Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Μασσαλιανοί, Ευφημίτες και κατακλείδα του αντιαιρετικού μέρους
Έλεγχος του άναρχου μοναχισμού των Μασσαλιανών, παρουσίαση της ορθόδοξης ισορροπίας μεταξύ προσευχής και εργασίας, και επίλογος των αιρέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μασσαλιανοί, Ευφημίτες και κατακλείδα του αντιαιρετικού μέρους
Έλεγχος του άναρχου μοναχισμού των Μασσαλιανών, παρουσίαση της ορθόδοξης ισορροπίας μεταξύ προσευχής και εργασίας, και επίλογος των αιρέσεων.
Κατὰ Μασσαλιανῶν, οἷς συνάπτονται Μαρτυριανοί, ἐξ Ἑλλήνων ὄντες, καὶ Εὐφημῖται καὶ Σατανιανοί, 〈ξ〉, τῆς δὲ ἀκολουθίας 〈π〉. 1. Κόρον οὐκ ἔχει ἡ ἀναισχυντία οὐδὲ πλησμονὴν ἡ ἀφροσύνη, ἀλλ᾽ ἐπὶ πάντα ἥπλωσεν ἑαυτῆς τὸν λογισμὸν καὶ κέχηνε τὸ στόμα, τοῦ λυμήνασθαι τὰ τοῦ Ἀδὰμ καὶ Νῶε σπέρματα, διαφόρως τὸ σῶφρον ἀποτριβομένη καὶ τὸ πορνικὸν φρόνημα πολυτρόπως τοῖς ἀδικουμένοις ὑποσπείρουσα. φύσει γὰρ μετὰ ταύτας πάλιν τὰς αἱρέσεις μωρά τις καὶ πάσης ἀφροσύνης ἔμπλεως ἐπανέστη ἡμῖν ἑτέρα τις, γελοῖος μὲν ὅλη, ἀσύστατον ἔχουσα τὸ φρόνημα, καὶ ἀνδρῶν καὶ γυναικῶν ἠπατημένων. Μασσαλιανοὶ δὲ οὗτοι καλοῦνται, ἑρμηνευόμενοι εὐχόμενοι. ἦσαν δὲ πρὸ χρόνου τινός, ὡς ἀπὸ τῶν καιρῶν Κωνσταντίου καὶ δεῦρο, ἄλλοι πάλιν Εὐφημῖται εἴτ᾽ οὖν Μασσαλιανοὶ καλούμενοι, ἐξ ἧς τάχα οἶμαι καὶ αὕτη τὸν μιμηλὸν ζῆλον ἔσχεν. ἀλλ᾽ ἐκεῖνοι μὲν ἐξ Ἑλλήνων ὡρμῶντο, οὔτε Ἰουδαϊσμῷ προσανέχοντες οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε ἀπὸ Σαμαρειτῶν, ἀλλὰ μόνον Ἕλληνες ὄντες δῆθεν καὶ θεοὺς μὲν λέγοντες, μηδενὶ δὲ 〈τούτων〉 προσκυνοῦντες, ἑνὶ δὲ μόνον δῆθεν τὸ σέβας νέμοντες καὶ καλοῦντες Παντοκράτορα. τινὰς δὲ οἴκους ἑαυτοῖς κατασκευάσαντες ἢ τόπους πλατεῖς, φόρων δίκην, προσευχὰς ταύτας ἐκάλουν.
