Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Οι νεότερες μεταφράσεις των Γραφών και η χρονολογία των Ρωμαίων αυτοκρατόρων

Καταγραφή των Ρωμαίων αυτοκρατόρων, η επίσκεψη του Αδριανού στην ερειπωμένη Ιερουσαλήμ, και βιογραφικά στοιχεία για τους μεταφραστές Ακύλα, Σύμμαχο και Θεοδοτίωνα. Αναφορά στην πέμπτη και έκτη έκδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 7

Εἶτα βασιλεῖς Ῥωμαίων. Αὔγουστος ἔτη νϛʹ, μῆνας ϛʹ, οὗτινος ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ σάρκα γεγέννηται. Τιβέριος ἔτη κγʹ, οὗ τῷ ὀκτωκαιδεκάτῳ ἔτει ὁ Χριστὸς ἐσταύρωται.

Ἀπὸ δὲ τοῦ σταυροῦ ἕως τῆς καταστροφῆς Ἱεροσολύμων ἔτη οὕτως. Τὰ λοιπὰ Τιβερίου ἔτη εʹ. Γάϊος ἔτη γʹ, μῆνας θʹ, ἡμέρας κθʹ. Κλαύδιος ἔτη ιγʹ, μῆνας δύο παρ᾽ ἡμέρας δύο. Νέρων ἔτη ιγʹ, μῆνας ζʹ, ἡμέρας κζʹ. Γάλβας μῆνας ζʹ, ἡμέρας κϛʹ. Ὄθων μῆνας γʹ, ἡμέρας εʹ. Βιτέλλιος μῆνας ηʹ, ἡμέρας ιβʹ. Οὐεσπασιανὸς ἔτη θʹ, μῆνας ζʹ, ἡμέρας ιβʹ. Τίτος ἔτη δύο, μῆνας δύο, ἡμέρας δύο. Ἐν τούτῳ τῷ χρόνῳ γέγονεν ἡ ἐρήμωσις Ἱεροσολύμων, μετὰ πεντηκοστὸν ἔτος τῆς Χριστοῦ σταυρώσεως παρὰ μῆνας τρεῖς. Δομετιανὸς ἔτη ιεʹ, μῆνας εʹ. Νερούας ἔτος αʹ, μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ.

Ἀδριανὸς ἔτη καʹ, οὗτινος τῷ δωδεκάτῳ ἔτει Ἀκύλας ἐγνωρίζετο. Ἀπὸ οὖν Αὐγούστου ἕως Ἀδριανοῦ ἔτη ρπʹ, μῆνες δʹ παρὰ ἡμέρας θʹ, ὡς εἶναι ἀπὸ τοῦ χρόνου τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν ἕως Ἀκύλα τοῦ ἑρμηνευτοῦ καὶ δωδεκάτου ἔτους Ἀδριανοῦ ἔτη υλʹ καὶ μῆνας δʹ παρὰ ἡμέρας θʹ.

Οὗτος ὁ Ἀδριανὸς λωβηθεὶς τῷ σώματι καὶ μεταστειλάμενος ἅπαν τὸ πλῆθος τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἰατρῶν, ᾔτησε παρ᾽ αὐτῶν ἰατρείαν τοῦ σώματος αὐτοῦ. Οἱ δὲ πολλὰ κεκμηκότες καὶ πολλὰ ποιήσαντες καὶ μηδὲν ἀνύσαντες ὑπ᾽ αὐτοῦ ἐσκώφθησαν, ὃς καὶ ἐπιστολὴν ὀνειδιστικὴν ἔγραψε κατ᾽ αὐτῶν, τὴν τέχνην αὐτῶν αἰτιώμενος ὡς μηδὲν εἰδυῖαν.

