρὸς τὸ ἁδρυνθέντας ἐμπιστεύεσθαι τὰς ἰδίας αὐτῶν ὡς ἔφην γαμετάς. καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτων αἰτία. ὅθεν τάχα οἶμαι 〈γέγονεν〉 καὶ τὸ εὐνοῦχον καλεῖσθαι, ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι ἀφαιρουμένων τῶν μελῶν καὶ τοῦ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων ὡς τῶν ὀργάνων ἀφῃρημένους. ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη καὶ εὐνουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. «Καὶ εἰσίν, φησίν, εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». τίνες τοίνυν εἶεν οὗτοι ἀλλ᾽ ἢ οἱ γενναῖοι ἀπόστολοι καὶ οἱ καθεξῆς παρθένοι καὶ μονάζοντες; Ἰωάννης μὲν καὶ Ἰάκωβος, υἱοὶ Ζεβεδαίου, μείναντες ἐν τῇ παρθενίᾳ, μήτε μὴν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίᾳ καρδίᾳ ἀγωνισάμενοι καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι.

μετ᾽ αὐτοὺς δὲ ὅσοι ἐν μυριάδων ἀριθμῷ ἐν τῷ κόσμῳ μονάζοντες καὶ ἀπὸ μοναστηρίων καὶ παρθενώνων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο, οἵτινες σώμασι γυναικῶν οὐκ ἐμίγησαν, ἀλλὰ ἤθλησαν ἐν ἀγῶνι τελειοτάτῳ· ὡς καὶ Ἠλίας ἐν παλαιᾷ διαθήκῃ εὑρίσκεται καὶ Παῦλος λέγων «λέγω δὲ τοῖς ἀγάμοις ὅτι καλὸν αὐτοῖς, ἐὰν μείνωσιν οὕτως καθὼς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν». πῶς οὖν αὐτὸς ἔμεινεν; εἰ μὲν γὰρ ἀποτετμημένος ἦν καὶ κατ᾽ αὐτὸν ἔμειναν ὁμοιούμενοι αὐτῷ, ἵνα πληρώσωσι τό «ὡς κἀγώ». πῶς ἀποτεμνόμενός τις ἠδύνατο γῆμαι, εἰ μηκέτι ἐνεκρατεύετο, κατὰ τό «γαμησάτωσαν καὶ μὴ πυρούσθωσαν»; ὁρᾷς ὅτι περὶ ἐγκρατείας φάσκει καὶ οὐχὶ περὶ μελῶν ἀφαιρέσεως. εἰ δὲ φάσκουσιν οὗτοι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχικέναι, πῶς ἑαυτοὺς ἀπαλλοτριώσουσι τοῦ ῥήματος τοῦ εἰρημένου ὅτι «εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων»; εἰ γὰρ αὐτὸς ἰδίαις χερσὶν ἑαυτὸν εὐνουχίζει, ἄνθρωπός ἐστι καὶ αἱ χεῖρες αὐτοῦ τὸ ἀθέμιτον τοῦτο εἰργάσαντο· εἰ δὲ καὶ αὐτὸς ἑαυτῷ οὐ δεδύνηται πρᾶξαι, ὑπὸ ἄλλων δὲ εὐνουχίσθη, οὐκέτι ἔσται διὰ βασιλείαν οὐρανῶν, διὰ τὸ ὑπὸ ἀνθρώπων εὐνουχίσθαι, ἤτοι δι᾽ αὐτοῦ ἤτοι διὰ τῶν τοῦτο πεποιηκότων.

πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου καὶ ἀπὸ τοῦ βραβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοιαύτης χρήσεως, [ἀλλὰ] διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν. ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπελῶνα. οὐ γὰρ κατὰ θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ κυρίῳ θεῷ ἀντέστη ὁ τοιοῦτος. ἐπιθυμίᾳ δὲ περισσοτέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας, ἀλλὰ * μὴ δυνάμενος τὴν ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει «ἐπιθυμία εὐνούχου ἀποπαρθενεῦσαι νεάνιδα». καὶ ἐκ πανταχόθεν * ὦ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ πολυτρόπως ἐπινενοημένης.

Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. διὸ καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες καὶ ὡς ἔφην ὑπονοήσαντες εἶναι τούτους τοὺς προειρημένους, καταλιπόντες τοὺς αὐτοὺς καὶ καταγελάσαντες 〈αὐτῶν〉 ὥσπερ σκορπίου δικέντρου τοῖς μὲν κέρασι καὶ χηλαῖς ἀπὸ τῶν ἀνέκαθεν τῶν πατέρων βίοις ἐναντιωθέντος, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀνθισταμένου, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους [καὶ καταγελάσαντες,] τουτέστιν διὰ τῶν ῥητῶν τοῦ εὐαγγελίου, κατὰ τὸ ἔθος ἐπὶ τὰς μετέπειτα βαίνοντες ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας.

Κατὰ Καθαρῶν τῶν ἀκαθάρτων 〈λθ〉, τῆς δὲ ἀκολουθίας 〈νθ〉. 1. Καθεξῆς δὲ τούτων Καθαροί τινες λεγόμενοι ἐφύησαν, ἀπὸ Ναυάτου τινός, ὡς πολὺς ᾄδεται λόγος. οὗτος δὲ ὁ Ναυάτος ἐπὶ τῆς Ῥωμαίων ὑπῆρχεν, ἐν καιρῷ τοῦ διωγμοῦ τοῦ πρὸ τοῦ Μαξιμι〈α〉νοῦ γενομένου [πρώτου]· τάχα δὲ οἶμαι Δεκίου τότε ἦν ἢ Αὐρηλιανοῦ. ἀπὸ δὲ τῆς προφάσεως τῶν ἐν τῷ διωγμῷ παραπεσόντων ἐπάρματι ἀρθεὶς ἅμα τοῖς αὐτῷ ἑπομένοις μὴ θελήσας κοινωνῆσαι τοῖς μετανοοῦσιν ἀπὸ τοῦ διωγμοῦ, εἰς αἵρεσιν τ〈οι〉αύτην τέτραπται, λέγων μὴ εἶναι 〈αὐτοῖς〉 σωτηρίαν, ἀλλὰ μίαν μετάνοιαν, μετὰ δὲ τὸ λουτρὸν μηκέτι δύνασθαί τινα ἐλεεῖσθαι παραπεπτωκότα.

Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν καὶ διὰ λουτροῦ παλιγγενεσίας ταύτην γίνεσθαι τὴν σωτηρίαν, ἀλλ᾽ οὐκ ἀναιροῦμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν, εἰδότες τὸ κήρυγμα τῆς ἀληθείας καὶ τὸν ἔλεον τοῦ δεσπότου καὶ τὸ σύγγνωστον τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκός, τὸ πολύβλυστον τῆς τῶν πάντων ἀνθρώπων αἰσθήσεως ἐν παραπτώμασιν, διότι «οὐδεὶς ἀναμάρτητος καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς.» καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· εἰ δέ τις παρέπεσεν, οὐκ ἀπόλλει τοῦτον ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. δίδωσι γὰρ καὶ ἐπάνοδον καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν. τῷ γὰρ Κάϊν εἶπεν ὁ θεός «ἥμαρτες, ἡσύχασον», καὶ τῷ παραλυτικῷ «ἰδού, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε», καὶ Πέτρον ἀνακαλεῖται ὁ κύριος μετὰ τὸ ἀρνήσασθαι καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς αὐτὸν προκαλεῖται πρὸς ὁμολογίαν «ἀγαπᾷς με, Πέτρε; ἀγαπᾷς με.

