Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Οι Ιερακίτες και το σχίσμα του Μελιτίου στην Αίγυπτο

Έλεγχος των Ιερακιτών για τις απόψεις τους περί γάμου και αναστάσεως, και η ιστορική εξέλιξη του μελιτιανού σχίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 18 από 27

Κατὰ Ἱερακιτῶν 〈μζ〉, τῆς δὲ ἀκολουθίας 〈ξζ〉. 1. Μετὰ τὴν μοχθηρὰν ταύτην καὶ ἰοβόλον ὑπὲρ πᾶσαν αἵρεσιν καὶ ἑρπετώδη τοῦ Μάνη βαρβαρικὴν θηριοβολίαν τῆς διδασκαλίας ἀνέστη τις Ἱερακᾶς ὀνόματι, ἀφ᾽ οὗπερ Ἱερακῖται. οὗτος ἐν τῇ Λεοντῷ τῇ κατ᾽ Αἴγυπτον ὑπῆρχεν, ἐν προπαιδείᾳ οὐ μικρᾷ ὑπάρξας, Ἑλληνικῶν τε πάντων λόγων ἐπιτηδεύμασιν ἀσκηθείς, ἰατροσοφιστικῇ τε καὶ τοῖς ἄλλοις τοῖς τῶν Αἰγυπτίων καὶ Ἑλλήνων μαθήμασιν ἀκριβῶς ἐπιστάς· τάχα δὲ καὶ ἀστρονομίας καὶ μαγείας ὁ ἀνὴρ παρήψατο. ἐμπειρότατος γὰρ ὑπῆρχε πολλῶν λόγων καὶ ἐν ἐξηγήσει, ὡς ὑποφαίνουσιν οἱ αὐτοῦ λόγοι *, πάνυ δὲ τὴν τῶν Αἰγυπτίων ἐπιστάμενος γλῶσσαν (Αἰγύπτιος γὰρ ὁ ἀνὴρ ἦν), ἀλλὰ καὶ τῇ τῶν Ἑλλήνων τετρανωμένος οὐ μικρῶς, ὀξὺς κατὰ πάντα τρόπον. ὑπῆρχε δῆθεν Χριστιανός, ἀλλ᾽ οὐκ ἐνέμεινε τῇ τοῦ Χριστοῦ πολιτείᾳ· παρέπεσε γὰρ καὶ ὀλισθήσας ἐξώκειλεν. οὗτος μὲν γὰρ παλαιὰν καὶ καινὴν διαθήκην σαφῶς εἰπεῖν ἀποστηθίζων καὶ εἰς αὐτὰ ἐξηγησάμενος, ἐδογμάτισε παρ᾽ ἑαυτῷ ἀπὸ κενοφωνίας ἑαυτοῦ, ὅπερ αὐτῷ ἔδοξε καὶ ὃ ὑπεισῆλθεν αὐτῷ.

Βούλεται γὰρ καὶ οὗτος τὴν σάρκα μὴ ἀνίστασθαι τὸ παράπαν, ἀλλὰ τὴν ψυχὴν μονωτάτην. πνευματικὴν δὲ τὴν ἀνάστασιν φάσκει. καὶ ὅσα ἔστιν 〈εὑρεῖν〉 ἀπὸ τῶν θείων γραφῶν εἰς ἑαυτοῦ νοῦν ἀναλεξάμενος, οὕτως ἑαυτῷ ἐπεσώρευσεν, ἀτόπως πλάσματα ἄττα φαῦλα ἑαυτῷ μηχανησάμενος πρὸς σύστασιν τῆς αὐτοῦ αἱρέσεως. ἦν δὲ ὁ ἀνὴρ ἔκπληκτος τῇ αὐτοῦ ἀσκήσει καὶ δυνάμενος πεῖσαι ψυχάς· αὐτίκα πολλοὶ τῶν ἀσκητῶν τῶν Αἰγυπτίων αὐτῷ συναπήχθησαν. οἶμαι γὰρ ὅτι περὶ ἀναστάσεως νεκρῶν [ὡς] ἠρνήσατο τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀπὸ Ὠριγένους τὰς προφάσεις εἰληφὼς ἢ ἀφ᾽ ἑαυτοῦ τῆς διανοίας τοῦτο ἐξεμέσας. οὐ παραδέχεται οὗτος γάμον, φάσκων εἶναι τοῦτο παλαιᾶς διαθήκης. τοὺς μὲν γὰρ περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα καὶ Ἀαρὼν καὶ πάντας τοὺς ἁγίους, Ἠσαΐαν καὶ Ἰερεμίαν, ὁμοίως δέχεται καὶ προφήτας ἡγεῖται, καὶ συγκεχωρῆσθαί φησιν ἐν τῇ παλαιᾷ διαθήκῃ τῷ γάμῳ συνάπτεσθαι, ἀπὸ δὲ τῆς ἐνδημίας τοῦ Χριστοῦ μηκέτι 〈δεῖν〉 τὸν γάμον παραδέχεσθαι, μήτε δύνασθαι αὐτὸν κληρονομεῖν βασιλείαν οὐρανῶν. τί γάρ, φησίν, ἦλθε ποιεῖν καινὸν ὁ λόγος; ἢ τί καινὸν ἦλθε κηρῦξαι ὁ μονογενὴς καὶ κατορθῶσαι; εἰ μὲν γὰρ περὶ φόβου θεοῦ, τοῦτο εἶχεν ὁ νόμος· εἰ δὲ περὶ τοῦ γάμου, κεκηρύχασιν αἱ γραφαί· εἰ δὲ περὶ φθόνου καὶ πλεονεξίας καὶ ἀδικίας, ταῦτα πάντα περιεῖχεν ἡ παλαιὰ διαθήκη.

ἓν δὲ μόνον τοῦτο κατορθῶσαι ἦλθε, τὸ τὴν ἐγκράτειαν κηρῦξαι ἐν τῷ κόσμῳ καὶ ἑαυτῷ ἀναλέξασθαι ἁγνείαν καὶ ἐγκράτειαν· ἄνευ δὲ τούτου μὴ δύνασθαί 〈τινα〉 ζῆν. 2. Τὰς δὲ προφάσεις τούτων πανταχόθεν ἀναλέγεται, 〈ὡς〉 ὅταν εἴπῃ ὅτι «καὶ τὸν ἁγιασμὸν ὑμῶν, οὗ χωρὶς τὸν θεὸν οὐδεὶς ὄψεται». ἐὰν δὲ εἴπωσιν αὐτῷ· πῶς ὁ ἀπόστολος ἔφη «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός», * καὶ εὐθὺς ἐπιφέρει αὖθις λέγων *, ὑπερβὰς δὲ ὀλίγον λέγει ὅτι «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἡ παρθένος· ἡ δὲ γαμήσασα μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί, καὶ μεμέρισται». εἰ τοίνυν ἔστι μερισμός, πῶς δύναται ὅπου μερισμὸς ἐπὶ τὸ αὐτὸ κοινωνῆσαι; καὶ εἰ θεῷ οὐκ ἀρέσκει, ἀλλὰ τῷ ἀνδρί, πῶς δύναται παρὰ θεῷ κεκτῆσθαι τὴν κληρονομίαν; «διὰ γὰρ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», 〈φησὶν ὁ ἀπόστολος〉 οὐκ ἐπαινῶν, φησί, γάμον μετὰ τὴν παρουσίαν, ἀλλὰ συμβαστάζων, ἵνα μὴ εἰς περιττὸν ὄλεθρον ἐμπέσωσιν. «εἰσὶ γὰρ εὐνοῦχοι οἱ ἑαυτοὺς εὐνουχίσαντες διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «θέλω, φησί, πάντας εἶναι ὡς ἐμαυτόν», καὶ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, πέντε μωραῖς καὶ πέντε φρονίμοις»· φρόνιμοι παρθένοι, μωραὶ παρθένοι, πλὴν παρθένοι, βασιλείᾳ οὐρανῶν ἀπεικάζονται, καὶ οὐκ εἶπεν ἔγγαμοι.

πολλὰ δὲ τοιαῦτα ἑαυτῷ ἐπισωρεύει, ἵνα δῆθεν παρεκβάλῃ γάμον.