Τῆς δὲ προκειμένης αὐτῷ νόσου ἕνεκα στέλλεται τὴν πορείαν ἐπὶ τὴν τῶν Αἰγυπτίων γῆν. Ἔδει δὲ αὐτὸν ἀπὸ τῆς Ῥωμαίων ἐπὶ τὰς ἑξῆς προβαίνοντα πόλεις ταύτας κατοπτεύειν. Ἦν γὰρ ὁ ἀνὴρ φιλοΐστωρ. Διέρχεται οὖν τὴν Ἀντιόχου πόλιν, ὑπερβαίνει τε τὴν Κοίλην καὶ τὴν Φοινίκην, καὶ ἔρχεται εἰς τὴν Παλαιστίνην, τὴν καὶ Ἰουδαίαν καλουμένην μετὰ ἔτη μζʹ τῆς τῶν Ἱεροσολύμων ἐρημώσεως. Καὶ ἄνεισιν ἐπὶ τὰ Ἱεροσόλυμα, τὴν περίπυστον πόλιν καὶ ὀνομαστήν, ἣν κατέστρεψε Τίτος Οὐεσπασιανοῦ παῖς τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας. Καὶ εὗρε τὴν πόλιν πᾶσαν ἠδαφισμένην, καὶ τὸ ἱερὸν τοῦ Θεοῦ κατεπεπατημένον, παρεκτὸς ὀλίγων οἰκημάτων καὶ τῆς τοῦ Θεοῦ ἐκκλησίας μικρᾶς οὔσης, ἔνθα ὑποστρέψαντες οἱ μαθηταί, ὅτε ὁ Σωτὴρ ἀνελήφθη ἀπὸ τοῦ ἐλαιῶνος ἀνέβησαν εἰς τὸ ὑπερῷον. Ἐκεῖ γὰρ ὠκοδόμητο· τοῦτ᾽ ἐστὶν ἐν τῷ μέρει Σιών, ἥτις ἀπὸ τῆς ἐρημώσεως περιελήφθη· καὶ μέρη οἰκήσεων περὶ αὐτὴν τὴν Σιὼν καὶ ἑπτὰ συναγωγαί, αἳ ἐν τῇ Σιὼν μόναι ἑστήκεσαν, ὡς καλύβαι μόνον, ἐξ ὧν μία περιελείφθη ἕως χρόνου Μαξιμωνᾶ τοῦ ἐπισκόπου καὶ Κωνσταντίνου τοῦ βασιλέως «ὡς σκηνὴ ἐν ἀμπελῶνι» κατὰ τὸ γεγραμμένον. Διανοεῖται οὖν ὁ Ἀδριανὸς τὴν πόλιν κτίσαι, οὐ μὴν τὸ ἱερόν.

Καὶ λαβὼν τὸν Ἀκύλαν τοῦτον τὸν προγεγραμμένον, ἑρμηνευτὴν Ἕλληνα ὄντα, ὡς καὶ αὐτὸς ὁ Ἀδριανὸς Ἕλλην ὑπῆρχεν· ἦν δὲ ὁ Ἀκύλας αὐτοῦ τοῦ βασιλέως πενθερίδης, ἀπὸ Σινώπης δὲ τῆς Πόντου ὁρμώμενος καθίστησιν αὐτὸν ἐκεῖσε ἐν Ἱεροσολύμοις ἐπιστάτην τοῖς ἔργοις τῶν τῆς πόλεως κτισμάτων, ἐπιτεθεικὼς τῇ οἰκοδομουμένῃ πόλει τὸ ἴδιον ὄνομα καὶ τοῦ βασιλικοῦ ὀνόματος τὸν χρηματισμόν. Ὡς γὰρ ὠνόμαστο Αἴλιος Ἀδριανός, οὕτω καὶ τὴν πόλιν ὠνόμασεν Αἰλίαν.

Ὁ τοίνυν Ἀκύλας διάγων ἐν τῇ Ἱερουσαλὴμ καὶ ὁρῶν τοὺς μαθητὰς [τῶν μαθητῶν] τῶν ἀποστόλων ἀνθοῦντας τῇ πίστει καὶ σημεῖα μεγάλα ἐργαζομένους ἰάσεων καὶ ἄλλων θαυμάτων· —ἦσαν γὰρ ὑποστρέψαντες ἀπὸ Πέλλης τῆς πόλεως εἰς Ἱερουσαλὴμ καὶ ἐν αὐτῇ διατρίβοντες καὶ διδάσκοντες.