Πέτρε; ἀγαπᾷς με, Πέτρε;» καί φησι «ποίμαινε τὰ προβάτιά μου». 2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸ εἰρημένον «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν». καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. οὔτε γὰρ ἔτι γεννηθήσεται Χριστός, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν, οὔτε ἀνασταυροῦν δύναταί τις τὸν υἱὸν τοῦ θεοῦ τὸν μηκέτι σταυρούμενον, οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμβάνειν· ἓν γάρ ἐστι τὸ βάπτισμα καὶ εἷς ὁ ἐγκαινισμός. ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος ἀπόστολος, τὴν ἐκκλησίαν ἰατρεύων καὶ τῶν αὐτῆς μελῶν ἐπιμελόμενος, καί φησι «πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου ὑμῶν».

καὶ ὁρᾷς πῶς μὲν τὸν ἐγκαινισμὸν μὴ δύνασθαι δεύτερον γενέσθαι τελείως ἀπεφήνατο, τῆς δὲ σωτηρίας οὐκ ἀπέτεμεν τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχόμενα καὶ θεὸν ἀντιλήπτορα, τῆς ἀγαθοεργίας αὐτῶν χάριν, τὸν κύριον ἔδειξε τῶν καὶ ἀπὸ παραπτωμάτων τελειότατα μετανοούντων καὶ ἐπιστρεφόντων καὶ μεταμελομένων.

Δέχεται οὖν ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ θεοῦ τὴν χάριν καὶ φιλανθρωπίαν μὴ ἀνακόπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως. ὡς γὰρ ὁ τὴν παρθενίαν ἀπολέσας ἀδυνάτως ἔχει ταύτην 〈ἀνα〉κτήσασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως, οὕτω καὶ ὁ ἀπὸ τοῦ λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσών· καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει, οὕτω καὶ ὁ μετὰ τὸ λουτρὸν ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν 〈τὴν μεταμέλειαν〉, οὐ τοιαύτην ἐνάρετον κατὰ τὴν πρώτην, οὐκ ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν ἣν κέκτηται. οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν τῇ μετανοίᾳ καμνόντων. 3. Ἔπειτα δὲ οἱ αὐτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκτήμεθα, πίστιν λέγουσιν ἔχειν· οὗτοι δὲ οὐ βούλονται διγάμοις κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι. καὶ τὸ πᾶν ἐστιν ἠλίθιον.

ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὕδασι δῴη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσποριζομένων τὴν ἐπιστήμην, νομίζων δὲ ἁπλῶς τὸ ὕδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα τῶν ἰδίων χειρῶν· ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος 〈ἔργα〉 ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου· ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάζων, ἁλοὺς δὲ οὗτος αὐτὸς δίκην δώσει, μὴ εἰληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων καὶ ὅτι τὴν ἴσην ἐνόμιζεν κατὰ πάντων ἐξιέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νόμων, ἑαυτὸν [δὲ] ἐν τῇ ἀδικίᾳ διὰ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακολουθησίας ἔκδοτον ἀπωλείας παρασκευάσας, —οὕτω καὶ οὗτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νοήσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν ἡ τῆς θείας γραφῆς παράδοσίς τε καὶ ἀκολουθία. 4.

Τὰ γὰρ εἰς τὴν ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εἰς πάντας ἐνόμισαν ἴσως φέρεσθαι. ἀκηκοότες γὰρ ὅτι «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, ἐγκρατῆ», «ὡσαύτως καὶ τὸν διάκονον» καὶ τὸν πρεσβύτερον, τὸν ὅρον τῶν ταγμάτων οὐκ ἐνόησαν. καὶ γὰρ τῷ μὲν ὄντι οὐ δέχεται εἰς ἱερωσύνην τὸ ἅγιον τοῦ θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν οὐδὲ τοὺς ἀπὸ πρώτου γάμου τελευτησάσης τῆς αὐτῶν γυναικὸς δευτέρῳ γάμῳ συναφθέντας, διὰ τὸ ὑπερβάλλον τῆς τιμῆς τῆς ἱερωσύνης· καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται. ἀλλὰ καὶ τὸν ἔτι 〈συμ〉βιοῦντα καὶ τεκνογονοῦντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα διάκονόν τε καὶ πρεσβύτερον καὶ ἐπίσκοπον καὶ ὑποδιάκονον, μάλιστα ὅπου ἀκριβεῖς κανόνες οἱ ἐκκλησιαστικοί.

Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους. τοῦτο δὲ οὐ παρὰ τὸν κανόνα γίνεται, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων κατὰ καιρὸν ῥᾳθυμήσασαν διάνοιαν καὶ τῆς τοῦ πλήθους ἕνεκεν μὴ εὑρισκομένης ὑπηρεσίας. τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία 〈ἐφ〉ορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω «ἀπερισπάστως» θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι. φημὶ δὲ ὅτι πρέπον ἐστὶ διὰ τὰς ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον καὶ διάκονον καὶ ἐπίσκοπον θεῷ. εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προστάσσει ὁ ἅγιος ἀπόστολος λέγων, ἵνα «πρὸς καιρὸν σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; τὸ ἀπερίσπαστον δὲ λέγω εἰς τὸ σχολάζειν τῇ κατὰ θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργουμένῃ ἱερωσύνῃ. ἔξεστι δὲ 〈ἐπὶ〉 τῷ λαῷ 〈τοῦτο〉 δι᾽ ἀσθένειαν διαβαστάζεσθαι καὶ 〈τοὺς〉 μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναι δευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι.

καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει, τὸν δὲ μὴ δυνηθέντα τῇ μιᾷ ἀρκεσθῆναι τελευτησάσῃ 〈ἢ〉 ἕνεκέν τινος προφάσεως, ἢ πορνείας ἢ μοιχείας ἢ ἄλλης αἰτίας, χωρισμοῦ γενομένου συναφθέντα δευτέρᾳ γυναικὶ ἢ γυναῖκα δευτέρῳ ἀνδρί, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος οὐδὲ ἀπὸ τῆς ἐκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές· οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης μιᾶς, ἀλλ᾽ 〈ἵνα〉 ἀπὸ μιᾶς ἀποσχισθεὶς δευτέρᾳ, εἰ τύχοι, ἐννόμως συναφθῇ, ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία, μάλιστα εἰ τυγχάνει ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς καὶ κατὰ νόμον θεοῦ πολιτευόμενος. καὶ γὰρ οὐκ ἂν ἔλεγεν ὁ ἀπόστολος ταῖς χήραις «γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν», οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι καὶ παραδοθέντι «τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»—οὐκ ἔλεγε πάλιν «κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». ἔλεγε γὰρ πάλιν «ᾧ τι χαρίζεσθε, κἀγώ· διότι εἴ τι κεχάρισμαι, δι᾽ ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ κυρίου, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». καὶ ὅρα πῶς δίδωσι μετάνοιαν καὶ μετὰ παράπτωμα. 5.

Πάλιν δὲ ὁ κύριός φησιν «ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσει ὑμῖν». ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί «καὶ πενθήσω πολλοὺς τοὺς ἐν ὑμῖν παραπεσόντας καὶ μὴ μετανοήσαντας», ὡς δεικνὺς ὅτι εἰ καὶ παρέπεσαν καὶ μετενόησαν, εἴσδεκτοι οὗτοι γίνονται καὶ οὐκ ἀποβληθήσονται, τοῦ κυρίου γινώσκοντος τί μεθ᾽ ἑκάστου ποιήσειε.

