Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ανακεφαλαίωση και συμπληρωματικοί ορισμοί

Σύνοψη των μέτρων και σταθμών, επεξήγηση διαφόρων αγγείων, νομισμάτων, βιβλικών τοπωνυμίων και αποστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 6

Περὶ μέτρων καὶ σταθμῶν. Σάτον δέ ἐστι μόδιος κουμουλάτος· καὶ διὰ τὸ ὑπέρχυμα καλεῖται σάτον. Τάλαντον λίτρα λεπτὴ ἐλέγετο. λεπτὰ δὲ ἐκαλοῦντο τὰ ἀσσάρια, ἤγουν τὰ δέκα νουμμία· ἑξήκοντα δὲ ἀσσαρίων ὑπῆρχε τότε τὸ δηνάριον, τουτέστι τὸ κεράτιον. ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἄργυρος. †ἀργύρου δὲ ἀπ᾽ ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. τάλαντον δὲ κατὰ λιτρισμὸν ρκεʹ λίτραι εἰσί. τάλαντον δὲ πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον.

Ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν, χωροῦν ἐλαίου λίτραν μίαν. ἀλάβαστρον δὲ λέγεται ἀλιπαρεὶ κομιζόμενον διὰ τὸ εὔθρυπτον. Δραχμὴ δὲ οὐγγίας ηʹʹ· καλεῖται δὲ καὶ ὁλκή· ἔχει δὲ γράμματα τρία. ὁ ὀβολὸς ἔχει γράμματα αʹ 𐅶. καὶ τὸ ἥμισυ τῆς δραχμῆς ὁ κύαθος ὀγγίαι βʹ.

Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου. Τάλαντόν ἐστι ρκεʹ λιτρῶν. Κοδράντης ἐστὶ νομίσματος ͵γʹʹ. Τὸ ἀσσάριον, ὥς φασί τινες, δεκάνουμμον εἶναι καὶ λεπτὸν τὸ αὐτό. Τὸ δίδραχμον τὸ τέταρτον τῆς οὐγγίας ἐστίν.

Ὁ στατὴρ ἥμισυ τῆς οὐγγίας ἐστίν, ὡς παραδίδωσιν Ἐπιφάνιος ὁ Κύπρου. Δηνάριον τὸ ηʹʹ οὐγγίας. Ἀλάβαστρόν ἐστιν ἀγγεῖον στενόμηκες πρὸς πολυποσίαν ἐπιτήδειον τερπνὸν εἰς πόσιν. Τρυβλίον τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον δισκάριον.

Κορβανῶν ἑρμηνεύεται δωροδοχεῖον. Γολγοθᾶ, ἔνθα φασὶν Ἑβραῖοι τὸν Ἀδὰμ ταφῆναι, ὅθεν καὶ τὸ ἐπώνυμον ἔχει· ἢ ὅσον ὁ τόπος ὑψηλότερος πάσης τῆς οἰκουμένης. Τὸν Βεελζεβοὺλ ἄρχοντα τῶν νεκρῶν οἱ περὶ Ἀκύλαν τὸν ἑρμηνευτὴν ἐκδεδώκασιν, ὡς ἐν βʹ εὕρομεν.

Τὸ μίλιον ἔχει στάδια ἑπτά, πόδας δὲ ͵δςʹ Φιλεταιρείους καλουμένους παρ᾽ ἡμῖν. Ὁ πῆχυς ἕνα ἥμισυν πόδα ἔχει. [τὸ καλούμενον παρ᾽ ἡμῖν στερεόν.]

Περὶ τῶν ὑποκειμένων σταθμῶν Ἑβραίων. Νέβελ ξέσται κδʹ. Ἲν ξέσται ιϛʹ. Γόμορ ξέσται ιγʹ ἤγουν τὸ δέκατον τῶν τριῶν σάτων. Σάτον δέ ἐστι μέτρον ἔχον σίκλους ιϛʹ. Σίκλος δέ ἐστι σταθμὸς εἷς, πρὸς δὲ τὸ ἀργύριον δύο. καὶ γίνονται ὀβολοὶ κʹ. ὁ γὰρ σίκλος ὁ βασιλικὸς κʹ ὀβολοί εἰσι καὶ παρ᾽ ἄλλοις τὸ τέταρτον τῆς οὐγκίας.

Ἀσσάριον χάλκεον ἦν νόμισμα βάρος ἕλκον τριλιτραῖον. Τάλαντόν ἐστιν αἱ ξʹ μναῖ. Μνᾶ δέ ἐστιν αἱ ρʹ δραχμαί. Δραχμὴ δέ ἐστιν οἱ ἓξ ὀβολοί. Ὁ στατὴρ ἔχει δίδραγμα δύο. Δηνάριον ἦν τὰ ἑξήκοντα ἀσσάρια, ἃ καὶ λεπτὰ λέγονται.

Τὸ σάτον πάλιν παρ᾽ ἄλλοις μόδιός ἐστι †κούμουλος. Τὸ δὲ μέδιμνον μέτρα ρηʹ. Καὶ τὸ τάλαντον νόμισμα αʹ.