Ἡνίκα γὰρ ἔμελλεν ἡ πόλις ἁλίσκεσθαι ὑπὸ τῶν Ῥωμαίων καὶ ἐρημοῦσθαι προεχρηματίσθησαν ὑπὸ ἀγγέλου τοῦ Θεοῦ πάντες οἱ μαθηταὶ μεταστῆναι ἀπὸ τῆς πόλεως, μελλούσης ἄρδην ἀπόλλυσθαι. Οἵτινες μετανάσται γενόμενοι ᾤκησαν ἐν Πέλλῃ τῇ προγεγραμμένῃ πόλει, πέραν τοῦ Ἰορδάνου· ἡ δὲ πόλις ἐκ Δεκαπόλεως λέγεται εἶναι. Μετὰ δὲ τὴν ἐρήμωσιν Ἱερουσαλὴμ ἐπαναστρέψαντες, ὡς ἔφην, εἰς τὰ Ἱεροσόλυμα σημεῖα μεγάλα, ὡς προεῖπον, ἐπετέλουν. Ὁ οὖν Ἀκύλας κατανυγεὶς τὴν διάνοιαν τῷ χριστιανισμῷ ἐπίστευσε καὶ μετὰ χρόνον αἰτήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐκομίσατο.

Ἀπὸ δὲ τῆς πρώτης αὐτοῦ ἕξεως ὅτε τὰ τῶν Ἑλλήνων ἐφρόνει μὴ μεταθέμενος τοῦ πιστεύειν δηλονότι τῇ ματαίᾳ ἀστρονομίᾳ, ἣν ἀκριβῶς ἐκπεπαίδευτο, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν τὸ θέμα τῆς αὐτοῦ γενέσεως σκεπτόμενος, ἐλεγχόμενός τε ὑπὸ τῶν διδασκάλων καὶ ἐπιτιμώμενος ἕνεκα τούτου καθ᾽ ἡμέραν, μὴ διορθούμενος δέ, ἀλλὰ καὶ φιλονείκως μᾶλλον ἀντιτιθέμενος καὶ σπεύδων συνιστᾶν τὰ ἀσύστατα, τὴν εἱμαρμένην δηλονότι καὶ τὰ περὶ αὐτῆς διηγήματα, ἐξεώσθη πάλιν τῆς ἐκκλησίας ὡς ἄχρηστος πρὸς σωτηρίαν. Πικρανθεὶς δὲ τὴν διάνοιαν ὡς ἠτιμωμένος εἰς ζῆλον μάταιον αἴρεται καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας καὶ τὴν αὐτοῦ ζωὴν ἀρνησάμενος προσηλυτεύει καὶ περιτέμνεται Ἰουδαῖος καὶ ἐπιπόνως φιλοτιμησάμενος ἐξέδωκεν ἑαυτὸν μαθεῖν τὴν Ἑβραίων διάλεκτον καὶ τὰ αὐτῶν στοιχεῖα. Ταύτην δὲ ἀκρότατα παιδευθεὶς ἡρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ χρησάμενος, ἀλλ᾽ ὅπως διαστρέψῃ τινὰ τῶν ῥητῶν, ἐνσκήψας τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ, ἵνα τὰ περὶ Χριστοῦ ἐν ταῖς γραφαῖς μεμαρτυρημένα ἄλλως ἐκδώσῃ, δι᾽ ἣν εἶχεν αἰδῶ εἰς ἄλογον αὐτοῦ ἀπολογίαν.