Καὶ ὅτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίᾳ ἀνεκαινίσθη πᾶς ἄνθρωπος, δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει. οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα, ἀλλ᾽ ἕν, οὔτε δὶς ἐσταυρώθη Χριστός, ἀλλ᾽ ἅπαξ, οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη. καὶ τούτου χάριν ἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν. ἀλλὰ ἐάν τις παραπέσῃ καὶ «προληφθῇ ἔν τινι παραπτώματι», ὡς λέγει ὁ ἀπόστολος, «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν ἑαυτὸν, μὴ καὶ σὺ πειρασθῇς». ἐάν τις οὖν προληφθῇ 〈ἐν〉 παραπτώματι ἐν οἵῳ δ᾽ ἂν εἴη, μετανοείτω. δέχεται γὰρ ὁ θεὸς τὴν μετάνοιαν καὶ μετὰ τὸ βάπτισμα, ἐάν τις παραπέσῃ. πῶς δὲ μετὰ τοῦ τοιούτου ποιεῖ, αὐτὸς μόνος γινώσκει· «ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεκδιήγητοι αἱ ὁδοὶ αὐτοῦ». καὶ πρὸ τῆς παρουσίας οὐ δεῖ κρίνειν «ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ ἀποκαλύψει τὰ κρυπτὰ τῆς καρδίας· καὶ τότε ὁ ἔπαινος ἑκάστου φανερὸς γενήσεται». «ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται». 6. Οὔτε οὖν ἐπαγγελλόμεθα ἐλευθερίαν παντάπασι τοῖς μετὰ τὸ βάπτισμα παραπεπτωκόσιν οὔτε ἀπαγορεύομεν τὴν αὐτῶν ζωήν· θεὸς γὰρ «ἐλεήμων ἐστὶν καὶ οἰκτίρμων», καὶ «ἔδωκε τοῖς μετανοοῦσιν ἐπάνοδον».

καὶ τὸ μὲν πρῶτόν ἐστι σαφές, τὸ δὲ δεύτερον οἴδαμεν ὅτι ἐλεήμων ἐστὶν θεός, ἐὰν ἐξ ὅλης ψυχῆς μετανοήσωμεν ἀπὸ παραπτωμάτων. ἔχει γὰρ ἐν χειρὶ ζωὴν καὶ σωτηρίαν καὶ φιλανθρωπίαν. καὶ τί μὲν αὐτὸς ποιεῖ αὐτῷ μόνῳ ἔγνωσται, πλὴν ὅτι ζημία οὐκ ἔνι ἀπὸ τῆς μετανοίας οὐδὲ ἀπηγόρευται ὁ μετανοῶν ἀπὸ πάντων σφαλμάτων. πόσῳ γε μᾶλλον ὁ κατὰ νόμον συναφθεὶς δευτέρᾳ γυναικί; καὶ ἡ μὲν πρώτη γυνὴ ἐκ θεοῦ τεταγμένη, ἡ δὲ δευτέρα ἐξ ἀσθενείας ἀνθρώπων, καὶ ἔτι περισσοτέρᾳ εἰ συναφθείη, τὸ ἀσθενὲς ἀεὶ διαβαστάζεται. φησὶ γάρ «γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, 〈μόνον ἐν κυρίῳ〉». ἀποφηνάμενος μετὰ τελευτὴν ἀνδρὸς τὸ ἐλεύθερον ἀπὸ ἁμαρτίας χωρὶς πάσης ἀντιλογίας, διὰ τῆς προσθήκης σημαίνει * τῷ «ἐν κυρίῳ»· ὡς οὐκ εἶναι αὐτὴν ἀλλοτρίαν κυρίου τὴν μετὰ τελευτὴν ἀνδρὸς συναπτομένην ἄλλῳ ἀνδρὶ ἢ τὸν μετὰ τελευτὴν γυναικὸς συναπτόμενον δευτέρᾳ γυναικί, «μόνον ἐν κυρίῳ», ὡς λέγει ὁ ἀπόστολος. καί φησι 〈μέν〉 «μακαριωτέρα δέ ἐστιν, ἐὰν μείνῃ οὕτως», * τὸ δέ «ἐν κυρίῳ» τουτέστιν τὸ μὴ ἐν πορνείᾳ μὴ ἐν μοιχείᾳ μὴ ἐν κλεψιγαμίᾳ, ἀλλ᾽ ἐν εὐνομίᾳ ἐν παρρησίᾳ ἐν σεμνῷ γάμῳ, ἐπιμένοντα ἐν τῇ πίστει ἐν ταῖς ἐντολαῖς ἐν εὐποιίαις ἐν εὐλαβείᾳ ἐν νηστείαις ἐν εὐνομίᾳ ἐν ἐλεημοσύναις ἐν σπουδῇ ἐν ἀγαθοεργίᾳ.