Οὐ δέχεται δὲ τοὺς παῖδας τοὺς τελευτῶντας πρὸ γνώσεως, ἀλλ᾽ ἀποβάλλει αὐτοὺς τῆς νομιζομένης ἐλπίδος. φάσκει γὰρ τούτους μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἐπειδή, φησίν, οὐκ ἠγωνίσαντο. «ἐὰν γὰρ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ·» εἰ γὰρ καὶ ὁ ἀθλῶν οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως, πόσῳ γε μᾶλλον οἱ μηδέπω εἰς ἀγῶνα κεκλημένοι; οὐ πιστεύει δὲ πάλιν οὗτος παράδεισον εἶναι αἰσθητόν, ὥσπερ ἀμέλει καὶ Ὠριγένης, οὐδέ, ὡς ἔφην, νεκρῶν ἀνάστασιν τὴν διὰ σαρκός, ἀλλ᾽ ἀνάστασιν μὲν νεκρῶν λέγει, ἀνάστασιν δὲ τὴν τῶν ψυχῶν καὶ πνευματικήν τινα φάσκων μυθολογίαν. οὐδεὶς δὲ μετ᾽ αὐτῶν συνάγεται, ἀλλὰ εἰ εἴη παρθένος ἢ μονάζων ἢ ἐγκρατὴς ἢ χήρα. περὶ δὲ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐ φάσκει κατὰ τὸν Ὠριγένην, ἀλλὰ πιστεύει ὄντως τὸν υἱὸν ἐκ πατρὸς γεγεννημένον, (3.) καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς εἶναι 〈δέχεται〉. φάσκει δὲ οὗτος, ὡς ἄνω μοι ἐν τῇ τῶν Μελχισεδεκιανῶν αἱρέσει δεδήλωται, περὶ τοῦ ἁγίου πνεύματος ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ, διὰ τό, φησίν, εἰρηκέναι 〈τὸν ἀπόστολον〉 ὅτι «ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἡμῶν». καὶ τίς ἐστιν οὗτος, ἀλλὰ 〈ὁ «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὃς〉 μένει ἱερεὺς εἰς τὸ διηνεκές»; τὸ δὲ «ἱερεὺς εἰς τὸ διηνεκές» διὰ τὸ ὑπερεντυγχάνειν.

τοῦτο δὲ τὸ πνεῦμα συνηντηκέναι τῷ Ἀβραὰμ κατ᾽ ἐκεῖνο καιροῦ, ἐπειδὴ γὰρ ὅμοιόν ἐστι τῷ υἱῷ. καὶ διὰ τοῦτο, φησίν, 〈λέγει〉 ὁ ἀπόστολος «ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος»· ἀμήτωρ, φησίν, ὅτι οὐκ ἔχει μητέρα· ἀπάτωρ, φησίν, ὅτι ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, «ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». καὶ πολλὰ φλυαρῶν περὶ τοῦ ἁγίου πνεύματος διεξῆλθε περὶ τούτου πολλὴν πραγματείαν. βούλεται δὲ τὴν τελείαν αὐτοῦ σύστασιν ποιεῖσθαι ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐου, δῆθεν ὡς ἐν τῷ Ἀναβατικῷ λεγομένῳ ἔλεγεν ἐκεῖσε ὅτι «ἔδειξέ μοι ὁ ἄγγελος περιπατῶν ἔμπροσθέν μου, καὶ ἔδειξέ μοι καὶ εἶπε· τίς ἐστιν ὁ ἐν δεξιᾷ τοῦ θεοῦ; καὶ εἶπα· σὺ οἶδας, κύριε· λέγει· οὗτός ἐστιν ὁ ἀγαπητός. καὶ τίς ἐστιν ὁ ἄλλος ὁ ὅμοιος αὐτῷ ἐξ ἀριστερῶν ἐλθών; καὶ εἶπα· σὺ γινώσκεις. 〈λέγει·〉 τοῦτό ἐστιν τὸ ἅγιον πνεῦμα τὸ λαλοῦν ἐν σοὶ καὶ ἐν τοῖς προφήταις. καὶ ἦν, φησίν, ὅμοιον τῷ ἀγαπητῷ.» ἐκ τούτου βούλεται συνιστᾶν τὸ εἰρημένον «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές».

Πόσα τοίνυν δυνήσεται ὁ ἡμέτερος νοῦς καὶ περὶ τούτου διαλαμβάνειν πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πολλῆς παραπεποιημένης διανοίας; οὗτος δὲ γηραλέος ἐτελεύτα. συνεγράψατο δὲ Ἑλληνικῶς τε καὶ Αἰγυπτιακῶς, ἐξηγησάμενος καὶ συντάξας 〈περὶ〉 τῆς ἑξαημέρου, μύθους τινὰς πλασάμενος καὶ κομπώδεις ἀλληγορίας. εἰς ἄλλα δὲ πόσα ἀπὸ τῆς γραφῆς συνέταξε, ψαλμούς τε πολλοὺς νεωτερικοὺς ἐπλάσατο. ἐμψύχων τε πολλοὶ ἐξ αὐτῶν οὐ μετέχουσι † τῶν ἀληθινῶν αὐτῶν τοῦ δόγματος. ὁ δὲ Ἱερακᾶς αὐτὸς τῷ μὲν ὄντι πολλὴν εἶχε τὴν ἄσκησιν, οἱ δὲ μετ᾽ αὐτὸν αὐτοῦ μαθηταὶ καθ᾽ ὑπόκρισιν· ἐκεῖνος μὲν ἀπείχετο πάντων βρωμάτων καὶ ἠσκεῖτο καὶ ἀπὸ οἴνου· φασὶ δέ τινες περὶ αὐτοῦ ὅτι ὑπὲρ ἐνενήκοντα ἔτη βιώσας ἕως τῆς ἡμέρας ἧς ἐτελεύτα ἐκαλλιγράφει (καλλιγράφος γὰρ ἦν)· ἔμενε γὰρ αὐτοῦ συνεστὼς ὁ ὀφθαλμός. 4. Φέρε δὲ διασκοπήσωμεν καὶ τὰ τούτου ζιζάνια· ποίᾳ διανοίᾳ λόγου θεϊκοῦ συνάψωμεν καὶ ἐξαφανίσωμεν τὸ ἰοβόλον τοῦτο ἑρπετόν, σκορπίου δίκην ἔμπροσθεν καὶ κατόπιν παῖον, ἀπὸ δύο διαθηκῶν ἑαυτῷ ἐπισωρεῦον τὰ πρὸς βλάβην, οὐχ ὡς ἔχουσιν οἱ θεῖοι λόγοι, ἀλλ᾽ ὡς ἡ παραπεποιημένη αὐτοῦ ἔννοια τὰ φωτεινὰ σκοτεινῶς διενοεῖτο;

οὐ μεμπτὸν γὰρ τὸ μέλι οὔτε πικρότατον, οὐδὲ αἱ ἐδωδαὶ ἐκ θεοῦ ἐκτισμέναι αἱ καλλίους, διδόμεναι δέ τινι πυρέττοντι πικραὶ ἐν τῷ στόματι αὐτοῦ φαίνονται, οὐ τῶν ἡδέων πεπικραμμένων, ἀλλὰ τοῦ γεύματος τοῦ πυρέττοντος πικράναντος τὰ αὐτῷ διδόμενα. οὕτω καὶ πᾶς τις ἀπὸ τῆς ἀληθείας πεσὼν οὐκ ἀπὸ τῆς ἀληθείας ἠπάτηται, ἀλλὰ τὴν ἀλήθειαν πικροῖς διανοήμασιν ἐγεύσατο, καὶ εἰς πικρίαν αὐτῷ μετεβλήθη. ἴδωμεν δέ, περὶ τῶν παίδων, τί εἴπωμεν, περὶ τῶν ἀποκτανθέντων εὐθὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας διὰ Χριστόν; ἆρα βασιλείας οὐρανῶν εἰσιν ἀμέτοχοι οἱ τοιοῦτοι ἢ μετέχουσι; μετέχουσι μὲν οὖν ὄντες ἄμεμπτοι. εἰ γὰρ οὐκ εἰσὶ μέτοχοι, ἄρα παραίτιος αὐτῶν ὁ κύριος γεγένηται· δι᾽ αὐτὸν γὰρ ἀπεκτάνθησαν. εἰ δὲ ἀπεκτάνθησαν δι᾽ αὐτόν, μὴ φθάσαντες ἀγωνίσασθαι μήτε λαβεῖν τὸ βραβεῖον, ἄρα ἡ αὐτοῦ παρουσία γενομένη 〈εἰς σωτηρίαν,〉 μᾶλλον εἰς βλάβην τῷ κόσμῳ γέγονεν, ἐπειδὴ γὰρ αἰτία γέγονε τοῦ ἄωρα τὸν βίον τὰ βρέφη μεταλλάττειν, τιμωρηθέντα καὶ βασιλικῇ ἀπειλῇ ὑποπεσόντα, τοῦ μὴ φθάσαι εἰς ἀγῶνα, ὅπως κομίσωνται τὰ βραβεῖα.

