Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Παραρτήματα εἰς τοὺς καταλόγους τῶν ἀποστόλων καὶ μαθητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ιστορικά στοιχεία και θεολογικός συμβολισμός των Ευαγγελίων

Μαρτυρίες για την προέλευση των τεσσάρων Ευαγγελίων και αντιστοίχιση των συγγραφέων με τα τέσσερα αποκαλυπτικά ζώα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

Δεῖ γινώσκειν τὸ πῶς συνεγράφησαν τὰ δʹ εὐαγγέλια. Ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ κατὰ Ματθαῖον μετὰ ἔτη ηʹ, τὸ κατὰ Μάρκον μετὰ ἔτη ιβʹ, τὸ κατὰ Ἰωάννην μετὰ ἔτη λʹ ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως, τὸ κατὰ Λουκᾶν μετὰ ἔτη ιεʹ.

Τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἑβραΐδι διαλέκτῳ γραφὲν ὑπ᾽ αὐτοῦ ἐν Ἱερουσαλὴμ ἐξεδώθη, ἑρμηνεύθη δὲ ὑπὸ Ἰωάννου. Τὸ κατὰ Μάρκον ὑπηγορεύθη ὑπὸ Πέτρου ἐν Ῥώμῃ. [Τὸ κατὰ Λουκᾶν ὑπηγορεύθη ὑπὸ Παύλου ἐν τῇ Ῥώμῃ.] Τὸ κατὰ Ἰωάννην ἐν τοῖς χρόνοις Τραιανοῦ ὑπηγορεύθη ὑπὸ Ἰωάννου αὐτοῦ ἐπὶ Κομόδου, ἐν Πάτμῳ τῇ νήσῳ ἐγράφη.

Τοῦ δὲ κατὰ Λουκᾶν ὑπὸ Λουκᾶ μαθητοῦ ὑπάρχοντος τοῦ ἀποστόλου Παύλου, οὗ μνημονεύων ὁ αὐτὸς ἀπόστολος ἔν τινι ἐπιστολῇ γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἀγαπητὸς ἰατρός, καὶ τὰς πράξεις δὲ τῶν ἁγίων ἀποστόλων ὁ αὐτὸς εὐαγγελιστὴς συνεγράψατο.

Οὔτε πλείονα τῶν ἀριθμῶν, οὔτε ἐλάττονα ἐνδέχεται αὐτὰ γενέσθαι. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην εὐαγγέλιον τὴν ἀπὸ τοῦ πατρὸς ἡγεμωνικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γενεὰν διηγεῖται· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, πάντα δι᾽ αὐτοῦ ἐγένετο· διὰ τοῦτο εἰς ὁμοίωμα ἀετοῦ.

Τὸ δὲ κατὰ Λουκᾶν ἅτε ἀπὸ ἱερατικοῦ χαρακτῆρος ὑπάρχων ἀπὸ Ζαχαρίου ἤρξατο τοῦ ἱερέως λέγων· ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβία, ἐπειδὴ κατὰ τὴν παλαιὰν τοῦ νόμου παράδοσιν οἱ ἱερεῖς ταύρους ἐκόμιζον· διὰ τοῦτο καὶ τὸ εἶδος αὐτοῦ ὡς μοσχόμορφον ἀνιστορίζεται.

Ματθαῖος δὲ τὴν κατὰ ἄνθρωπον αὐτοῦ γένεσιν ἐξηγεῖται, βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, καὶ πάλιν τοῦ δὲ Ἰησοῦ Χριστοῦ γέννησις οὕτως ἦν, ὅθεν καὶ ἀνθρωπόμορφον αὐτοῦ τὸ εὐαγγέλιον ἐξεικονίζεται.

Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ πνεύματος τοῦ ἐξ ὕψους ἐπιόντος ἐν τοῖς οὐρανοῖς τὴν ἀρχὴν ἐποιήσατο, ἀρχὴν λέγων τοῦ εὐαγγελίου, καθὼς γέγραπται ἐν τοῖς προφήταις· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, τὴν προφητικὴν εἰκόνα τοῦ εὐαγγελίου, διὰ τοῦτο δεικνὺς καὶ τὴν ἐν τῇ ἐρήμῳ τοῦ λέοντος ἀνιστορίζων εἰκόνα· [ἁγία τριὰς ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς τῇ χάριτί σου].