καὶ ἦσαν μὲν τὸ παλαιὸν προσευχῶν τόποι ἔν τε τοῖς Ἰουδαίοις ἔξω πόλεως καὶ ἐν τοῖς Σαμαρείταις, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕρομεν, ἔνθα ἡ πορφυρόπωλις Λυδία τοῖς περὶ τὸν ἅγιον Παῦλον ἀπήντηκεν, ὡς καὶ οὕτως τὸ θεῖον γράμμα διηγεῖται, ὅτι, φησίν, «ἐδόκει τόπος προσευχῆς εἶναι»· καὶ προσῆλθον καὶ ἐδίδασκον οἱ ἀπόστολοι τὰς συνελθούσας κατ᾽ ἐκεῖνο καιροῦ γυναῖκας. ἀλλὰ καὶ προσευχῆς τόπος ἐν Σικίμοις, ἐν τῇ νυνὶ καλουμένῃ Νεαπόλει, ἔξω τῆς πόλεως ἐν τῇ πεδιάδι ὡς ἀπὸ σημείων δύο, θεατροειδὴς οὕτως ἐν ἀέρι καὶ αἰθρίῳ τόπῳ ἐστὶ κατασκευασθεὶς ὑπὸ τῶν Σαμαρειτῶν πάντα τὰ τῶν Ἰουδαίων μιμουμένων. 2. Οὗτοι δὲ οἱ πρότερον Μασσαλιανοὶ ἐξ Ἑλλήνων ὁρμώμενοι, οἱ πρὸ τῶν νυνὶ τῶν δῆθεν ἀπὸ ὀνόματος Χριστοῦ ὁρμωμένων, καὶ αὐτοὶ πῆ μὲν ἔν τισι χώραις τοιαῦτα τοπάριά τινα κατασκευάσαντες, ὡς προσευχὰς καλούμενα καὶ εὐκτήρια, ἐν ἄλλοις δὲ τόποις φύσει καὶ ἐκκλησίας ὁμοίωμά τι ἑαυτοῖς ποιήσαντες, καθ᾽ ἑσπέραν καὶ κατὰ τὴν ἕω μετὰ πολλῆς λυχναψίας καὶ φώτων συναθροιζόμενοι, ἐπὶ πολύ τε καταλεγμάτιά τινα ὑπὸ τῶν παρ᾽ αὐτοῖς σπουδαίων καὶ εὐφημίας τινὰς δῆθεν εἰς τὸν θεὸν ποιούμενοι, ὡς 〈διὰ〉 καταλεγματίων καὶ εὐφημιῶν ὥσπερ θεὸν ἐξιλεούμενοι, ἑαυτοὺς ἀπατῶσιν. ἡ δὲ ἀγνωσία τυφλή τις οὖσα πάντα ταῦτα δοκήσει οἰήσεως τοῖς πεπλανημένοις παρασκευάζει.
ἐκεραυνοβολήθη δὲ πρὸ χρόνου ἓν τῶν τοιούτων κατασκευασμάτων, οὐκ ἔχω δὲ λέγειν ἐν ποίῳ τόπῳ, τάχα δὲ ἐν τῇ Φοινίκῃ τοῦτο ἠκούσαμεν. ἀλλὰ καί τινες τῶν ἀρχόντων ζηλωταὶ πολλοὺς ἐκ τούτων ἀπέκτειναν, διὰ τὸ παραχαράττειν τὴν ἀλήθειαν καὶ ἀντιμιμεῖσθαι ἐκκλησίας τρόπον, μὴ ὄντας Χριστιανούς, μήτε ἐξ Ἰουδαίων ὁρμωμένους. οἶμαι δὲ Λουππικιανὸς ὁ στρατηλάτης εἷς ἦν τῶν τοὺς αὐτοὺς Εὐφημίτας 〈τοὺς ἀπὸ〉 τῶν Ἑλλήνων 〈ὁρμωμένους〉 τιμωρησάμενος, ἐξ ἧς προφάσεως ἐφύη πάλιν αὐτοῖς δευτέρα πλάνη. λαβόντες γάρ τινες τὰ τῶν τότε ἀποκτανθέντων σώματα διὰ τὴν τοιαύτην Ἑλληνικὴν ἀνομίαν καὶ θάψαντες ἔν τισι τόποις, ἐκεῖ πάλιν τὰ αὐτὰ εὔφημά τε ἐπιτελοῦσι καὶ Μαρτυριανοὺς ἑαυτοὺς ἐπωνόμασαν, δῆθεν διὰ τοὺς ὑπὲρ τῶν εἰδώλων μαρτυρήσαντας. 3. Ἄλλοι δὲ πάλιν ἐκ τούτων ἔτι βαθύτερόν τι διανοούμενοι, ὡς κατὰ τὴν αὐτῶν εὐήθειαν συμβούλῳ τῇ διανοίᾳ χρώμενοι εἶπον· ὁ Σατανᾶς μέγας ἐστὶ καὶ ἰσχυρότερος καὶ πολλὰ ἐπιτελεῖ κακὰ τοῖς ἀνθρώποις. διὰ τί οὐ μᾶλλον πρὸς τοῦτον καταφεύγομεν καὶ αὐτῷ προσκυνοῦμεν, αὐτόν τε τιμῶμεν καὶ αὐτὸν εὐφημοῦμεν, ἵνα διὰ τῆς κολακευτικῆς θεραπείας * μὴ ἐνεργήσῃ ἡμῖν τὰ πονηρά, ἀλλ᾽ ὡς δούλων αὐτοῦ ἡμῶν γεγονότων, φασί, φείδηται ἡμῶν; καὶ οὕτω καὶ οὗτοι Σατανιανοὺς ἑαυτοὺς ἐπωνόμασαν.