Ἴδωμεν δὲ καὶ ἄλλας θεωρίας. κάλει μοι Σαλομῶντα τὸν μακάριον καὶ σοφώτατον πρὸς ἔλεγχον τοῦ Ἱερακᾶ τούτου. δεῦρο, προφητῶν μακαριέστατε, «ὁ λαβὼν παρὰ κυρίου χύμα καρδίας καὶ σοφίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης», τί ἂν περὶ τῶν παίδων φρονοίης; καὶ φησί «γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὔτε ἀριθμῷ ἐτῶν μεμέτρηται. πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος, γενόμενος ἄμεμπτος θεῷ ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη, μὴ ἡ κακία αὐτοῦ ἀλλάξῃ σύνεσιν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» καὶ ὅτι μὲν οὖν περὶ παίδων λέγει ἑξῆς ἐπιφέρει λέγων «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν 〈χρόνους μακρούς〉», ἵνα εἴπῃ, τελευτήσας νέος ἐπλήρωσε χρόνους μακρούς. «ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» καὶ τῷ Ἰερεμίᾳ φησὶν ὁ κύριος «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν σε ἐκ μήτρας, ἡγίακά σε». 5. Ἴδωμεν δὲ αὐτὸν τὸν σωτῆρα, τὸ ἀψευδὲς στόμα, τὸ γινῶσκον τὰ πάντα· δεῦρο, κύριε, βοήθει τῇ διανοίᾳ ἡμῶν, ἔλεγξον δὲ τὸν Ἱερακᾶν καὶ τὴν αὐτοῦ προπέτειαν. «προσῆλθον αὐτῷ» φησι «τὰ παιδία, ἵνα θῇ χεῖρας ἐπ᾽ αὐτὰ καὶ εὐλογήσῃ. οἱ δὲ μαθηταὶ ἀπωθοῦντο αὐτὰ καὶ ἐκώλυον.

ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἵνα μὴ μόνον παιδαρίων νοηθῇ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οὐχὶ ἐπὶ πᾶσαν ἡλικίαν *, ἀπ᾽ αὐτῶν μὲν τὴν ἀρχὴν ποιεῖται, τοῖς δὲ ὁμοίοις αὐτῶν δεδώρηται μετ᾽ αὐτῶν ἔχειν τὴν κληρονομίαν. εἰ γὰρ οἱ κατ᾽ αὐτοὺς βασιλεύειν ἔχουσι, πόσῳ γε μᾶλλον οἱ ἀρχέτυποι τῶν κατ᾽ αὐτοὺς ὑπαρχόντων; καὶ πέπτωκεν αὐτοῦ ὁ μυθώδης λόγος. πάντας γὰρ ἐλεᾷ ὁ κύριος. «φυλάσσων γὰρ τὰ νήπια ὁ κύριος», καὶ «αἰνεῖτε, παῖδες, κύριον», καὶ τὰ παιδία ἐκήρυξαν «ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», καὶ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». καὶ πόσα ἐστὶ τὰ τοιαῦτα. 6. Περὶ δὲ σαρκὸς ἀναστάσεως, πῶς οὐχὶ σαρκὸς ἔσται ἀνάστασις, ὦ ἐθελόσοφε Ἱερακᾶ; αὐτὴ γὰρ ἡ ὀνομασία τῆς φράσεως δείκνυσι τὴν δύναμιν. ἀνάστασις γὰρ οὐ καλεῖται τοῦ μὴ πεπτωκότος. ποῖον δέ ἐστι τὸ πεσόν; ποῖον τὸ ταφέν; ποῖον τὸ λυθὲν ἀλλ᾽ ἢ τὸ σῶμα, καὶ οὐχ ἡ ψυχή; ψυχὴ τοίνυν οὐ πίπτει, οὔτε θάπτεται. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; ψυχῆς γὰρ οὐ καλεῖται ἀνάστασις, ἀλλὰ σῶμά ἐστι τὸ ἐγειρόμενον.

περὶ δὲ τῆς ἀναλογῆς, ἧς ἦλθεν ὁ σωτὴρ ἀναλέξασθαι παρθενίαν καὶ ἐγκράτειαν καὶ ἁγνείαν, τίνι οὐκ ἔστι δῆλον ὅτι ἔστιν ἐκλογὴ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καύχημα * καὶ τοὺς ἐν σεμνῷ γάμῳ· «ἕκαστον γὰρ κατὰ τὸ ἴδιον τάγμα» σῴζειν εἴωθε. πῶς γὰρ οὐκ ἔσται «τίμιος ὁ γάμος» καὶ ἐν θεῷ ἔχων τὴν τῶν οὐρανῶν βασιλείαν, ὁπότε κέκληται ὁ σωτὴρ εἰς γάμους, ἵνα εὐλογήσῃ γάμον; εἰ μὲν γὰρ παρῃτήσατο εἰς γάμον εἰσιέναι, ἄρα γάμου ἦν καταλύτης καὶ οὐκ ἀποδεχόμενος ἕκαστον κατὰ συγγνώμην τῆς αὐτοῦ ἀσθενείας. τίμιος τοίνυν ὁ γάμος, ὅτι αὐτὸς αὐτὸν ὥρισε. διὸ παραγίνεται εἰς γάμον, ἵνα φράξῃ τὰ στόματα τῶν λεγόντων κατὰ τῆς ἀληθείας. ἐκεῖ γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας τὸ ὕδωρ οἶνον ποιήσας. ὡς γὰρ ἀνέτειλεν ἀπὸ παρθένου, ἵνα δείξῃ τὸ φῶς ἀπὸ παρθένου ἀνατεῖλαν τῇ οἰκουμένῃ, οὕτω καὶ τὸ πρῶτον σημεῖον εἰς γάμους πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας, ἵνα τὴν μὲν παρθενίαν τιμήσῃ διὰ τῆς ἀποκυήσεως καὶ φωτὸς βολῆς τῆς δι᾽ αὐτῆς ἀνατειλάσης, τὸν δὲ σεμνὸν γάμον τιμήσῃ διὰ τῶν θεοσημείων, ἐν τοῖς γάμοις πρῶτον ἐπιτελέσας, τὸ ὕδωρ εἰς ἄκρατον μεταβαλών. ὡσαύτως δὲ εἰ ἀλλότριος ἦν ὁ γάμος, πῶς παραγγέλλει ὁ τῶν ἐθνῶν διδάσκαλος, ὡς λέγει «νεωτέρας χήρας παραιτοῦ.

μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». τί οὖν φησιν; «ἀλλὰ γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν». εἰ τοίνυν ταῦτα παραδέχεται, πῶς παρὰ σοί, Ἱερακᾶ, ὁ γάμος ἐστὶν ἐκβαλλόμενος μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν; 7. Περὶ δὲ τοῦ Μελχισεδὲκ ὅτι φάσκεις ὅτι αὐτός ἐστι τὸ πνεῦμα· τοίνυν ἦλθε τὸ πνεῦμα καὶ ἔλαβε σάρκα. οὐκέτι οὖν ὁ μονογενὴς μόνος γεγέννηται κατὰ σάρκα, ἀλλὰ καὶ τὸ πνεῦμα. εἰ δὲ γεγέννηται κατὰ σάρκα τὸ πνεῦμα, ἰδού, ἡ Μαρία ἡ γεννήσασα τὸν σωτῆρα· λεγέτω Ἱερακᾶς ποῦ ἐστιν ἡ γεννήσασα τὸ πνεῦμα. καὶ τῷ εἰπεῖν «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές» οὐκέτι περὶ πνεύματος ἁγίου ὁ λόγος. οὐ γὰρ εἶπεν ὅμοιον τῷ υἱῷ τοῦ θεοῦ, ἀλλ᾽ ἀφωμοιωμένον. τὸ δὲ ἀφωμοιωμένον μετέπειτα ἔχει τὴν ἀγωγήν. εἰ δὲ μετὰ τὸν χρόνον τοῦ Ἀβραὰμ τὸ πνεῦμα ἀφομοιοῦται τῷ Χριστῷ, ἄρα οὐκ ἦν ποτε καὶ διὰ τοῦτο ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἀπάτωρ πῶς δύναται εἶναι; εἰ μὲν γὰρ αὐτουπάρχον ἐστὶ τὸ πνεῦμα καὶ οὐκ ἔστιν ἐκ τῆς οἰκείας οὐσίας τῆς θεότητος, εἰκότως ἀπάτωρ δειχθείη. καὶ γὰρ τῷ μὲν ὄντι μονογενὴς ὁ υἱὸς καὶ ἀδελφὸν οὐκ ἔχει, υἱὸς δὲ θεοῦ· ἀλλὰ κἄν τε οὐ λέγομεν τὸ πνεῦμα γεννητόν, ἐπειδὴ μονογενὴς ὁ υἱός, ἀλλὰ πνεῦμα «τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», φησὶν ὁ Χριστός.