ταῦτα γὰρ συνόντα καὶ παραμένοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου παρουσίαν.

Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία, τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ σύγγνωστον, ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται. ἐλεήμων γάρ ἐστιν ὁ δεσπότης καὶ δυνατὸς πάντας σῴζειν τῇ ἰδίᾳ αὐτῶν εὐνομίᾳ τε καὶ ἀληθινῇ πίστει τῆς τοῦ κηρύγματος καθαρότητος. αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός. οὗτοι δὲ ἑαυτοὺς φήσαντες Καθαροὺς ἀπ᾽ αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι· πᾶς γὰρ ὁ καθαρὸν ἑαυτὸν ἀποφήνας ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε. 7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὑπάρχει πάσῃ ψυχῇ ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι 〈ἔστι〉 μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μὴ ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ «ναὶ ναί» καὶ «οὒ οὔ» λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι. ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· «ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος». καὶ ὅτι ἐκ τοῦ πλήθους παντὸς 〈τινὲς〉 καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλεονέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι 〈καὶ αὐτοὶ〉 τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοια, 〈καὶ〉 ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ.

πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, 〈ὡς〉 διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος οὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας.

Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείξωνται τελείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας. δέχεται μὲν οὖν τοὺς μετανοοῦντας ὁ κύριος καὶ ἡ αὐτοῦ ἐκκλησία, ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου καὶ ἐδέχθη ὑπὸ κυρίου, καὶ ὁ ἀρνησάμενος πρὸς ὥραν ἅγιος Πέτρος καὶ κορυφαιότατος τῶν ἀποστόλων, ὃς γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα θεμελιοῦσα τὴν πίστιν τοῦ κυρίου, ἐφ᾽ ᾗ ᾠκοδόμηται ἡ ἐκκλησία κατὰ πάντα τρόπον· πρῶτον μὲν ὅτι ὡμολόγησε «Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος», καὶ ἤκουσεν ὅτι «ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλοῦς πίστεως οἰκοδομήσω μου τὴν ἐκκλησίαν», ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν υἱὸν ἀληθινόν. τῷ γὰρ εἰπεῖν υἱὸν θεοῦ ζῶντος μετὰ προσθήκης «τοῦ ζῶντος» ἔδειξεν υἱὸν γνήσιον εἶναι, ὡς ἐν πάσῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρηται. 8. Ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ», διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ.

ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομῆς καὶ θεμέλιος οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι «ποίμαινε τὰ ἀρνία μου καὶ ποίμαινε τὰ πρόβατά μου». ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ εὐθεμελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ. 9. Ὡς καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα «ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ὁ χειμὼν παρῆλθεν», τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας καὶ φοβερώτατα * ὡς εἰπεῖν * παρῆλθεν, «ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.

ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν»· ἵνα δείξῃ πάντα τὰ παρῳχημένα παρελθόντα, ἔαρος δὲ ἄρτι ἀνθοῦντος καὶ θαλάσσης γαληνιώσης τε καὶ φόβου τοῦ ὑετοῦ διελθόντος καὶ τῶν παλαιῶν τῆς ἀμπέλου * τετμημένων καὶ τῆς πόας μηκέτι ποαζούσης μόνον, ἀλλὰ καὶ ἄνθη ἐκβαλλούσης καὶ τοῦ κηρύγματος τῆς φωνῆς ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθους, τοὺς καρποὺς τῆς μετανοίας ἤδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους, ἀμπέλους δὲ ἤδη κυπριζούσας τὸ εὔοδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα. ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν «ἀνάστα ἐλθέ», * ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὸ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν πίστει, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει. ἐπειδὴ δὲ ᾔδει τὸ θεῖον λόγιον ὅτι μετὰ τὴν πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλῆσιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει «ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου». δεύτερον ταύτην καλεῖ καὶ οὐχ ἅπαξ. τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ.

φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως «ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου». τὸ μὲν πρῶτον «ἀνάστα ἐλθέ», καὶ οὐκ εἶπεν «ἐλθὲ σύ». καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἵνα δείξῃ κλῆσιν οὐ δευτέραν, παρηλλαγμένην μετὰ τὴν πρώτην, ἀλλὰ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωμάτων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξιον καὶ ἐπουράνιον φιλανθρωπίας. «καὶ ἐλθέ» φησί «〈σὺ〉 περιστερά μου ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος»· «ἐν σκέπῃ πέτρας» 〈τουτέστιν〉 ἐν φιλανθρωπίᾳ Χριστοῦ καὶ ἐν ἐλέει κυρίου· τοῦτο γάρ ἐστιν σκέπη πέτρας, σκέπη ἐλπίδος καὶ πίστεως καὶ ἀληθείας. «ἐχόμενα τοῦ προτειχίσματος», τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον, ὅτε οὐκέτι «ἐχόμενα τοῦ προτεισχίσματος», ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι. 10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦθεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλῆσις οὐκ ἐλεημοσύνης ἐπίδοσις, ἀλλ᾽ οὔτε ἐγκλημάτων ἔργα οὐ πόλεμος οὐ μοιχεία οὐκ ἀσέλγεια, ἀλλ᾽ οὔτε δικαιοσύνη καὶ μετάνοια. ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόφθορον γενέσθαι * οὐκ ἔνι εὐπάθειά τις ἑτέρα.

ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώληκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμένον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, «ἔνθα οὔτε λῃσταὶ διορύττουσιν οὔτε σῆτες ἀφανίζουσιν», ὡς ἔχει ὁ θεῖος λόγος. * οὔτε μὴν πορισμὸς εὐσεβείας, οὔτε μετανοίας 〈κλῆσις〉 ὡς ἔφην, μετὰ θάνατον. οὔτε γὰρ Λάζαρος ἀπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλούσιος πρὸς τὸν Λάζαρον, οὔτε Ἀβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖται 〈μετα〉λαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας. ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ ὁ ἀγὼν ἐτελέσθη καὶ ἐκενώθη τὸ σκάμμα καὶ οἱ στέφανοι ἐδόθησαν καὶ οἱ ἀγωνισάμενοι ἀνεπάησαν καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν. ἔτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειότατα, * ἀλλ᾽ οὖν γε 〈καὶ〉 τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία. 11. Πᾶσα δὲ αἵρεσις ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα ἐν σκότῳ τυφλώττει καὶ μυωπάζει, ἕτερα ἀνθ᾽ ἑτέρων διανοουμένη.