Ὁμοῦ δὲ τούτων τὴν αἵρεσιν ἐν ταὐτῷ συνεθήκαμεν καὶ τοὺς προειρημένους 〈τοὺς〉 μέλλοντας ὑφ᾽ ἡμῶν νυνὶ λέγεσθαι, ἐπειδὴ γὰρ τὰ ἴσα ἐν ὑπαίθρῳ ἐξαγόμενοι, ἔξω βεβηκότες τῆς ἀληθείας, ἐπὶ τὸ εὔχεσθαι καὶ ὑμνεῖν ἐσχολάκασιν. ἀλλὰ πάντα μὲν ταῦτα περιγέλαστα ὄντα ἀβλαβῆ ἐτύγχανε, μὴ δυνάμενα παρεκκλίνειν τὸν νοῦν ἀπὸ τῆς ἀληθείας· οὐ γὰρ εἰς ὄνομα Χριστοῦ ἐλέγοντο εἶναι, ἀλλὰ Ἕλληνες τὸ πᾶν. νῦν δὲ ἀπ᾽ ἐκείνων τῶν τρόπων οὗτοι * νῦν καλούμενοι Μασσαλιανοί, ὧν οὔτε ἀρχὴ οὔτε τέλος οὔτε κεφαλὴ οὔτε ῥίζα, ἀλλὰ τὰ πάντα εἰσὶν ἀστήρικτοι καὶ ἄναρχοι καὶ ἠπατημένοι, μὴ ἔχοντες ὅλως στηριγμὸν ὀνόματος ἢ θεσμοῦ ἢ θέσεως ἢ νομοθεσίας. δοκοῦσι τοίνυν οὗτοι ἐπὶ τὸ αὐτὸ ἄνδρες τε καὶ γυναῖκες * δῆθεν εἰς Χριστὸν πεπιστευκέναι λέγοντες, ὡς ἀποταξάμενοι τῷ κόσμῳ καὶ τῶν ἰδίων ἀνακεχωρηκότες, ὁμοῦ δὲ ἀναμὶξ ἄνδρες ἅμα γυναιξὶ καὶ γυναῖκες ἅμα ἀνδράσιν ἐπὶ τὸ αὐτὸ καθεύδοντες, ἐν ῥύμαις μὲν πλατείαις, ὁπηνίκα θέρους ὥρα εἴη, διὰ τὸ μὴ ἔχειν, φησί, κτῆμα ἐπὶ τῆς γῆς. ἀκώλυτοι δέ εἰσι καὶ ἐκτείνουσι χεῖρας μεταιτεῖν ὡς ἀβίωτοι καὶ ἀκτήμονες. οἱ δὲ λόγοι αὐτῶν ἀφρόνων ἐπέκεινα. ὃν δ᾽ ἄν τινα ἐπερωτήσῃς ἐξ αὐτῶν ὁρμώμενον, ἐκεῖνον ἑαυτὸν φάσκει οἷον δ᾽ ἂν ἐθέλοις.
ἤτοι γὰρ προφήτην εἴποις, λέξουσι ὅτι προφήτης εἰμί, ἤτοι Χριστὸν ἐὰν ὀνομάσῃς, φάσκει ὅτι Χριστός εἰμι, ἤτοι πατριάρχην, τὸ αὐτὸ ἑαυτὸν ὀνομάζει ἀναιδῶς, ἤτοι ἄγγελον, καὶ ἑαυτὸν λέγει, καὶ ἁπλῶς ὢ τῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. νηστείαν δὲ οὐδ᾽ ὅλως οἴδασιν, ἀλλὰ δῆθεν εἰς τὴν εὐχὴν ἐσχολακότες καὶ ἀπὸ ὥρας δευτέρας ἢ τρίτης ἢ καὶ τὴν νύκτα, ἐὰν φθάσωσι πεινᾶσαι, πάντα ἀδεῶς ἐργάζονται, ἐσθίοντες καὶ πίνοντες. περὶ δὲ αἰσχρότητος ἢ λαγνείας οὐ πάνυ τι δύναμαι εἰδέναι. πλὴν οὐδὲ τούτου εἰσὶν ἀποδέοντες, μάλιστα ἐπὶ τὸ αὐτὸ κοινῇ τὸ κοιτάζειν ἐσχηκότες ἅμα γυναιξὶ καὶ ἀνδράσιν. οὗτοι δὲ καὶ ἐν Ἀντιοχείᾳ εἰσὶν ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενοι. 4. Ἔσχον δὲ τὸ βλαβερὸν τοῦτο φρόνημα ἀπὸ τῆς ἀμετρίας τῆς τινων ἀδελφῶν ἀφελείας.