τὸ γοῦν ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον, ἀπάτωρ οὐ δύναται εἶναι. κἄν τε εἴπῃ· ἀμήτωρ ἐν οὐρανῷ καὶ ἀπάτωρ ἐπὶ τῆς γῆς—δύναται γὰρ τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λέγεσθαι—πῶς οὖν ἐπὶ τέλει ὁ ἀπόστολος φράζει λέγων «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ τὸν πατριάρχην». τὸ γὰρ «ἐξ αὐτῶν» ἀκριβείας ἐστὶ δηλωτικόν· ὁπότε γάρ, ἐκ τῶν υἱῶν Ἰσραὴλ μὴ γενεαλογούμενος, ἐξ ἄλλων πάντως ἐθνῶν εἶχε τὴν γενεαλογίαν. διὰ δὲ τὸ μὴ γεγράφθαι τὴν αὐτοῦ μητέρα ἢ πατέρα, ἄλλα ἀντὶ ἄλλων φαντάζονται οἱ συκοφάνται τῆς ἀληθείας. ἡμεῖς δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐν παραδόσεσιν εὕρομεν καὶ τὸν πατέρα. ἦν γὰρ οὗτος τῶν γενῶν Σιδῶνος καὶ τῶν Χαναναίων. διέπεσε τοίνυν ὁ μυθώδης αὐτοῦ λόγος· καὶ μάτην αὐτοῦ καὶ ἡ πολιτεία· οὐ γὰρ τὸ ἀψύχοις ἀρκεῖσθαι μετὰ κακοπιστίας, τοῦτο ζωῆς ἐστι καὶ ἐλπίδος διδασκαλεῖον σωτηρίας. «πάντα», γάρ φησιν, «εἰς δόξαν θεοῦ γινέσθω.» 8. Ἀλλὰ περὶ τούτων καὶ αὐτόθι ἀρκεῖσθαι ἡγοῦμαι. συνετρίψαμεν γὰρ τοῦ σκορπίου τὰς πτέρυγας, καὶ κατεσπάσαμεν αὐτοῦ τὰς δυνάμεις. ὄφις γὰρ πτερωτὸς οὗτος καὶ σκορπίος, πτέρυγας ἔχων κατὰ πολλοὺς τρόπους καὶ πετόμενος, καὶ μιμούμενος μὲν τῆς ἐκκλησίας τὴν παρθενίαν, οὐκ ἔχων δὲ καθαρὰν τὴν συνείδησιν.

ἐπὶ γὰρ τούτῳ καὶ τοῖς ὁμοίοις αὐτοῦ πληροῦται τὸ «κεκαυτηριασμένων τὴν συνείδησιν, καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς εἰς μετάληψιν ἐποίησεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ ζῶντος καὶ ἐντεύξεως, ὅτι πάντα καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον παρὰ θεῷ». χλευάζονται δὲ τελειότατα δι᾽ ἃς κέκτηνται ἕκαστος συνεισάκτους γυναῖκας, [δι᾽] ἃς εἴωθαν φιλοτιμεῖσθαι ἔχειν εἰς ὑπηρεσίαν. ἀλλὰ καὶ τούτου, ὡς ἔφην, τὰς πτέρυγας κατασπάσαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες τῷ ξύλῳ τῆς ζωῆς, τουτέστι τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπικαλούμενοι αὐτὸν τὸν θεὸν βοηθόν, πρὸς τὴν τῶν λοιπῶν αἱρέσεων ἀντίρρησίν τε καὶ ἀνατροπὴν τῶν παρ᾽ αὐτοῖς ματαίως τῷ κόσμῳ ὑποβαλλομένων. — — —

〈Κατὰ〉 τοῦ Μελιτίου σχίσματος τοῦ Αἰγυπτίου 〈μη〉, τῆς δὲ ἀκολουθίας 〈ξη〉. 1. Μελιτιανῶν τι τάγμα ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχει, ἀπὸ Μελιτίου τινὸς ἐπισκόπου ἐν τῇ Θηβαΐδι, γενομένου τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως· οὐ γάρ τι μετήλλαττεν ἡ πίστις αὐτοῦ ἐν καιρῷ τινι τῆς ἁγίας καθολικῆς ἐκκλησίας. οὗτος ὁ Μελίτιος σύγχρονος ἦν καὶ συνακμαστὴς τοῦ προειρημένου Ἱερακᾶ τε καὶ καθεξῆς διαδεξάμενος, ὃς ἦν καὶ τοῦ ἁγίου Πέτρου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου σύγχρονος. καὶ οὗτοι πάντες ἐπὶ τοῦ διωγμοῦ ἦσαν τοῦ γενομένου ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. ἡ δὲ κατὰ τὸν Μελίτιον ὑπόθεσις τοῦτον ἔσχε τὸν τρόπον.

Σχίσμα ἐποίησεν, οὐ μὴν μετηλλαγμένως τὴν πίστιν γεγένηται. οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ ἅμα Πέτρῳ τῷ ἁγίῳ ἐπισκόπῳ καὶ μάρτυρι καὶ τοῖς ἄλλοις μάρτυσι συλληφθεὶς ὑπὸ τῶν ἐπὶ τούτῳ ὑπὸ τοῦ βασιλέως ἐπιτεταγμένων, τῶν κατ᾽ ἐκεῖνο καιροῦ ἡγεμόνων τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου (Κουλκιανὸς μὲν ἦν ἔπαρχος τῆς Θηβαΐδος, Ἀλεξανδρείας δὲ Ἱεροκλῆς)· καὶ ὁ μὲν Μελίτιος ἐν τῷ δεσμωτηρίῳ καθειρ〈γ〉μένος ἦν, αὐτός τε καὶ οἱ προειρημένοι μάρτυρες ἅμα τῷ προειρημένῳ Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ. ἐδόκει δὲ καὶ ὁ Μελίτιος τῶν [τὴν] κατὰ τὴν Αἴγυπτον * προήκων καὶ δευτερεύων τῷ Πέτρῳ κατὰ τὴν ἀρχιεπισκοπήν, ὡς [δι᾽] ἀντιλήψεως αὐτοῦ χάριν, ὑπ᾽ αὐτὸν δὲ ὢν καὶ ἐπ᾽ αὐτὸν τὰ ἐκκλησιαστικὰ ἀναφέρων. τοῦτο γὰρ ἔθος ἐστί, τὸν ἐν τῇ Ἀλεξανδρείᾳ ἀρχιεπίσκοπον πάσης τε Αἰγύπτου καὶ Θηβαΐδος, Μαρεώτου τε καὶ Λιβύης, Ἀμμωνιακῆς, Μαρμαρίδος τε καὶ Πενταπόλεως ἔχειν τὴν ἐκκλησιαστικὴν διοίκησιν. ἐπεὶ οὖν συλληφθέντες οὗτοι πάντες μαρτυρίου χάριν ἐν τῇ φυλακῇ ἔπραττον, χρόνῳ δὲ ἱκανῷ ἐπέμειναν καθειργμένοι—ἄλλοι δὲ πρὸ αὐτῶν παραδοθέντες ἐμαρτύρησαν καὶ τὸ τέλος τοῦ βραβείου ἀπείληφαν καὶ ἐκοιμήθησαν· οὗτοι δὲ ὡς ἀκραίμονες καὶ μείζους ἐς ὕστερον ἐτηροῦντο—2.

καὶ ἐπειδὴ τινῶν μὲν μαρτυρησάντων, ἄλλων δὲ τοῦ μαρτυρίου ἐκπεσόντων, καὶ τὴν ἀθεμιτουργίαν τῆς τῶν εἰδώλων θρῃσκείας πραξάντων, οἳ κατ᾽ ἀνάγκην καὶ θυσιῶν ἐφήψαντο, παραπεσόντες οὖν καὶ θύσαντες καὶ παραβάντες προσῆλθον τοῖς ὁμολογηταῖς τε καὶ μάρτυσιν, ὅπως τύχωσιν ἐλέους διὰ μετανοίας, οἱ μὲν ἀπὸ στρατιωτῶν ὄντες, οἱ δὲ ἀπὸ κληρικῶν ὑπάρχοντες διαφόρου κλήρου, πρεσβυτερίου τε καὶ διακονίας καὶ ἄλλων, κίνησις ἐγένετο ἀνὰ μέσον τῶν μαρτύρων καὶ τάραχος οὐχ ὁ τυχών, τῶν μὲν λεγόντων τοὺς ἅπαξ παραπεσόντας καὶ ἀρνησαμένους καὶ ἐν ἀνδρειότητι μὴ παραμείναντας μηδὲ ἀγωνισαμένους μὴ δεῖν ἀξιοῦσθαι εἰς μετάνοιαν, ἵνα μὴ καὶ οἱ ἔτι περιλειφθέντες ἔλαττον φροντίσαντες τῆς ἐπιτιμίας διὰ τὴν τοιαύτην θᾶττον γενομένην αὐτοῖς συγχώρησιν ἐκτραπῶσι, καὶ εἰς ἐπαρνησιθεΐαν καὶ ἀθεμιτουργίαν Ἑλληνισμοῦ ἔλθωσι. καὶ ἦν εὔλογον τὸ παρ᾽ αὐτῶν τῶν ὁμολογητῶν λεγόμενον. ἦσαν δὲ οἱ τοῦτο λέγοντες Μελίτιος καὶ Πηλεὺς καί τινες ἄλλοι πλείους τῶν μαρτύρων καὶ ὁμολογητῶν ἅμα αὐτοῖς. ζῆλον τοίνυν τὸν ὑπὲρ θεοῦ ἀναδεδειγμένοι δῆλον ὅτι † ἔπασχον ταῦτα λέγοντες.