ἔοικαν γὰρ οὗτοί τισιν ἀτέχνοις καὶ μὴ γινώσκουσι τὰ 〈περὶ〉 ἑκάστης ποιότητος καὶ χρήσεως καὶ κόσμου ἑκάστου μέλους καὶ ὡς ἔπος εἰπεῖν (γελοιῶδές τι ὃ προβάλλομαι λέγειν, ὅμοιον 〈δὲ〉 τῆς αὐτῶν ἀνοησίας) ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ καὶ κλοιὸν χρυσοῦν περὶ τὴν γαστέρα· τὰ δὲ ἄλλα πέδιλα ὡς εἰπεῖν, τὰ ἐξ ἱματίων γεγενημένα, ἃ παρά τισιν ὀδώνια κέκληται ἢ βράκαι, χερσὶ περιτιθέασι, δακτυλίους δὲ τοῖς ποσίν. οὕτω γὰρ ἡ τῶν τὴν ἄγνοιαν κεκτημένων σφαλερὰ καὶ ἄτακτος εὑρίσκεται διαταγή. τὰ γὰρ ἐπὶ τῆς ἱερωσύνης ἠσφαλισμένα περὶ δευτέρου γάμου καὶ τῶν ἄλλων οὗτοι εἰς ἅπαντα τὸν λαὸν * νενομίκασι καὶ τὰ δι᾽ ὑπερβολὴν στρυφνότητος ὑπὸ θεοῦ κεκηρυγμένα, ἵνα μὴ ῥᾳθυμήσαντές τινες παραπέσωσιν, αὐτοὶ εἰς ἀπανθρωπίαν θεῷ προσῆψαν. καὶ ὡς ἐὰν εἴ τις ἀπὸ ἱματίου χειρίδα κατασχὼν [καὶ] ἕως μόνον ἀγκῶνος ἀπὸ καρποῦ χειρὸς τοῦ καλουμένου σκεπάζοι ἑαυτόν, προφέροι δὲ πρὸ ὀφθαλμῶν καθ᾽ ἑκάστην ὥραν τὴν χειρίδα καὶ ἐπιτωθάζοι τοῖς ἄλλοις, ἐπιλησθεὶς ὅτι ὅλον τὸ σῶμα αὐτοῦ γυμνητεύει, οὕτω καὶ οὗτοι σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους τὰς πάσας ἐντολάς, τὰς ὁμοίας ταύτῃ καὶ ἔτι ὑπερβολῆ καλλίονας τῷ φυλάττειν, ἐπιθανατίους δὲ ἐν τῷ μὴ φυλάττεσθαι, * τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλελοίπασι.

καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς κατασχόντες. 12. Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν.

ὥσπερ γὰρ 〈εἴ〉 τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ [καὶ] νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν 〈ἐκεῖσε〉 τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ διαστήματι ᾠκοδομημένον, ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι᾽ ἧς καὶ εἰσῆλθεν, —οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή· καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν· ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυσέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι «τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Εὐαίων καὶ Χαναναίων καὶ Χετταίων, [γῆν ῥέουσαν γάλα καὶ μέλι].

οὐκ ἐκκλινοῦμεν δεξιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐντεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν». ἔστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθήσεται καὶ οὐκέτι μέτρον ἔχει παρ᾽ ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία. 13. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκοντες καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες, μὴ φωναῖς ἀνθελκυσθῶμεν καὶ φωνῇ ἑκάστης παραπεποιημένης ἐπιτηδεύσεως ἀχθῶμεν. σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας· μεγαλαυχοῦσι καὶ οὐδὲ τὰ μικρὰ ἴσασιν· ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ δοῦλοι ὄντες τῆς ἁμαρτίας· τὰ μείζονα αὐχοῦσι καὶ τῶν μικρῶν οὐδ᾽ ὅλως ἐπελάβοντο.

Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, ἀκαθάρτων δὲ εἰ δεῖ τἀληθῆ λέγειν, ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰρῆσθαι. ταύτην δὲ παραρρίψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν προσχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, τῇ δὲ συντυχίᾳ θάνατον ἐμποιοῦντος. ἡμεῖς δὲ τῇ τοῦ ξύλου τοῦ σταυροῦ δυνάμει τοῦτον παίσαντες ἐπὶ τὰς ἑτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ θεοῦ καθικετείαν, εἰς τὸ συνοδεῦσαι συμπαραμεῖναι συνεῖναι συνεργῆσαι διασῶσαι παιδεῦσαι καταξιῶσαι ἡμᾶς τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέσεις.

Ἔτι δὲ καὶ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βυζικανίᾳ, οἱ ἀπὸ Δωνάτου τινὸς Δωνατιανοὶ οὕτω καλούμενοι. τὰ ὅμοια τούτοις φρονοῦντες [εἰσιν], ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν τῷ διωγμῷ παραπεσοῦσι. τοῖς αὐτοῖς ἀνατραπήσονται καθάπερ καὶ οἱ ἑτεροζυγοῦντες αὐτοῖς Ναυατιανοὶ εἴτ᾽ οὖν Καθαροὶ οὕτω καλούμενοι. διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ᾽ ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν. περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι ἐπὶ τὰς ἑξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν κυρίῳ.