τινὲς γὰρ τῶν ἡμετέρων ἀδελφῶν καὶ ὀρθοδόξων, μὴ γινώσκοντες τὸ μέτρον τῆς ἐν Χριστῷ πολιτείας, τὸ κελεῦον ἀποτάσσεσθαι τῷ κόσμῳ, κτημάτων τε ἰδίων καὶ χρημάτων ἀποξενοῦσθαι, πωλεῖν τε τὰ ἴδια καὶ μεταδιδόναι πτωχοῖς, λαμβάνειν δὲ τὸν σταυρὸν καὶ ἀκολουθεῖν ἐν ἀληθείᾳ, μὴ 〈εἶναι〉 ἀργὸν μήτε ἄεργον καὶ ἀκαιροφάγον, μηδὲ 〈ἐοικέναι〉 τῷ κηφῆνι τῶν μελισσῶν, «ἐργάζεσθαι δὲ ταῖς ἰδίαις χερσίν», ὥσπερ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος ἀποταξάμενος τῷ κόσμῳ, κῆρυξ δὲ ὢν τῆς ἀληθείας, «οὗ αἱ χεῖρες οὐ μόνον ἑαυτῷ ἐπήρκουν, ἀλλὰ καὶ τοῖς συνοῦσιν αὐτῷ»· οὐκ οὖσι δὲ ἐκείνοις ἀργοῖς, ἀλλ᾽ ἅμα συμπαροῦσιν αὐτῷ ἐν τῇ ἐργασίᾳ· ὥς που καυχᾶται λέγων διδάσκει τε σαφέστατα «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω»—τινὲς δὲ τῶν προειρημένων ἀδελφῶν, ὡς ἀπὸ τοῦ Μάνη μεμαθηκότες τάχα, ἵν᾽ οὕτως εἴπω, τοῦ ἀπὸ Περσίδος ἀναβεβηκότος, * ἅτινα οὐκ ἐχρῆν οὕτως εἶναι· σκοπεῖν δὲ μᾶλλον τοὺς τοιούτους παραγγέλλει ὁ θεῖος λόγος τοὺς μηδὲν ἐργαζομένους. πεπλάνηκε γάρ τινων τὴν οἴησιν ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον».
νομίζουσι δὲ τὴν ἀπολλυμένην εἶναι τὴν καλὴν ἐργασίαν, 〈δι᾽〉 ἧς εἰς δικαιοσύνην ἔχομεν τὸν κάματον· ἥτις ἐπληροῦτο ἐν Ἀβραὰμ διὰ τοῦ μόσχου καὶ ἐν τῇ καματουργίᾳ τῆς χήρας διὰ τοῦ Ἠλίου, καὶ ἐν τῇ ἐργασίᾳ τοῦ Ἰὼβ διὰ τῶν αὐτοῦ παίδων καὶ κτημάτων καὶ πάντων τῶν τοῦ θεοῦ δούλων τῶν εἰς δικαιοσύνην καμνόντων ταῖς ἰδίαις χερσίν, «εἰς τὸ ἐπαρκεῖν καὶ τοῖς ἐνδεομένοις», καθὼς καὶ ἐν ἑκάστῳ μοναστηρίῳ, ἔν τε τῇ τῶν Αἰγυπτίων χώρᾳ καὶ ἐν πάσαις χώραις οὕτω κάμνουσιν εἰς δικαιοσύνην· ὡς ἡ μέλιττα, 〈ἐν〉 χερσὶ μὲν ἔχουσα τὸν κηρὸν τῆς ἐργασίας, τὴν δὲ ψεκάδα τοῦ μέλιτος ἐν τῷ στόματι, μετὰ τῆς ἰδίας ὑμνηγόρου φωνῆς τὸν τῶν πάντων δεσπότην κατὰ τὴν ἰδίαν αἴσθησιν ὑμνεῖ, ὡς καὶ Σαλομὼν μαρτυρεῖ ὅτι «τὴν σοφίαν τιμήσασα προήχθη», οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀληθείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε 〈κατὰ〉 τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, [καὶ] οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε ἐκτὸς σιτίων τ〈οι〉ούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ᾽ ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν. 5.