ἔφασκον δέ, εἰ ἄρα μετὰ τὸ παύσασθαι τὸν διωγμὸν μετὰ χρόνον ἱκανὸν δίδοσθαι τοῖς προειρημένοις μετάνοιαν ἐν καιρῷ γενομένης εἰρήνης, ἐὰν ἐπ᾽ ἀληθείας μετανοήσωσι καὶ καρπὸν τῆς μετανοίας αὐτῶν ἐπιδείξωνται, οὐ μὴν ἵνα ἕκαστος δεξιωθῇ ἐν τῷ ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι 〈δὲ τῶν λαϊκῶν〉 καὶ οὐκ ἐν κλήροις. καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο. 3. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· δεξώμεθα αὐτοὺς μετανοοῦντας καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς μήτε τῶν κλήρων (ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος περιέχει), μή ποτε εἰς αἰσχύνην 〈αὐτοῖς γένηται〉 καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ἀπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισεισθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι καὶ μὴ ἰαθῶσιν, ὡς κατὰ τὸ γεγραμμένον «μὴ ἐκτραπῆναι τὸ χωλόν, ἰαθῆναι δὲ μᾶλλον». καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας καὶ τοῦ Μελιτίου καὶ τῶν ἅμα αὐτῷ ὑπὲρ ἀληθείας καὶ ζήλου. ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο.

ὅτε γὰρ εἶδεν ὁ ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελίτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας τουτέστι λωδίκιον εἶτ᾽ οὖν παλλίον καὶ κηρύξας 〈διὰ〉 διακόνου ὅτι οἵτινές εἰσι τῆς ἐμῆς γνώμης παρελθέτωσαν πρός με καὶ οἵτινες τῆς Μελιτίου γνώμης τυγχάνουσι πρὸς Μελίτιον. καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελιτίῳ, ἐπισκόπων τε καὶ μοναχῶν καὶ πρεσβυτέρων καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκόπῳ 〈ἐγίνοντο〉, ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. καὶ λοιπὸν οὗτοι κατ᾽ ἰδίαν ηὔχοντο καὶ οὗτοι κατ᾽ ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδίᾳ ἐπετέλει.

Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελίτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαινησίοις μετάλλοις. καὶ τότε λοιπὸν οἱ συρόμενοι ὄντες ὁμολογηταὶ * ἅμα Μελιτίῳ, καὶ αὐτὸς Μελίτιος ἐν τῇ εἱρκτῇ κατά 〈τε〉 τὴν ὁδοιπορίαν, καθ᾽ ἑκάστην χώραν καὶ καθ᾽ ἕκαστον τόπον διερχόμενος καθίστα κληρικούς, ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ διακόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας, καὶ οὔτε οὗτοι τούτοις ἐκοινώνουν οὔτε ἐκεῖνοι τούτοις. ἐπέγραφον δὲ ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ οἱ μὲν ἀπὸ τοῦ Πέτρου διαδεξάμενοι ἔχοντες τὰς οὔσας ἀρχαίας ἐκκλησίας, ὅτι «ἐκκλησία καθολική», οἱ δὲ ἀπὸ Μελιτίου «ἐκκλησία μαρτύρων». ὅθεν καὶ ἐν Ἐλευθεροπόλει καὶ ἐν Γάζῃ καὶ ἐν Αἰλίᾳ παρελθὼν ὁ αὐτὸς Μελίτιος πολλοὺς οὕτως ἐχειροτόνησε. καὶ γέγονεν αὐτὸν χρονοτριβῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις· ἀλλὰ μεταξὺ ἀπολύονται τῶν μετάλλων οἱ ὁμολογηταί, οἵ τε τοῦ μέρους Πέτρου (ἦσαν γὰρ ἔτι πολλοί) καὶ οἱ τοῦ Μελιτίου. οὔτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις ἐκοινώνουν ἢ συνηύχοντο. γίνεται δὲ τὸν Μελίτιον ἔτι διατρῖψαι ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε ἔχειν 〈πρὸς αὐτόν〉· ἐμερίμνα τε τὰ περὶ τῆς ἐκκλησίας καὶ πίστεως.

ἔφην γὰρ πολλάκις ὅτι οὐδὲν εἶχεν παρηλλαγμένον. 4. Αὐτὸς γὰρ οὗτος ὁ Μελίτιος ἐν Ἀλεξανδρείᾳ γενόμενος κἀκεῖσε διατρίβων χρόνον, ἔχων ἰδίαν τὴν σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἄρειον ἐφώρασεν, ἀνενέγκας ἐπὶ τὸν Ἀλέξανδρον, ὡς ἐνηχήθη [δὲ] τὸν Ἄρειον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τοῦ προκειμένου τῆς πίστεως βεβηκότα. ἦν γὰρ οὗτος ἐν Βαυκάλει τῇ ἐκκλησίᾳ οὕτω καλουμένῃ Ἀλεξανδρείας πρεσβύτερος. καθ᾽ ἑκάστην γὰρ εἷς πρεσβύτερός ἐστιν ἀποτεταγμένος (ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι, νῦν δὲ πλείους) καὶ αὐτῷ ἡ ἐκκλησία ἐγκεχείριστο, κἄν τε ἄλλος σὺν αὐτῷ ἦν· ὧν ἕνεκα γενόμενοι ἐν τῷ τόπῳ λέξομεν κατὰ λεπτότητα, ὅτε χρεία περὶ τούτου ἔσται. ἐπεὶ οὖν ἐφώρασε τὸν Ἄρειον σπουδαίως Ἀλέξανδρος, συγκαλέσας ἐπισκόπους καὶ 〈ποιήσας〉 σύνοδον ἐζήτει ἀξιῶν περὶ πίστεως καὶ ἀπαιτῶν τὸν Ἄρειον 〈λόγον〉 περὶ τῆς ἐν αὐτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. ὁ δὲ Ἄρειος οὐ μὴν ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τετριμμένου προσώπου ὡς εἶχεν οὕτως ἀπεκρίνατο· καὶ ἐξεοῖ μὲν Ἀλέξανδρος αὐτὸν τῆς ἐκκλησίας, ἐξεοῦται δὲ ἅμα αὐτῷ πλῆθος πολύ, οἱ ἀπ᾽ αὐτοῦ κεχραμμένοι παρθενευουσῶν καὶ ἄλλων κληρικῶν. ὁ δὲ Ἄρειος ἀποδράσας ἐπὶ τὴν Παλαιστινῶν στέλλεται τὴν πορείαν, ἐν Νικομηδείᾳ τε ἀνελθὼν κἀκεῖθεν γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, οὐχ ὑπερέβαινε τῆς αὐτοῦ κακοδοξίας τὴν μανιώδη διάνοιαν.

ἀλλὰ μεταξὺ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου καὶ κινήσαντος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε σύνοδον ἐν [τῇ] Νικαίᾳ τῇ πόλει. καὶ ἀναθεματίζεται μὲν ἡ Ἀρείου αἵρεσις· μετὰ 〈δὲ〉 τὸ ἀποθανεῖν αὐτὸν *. τὸ πρῶτον μὲν γὰρ ἠρνεῖτο εἰς πρόσωπον τοῦ μακαρίου βασιλέως Κωνσταντίνου καὶ δι᾽ ὅρκων προσεποιεῖτο εἰρωνείᾳ τὰ τῆς ὀρθοδοξίας ῥήματα. φήσαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὅτι εἰ μὲν δικαιότατα ἀπόμνυσαι, πιστωθείη ὁ σὸς ὅρκος, καὶ ἀθῷος ἔσῃ· εἰ δὲ δολίως, 〈ὁ θεός,〉 καθ᾽ οὗ ὤμοσας, ποιήσαι τὴν κατὰ σοῦ ἐκδικίαν. ὅπερ οὐκ εἰς μακρὰν αὐτῷ γέγονεν, ὡς ὕστερον ἐροῦμεν. συμπράττων τοίνυν οὗτος ὁ Ἄρειος Εὐσεβίῳ τῷ ἐπισκόπῳ Νικομηδείας τὰ αὐτὰ αὐτῷ φρονοῦντι προσηνέχθη τῷ αὐτῷ βασιλεῖ ὡς δῆθεν ἀρνούμενος καὶ ἀναθεματίζων τὴν αὐτοῦ αἵρεσιν. ὅθεν κελεύει καὶ ἐπιτρέπει Εὐσεβίῳ τὸν αὐτὸν συνάξαι ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀλεξάνδρου ἐπισκόπου, ὁμωνύμου τοῦ ἐν Ἀλεξανδρείᾳ ἐπισκόπου, ὄντος δὲ ἐπισκόπου Κωνσταντινουπόλεως. 5. Ἤδη δὲ ὁ μακαρίτης Ἀλέξανδρος ὁ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν τελευτὴν Μελιτίου τοῦ προειρημένου ὁμολογητοῦ ζῆλον ἀνειληφὼς κατὰ τοῦ σχίσματος τῆς ἐκκλησίας πάντῃ τοὺς ἰδίᾳ συνάγοντας ὑπὸ δὲ Μελιτίου καταλειφθέντας ἐδόκει ταράσσειν τε καὶ συνέχειν βιάζεσθαί τε ὅπως μὴ ἀφηνιάσωσι τῆς μιᾶς ἐκκλησίας.