Καὶ γίνεται οὕτω δευτέρα ἡ τούτου ἑρμηνεία, μετὰ ἀριθμὸν τοσούτων χρόνων, ὡς ἀνωτέρω γεγράφαμεν. Ἠδυνάμεθα δὲ εἰπεῖν καὶ τὰς παραπεποιημένας αὐτῷ καὶ ἐνδιαστρόφως ἑρμηνευθείσας λέξεις, ἀγαπητέ, τὸν ἔλεγχον κατ᾽ αὐτοῦ ἐχούσας ἐκ τῶν ὑπ᾽ αὐτοῦ ἡρμηνευμένων. Ἀλλ᾽ ἤδη περὶ τῆς τούτων διαφορᾶς ἄνω διηγησάμενοι ἱκανῶς ἔχειν ἕως τῶν ὧδε ἐδικαιώσαμεν. Μετὰ τοῦτον δὲ τὸν Ἀκύλαν καὶ τὴν αὐτοῦ ἑρμηνείαν διαδέχεται Ἀδριανὸν τὸν βασιλέα Ἀντωνῖνος ὁ ἐπικληθεὶς Πῖος, ἑρμηνευόμενος εὐσεβής, καὶ βασιλεύει χρόνους κβʹ. Τοῦτον διαδέχεται Καράκαλλος ὁ καὶ Γέτας, ὃς καὶ Μᾶρκος Αὐρήλιος Σουῆρος ἐλέγετο καὶ βασιλεύει ἔτη ζʹ. Ἐν τοῖς αὐτοῦ χρόνοις καὶ Λούκιος Αὐρήλιος Κόμοδος βασιλεύει τὰ αὐτὰ ἑπτὰ ἔτη. Περτίναξ μῆνας ἕξ. Σευῆρος ἔτη ιηʹ. Ἐν τοῖς τοῦ Σευήρου χρόνοις Σύμμαχός τις Σαμαρείτης τῶν παρ᾽ αὐτοῖς σοφῶν μὴ τιμηθεὶς ὑπὸ τοῦ οἰκείου ἔθνους νοσήσας φιλαρχίαν καὶ ἀγανακτήσας κατὰ τῆς ἰδίας φυλῆς προσέρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν περιτομήν. Καὶ μὴ θαύμαζε περὶ τούτου, ὦ ἀκροατά· γίγνεται γάρ. Ὅσοι γὰρ ἀπὸ Ἰουδαίων Σαμαρείταις προσφεύγουσιν ἀντιπεριτέμνονται· ὡσαύτως καὶ οἱ ἀπὸ Σαμαρειτῶν πρὸς Ἰουδαίους ἐρχόμενοι.

Τὸ δὲ ἔτι τούτων χαλεπώτερον, ὅτι καὶ ἀπὸ περιτομῆς ἀκρόβυστοι γίνονται, τέχνῃ τινὶ ἰατρικῇ διὰ τοῦ καλουμένου σπαθιστῆρος τὴν τῶν μελῶν ὑποδερματίδα ὑποσπαθισθέντες, ῥαφέντες τε καὶ κολλητικοῖς περιδεθέντες ἀκροβυστίαν αὖθις αὐτοῖς ἐπιτελοῦσιν. Ἔχεις καὶ τὴν μαρτυρίαν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ, ὦ φιλοκαλώτατε, δι᾽ ὧν αὐτοῖς ῥήμασιν ὧδέ πως λέγει «περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ὑπάρχει; μὴ περιτεμνέσθω». Ταύτην δὲ τὴν παράδοσιν τῆς κακοδαίμονος ἐννοίας φασὶ τὸν Ἠσαῦ τὸν ἀδελφὸν τοῦ Ἰακὼβ εὑρηκέναι πρὸς ἀπαρνησιθεΐαν καὶ πρὸς ἀφανισμὸν τοῦ τῶν πατέρων αὐτοῦ χαρακτῆρος. Δι᾽ ὅ φασι τὸν Θεὸν εἰρηκέναι «τὸν Ἠσαῦ ἐμίσησα, τὸν δὲ Ἰακὼβ ἠγάπησα». Οὗτος τοίνυν ὁ Σύμμαχος πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν.

