Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Αγγελικοί, Αποστολικοί και πρώιμοι Ωριγενιανοί
Ιστορικά στοιχεία, έλεγχος των ακραίων ασκητικών πρακτικών και αναίρεση των δογματικών αποκλίσεων των πρώτων Ωριγενιανών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αγγελικοί, Αποστολικοί και πρώιμοι Ωριγενιανοί
Ιστορικά στοιχεία, έλεγχος των ακραίων ασκητικών πρακτικών και αναίρεση των δογματικών αποκλίσεων των πρώτων Ωριγενιανών.
Κατὰ Ἀγγελικῶν 〈μ〉, τῆς δὲ ἀκολουθίας 〈ξ〉. 1. Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν. ἤτοι γὰρ παρὰ τὸ τινὰς ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος. 2. Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν 〈ἡμῶν〉 ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν [ἐν τοῖς] παρ᾽ αὐτοῖς γινομένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι· ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης. τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ὀλίγον καιρὸν [καὶ] ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν.
ταύτης δὲ μόνον ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει, ὥσπερ ἐκτρώματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον, ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ᾽ αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἡμῶν νῷ πάντα κατὰ ἀκρίβειαν σημᾶναι, ἵν᾽ ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς καὶ ἀληθεστάτοις τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι.
Κατὰ Ἀποστολικῶν 〈μα〉, τῆς δὲ ἀκολουθίας 〈ξα〉. 1. Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν, βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν· φυλάττεται γὰρ παρ᾽ αὐτοῖς τὸ μηδὲν κεκτῆσθαι. εἰσὶ δὲ καὶ οὗτοι ἀπόσπασμα τῶν Τατιανοῦ δογμάτων, Ἐγκρατιτῶν τε καὶ Τατιανῶν καὶ Καθαρῶν, οἵτινες φύσει γάμον οὐ παραδέχονται· παρήλλακται δὲ παρ᾽ αὐτοῖς καὶ τὰ μυστήρια. σεμνύνονται δὲ δῆθεν ἀκτημοσύνην, σχίζουσι δὲ μάτην οὗτοι καὶ βλάπτουσι τὴν ἁγίαν θεοῦ ἐκκλησίαν, διὰ τοῦ ἐθελοθρῃσκεύειν ἐκπεσόντες τῆς τοῦ θεοῦ φιλανθρωπίας. οὔτε γὰρ 〈παρ᾽〉 αὐτοῖς παραπεπτωκότος τινὸς εἴσδεξις ἔτι γίνεται, τὰ ὅμοια δὲ τοῖς ἀνωτέρω λελεγμένοις φρονοῦσι περί τε τοῦ γάμου καὶ τῶν ἄλλων πραγμάτων. καὶ οἱ μὲν Καθαροὶ ταῖς ῥηταῖς μόνον γραφαῖς κέχρηνται, οὗτοι δὲ ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου τε καὶ Θωμᾶ τὸ πλεῖστον ἐπερείδονται, παντάπασιν ἀλλότριοι τοῦ κανόνος τοῦ ἐκκλησιαστικοῦ ὑπάρχοντες.
Εἰ γὰρ βδελυρός ἐστιν ὁ γάμος, ἄρα ὅλοι ἀκάθαρτοι ὑπάρχουσι 〈οἱ〉 διὰ γάμου γεγεννημένοι. καὶ εἰ μόνον τυγχάνει ἡ ἁγία θεοῦ ἐκκλησία τῶν τῷ γάμῳ ἀποταξαμένων, οὐκέτι ὁ γάμος ἐκ θεοῦ ὑπάρχει, καὶ εἰ οὐχ ὑπάρχει, ἡ πᾶσα παιδοποιουμένη ὑπόθεσις ἀλλοτρία ὑπάρχει θεοῦ, καὶ εἰ ἀλλοτρία ὑπάρχει θεοῦ ἡ παιδοποιουμένη ὑπόθεσις, ἄρα καὶ αὐτοὶ ἀλλότριοι θεοῦ ὑπάρχουσιν ἀπὸ τοιούτων γεγεννημένοι. ποῦ τοίνυν τὸ εἰρημένον ὅτι «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω;» τὸ μὲν γὰρ ἐπάναγκες † χωρίζειν [ἀπὸ] ἀνθρώπου ὑπάρχει, τὸ δὲ μετὰ προαιρέσεως ἐγκρατεύεσθαι οὐκ ἀνθρώπου ἔδειξεν, ἀλλὰ θεοῦ τὸ ἔργον. καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη πολλάκις μέμψιν, ὅτι οὐ μετὰ εὐλογίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν· οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια, ἀλλὰ ἐκ προαιρέσεως ἡ δικαιοσύνη.
τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες * φανερά ἐστιν, ἃ τῇ φύσει ἐπιμεμέτρηται, οἷον τὸ μὴ πορνεύειν τὸ μὴ μοιχεύειν τὸ μὴ ἀσελγαίνειν τὸ μὴ ἐν ταὐτῷ δευτερογαμεῖν τὸ μὴ ἁρπάζειν τὸ μὴ ἀδικεῖν τὸ μὴ μεθύειν τὸ μὴ ἀδηφαγεῖν τὸ μὴ εἰδωλολατρεῖν τὸ μὴ φονεύειν τὸ μὴ φαρμακεύειν τὸ μὴ καταρᾶσθαι τὸ μὴ λοιδορεῖν τὸ μὴ ὀμνύναι, ἀγανακτεῖν τε καὶ ταχὺ καταπραΰνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύνειν ἥλιον ἐπὶ τῷ παροργισμῷ· τὸ δὲ γάμῳ συναφθῆναι μετὰ εὐνομίας * ἡ φύσις δηλώσει ἐκ θεοῦ κεκτισμένη καὶ ἐπιτραπεῖσα καὶ τὰ ἄλλα ὅσα ἐστὶ τοιαῦτα θατέρως ἔχει τῆς ἐπιτροπῆς τὸ μέτρον. 2. Ἀλλ᾽ ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ Παμφυλίαν. τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄχρι γῆς περάτων; καὶ οὐκέτι 〈στήσεται ὅτι〉 «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν»; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό «ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;» εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὁ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον.
εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι, καίτοι γε ὄντες ἀπὸ γάμου, οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ. καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας. 3. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ ἐκκλησία, ἀλλὰ οὐ βδελύττεται τὸν γάμον, καὶ ἔχει ἀκτημοσύνην, ἀλλ᾽ οὐ κατεπαίρεται τῶν ἐν κτήσει δικαιοσύνης ὑπαρχόντων καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων, ὅπερ ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσειεν. καὶ ἀπέχονται μὲν βρωμάτων πολλοί, ἀλλὰ οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων· «ὁ γὰρ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· κυρίῳ γὰρ ἐσθίει καὶ πίνει, καὶ κυρίῳ οὐκ ἐσθίει καὶ οὐ πίνει». καὶ ὁρᾷς μίαν ὁμόνοιαν καὶ μίαν ἐλπίδα καὶ μίαν πίστιν ἐν τῇ ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν δύναμιν καὶ κατὰ τὸν ἴδιον ἀγῶνα τοῦ καμάτου. ἔοικε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία νηΐ.
ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου σκευάζεται, ἀλλ᾽ ἐκ διαφόρων, καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως, τὰς δὲ ἀγκύρας 〈ἐξ〉 ἑτέρου· περιτόναιά τε καὶ σανίδες καὶ τὰ ἐγκοίλια, στάματά τε καὶ μέρη πρύμνης καὶ τοίχων καὶ ζυγωμάτων, ἱστίου τε καὶ πηδαλίων, ὄκνων τε καὶ αὐχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν. ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα οὐ τὸν χαρακτῆρα τῆς ἐκκλησίας ὑποφαίνει· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν καὶ τιμᾷ τὸν τοιοῦτον, ἐπειδὴ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος», ἔχει 〈δὲ〉 ἐγκράτειαν θαυμασιωτάτην καὶ ἐπαινεῖ τὴν τοιαύτην, ἐπειδὴ ἀγῶνα ἀγωνίζεται καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα, ἔχει δὲ παρθενίαν καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην, ἔχει ἀποταξαμένους τῷ κόσμῳ καὶ μὴ πεφυσιωμένους κατὰ τῶν ἔτι ἐν κόσμῳ ὑπαρχόντων, ἀλλὰ χαίροντας τοῖς τοιούτοις εὐλαβεστάτοις οὖσι, καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκτήμονες ὑπάρχοντες, * καὶ αὐτὸς ὁ σωτήρ, πάντων δεσπότης ὤν, ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γῆς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυναῖκας· λέγει γὰρ «αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ᾽ αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων». 4.
Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον «δεῦτε ἐκ δεξιῶν μου οἱ εὐλογημένοι, οἷς ὁ πατήρ μου ὁ ἐπουράνιος ἔθετο τὴν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περιεβάλετέ με»; πόθεν δὲ ταῦτα οὗτοι εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων 〈ὧν〉 ἐπετέλουν καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν δικαιοσύνῃ; καὶ εἰ μὲν αὐτοὶ 〈οἱ〉 ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος· καὶ εἰ γυναιξὶν ἀπετάξαντο δι᾽ ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ 〈οὖσιν〉 κοινωνοῖς ἐχρήσαντο [ἄν], εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν. ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα.
οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐ δέχεται τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων, δέχεται δὲ τὸν μὲν ἐν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτικῶν, τὸν δὲ κυβερνήτην καὶ * ἐπιστήμονα, τὸν δὲ ἐν πρῳρικῇ, τὸν δὲ ἐν πρυμνικῇ, ἔχοντα τὸ ἐμπειρότατον τῆς ἐπισκοπῆς, τὸν δὲ καὶ ἐν μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ διαπερᾶσαι μόνον καὶ μὴ ἐν θαλάσσῃ καταποντωθῆναι. καὶ οὐ πάντως ὅτι τῷ μὴ τοσαῦτα κεκτημένῳ τὴν σωτηρίαν οὐ παρέχει, ἀλλὰ οἶδε μὲν πάντας σῴζειν, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν πραγματείαν. καὶ πόθεν οἱ ἐξ οἰκίας τοῦ Καίσαρος ἀσπάζονται παρὰ τῷ ἀποστόλῳ; πόθεν δὲ τῷ ἀποστόλῳ τὸ εἰρημένον τό «ἐὰν νομίζῃ ἀσχημονεῖν ἐπὶ τὴν ἰδίαν παρθένον καὶ οὕτως ὀφείλει ποιῆσαι, γαμείτω· οὐχ ἁμαρτάνει». οὐκ ἐκτὸς δὲ λουτροῦ δύναται πληροῦν τὸ οὐχ ἁμαρτάνειν. εἰ γὰρ «πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ χάριτι», δῆλον 〈ὅτι〉 διὰ λουτροῦ παλιγγενεσίας. τὸ γὰρ λουτρὸν ἐκόσμησε τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀπολοῦσαν πᾶν ἁμάρτημα διὰ μετανοίας. ἄρα γε καὶ ἐπὶ τὴν οὖσαν παρθένον τὸ χάρισμα ἐφήπλωται τοῦ βαπτίσματος καὶ ἐπὶ τὴν οὐκ οὖσαν παρθένον σφραγίζεσθαι ἐπείγεται διὰ τὸ ἁμαρτές. 5.
Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξασθαι τὸν ἀπόστολον τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενίαν θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ ἀπόστολος ταῦτα διετάξατο. οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παραμεινασῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον. ἐξ Ἰουδαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι καὶ κατὰ τὸν νόμον. πολιτευσάμενοι τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατά τινα σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν. θαυμαστῶς γὰρ ἐκήρυττεν ὁ νόμος μὴ δοῦναι τὰς θυγατέρας τοὺς Ἰσραηλίτας τοῖς ἀλλοφύλοις, ἵνα μὴ ἀποπλανῶσιν αὐτὰς ἐπὶ τὰ εἴδωλα. ἕκαστος τοίνυν τῶν πιστευσάντων τότε προσετάσσετο οὐκέτι Ἰουδαίοις ἐκδίδοσθαι τὴν ἑαυτοῦ παρθένον, ἀλλὰ Χριστιανοῖς ὁμοδόξοις καὶ ὁμογνώμοσι. νέου δὲ ὄντος τοῦ κηρύγματος οὔπω πλῆθος κατὰ τόπον καὶ τόπον Χριστιανῶν ὑπῆρχε καὶ Χριστιανικῆς διδασκαλίας. οἵτινες οὖν τότε ἔσχον θυγατέρας παρθένους, μὴ εὐποροῦντες ἐκδίδοσθαι Χριστιανοῖς, ἐφύλαττον τὰς ἑαυτῶν παρθένους ἄχρι πολλοῦ τοῦ χρόνου, ἐκεῖναι δὲ ὑπερακμάζουσαι περιέπιπτον πορνείᾳ διὰ τὴν κατὰ φύσιν ἀνάγκην.
ὁ γοῦν ἀπόστολος ὁρῶν τὸ ἐπιζήμιον 〈τὸ〉 διὰ τῆς ἀκριβολογίας συμβαῖνον ἐπέτρεψε λέγων «εἰ δέ τις βούλεται 〈ἐκδοῦναι〉 τὴν ἑαυτοῦ παρθένον», καὶ οὐκ εἶπε «τὴν ἰδίαν παρθενίαν» οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν, ἀλλὰ περὶ τοῦ πατρὸς φυλάσσοντος παρθένον· εἰ δὲ καὶ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα λέγει, οὐδὲν κωλύσει. φησὶν οὖν «〈ὃς〉 ἕστηκεν ἑδραῖος ἐν τῷ ἰδίῳ νῷ καὶ τοῦτο ὀφείλει ποιῆσαι, γαμείτω, φησίν, οὐχ ἁμαρτάνει. γαμείτω, ᾧ δ᾽ ἂν εὐποροίη, οὐχ ἁμαρτάνει». καὶ διὰ τοῦτό 〈φησιν〉· «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα». ὁ λέγων «θέλω πάντας εἶναι ὡς ἐμαυτόν» ἔλεγεν 〈καί〉 «εἰ οὐκ ἐγκρατεύονται, γαμείτωσαν». 6. Πάλιν δὲ προτρεπόμενος τοὺς 〈ἀ〉γάμους ἔλεγε «λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ». πῶς οὖν πάλιν ἔλεγε «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν»; ἢ πῶς οὐκ ἀντινομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ κυρίῳ τῷ λέγοντι «ὃς μὴ καταλίπῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ θυγατέρας, οὐκ ἔστι μου μαθητής»; πῶς δὲ ὁ λέγων ὅτι δεῖ καταλιπεῖν γυναῖκα σεμνὴν καὶ πατέρα αὐτὸς πάλιν λέγει «ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίαις πρώτη ἐντολὴ ὑπάρχουσα» καί «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»;
ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν. δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ὡς παρέδωκα ὑμῖν» καὶ ἄλλοτε «οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς ἐκκλησίαις», καί «εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε».
Παρέδωκαν τοίνυν οἱ ἅγιοι θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ἁμαρτὲς εἶναι τὸ μετὰ τὸ ὁρίσαι παρθενίαν εἰς γάμον τρέπεσθαι, καὶ ἔγραψεν ὁ ἀπόστολος «ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε»· πῶς οὖν συνᾴδει τοῦτο τούτῳ; ἀλλὰ ἐκείνην τὴν παρθένον λέγει τὴν μὴ ὁρίσασαν θεῷ, ἀλλὰ * διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατ᾽ ἀνάγκην οὕτως ἐπετελεῖτο. καὶ ὅτι μὲν ταῦθ᾽ οὕτως ἔχει διδάξει ἡμᾶς ὁ αὐτὸς ἀπόστολος λέγων «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε μᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα; πῶς 〈γὰρ〉 οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέτησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προθέσεως; 7. «
Γαμείτωσαν, τοίνυν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν», σύντομος καὶ μέσος λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ ἑκάστης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως, παρεκβάλλων μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἀποτακτικοὺς καὶ Ἐγκρατίτας καὶ παρεκβάλλων τοὺς ὑδαρευομένους ἐν τῇ ἐκκλησίᾳ καὶ ἀναπείθοντας γύναια ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοσαύτην τοῦ δρόμου τελειότητα. καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρίμα ὁ ἀθετήσας θεοῦ τὴν παρθενίαν καὶ καταισχύνας τὸν ἀγῶνα. παραφθείρας γὰρ ἀγῶνα ἀθλητὴς μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος καὶ παραφθείρας τις παρθενίαν ἐκβάλλεται τοῦ τοιούτου δρόμου καὶ στεφάνου καὶ βραβείου ἀλλὰ κρεῖττόν ἐστι κρίμα, καὶ μὴ κατάκριμα. οἱ γὰρ μὴ 〈φανερῶς〉 διὰ τὸ αἰσχυνθῆναι 〈ἐπὶ〉 τοῖς ἀνθρώποις, κρυφῆ 〈δὲ〉 πορνεύοντες * ποιοῦσι παρθενίας ἢ μονότητος ἢ ἐγκρατείας. οὐ 〈γὰρ〉 πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ πρὸς θεὸν τὸν εἰδότα τὰ κρύφια καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν τῇ αὐτοῦ παρουσίᾳ περὶ ὧν ἕκαστος ἥμαρτε.