οἱ δὲ μὴ βουλόμενοι ἐτάραττον καὶ ταραχὰς ἐνήργουν. ἐκ τούτου πιεζόμενοι καὶ συνεχόμενοι ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου ἐπιχειροῦσί τινες ἐξ αὐτῶν ἀκραίμονες καὶ τὰ πρωτεῖα ἀποφερόμενοι ἔν τε εὐσεβείᾳ καὶ ἐν βίῳ καὶ στέλλονται ἐπὶ τὸ κομητάτον ἐντυχίας ἕνεκα, τοῦ ἐντυχεῖν καὶ ἀνεθῆναι τοῦ συνάγειν ἰδίᾳ καὶ μὴ κωλύεσθαι. ἦν δὲ Παφνούτιός τις μέγας ἀνὴρ ἀναχωρητὴς καὶ αὐτὸς υἱὸς ὁμολογητρίας τυγχάνων παραψάμενός 〈τε〉 καὶ αὐτὸς ποσῶς τῆς ὁμολογίας, Ἰωάννης τε ἐπίσκοπος τῶν αὐτῶν, ἀνὴρ καὶ αὐτὸς τιμιώτατος, Καλλίνικός τε ὁ ἐν Πηλουσίῳ ἐπίσκοπος καὶ ἄλλοι τινὲς οἱ τοῦτο ποιησάμενοι· οἵτινες ἀπελθόντες καὶ ἐντυχόντες τῷ βασιλεῖ ἀπετρέποντο καὶ ἐξεβάλοντο. οἱ γὰρ ἐν τῷ παλατίῳ ἀκούσαντες Μελιτιανῶν ὄνομα, καὶ ἀγνοοῦντες τί ἂν εἴη τὸ τοιοῦτον, οὐ συνεχώρουν αὐτοῖς ἐντυχεῖν τῷ βασιλεῖ. 6. Καὶ ἐν τούτῳ συμβέβηκε χρονοτριβῆσαι τοὺς περὶ Παφνούτιον καὶ Ἰωάννην καὶ 〈τοὺς〉 λοιποὺς ἐπὶ τὰ μέρη τῆς Κωνσταντινουπόλεως καὶ Νικομηδείας. τότε δὲ φιλιοῦνται ἐπισκόπῳ Νικομηδείας τῷ Εὐσεβίῳ καὶ ἀναφέρουσιν αὐτῷ τὰ κατὰ τὴν αὐτὴν ὑπόθεσιν (ᾔδεισαν γὰρ αὐτὸν πρὸς τὸν βασιλέα Κωνσταντῖνον παρρησίαν ἔχειν) ἀξιοῦσί τε αὐτὸν δι᾽ αὐτοῦ τῷ βασιλεῖ γνωρισθῆναι.

ὁ δὲ μετὰ τὸ ὑποσχέσθαι αὐτοὺς ἀνοίσειν τῷ βασιλεῖ καὶ ποιῆσαι αὐτοῖς τὸ πρᾶγμα τῆς δεήσεως, αἰτεῖται παρ᾽ αὐτῶν τὸ αἴτημα τοῦτο, ὅπως δέξωνται Ἄρειον μετ᾽ αὐτῶν εἰς κοινωνίαν, δῆθεν προσποιητῶς αὐτὸν καὶ εἰρωνείᾳ μετανοοῦντα. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ· καὶ ἐντεῦθεν προσφέρει αὐτοὺς τῷ βασιλεῖ, καὶ τὰ κατ᾽ αὐτοὺς Εὐσέβιος ἀναδιδάσκει καὶ συγχωρεῖται τοῖς Μελιτιανοῖς ἔκτοτε καθ᾽ ἑαυτοὺς συνάγειν καὶ μὴ ὑπό τινων ὀχλεῖσθαι. ὡς εἴθε μᾶλλον οἱ αὐτοὶ οἱ τὴν ἀκροδικαιοσύνην τῆς ἀληθείας ἀναδεδεγμένοι Μελιτιανοὶ μετὰ τῶν παραπεσόντων μετὰ μετάνοιαν ἐκοινώνησαν ἤπερ Ἀρείῳ καὶ τοῖς ἀπ᾽ αὐτοῦ. γέγονε γὰρ αὐτοῖς τοῦτο κατὰ τὴν παροιμίαν ὅτι φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐνέπεσον. οὔτε γὰρ Ἄρειος ἠδύνατο ἔχειν στάσιν καὶ παρρησίαν, εἰ μὴ διὰ τῆς τοιαύτης ὑποθέσεως, ἥτις γέγονεν αὐτοῖς καὶ εἰς δεῦρο κακὴ συνάφεια. συνεμίγησαν γὰρ οἱ καθαρεύοντές ποτε καὶ ἀκροδίκαιοι τῇ πίστει Μελιτιανοὶ μετὰ τῶν τοῦ Ἀρείου μαθητῶν. καὶ οἱ πλείους μὲν ἤδη ἐχράνθησαν τῇ τοῦ Ἀρείου κακοπιστίᾳ, ἀπὸ τῆς πίστεως ἐκτραπέντες ἐν τούτοις τοῖς χρόνοις· τινὲς δὲ εἰ καὶ ἔμειναν ἔχοντες τὴν ἀληθινὴν πίστιν, ἔχουσι μέν, οὐ μὴν δέ εἰσιν ἀπηλλαγμένοι τῆς βορβορώδους ῥυπαρίας διὰ τὴν πρὸς τὸν Ἄρειον καὶ Ἀρειανοὺς κοινωνίαν. ἀπὸ δὲ τῆς προειρημένης ὑποθέσεως ἔσχεν ἡ πρὸς τούτους συνάφεια Μελιτίου τε καὶ Μελιτιανῶν προφάσεις.

Ἀλλὰ μεταξὺ ὀλίγου χρόνου (καθὼς 〈γὰρ〉 ὑπεσχόμην εἰπεῖν τὴν ὑπόθεσιν ἐνταῦθα διηγήσομαι) ἀναγκαζομένου Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου συνάξαι τὸν Ἄρειον καὶ αὐτοῦ εὐχομένου καὶ στενάξαντος καὶ κλίναντος τὰ γόνατα περὶ ὥραν ἐνάτην τῷ σαββάτῳ ἐνώπιον τοῦ θυσιαστηρίου, τοῦ Εὐσεβίου λέγοντος ὅτι εἰ μὴ βουληθείης ἑκὼν τοῦτον αὐτὸς συνάξαι, ἄκοντός σου σὺν ἐμοὶ εἰσελεύσεται τῇ αὔριον ἡμέρᾳ, κυριακὴ δὲ ἐπέφωσκεν—ὡς δὲ ἔφην εὐξαμένου τοῦ Ἀλεξάνδρου καὶ δεηθέντος τοῦ κυρίου ἡμῶν ἢ αὐτὸν ἐπᾶραι, ἵνα μὴ συμμολυνθῇ τῷ Ἀρείῳ τῷ κατὰ τοῦ κυρίου βλασφημήσαντι, ἢ ποιῆσαι παράδοξόν τι, ὡς εἴωθεν ἐν γενεᾷ καὶ γενεᾷ παραδοξοποιεῖν, οὐκ εἰς μακρὰν ἡ εὐχὴ τοῦ ἁγίου ἐπληροῦτο. κατὰ τὰς νύκτας εἰσελθὼν ὁ Ἄρειος εἰς θᾶκον πρὸς 〈τὸ〉 τὰς αὐτοῦ χρείας παρασκευασθῆναι, ἐλάκησε, καθάπερ καὶ Ἰούδας ποτέ. καὶ οὕτως τὸ τέλος αὐτοῦ γέγονεν ἐν τόπῳ δυσώδει τῆς ἀκαθαρσίας. 7. Μετὰ δὲ τοῦτον τὸν χρόνον λοιπὸν ἐκαττύετο παρὰ τῶν τούτου μαθητῶν τὰ κατὰ τὴν συσκευὴν τῆς ἐκκλησίας. ἐτελεύτα δὲ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον. οὐ παρῆν δὲ Ἀθανάσιος μετὰ τὸν θάνατον Ἀλεξάνδρου· διάκονος γὰρ ἦν κατ᾽ ἐκεῖνο καιροῦ ὑπὸ Ἀλέξανδρον καὶ ἀπεστάλη ὑπ᾽ αὐτοῦ εἰς τὸ κομητάτον.