Διὸ παραγγέλλει ὁ θεῖος λόγος φάσκων «μὴ ἐπιθύμει βρωμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὅτι «τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων»· ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρησάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς «μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν» τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας. προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων 〈τῷ〉 Λάβαν «δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι 〈καὶ ἀπολαύσω〉 τοῦ ἰδίου ἄρτου». καὶ αὐτὸς πάλιν ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι. τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι. «ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ» καὶ «ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ».
καὶ τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος «τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει;» καὶ φησί «τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν», ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων· ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγμένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν ἐπαγγελλόμενοι. 6.
Καὶ γὰρ ἐξ αὐτῶν 〈τῶν〉 τοῦ θεοῦ ἱερέων 〈τινὲς〉 καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ᾽ οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ᾽ ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ 〈τῇ〉 τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν 〈ἐργάζονται〉 τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, [καὶ] διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, 〈τὴν ἐξ〉 ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι᾽ ὑπερβολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι γε μὴ ἀναγκαζομένων αὐτῶν μήτε κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι᾽ ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων.
ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας.
Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς 〈χρῆσθαι〉 προβαλλόμενοι καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι. ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου 〈τοῦ Χριστοῦ, τῆς〉 μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως 〈περιπατεῖν〉 διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη 〈μὴ〉 ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων· «ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων». 7. Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. καὶ περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακο〈σ〉μεῖσθαι μήτε ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν. ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον.
τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν᾽ ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ «καταισχύνωμεν τὴν κεφαλήν». οὐ γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ᾽ ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;» αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, 〈περὶ ἧς φάσκει ἡ γραφὴ〉 λέγουσα ὅτι «αἰσχύνης καταφρονήσας». οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας. λέγει δὲ «εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ». παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλονεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας.
ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονήματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότη〈τι〉 ἀργίας καὶ τῶν ἄλλων κακῶν. 8. Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων. ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατροπὴν αὐτῶν ἐργασόμεθα. καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γεγενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ 〈εἶναι〉 ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο. εἰ γὰρ καί τινες τῶν πατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες ἦσαν. χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια. οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλομένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην. εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας ὤφειλον κεκτῆσθαι.
εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, [καὶ] ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶσ〈θ〉αι. εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διαταξαμένων. 9. Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ. εἶτα μετέπειτά φησι «καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται». καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ [τὴν] συρφετώδη διάνοιαν τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας.
περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης «καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς· φυλὴ τοῦ Νάθαν καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ τοῦ Ἰούδα καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς» καὶ τὰ ἑξῆς. οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα». οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν. ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σουμανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα 〈ἕνεκεν〉 τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης. καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτημένων ἢ 〈τὸ〉 λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ᾽ αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα;
ἀλλὰ ἀρκέσει καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα. 10. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν 〈τε〉 αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατηξιώθημεν τελειῶσαι, κατὰ 〈〈π〉〉 αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ᾽ ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος. ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν 〈ἐν〉 τῷ κόσμῳ καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ γραφῇ εἰρημένον ὅτι «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, 〈καὶ〉 νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου».
ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ᾽ ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων (φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ᾽ οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ᾽ οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ᾽ οὗ Σαμαρειτισμός, καὶ Χριστιανισμός, ἀφ᾽ οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ᾽ αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ) περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης. 11.
Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει [καὶ] ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης καὶ ἤδη δὲ [τῶν] πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης· νῦν δὲ πρώτην οὖσαν * καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας [καὶ τὸ τῆς αὐτοῦ παρουσίας], ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ 〈καιρῷ〉 ὑφ᾽ ἡμῶν ἐγκωμιαζομένη. δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσμασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι.
ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους παρέλθωμεν λόγους, δεῖξαι 〈θέλοντες〉 πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ [καὶ] νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «πέτρα στερεά, ἐφ᾽ ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν». ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσάμενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, 〈δοξάζοντες〉 πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.