κρεῖττον τοίνυν ἔχειν μίαν ἁμαρτίαν καὶ μὴ περισσοτέρας· κρεῖττον τὸν πεσόντα ἀπὸ δρόμου φανερῶς λαβεῖν ἑαυτῷ γυναῖκα κατὰ νόμον καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα εἰσαχθῆναι πάλιν εἰς τὴν ἐκκλησίαν, ὡς παραπεσόντα καὶ κλασθέντα καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ᾽ ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι [καὶ] πονηρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένοις. 8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι· αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη. καὶ αὕτη μὲν ἦν τότε ἡ σκηνή, νῦν δὲ 〈ἀντὶ〉 τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ, θεμελιούμενος δὲ ἐν δυνάμει *.
καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα.
Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. τὴν γαῦρον δὲ ταύτην ἔχιδναν, δίκην ἀκοντίου τοῦ καλουμένου ἢ τύφλωπος ἢ μυάγρου, ξύλῳ τῷ σταυροῦ πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρπετώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυριάματι καὶ τῇ ἀκοντιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περιφρονήσαντες τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὢ ἀγαπητοί.
Κατὰ Σαβελλιανῶν 〈μβ〉, τῆς δὲ ἀκολουθίας 〈ξβ〉. 1. Σαβέλλιός τις ἐν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιοτάτοις (πρόσφατος γὰρ οὗτος), ἀφ᾽ οὗπερ οἱ Σαβελλιανοὶ καλούμενοι. καὶ οὗτος δὲ παραπλησίως τῶν Νοητιανῶν 〈ἐδίδασκε〉 πλὴν ὀλίγων τινῶν ὧν ἐπεδογμάτισε. πολλοὶ δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν καὶ ἐπὶ τὰ μέρη τῆς Ῥώμης τοῦ αὐτοῦ δόγματος ὑπάρχουσιν, ἀνοίᾳ τινὶ φερόμενοι.
Δογματίζει γὰρ οὗτος καὶ οἱ ἀπ᾽ αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα, ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας, ἢ ὡς ἐν ἀνθρώπῳ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, καὶ εἶναι μὲν τὸ σῶμα ὡς εἰπεῖν τὸν πατέρα, ψυχὴν δὲ ὡς εἰπεῖν τὸν υἱόν, τὸ πνεῦμα δὲ ὡς ἀνθρώπου, οὕτως καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι. ἢ ὡς ἐὰν ᾖ ἐν ἡλίῳ, ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας, φημὶ δὲ τὸ φωτιστικὸν καὶ τὸ θάλπον καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα. καὶ εἶναι μὲν τὸ θάλπον εἴτ᾽ οὖν θερμὸν καὶ ζέον τὸ πνεῦμα, τὸ δὲ φωτιστικὸν τὸν υἱόν, τὸν δὲ πατέρα αὐτὸ εἶναι τὸ εἶδος τῆς πάσης ὑποστάσεως. πεμφθέντα δὲ τὸν υἱὸν καιρῷ ποτε ὥσπερ ἀκτῖνα καὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς εὐαγγελικῆς οἰκονομίας καὶ σωτηρίας τῶν ἀνθρώπων ἀναληφθῆναι αὖθις εἰς οὐρανόν, ὥσπερ ὑπὸ ἡλίου πεμφθείσης ἀκτῖνος καὶ πάλιν εἰς τὸν ἥλιον ἀναδραμούσης. τὸ δὲ ἅγιον πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ καθάπαξ καὶ καθ᾽ ἕκαστα εἰς ἕκαστον τῶν καταξιουμένων· ἀναζωογονεῖν δὲ τὸν τοιοῦτον καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν ὡς εἰπεῖν διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. καὶ ταῦτά ἐστιν ἃ δογματίζουσι. 2.
Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης, λέξεσι δέ τισιν αἷς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαν αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. πρῶτον μὲν τῷ ῥητῷ ᾧ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὅτι «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους», «οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι», ὅτι «ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος»· καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν ἴδιον αὐτῶν νοῦν * εἰς τούτων [δὲ] παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν».
Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο. ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱόν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα. εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἂν εἴπωμεν, ὦ οὗτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς; ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀληθείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ ἐκείνων πλάνῃ [καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν] καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ [τὸ] ἅγιον πνεῦμα. 3. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ᾽ αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας. καὶ ὅτι μὲν ἀληθῶς εἷς ἐστι θεὸς καὶ οὐκ ἔστιν ἕτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν.
μοναρχίαν δὲ κηρύττοντες οὐ σφαλλόμεθα, ἀλλὰ ὁμολογοῦμεν τὴν τριάδα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, καὶ μίαν θεότητα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὐ γὰρ ὁ υἱὸς ἑαυτὸν ἐγέννησεν οὐδὲ ὁ πατὴρ μεταβέβληται ἀπὸ τοῦ πατὴρ εἶναι 〈εἰς τὸ εἶναι〉 υἱὸς οὐδὲ τὸ ἅγιον πνεῦμα Χριστὸν ἑαυτό ποτε ὠνόμασεν, ἀλλὰ πνεῦμα Χριστοῦ καὶ διὰ Χριστοῦ διδόμενον, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα.
ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ Ἄρειος κενοφωνῶν ἐδογμάτισεν, ἀλλ᾽ ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριότης μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις· οὐδὲν δὲ παρηλλαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὢν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, οὐ συνάδελφος ὢν πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων, ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἷς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. 4.
Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ οὐ γεννητὸν οὐ κτιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος, ἐκ πατρὸς καὶ υἱοῦ, σὺν πατρὶ καὶ υἱῷ, ἐνυπόστατον ἀεὶ πνεῦμα ἅγιον, πνεῦμα θεῖον πνεῦμα δόξης πνεῦμα Χριστοῦ πνεῦμα πατρός, («τὸ γὰρ πνεῦμα τοῦ πατρός, 〈φησί,〉 τὸ λαλοῦν ἐν ὑμῖν» καί «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν»), τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος, ἐπισφραγὶς τῆς ὁμολογίας. ὁ γὰρ υἱός φησιν «ἐγὼ καὶ ὁ πατήρ, 〈οἱ δύο〉 ἕν ἐσμεν»· καὶ οὐκ εἶπεν «εἷς εἰμι», ἀλλὰ τῷ «ἐγώ» καὶ τῷ «ὁ πατήρ» σημαίνει ἐνυπόστατον τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱόν· καί «οἱ δύο» εἶπε, καὶ οὐκ εἶπεν «ὁ εἷς»· καὶ πάλιν «ἕν ἐσμεν», καὶ οὐκ εἶπεν «εἷς εἰμι». ὡσαύτως δὲ «ἀπελθόντες, 〈φησί〉, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος».
μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ «καί», ἐλέγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα· ὅπου γὰρ «καί» 〈τίθεται〉, σημαίνει ἀληθῶς πατέρα, ἀληθῶς υἱόν, ἀληθῶς ἅγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ ὀνόματι τριὰς καλουμένη, ἐλέγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοίωσιν ἢ παραλλαγήν. κἄν τε γὰρ ὁ πατὴρ μείζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ υἱῷ τὴν 〈ἴσην〉 δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δοξάζειν 〈τὸν〉 ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ; ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἵνα μὴ ἐκπέσωσί τινες ἧσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν «ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ» καί «πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι». τί δέ ἐστι «τὰ τοῦ πατρός» ἀλλά· «θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν»; 5. Ὅρα δέ, ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην.
ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὸ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας· ὃς ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου δεσπότου καὶ ἐσκίρτα· ᾧ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ κυρίου· πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ τῆς ἀληθείας. ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπότην ἑαυτοῦ ἐπιγνούς, ὅτι «ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με», καὶ τοῦ σωτῆρος λέγοντος «ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη», καὶ αὐτοῦ βαπτισθέντος ὑπ᾽ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον, [ὅτι] «ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι ἠνοίχθησαν οἱ οὐρανοί, καὶ τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν ηὐδόκησα». ἄνω ἦν ὁ πατήρ, ὦ φιλόνεικε, ἄνωθεν ἡ φωνὴ ἤρχετο. εἰ τοίνυν ἄνωθεν ἡ φωνή, διάκρινόν μοι τὴν παραπεποιημένην σου διάνοιαν. τίνι ὁ πατὴρ ἔλεγεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν ηὐδόκησα»; καὶ τίς ἦν οὗτος; διὰ τί δὲ ἐν εἴδει περιστερᾶς κατελήλυθε, καίτοι γε σῶμα μὴ φορέσαν, τὸ πνεῦμα;
ὁ γὰρ μονογενὴς μόνος 〈σῶμα〉 ἐνεδύσατο καὶ τελείως ἐνηνθρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἑαυτῷ ἀναπλασάμενος ὁ ἀρχιτέχνας λόγος σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν τὴν ἀνθρωπείαν καὶ νοῦν καὶ εἴ τί ἐστιν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας, (μὴ γένοιτο), αὐτὸς δὲ ὁ ἅγιος Λόγος, θεὸς Λόγος ἐνανθρωπήσας. 6. Τὸ δὲ πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερᾶς φαίνεται; ἀλλ᾽ ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε καὶ μηδὲν ὀρθὸν διανοούμενε, ἵνα μὴ νομίσῃς τὸ πνεῦμα συναλοιφὴν εἶναι πατρὶ ἢ υἱῷ. διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ ἁγίου πνεύματος σῶμα μὴ φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ πνεῦμα καθ᾽ ἑαυτὸ καὶ ἐνυπόστατος ὁ πατὴρ καὶ ἐνυπόστατος ὁ μονογενής, ἀλλ᾽ οὐ διαιρουμένης τῆς θεότητος οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης. καὶ ὁρᾷς πῶς ἡ τριὰς ἀριθμεῖται, πατρὸς ἄνωθεν βοῶντος, υἱοῦ δὲ ἐν Ἰορδάνῃ βαπτιζομένου, πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος;
λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκώς «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν ηὐδόκησα, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ᾽ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν» καὶ τὰ ἑξῆς. μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε; τίς δέ ἐστι περὶ οὗ γέγραπται «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»; καὶ οὐκ εἶπεν «εἴσελθε εἰς ἐμέ». ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον «καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς»; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθήσεσι λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον»; τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;» σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας. 7.
Ἔφη γὰρ ὡς ἀληθῶς «ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος». ὡς ἀληθῶς γὰρ οὔκ εἰσι πολλοὶ θεοί, ἀλλὰ εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη· τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, 〈ἐνυπόστατον〉 ἀεί, «εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα». ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ᾽ αὐτοῦ· καὶ πρὸς μὲν τοὺς δεισιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσαναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο. προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζουρὼθ καὶ τοῖς Νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν.
διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα», ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν. καὶ ἐπειδὴ ἔμελλον τὴν παρουσίαν αὐτοῦ τοῦ υἱοῦ ἀπωθεῖσθαι, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα», ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς, ἐπὶ τῷ σταυρῷ πεπονθὼς καὶ ταφεὶς καὶ ἀναστάς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθείς, τῇ αὐτοῦ θεότητι εἰς δόξαν δὲ ἑνωθέντι καὶ φαιδρυνθέντι, μηκέτι ὑπὸ ἁφὴν ἐμπίπτοντι νυνί, μηκέτι θανάτου μετέχοντι· «ἀνέστη γὰρ Χριστός», ὥς φησιν ἡ γραφή· «θάνατος 〈γὰρ〉 αὐτοῦ οὐκέτι κυριεύει», φησὶν ὁ ἀπόστολος. καὶ ὅρα πῶς ἡ ἀκρίβεια ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἐκπέσῃ κατὰ θάτερον τῶν τῆς ἀληθείας μερῶν, ἵνα, ὅταν μὲν βουληθείη ὁ νοῦς πολυθεΐαν ἐξεργάσασθαι, ἀκούσῃ ὅτι «κύριος ὁ θεός σου κύριος εἷς ἐστιν»· ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν «ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ», τὸ ἄλφα τὸ κάτω βλέπον καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον «ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου».
καὶ ἵνα ὅταν 〈τὶς〉 νομίσῃ διὰ τὸ εἰρηκέναι «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ» καί «κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ ὅτι «ἐγώ εἰμι ὁ ὤν» *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, διὰ τοῦτό φησιν «ὁ πατήρ μου μείζων μου ἐστί» καί «ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ᾽ ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀνθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα. 8. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν Ἄρειος τὸν ἕνα μόνον λέγεσθαι ἀληθινὸν θεὸν τουτέστι τὸν πατέρα, τὸν δὲ υἱὸν θεὸν μὲν εἶναι, οὐκ ἀληθινὸν δέ, πάλιν ἑτέρως τὸν τοιοῦτον διελέγχει, λέγων «ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», περὶ δὲ τοῦ πατρὸς ὅτι «φῶς ὁ θεός»· καὶ οὐκ εἶπε «φῶς ἀληθινόν», ἵνα ἐκ τοῦ «θεὸν ἀληθινόν» καὶ «φῶς ἀληθινόν» τὴν ἴσην θεότητα πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα νοήσωμεν καὶ * ἀπὸ τοῦ τὸν πατέρα φῶς εἶναι καὶ τὸν υἱὸν θεὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν.
οὐ γὰρ ἦν χρεία εἰπεῖν, μηδεμιᾶς ἀμφιλογίας οὔσης· ἀπὸ γὰρ τοῦ «θεός» καὶ «φῶς» ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, πατρὸς πρὸς τὸν υἱὸν καὶ υἱοῦ πρὸς τὸν πατέρα, σαφῶς ἀπεφάνθη· καὶ διαλέλυταί σου ἡ πᾶσα τῆς πλάνης φρενοβλάβεια. ἔστι γὰρ πατὴρ πατήρ, ἔστιν υἱὸς υἱός, ἔστιν ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριὰς οὖσα, μία θεότης μία δοξολογία μία κυριότης 〈εἷς θεός〉, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων, ἀμήν.
Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λίβυν ἢ μόλουρον ἢ ἔλοπα ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν ἀποσεισάμενοι καὶ δυνάμει τῆς ἁγίας τριάδος καταπεπατηκότες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες αὐτὸν ἐπικαλεσώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, 〈ὅπως〉 εἰς τὸ ἀξίως τὰ παρ᾽ ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα * καὶ τὴν τούτων ἀντίρρησιν ποιήσασθαι βοηθηθῶμεν.
Κατὰ Ὠριγενιανῶν τῶν πρώτων τῶν καὶ αἰσχρῶν 〈μγ〉, τῆς δὲ ἀκολουθίας 〈ξγ〉. 1. Ὠριγένιοί τινες καλοῦνται, οὐ πανταχοῦ δὲ τοῦτο τὸ γένος ὑπάρχει, καθεξῆς δὲ οἶμαι τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλουμένη 〈ἀνεφύη〉. καλοῦνται δὲ Ὠριγένιοι, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα· εἰ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου καλουμένου τοῦ συντάκτου ἢ ἄλλου τινὸς 〈ἔλαχον τὸ〉 εἶναι, ἀγνοῶ. ὅμως τοῦτο τὸ ὄνομα κατειλήφαμεν.
Ἡ αἵρεσις δέ, 〈ἣ〉 παρ᾽ αὐτοῖς νομι[σ]τεύεται, ὥσπερ ἀπεικαζομένη τῇ τοῦ Ἐπιφάνους 〈τοῦ〉 ἄνω μοι προδεδηλωμένου ἐν ταῖς κατὰ τοὺς Γνωστικοὺς αἱρέσεσι. γραφὰς δὲ οὗτοι ἀναγινώσκουσι διαφόρους καινῆς καὶ παλαιᾶς διαθήκης. ἀθετοῦσι δὲ γάμον καὶ οὐ παύεται ἀπ᾽ αὐτῶν ἡ λαγνεία. τινὲς δὲ ἔφασαν αὐτὴν περὶ Ῥώμην καὶ Ἀφρικὴν γεγενῆσθαι. μολύνουσι δὲ ἑαυτῶν τὸ σῶμα καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ἐν ἀσελγείᾳ. οἱ μὲν γάρ εἰσι προσχήματι μοναζόντων, αἱ δὲ σὺν αὐτοῖς οὖσαι προσχήματι μοναζουσῶν. ἐφθαρμένοι δέ εἰσι τοῖς σώμασι, τὴν μὲν ἐπιθυμίαν αὐτῶν ἐκτελοῦντες, τῷ δὲ ἔργῳ κεχρημένοι (ἵνα σεμνότερον εἴπω)· τοῦ υἱοῦ τοῦ Ἰούδα τοῦ Αὐνᾶν καλουμένου. ὡς γὰρ ἐκεῖνος τῷ σώματι μὲν τῇ Θάμαρ συνήπτετο καὶ τὴν ἐπιθυμίαν ἐξετέλει, εἰς καταβολὴν δὲ σπέρματος κατὰ τὴν ὑπὸ θεοῦ δοθεῖσαν παιδοποιίαν οὐκ ἐτελεσιούργει, ἀλλὰ ἑαυτὸν ἠδίκει, ᾧ τρόπῳ 〈αὐτὸς〉 τὸ πονηρὸν εἰργάζετο, οὕτω καὶ οὗτοι κέχρηνται μὲν ταῖς νομιζομέναις *, τελοῦντες ταύτην τὴν ἀθέμιτον ἐργασίαν.
πεφιλοτίμηται γὰρ παρ᾽ αὐτοῖς οὐχ ἡ ἁγνεία, ἀλλ᾽ ὑποκριτικὴ μὲν ἁγνεία τῷ ὀνόματι καλουμένη, φιλοτίμησις δὲ ἕως τοῦ μὴ ἐγκυμονῆσαι τὴν ὑπὸ τοῦ δοκοῦντος * ἐφθαρμένην γυναῖκα, ἢ κατὰ τὸ μὴ παραστῆσαι τεκνογονίαν ἐν τῷ κόσμῳ ἢ ἵνα μὴ φωραθῶσιν ὑπὸ ἀνθρώπων, βουλόμενοι ἐν τιμῇ εἶναι διὰ τὴν νομιζομένην παρ᾽ αὐτοῖς τῆς ἁγνείας ἄσκησιν· ὅμως τοῦτο αὐτῶν ἐστι τὸ ἔργον, ἕτεροι δὲ αὐτὸ τοῦτο φιλοτιμοῦνται τὸ μυσαρὸν ἐπιτελεῖν οὐχὶ διὰ γυναικῶν, ἀλλὰ καὶ ἑτέροις τρόποις, ἰδίαις χερσὶ μολυνόμενοι. καὶ ὡσαύτως μιμοῦνται τὸν προειρημένον υἱὸν τοῦ Ἰούδα, τὴν γῆν ταῖς ἀθεμίτοις αὐτῶν ἐργασίαις καὶ μυσαραῖς σταγόσιν ἐπιμολύνοντες καὶ ποσὶν ἑαυτῶν τὰς ῥύσεις ἑαυτῶν ἀνατρίβοντες ἐν τῇ γῇ, ἵνα μὴ δῆθεν ἁρπαγῶσι τὰ αὐτῶν σπέρματα ὑπὸ ἀκαθάρτων πνευμάτων εἰς ὑποδοχὴν ἐγκυμονήσεως δαιμόνων. 2. Κέχρηνται δέ, ὡς ἔφην, διαφόροις γραφαῖς παλαιᾶς καὶ καινῆς διαθήκης καὶ ἀποκρύφοις τισί, μάλιστα ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου καὶ τῶν ἄλλων. ἤδη δὲ κἀκεῖνοι αὐτοὶ ἐκαυχήσαντο πολλάκις πεπαρρησιασμένως τοῦτο ἐπιτελεῖν. κατηγοροῦσι δὲ δῆθεν τῶν ἐν τῇ ἐκκλησίᾳ τὰς ἀγαπητὰς λεγομένας συνεισάκτους γυναῖκας κεκτημένων, ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, κρυφῆ 〈δὲ〉 διὰ τὴν τῶν ἀνθρώπων αἰδῶ, ἵνα * μὲν τῇ πονηρίᾳ συνάπτωνται, τῷ δὲ προσχήματι τῶν ἀνθρώπων ἕνεκα τὸ ὄνομα σεμνύνωνται.
διελέχθησαν δὲ ἡμῖν καί τινες περί τινων προτελευτησάντων καὶ δῆθεν ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, ὡς ἀπὸ τῶν βεβιασμένων ὑπ᾽ αὐτῶν γυναικῶν ἀκηκοότες· ἐν οἷς καὶ ὄνομα ἐπισκόπου εἰς μέσον ἔφερον, ἐν πόλει μικρᾷ τῆς Παλαιστίνης τὸν τοῦ ἐπισκόπου κλῆρον ἐπὶ ἱκανοῖς ἔτεσι διοικήσαντος, ἐσχηκότος δὲ τοιαύτας γυναῖκας ἐξυπηρετουμένας αὐτῷ, φημὶ δὲ συνεισάκτους· ἀλλὰ καὶ ἐξ ὁμολογητῶν αὐτὸν τὸν τοιοῦτον ὄντα οἴδαμεν. ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτροπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ. ἡ γὰρ αἰτία ἡ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ᾽ ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐτῷ γυναικός (καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης) εἰπάσης αὐτῷ τὴν τῆς. κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν. 3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐτῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη.
ὧν τὰς μαρτυρίας δι᾽ ὧν πίπτουσιν εἰς μέσον φέρειν οὐκ ἀναγκαῖον ἥγημαι, ἵνα μὴ δόξωμεν δι᾽ ὧν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυτοῖς θηρᾶσθαι ὑπὲρ τὴν ἀγαθότητα ἐπιθυμούντων. εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἑρπετώδους αἱρέσεως ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι.
Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία; εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σώματι· πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὐδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον 〈δεῖ〉 ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς· ὡς «ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν». εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶε, ὃς «ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα», οὐκ ἐφύτευσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ᾽ ἐφύτευσε «καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη», ὡς γέγραπται. 〈ἐξ〉ῆν δὲ συγγνώμην τῷ γέροντι ἀπονεῖμαι· εὐάρεστος γὰρ τῷ θεῷ ὑπάρχων οὐ διὰ ἀσωτίαν τὴν μέθην ὑπέστη, ἀλλὰ λύπῃ φερόμενος τάχα ἐκεκάρωτο καὶ μὴ φέρων ἐξ ἀμφοτέρων διὰ τὸ ἀσθενὲς καὶ γηραλέον ἀσθενείᾳ ὑπέπεσεν, οὐχ ἵνα χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὕβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως. 4.
Εἰ γὰρ καὶ οὐ δεδόξασται ὁ γάμος ὡς ἡ παρθενία, ὑπὲρ αὐτὸν δὲ ὑπάρχει ἡ παρθενία (παρθενία δὲ ἀληθεύουσα ἔνδοξος καὶ ἐνάρετος κέκληται, οὐ μεμολυσμένη), καὶ ὁ γάμος δὲ σεμνός, 〈εἴ τις〉 εἰς παιδοποιίαν, οὐκ εἰς αἰσχύνην τὰ ἐκ θεοῦ καλῶς κεκτισμένα † ἀπαγορεύει, ἀλλ᾽ οὔτε ἄλλως μεταχειρίζεται τῆς τοῦ γάμου κοινωνίας τὴν ἐκ θεοῦ τεταγμένην ἀγωγήν. παρθενία γάρ ἐστιν ἀληθῶς [ὡς] ἐκείνη ἡ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐπαινουμένη, ὅτι «ἡ παρθένος καὶ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῇ ψυχῇ», ἵνα δείξῃ ὅτι οὐδεμίαν αἰτίαν ἀμπλακημάτων κἂν ὑπονοηθῆναι ἡ μονότης ἐνδέχεται. ἀλλὰ καὶ * τὸν Ἀβραὰμ οἴδαμεν παιδοποιοῦντα, φίλον δὲ ὄντα τῷ κυρίῳ, Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ τοὺς καθεξῆς· καὶ οὔτε ἑαυτοὺς ἐμόλυναν ἀθεμίτοις πράξεσι, παραπτόμενοι μυσαρῶν καὶ * οὔτε ἀντιθέτως ἔσχον πρὸς τὴν ἐκ θεοῦ καλῶς τεταγμένην διὰ σεμνοῦ γάμου παιδοποιίαν οὔτε οἱ ἐν αὐτοῖς ἁγνείαν τε καὶ παρθενίαν ἀσκήσαντες παρέφθειραν τὸν ἀγῶνα καὶ ἑτέρως μετεποιήσαντο, ὡς διὰ κυβείας τὸν ἐνάρετον τῆς ἀθλήσεως τρόπον ὑποδύντες.
καὶ Ἠλίας μὲν παντελῶς ἐν πόλεσι τάχιον οὐκ εἰσῄει οὐδὲ μετὰ γυναικῶν συνόμιλος ἐγίνετο, ἐν δὲ ἐρημίαις διατελῶν ὑπῆρχε καὶ Ἐλισσαῖος καὶ Ἰωάννης καὶ πάντες οἱ τὸν μέγαν τουτονὶ χαρακτῆρα τῆς τῶν ἀγγέλων μιμήσεως 〈ἐνδείξαντες〉 καλῶς κατὰ τὴν εὐαγγελικὴν διάταξιν τοῦ κυρίου ἑαυτοὺς διὰ βασιλείαν οὐρανῶν εὐνούχισαν.
Καὶ πολλὰ μὲν οὖν ἔχοντες περὶ τούτων λέγειν καὶ ἐκ πολλῶν συστάσεων τῆς θείας γραφῆς τὴν αὐτῶν δυνάμενοι διελέγξαι διάνοιαν ὑπὸ διαβόλου ἐμπαιζομένην, ἀρκούμεθα τοῖς ὀλίγοις τούτοις· ἐπειδὴ γὰρ παντὶ σαφές ἐστιν ὅτι οὐ συνέσεως παρ᾽ αὐτοῖς ἡ ἐργασία οὐδὲ ἐκ θεοῦ ἡ τοιαύτη γνῶσις, ἀλλὰ 〈ἐκ〉 δαιμόνων ἐνεργείας ἡ χλεύη καὶ ἡ πτῶσις αὐτῶν τῆς ἀθεμίτου ἐργασίας γίνεται. καὶ αὐτὴν δὲ παρωσάμενοι, ὥσπερ τὴν δεινὴν σκυτάλην τὴν ἔχιδναν καλουμένην, οὖσαν μὲν τῷ σώματι βραχεῖαν, τῇ δὲ ἰοβολίᾳ δεινὸν ἆσθμα ἐμπνέουσαν καὶ εἰς τοὺς πλησιάζοντας τὴν λύμην ἐμφυσῶσαν, ταύτην συντρίψαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, θεὸν ἀρωγὸν ἐπικαλεσάμενοι εἰς τὴν τῆς πάσης πραγματείας ἡμῶν ἐν θεῷ ἐπαγγελίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.