Ἀλεξάνδρου δὲ ἐντειλαμένου μηδένα κατασταθῆναι, εἰ μὴ Ἀθανάσιον, ὡς αὐτός τε καὶ οἱ τοῦ κανόνος ἐμαρτύρουν καὶ πᾶσα ἡ ἐκκλησία, λαβόμενοι καιροῦ οἱ κατὰ Μελίτιον ἐπίσκοπον τῆς Αἰγύπτου, ἐπισκόπου μὴ παρόντος τῆς Ἀλεξανδρείας (οὐ γάρ ποτε ἡ Ἀλεξάνδρεια δύο ἐπισκόπους ἔσχεν, ὡς αἱ ἄλλαι πόλεις), καθιστῶσι τοίνυν ἀντὶ Ἀλεξάνδρου Θεωνᾶν τινα ὀνόματι, ὃς μῆνας τρεῖς ποιήσας ἐτελεύτα. καὶ παρεγένετο Ἀθανάσιος μετ᾽ οὐ πολὺ μετὰ τὴν τελευτὴν Θεωνᾶ. καὶ ἐκ πανταχόθεν συνεκροτήθη ὀρθοδόξων σύνοδος. καὶ οὕτως κατάστασις γέγονεν αὐτοῦ καὶ ἀπεδόθη αὐτῷ ὁ θρόνος τῷ ἀξίῳ καὶ ᾧ ἦν ἡτοιμασμένος κατὰ τὴν θεοῦ βούλησιν καὶ κατὰ τὴν 〈τοῦ〉 μακαρίου Ἀλεξάνδρου μαρτυρίαν τε καὶ ἐντολήν.

Ἐντεῦθεν ἄρχεται Ἀθανάσιος βιοφορεῖσθαί τε καὶ λυπεῖσθαι διὰ τὸν μερισμὸν τῆς ἐκκλησίας, τῶν τε Μελιτιανῶν καὶ τῆς καθολικῆς ἐκκλησίας. ἔπειθε, παρεκάλει, καὶ οὐκ ἠνείχοντο· ἠνάγκαζεν, ἐβιάζετο *. ἐπισκεπτόμενος δὲ πολλάκις ἐγίνετο τὰς σύνεγγυς ἐκκλησίας, μάλιστα τὰς κατὰ τὸν Μαρεώτην. καὶ ποτὲ Μελιτιανῶν συναγόντων γέγονεν ἐκ τοῦ πλήθους τοῦ μετὰ Ἀθανασίου διάκονόν τινα ἐπεισελθόντα, μετὰ καί τινων τῶν ἀπὸ τοῦ λαοῦ, κατεᾶξαι κανδήλαν ὡς ἔχει ὁ λόγος καὶ μάχην γενέσθαι. ἐντεῦθεν ἡ κατὰ Ἀθανασίου συσκευὴ γέγονε, τῶν Μελιτιανῶν κατηγορησάντων καὶ συκοφαντησάντων αὐτόν, ἕτερα ἀνθ᾽ ἑτέρων 〈λέγοντες〉, Ἀρειανῶν δὲ συσκευαζομένων καὶ συνεπιδόντων ἑαυτοὺς διὰ τὸν πρὸς τὴν ἁγίαν θεοῦ πίστιν καὶ ὀρθοδοξίαν φθόνον. καὶ ἀνακοινοῦνται τῷ βασιλεῖ Κωνσταντίνῳ. Εὐσέβιος δὲ ἦν, ὁ προειρημένος τῆς Νικομηδείας, ὁ ὑπουργὸς τοῦ παντὸς αὐτῶν συστήματος καὶ συσκευαστὴς τῆς κατὰ τὴν ἐκκλησίαν τε καὶ τὸν πάπαν Ἀθανάσιον βλάβης. οἱ κατήγοροι οὖν προσῆλθον τῷ βασιλεῖ, σκεῦός τι μυστηρίων λέγοντες εἶναι, ὅπερ κανδήλαν τινὲς ἔφασαν ὡς προεῖπον. ἄλλα τέ τινα κατηγόρουν, φάσκοντες πρεσβύτερόν τινα τοῦ Μαρεώτου Ἀρσένιον τετυπτῆσθαι, τούτου τε τὴν χεῖρα μαχαίρᾳ ὑπὸ τῶν τοῦ Ἀθανασίου λαῶν εἴτ᾽ οὖν αὐτοῦ Ἀθανασίου τετμῆσθαι. ἐπεφέροντο γὰρ καὶ χεῖρα ἐν τῷ κομητάτῳ καὶ ἐπεδείκνυον, ἥτις ἦν ἐν γλωσσοκόμῳ. 8.

Ταῦτα ὁ βασιλεὺς ἀκούσας αἴρεται μὲν θυμῷ. εἶχε γὰρ ζῆλον θεϊκὸν ὁ μακαρίτης· οὐ μὴν ᾔδει ὅτι συκοφάνται ἦσαν, δι᾽ ὃν προεῖπον ζῆλον τῶν Ἀρειανῶν κατὰ τῆς ὀρθοδοξίας. κελεύει δὲ συγκροτηθῆναι σύνοδον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει. ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν Ἀρειανῶν χυδαιολογίᾳ· καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς καὶ ὑπὸ Ἀθανάσιον 〈ὄντες〉, ἀκραίμονές τινες ἄνδρες καὶ μείζους καὶ ἐν θεῷ ἔχοντες διαφανῆ τὸν βίον, ἐν οἷς ἦν ὁ μακαρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ἡρακλέους ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελιτιανῶν, μάλιστα οἱ τοῦ Ἀθανασίου κατηγοροῦντες. ζηλωτὴς δὲ ὢν ὑπὲρ ἀληθείας καὶ ὀρθοδοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος (τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν ἐτυφλώθη), ἑωρακὼς τὸν Εὐσέβιον καθεζόμενον καὶ δικάζοντα καὶ Ἀθανάσιον ἑστῶτα, καταπονηθεὶς τῇ λύπῃ καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀληθέσιν, ἀπετείνατο φωνῇ μεγάλῃ Εὐσεβίῳ λέγων «σὺ καθέζῃ, Εὐσέβιε, καὶ Ἀθανάσιος ἀθῷος ὢν παρὰ σοῦ κρίνεται; τίς ἐνέγκοι τὰ τοιαῦτα; λέγε δέ μοι σύ· οὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ;

κἀγὼ μὲν ὀφθαλμὸν ἀπεβαλόμην ὑπὲρ ἀληθείας, σὺ δὲ οὔτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ σώματι οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν μηδὲν ἠκρωτηριασμένος. πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκασι τὸ ἀθέμιτον πρᾶξαι ἢ ἔπραξας;» ταῦτα ἀκούσας Εὐσέβιος αἴρεται μὲν εἰς ἀγανάκτησιν καὶ ἀναστὰς διέλυσε τὸ δικαστήριον λέγων ὅτι «εἰ ἐνταῦθα ἤλθετε καὶ πρὸς ἡμᾶς τὰ τοιαῦτα ἀντιλέγετε, ἄρα οὖν ἀληθεύουσιν οἱ κατήγοροι ὑμῶν. εἰ γὰρ ὧδε τυραννεῖτε, πολλῷ μᾶλλον ἐν τῇ ὑμῶν πατρίδι». 9. Εἶτα ἐπεχείρησεν Εὐσέβιος καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ ἀποστέλλουσι δύο τινὰς τῶν ἀπὸ Παννωνίων ἐπισκόπων τὰ Ἀρείου φρονοῦντας, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Μαρεώτην, ἔνθα ἔλεγον γεγενῆσθαι τὰ προειρημένα, τοῦ τε σκεύους καὶ τῶν ἄλλων πραγμάτων τῆς μάχης. οἱ δὲ ἀπελθόντες οὐκ ἐκεῖνα ἀνήνεγκαν ὅσα ἦν ἀληθῆ, ἀλλ᾽ ἕτερα ἀνθ᾽ ἑτέρων † παραχωρήσαντες ἐψεύσαντο καὶ ἐσυκοφάντησαν τὸν μακαρίτην πάπαν Ἀθανάσιον.

κἀκεῖνα δὲ ὡς ἀληθῆ ὄντα πλασάμενοι ἐγγράφως ἐνέγκαντες ἀνέφερον ἐπὶ τὴν σύνοδον τῶν περὶ Εὐσέβιον καὶ τοὺς ἄλλους, ὡς εἰσύστερον ἔδειξαν μετανοοῦντες Οὐρσάκιος καὶ Οὐάλης μετὰ λιβέλλων προσελθόντες τῷ μακαρίτῃ Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὑπεραπολογούμενοι τοῦ αὐτῶν σφάλματος· ὅτι ἐσυκοφαντήσαμεν τὸν πάπαν Ἀθανάσιον, ἀλλὰ δέξαι ἡμᾶς εἰς κοινωνίαν καὶ εἰς μετάνοιαν. καὶ πρὸς αὐτὸν δὲ τὸν Ἀθανάσιον ταῖς αὐτῶν ἐχρήσαντο ἐγγράφοις διὰ μετανοίας συστάσεσιν. ὁρῶντος δὲ τοῦ πάπα Ἀθανασίου ὄντος ἐν τῇ Τύρῳ βαρεῖαν τὴν τότε συσκευὴν ἐκ πανταχόθεν, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ δικαστήριον ἢ εἰς πρόσωπον τὰ συκοφαντούμενα ἐξ ἀντικαταστάσεως γένηται, νύκτωρ ἀναχωρήσας ἀνέρχεται πρὸς Κωνσταντῖνον εἰς τὸ κομητάτον καὶ προσφέρει αὐτῷ τὰ κατ᾽ αὐτὸν ἀναδιδάσκων. ὁ δὲ ἔτι λύπῃ φερόμενος καὶ νομίζων μή πη ἄρα ἀληθεύουσιν οἱ κατηγορήσαντες, ψεύδεται δὲ ὁ ἀπολογούμενος, ἔτι ἐχαλέπαινε. χαλεπαίνοντος δὲ αὐτοῦ ὁ πάπας Ἀθανάσιος λόγον βαρὺν τῷ βασιλεῖ ἐπετείνετο· ὡς ὅτι δικάσει κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὁποῖα καὶ αὐτὸς συμφωνεῖς τοῖς συκοφαντοῦσι τὴν ἡμετέραν μετριότητα.