Μετὰ τοῦτον δὲ κατὰ πόδας ἐν τῷ ἑξῆς χρόνῳ, τοῦτ᾽ ἔστι περὶ τὴν τοῦ Κομόδου βασιλείαν, φημὶ δὲ τοῦ δευτέρου Κομόδου τοῦ βασιλεύσαντος μετὰ τὸν προειρημένον Κόμοδον Αὐρήλιον ἔτη ιγʹ, Θεοδοτίων τις Ποντικὸς ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ᾽ αὐτῆς τῆς Σινώπης ὁρμωμένου καὶ αὐτὸς μηνιῶν τῇ ἑαυτοῦ αἱρέσει καὶ εἰς Ἰουδαϊσμὸν ἀποκλίνας καὶ περιτμηθείς, καὶ τὴν τῶν Ἑβραίων φωνὴν καὶ τὰ αὐτῶν στοιχεῖα παιδευθείς, ἰδίως καὶ αὐτὸς ἐξέδωκε. Διὸ τὰ πλεῖστα τοῖς ἑβδομήκοντα δύο συνᾳδόντως ἐξέδωκε. Τριβὰς γὰρ εἶχε καὶ οὗτος τὰς πλείστας ἀπὸ τῆς συνηθείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν.

Κριτὴς τοίνυν γένοιο, ὦ φιλοκαλώτατε, τῆς τοιαύτης ὑποθέσεως, παρὰ τίσι μᾶλλον εὑρεθήσεται ἡ ἀλήθεια, παρὰ τοῖς τρισὶ τούτοις, Ἀκύλᾳ λέγω καὶ Συμμάχῳ καὶ Θεοδοτίωνι, τοῖς μὴ ἐπὶ τὸ αὐτὸ γενομένοις, ἀλλ᾽ ἰδίᾳ ἑκάστῳ καὶ ἐν καιρῷ καὶ τόποις ἀλλήλων διεστῶσι, καὶ οὐ πολλοῖς, ἀλλὰ τρισὶ μόνοις, καὶ μὴ δυνηθεῖσιν ἀλλήλοις συμφωνῆσαι, ἢ παρὰ τοῖς ἑβδομήκοντα δύο, τοῖς πρώτοις ἑρμηνεύσασι καὶ ὑφ᾽ ἕνα καιρὸν γεγονόσι καὶ εἰς τριάκοντα ἓξ μέρη κατὰ πρόσταγμα τοῦ βασιλέως διαιρεθεῖσι καὶ ἄνευ τοῦ πρὸς ἀλλήλους συνδυάσαι ἐκ πνεύματος δὲ ἁγίου ὑπὸ μίαν συμφωνίαν τὴν πᾶσαν ἑρμηνείαν ἐκδεδωκόσι καὶ ὅπου προσθήκης γέγονε χρεία σαφηνείας ἕνεκα τοῦ λόγου τὸ αὐτὸ προσθεῖσι καὶ συμφώνως ἀλλήλοις συμφωνήσασι καὶ ἐκδοῦσι καὶ ταῦτα ἀγνοοῦσι τὶ ἕκαστος καθ᾽ ἑαυτὸν ἑρμηνεύει· ὅπου δὲ πάλιν ἐκβολῆς λόγων τινῶν χρεία, ἐπ᾽ ἴσης ἐκβαλοῦσι καὶ συνᾳδόντως ἑρμηνεύσασιν, ὥσπερ εἰ ἐν τῷ ἅμα πάντες ἐκάθηντο καὶ συμβουλευτικῶς ἀλλήλοις ἡρμήνευον. Εὔδηλον ὅτι ἐν τοῖς ἑβδομήκοντα δύο εὑρεθήσεται ἡ ἀλήθεια. Ὥστε γνωστὸν τοῦτον τοῖς φιλαλήθως ἐξετάζειν βουλομένοις, ὅτι οὐ μόνον ἑρμηνευταὶ ἐκεῖνοι γεγόνασιν, ἀλλὰ καὶ ἀπὸ μέρους προφῆται.

Ὧν γὰρ οὐκ ἦν χρεία εἰς ἑρμηνείαν παρῆκαν, ἅτινα εἰς ὕστερον ἐν τοῖς σφῶν αὐτῶν τόποις μετὰ ἀστερίσκων Ὠριγένης συνέθηκεν. Ὡσαύτως δὲ καὶ τὰ προστεθέντα οὐκ ἀφείλατο, εἰδὼς ὅτι αὐτῶν μᾶλλόν ἐστι χρεία, ἀλλὰ μετὰ ὀβελῶν ἔνθα ἕκαστον τῶν εἰρημένων εὗρεν εἴασε, μόνον σημειωσάμενος διὰ τοῦ ὀβελοῦ τὴν περὶ τῆς τοῦ τόπου ἀναγνώσεως εἴδησιν. Διὰ δὲ τῶν λιμνίσκων ὡσαύτως ἐδήλωσε τῶν παρά τισιν ἐκ τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν συναμφοτέρως εὑρεθεισῶν, ὡς ἐν σπάνει ὀλίγων λέξεων οὐκ ἀνομοίων οὐσῶν, ἀλλ᾽ ὁμοίων μὲν καὶ τὴν αὐτὴν δύναμιν ἐχουσῶν, ὡς ἂν εἴποι τις ἀντὶ τοῦ «ἐλάλησεν» «ἐφθέγξατο», ἢ ἀντὶ τοῦ «ἦλθεν» «ἐλήλυθε».

Καὶ ταῦτα μὲν περὶ τῶν τεσσάρων ἑρμηνειῶν σοι γεγράφαμεν. Περὶ δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως οὐκ ἔχω εἰπεῖν τίνες ἢ πόθεν ἑρμηνεύσαντες, ἢ μόνον ὅτι μετὰ τὸν διωγμὸν τοῦ βασιλέως Σευήρου εὑρέθη ἡ πέμπτη ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμένη ἐν χρόνοις Ἀντωνίνου τοῦ υἱοῦ Σευήρου τοῦ ἐπικληθέντος Καρακάλλου τε καὶ Γέτα. Καθ᾽ ἑξῆς γὰρ ὁ τῶν ἀπὸ Ἀντωνίνου τοῦ Πίου, τοῦ εὐσεβοῦς ἑρμηνευομένου χρόνος τῶν βασιλευσάντων ταύτην ἔσχε τὴν διαδοχήν. Μετὰ Ἀντωνῖνον τὸν Πῖον βασιλεύει Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθʹ. Ἐλέγετο δὲ ὁ αὐτὸς Κόμοδος Λούκιος. Ἐν δὲ τῷ χρόνῳ τούτου, ὡς προεῖπον, Σύμμαχος ἐγνωρίζετο ὁ ἑρμηνευτής. Μετὰ τοῦτον Κόμοδος ἄλλος βασιλεύει ἔτη ιγʹ, περὶ οὗ χρόνον γνωρισθῆναι Θεοδοτίωνα εἴδομεν, τὸν ἐκ Μαρκιωνιστῶν Ἰουδαῖον γεγονότα καὶ τὴν τετάρτην ἑρμηνείαν ἑρμηνεύσαντα.

Κόμοδον δὲ τοῦτον διαδέχεται Περτίναξ καὶ βασιλεύει μῆνας ἕξ. Τοῦτον διαδέχεται Σευῆρος καὶ βασιλεύει σὺν τῷ υἱῷ αὐτοῦ Ἀντωνίνῳ τῷ καὶ Γέτᾳ ἔτη ιηʹ. Τελευτήσαντος δὲ τοῦ Σευήρου διαδέχεται τὴν ἀρχὴν αὐτοῦ Ἀντωνῖνος Γέτας ὁ υἱὸς αὐτοῦ ὁ ἐπικληθεὶς Καράκαλλος καὶ ποιεῖ ἔτη ζʹ. Ἐν ταῖς ἡμέραις τούτου, ὡς προεῖπον, εὑρέθησαν αἱ βίβλοι τῆς πέμπτης ἐκδόσεως ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμέναι μετὰ ἄλλων βιβλίων ἑβραϊκῶν καὶ ἑλληνικῶν. Τὸν δὲ Καράκαλλον διαδέχεται Μακρῖνος καὶ βασιλεύει ἔτος ἕν. Τοῦτον διαδέχεται Ἀντωνῖνος ἕτερος, βασιλεύσας ἔτη δʹ. Μετὰ τοῦτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας παῖς, ἔτη ιγʹ.