ἐντεῦθεν συμβαίνει αὐτὸν ἐξορίᾳ ὑποπεσεῖν, ἀπό τε τῶν γραφέντων ἀπὸ τῆς συνόδου τῷ βασιλεῖ (ἀπόντος γὰρ αὐτοῦ καθαίρεσιν ποιοῦνται αὐτοῦ), καὶ ἐξ ὧν ὁ βασιλεὺς παροξυνθεὶς πρὸς αὐτὸν ἐλυπεῖτο, καὶ μένει ἐν τοῖς μέρεσι τῆς Ἰταλίας ἐπὶ ἔτεσι πλείω δώδεκα ἢ δεκατέσσαρα. 10. Πολὺς δὲ μετέπειτα ᾄδεται λόγος ὡς Ἀρσένιος, ὁ πάλαι ἐν τεθνεῶσι παρὰ τῶν συκοφαντῶν καταγγελλόμενος καὶ τὴν χεῖρα τετμῆσθαι λεγόμενος, εὕρηται ἐν τοῖς μέρεσι τῆς Ἀραβίας, καὶ ὡς ἀνήγγειλεν ἑαυτὸν ὅλως ὁ Ἀρσένιος τῷ πάπᾳ Ἀθανασίῳ ὄντι ἐν τῇ ἐξορίᾳ· καὶ τοῦ πάπα Ἀθανασίου λεληθότως αὐτὸν μεταστειλαμένου, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα φήμη περιέχει, καὶ αὐτοῦ Ἀρσενίου πρὸς τὸν αὐτὸν μακαρίτην Ἀθανάσιον γενομένου, ὁμοῦ τε ἐπὶ τοῖς περὶ Κώνσταν καὶ Κωνστάντιον τοὺς υἱοὺς Κωνσταντίνου γενομένοις ἅμα 〈ἐλθόντων αὐτῶν〉. ὁ μὲν Ἀθανάσιος τὸν Ἀρσένιον ἐδείκνυε ζῶντά τε καὶ δύο χεῖρας ἔχοντα, συκοφαντίας τε λοιπὸν οἱ κατήγοροι αἴτιοι οὐ μόνον ηὑρίσκοντο, ἀλλὰ καὶ τυμβωρυχίας, διὰ τήν ποτε περιφερομένην νεκρὰν χεῖρα. ἐντεῦθεν τὸ μὲν πᾶν γελοῖον ἦν καὶ ἔκπληξις τοῦ τοιούτου καὶ τοσούτου δραματουργήματος καὶ ἀπορία τὸ τί ἄν 〈τις〉 εἴποι περί τε τῶν κατηγορησάντων περί τε τοῦ κατηγορουμένου καὶ περὶ [τε] τῶν ἄλλων πάντων, ἃ κατὰ μέρος 〈βουλόμενος〉 εἰπεῖν πολὺν ἀναλώσω χρόνον.

τελευτήσαντος δὲ Κωνσταντίνου, τοῦ πάπα Ἀθανασίου ἐν πολλῇ παρρησίᾳ 〈γενομένου〉 καὶ εὐδοκιμήσει καὶ δεξιώσει 〈ἐπὶ〉 Ῥώμης τε καὶ πάσης Ἰταλίας καὶ πρὸς αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ παῖδας Κωνστάντιον καὶ Κώνσταν, ἀποστέλλεται ἐκ τῶν δύο βασιλέων, μετὰ τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, Κωνσταντίου ὄντος ἐπὶ τῆς Ἀντιοχείας καὶ συνευδοκοῦντος 〈δι᾽〉 ἰδίων τε καὶ ἐγγράφων ἐπιστολῶν, * παρὰ τῶν τριῶν βασιλέων ἔγνωμεν γραφεισῶν τοῖς Ἀλεξανδρεῦσι καὶ αὐτῷ τῷ πάπᾳ Ἀθανασίῳ· καὶ καθέζεται πάλιν εἰς τὸν θρόνον μετὰ τὸν διαδεξάμενον αὐτὸν 〈τὸν〉 ὑπὸ τῶν Ἀρειανῶν πεμφθέντα Γρηγόριον, ὅτε ἦν ἐν τῇ ἐξορίᾳ Ἀθανάσιος. 11. Πάλιν δὲ συνεσκευάσθη πρὸς Κωνστάντιον ἀπὸ τῶν περὶ Στέφανον καὶ ἐξεώθη. καὶ μετέπειτα πάλιν συνεσκευάσθη ἀπὸ τῶν περὶ Λεόντιον τὸν ἀπόκοπον καὶ τῶν ἅμα αὐτοῖς. ἔνθεν ἐγίνετο αὐτὸν ἐκβάλλεσθαι καὶ πάλιν εἰσφέρεσθαι· Γεώργιος γὰρ ὑπὸ Κωνσταντίου ἀποστέλλεται καὶ ὑποχωρεῖ Ἀθανάσιος, κρυβεὶς χρόνον τινά, ἕως ὅτε ὁ Γεώργιος ἀνῃρέθη, ἐν ᾧ χρόνῳ ἐβασίλευσεν Ἰουλιανὸς καὶ εἰς Ἑλληνισμὸν ἐτράπη μετὰ τὴν τελευτὴν Κωνσταντίου. Ἀλεξανδρέων γὰρ μῆνιν τηρησάντων τῷ Γεωργίῳ τοῦτον ἀπέκτειναν, καὶ καύσαντες καὶ τέφραν ποιήσαντες εἰς ἀνέμους ἐσκόρπισαν.

ἀποθανόντος δὲ τοῦ Ἰουλιανοῦ ἐν τῇ Περσίδι καὶ διαδεξαμένου τὸ βασίλειον Ἰοβιανοῦ τοῦ μακαρίτου, μετὰ πολλῆς τιμῆς καὶ ἀξιοπίστων γραμμάτων γράψαντος τῷ ἐπισκόπῳ Ἀθανασίῳ καὶ μεταστειλαμένου περιπτυξαμένου τε αὐτὸν καὶ ἀποστείλαντος εἰς τὸν ἴδιον θρόνον, πάλιν ἀπολαβούσης τῆς ἁγίας ἐκκλησίας τὸν ἐπίσκοπον καὶ πρὸς ὀλίγον παρακληθείσης, τελευτήσαντος τοῦ Ἰοβιανοῦ, ἐν τοῖς αὐτοῖς πάλιν ὁ μακάριος Ἀθανάσιος διωγμοῖς καὶ φήμαις καὶ ταραχαῖς ἐφέρετο. οὐ μὴν ἀπὸ τῆς ἐκκλησίας καὶ τοῦ θρόνου μετεκινήθη, Ἀλεξανδρέων δὲ πρεσβευσαμένων ὑπὲρ αὐτοῦ καὶ πάσης τῆς πόλεως ἀξιωσάσης, μετὰ τὸ Λούκιον τὸν καὶ νῦν 〈ὄντα, τὸν〉 Ἀρειανὸν κατασταθῆναι 〈ἐπίσκοπον Ἀλεξανδρείας〉 ἐπὶ ξένης, τάχα δὲ ἐν Ἀντιοχείᾳ καὶ πολλάκις παρακαλέσαντα τὸν βασιλέα Οὐάλεντα ἀποσταλῆναι εἰς τὸν τῆς Ἀλεξανδρείας θρόνον * [καὶ] αὐτοῦ διὰ τὴν τῶν λαῶν ταραχὴν μὴ βουληθέντος αὐτὸν ἐξεῶσαι. πέρας γ᾽ οὖν ὅτε ἐτελεύτα ὁ πάπας Ἀθανάσιος, ἀπεστάλη Λούκιος, πολλὰ κακὰ ἐνδειξάμενος τῇ τε ἐκκλησίᾳ τῇ τε πόλει τοῖς λαοῖς τοῖς ἐπισκόποις τοῖς κληρικοῖς, τοῖς ὑπὸ Ἀθανάσιον οὖσι καὶ αὐτὸν ἐν ἑκάστῃ ἐκκλησίᾳ ἀποδεξαμένοις, καὶ Πέτρῳ τῷ μετὰ Ἀθανάσιον κατασταθέντι διαδόχῳ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ.