Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η σύνταξη των Εξαπλών, η δράση του Μάνη και η ολοκλήρωση του χρονολογικού καταλόγου

Βιογραφικά στοιχεία του Ωριγένη και η τεχνική διάταξη των Εξαπλών, παράθεση της δράσης του Μάνη, και η διαδοχή των αυτοκρατόρων μέχρι τον Αρκάδιο, ως προοίμιο για τα βιβλικά μέτρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 7

Ἐν μέσῳ τῶν χρόνων τούτων εὑρέθη ἕκτη ἔκδοσις καὶ αὐτὴ ἐν πίθοις κεκρυμμένη ἐν Νικοπόλει τῇ πρὸς Ἀκτίᾳ. Μετὰ τοῦτον βασιλεύει Μαξιμιανὸς ἔτη γʹ. Τοῦτον διαδέχεται Γορδιανὸς καὶ βασιλεύει ἔτη ἕξ. Μετὰ τοῦτον βασιλεύει Φίλιππος ἐπὶ ἔτεσιν ἑπτά. Τοῦτον διεδέξατο Δέκιος καὶ ἐβασίλευσεν ἐνιαυτὸν ἕνα καὶ μῆνας γʹ. Ἐν τοῖς χρόνοις Δεκίου Ὠριγένης ἐγνωρίζετο ἀπὸ χρόνων Δεκίου ἀκμάσας ἕως χρόνων Γαλιήνου καὶ Οὐολουσιανοῦ καὶ ἐπέκεινα. Ἐπὶ δὲ τοῦ διωγμοῦ τοῦ προειρημένου Δεκίου γεγονότος ἐμαρτύρησε Βαβύλας μὲν ἐν Ἀντιοχείᾳ, Φλαβιανὸς δὲ ἐπὶ Ῥώμης, Ἀλέξανδρος ἐπίσκοπος Ἱεροσολύμων ἐν Καισαρείᾳ. Καὶ αὐτὸς δὲ Ὠριγένης ὁ καὶ Ἀδαμάντιος κληθεὶς πολλὰ πεπονθὼς εἰς τέλος τοῦ μαρτυρίου οὐκ ἔφθασεν. Ἐλθὼν δὲ εἰς Καισάρειαν τὴν Στράτωνος καὶ διατρίψας εἰς Ἱεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον ἐπὶ ἔτη κηʹ, ὡς ὁ λόγος ἔχει, τὴν μὲν πολιτείαν ἐνησκεῖτο, τὰς δὲ γραφὰς ἡρμήνευσεν, ὅτε καὶ τὰ ἑξαπλᾶ καὶ τὰς δύο τῶν ἑβραϊκῶν σελίδας ἄντικρυ ἐκ παραλλήλου μιᾶς ἑρμηνείας πρὸς τὴν ἑτέραν συνέθηκεν ἑξαπλᾶ τὰς βίβλους ὀνομάσας, καθ᾽ ἅπερ ἄνω διὰ πλάτους εἴρηται.

Εὑρὼν δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους καθ᾽ ὃν εἴπομεν τρόπον, καὶ μὴ γνοὺς τίνες εἶεν οἱ ἑρμηνεύσαντες αὐτάς, καθ᾽ οὓς εὑρέθησαν χρόνους ταῖς πρὸ αὐτῶν τέσσαρσιν ἀκολούθως τῇ παραθέσει συνυφήνας, τὴν μίαν πέμπτην ὠνόμασεν, ἐπιγράψας διὰ τοῦ πέμπτου στοιχείου τῆς πέμπτης τὸν ἀριθμὸν καὶ δηλώσας τὸ ὄνομα· ὡσαύτως δὲ καὶ τῇ μετ᾽ αὐτὴν τὸ ἐπίσημον ἐπιγράψας τὸ τῆς ἕκτης ἑρμηνείας ὄνομα ἐδήλωσεν.

Ἀλλὰ καὶ τεχνικῶς τοῦτο εἰργάσατο, ὅπερ τῶν φιλολόγων τινὰς λανθάνει. Ἐντυγχάνοντες γάρ τινες τοῖς ἑξαπλοῖς ἢ ὀκταπλοῖς—τετραπλᾶ γάρ εἰσι τὰ ἑλληνικά, ὅταν αἱ τοῦ Ἀκύλα καὶ Συμμάχου καὶ τῶν ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος ἑρμηνεῖαι συντεταγμέναι ὦσι· τῶν τεσσάρων δὲ τούτων σελίδων ταῖς δυσὶ ταῖς ἑβραϊκαῖς συναφθεισῶν ἑξαπλᾶ καλεῖται· ἐὰν δὲ καὶ ἡ πέμπτη καὶ ἡ ἕκτη ἑρμηνεία συναφθῶσιν ἀκολούθως τούτοις ὀκταπλᾶ καλεῖται· φημὶ δὴ ταῖς ἓξ ἑρμηνείαις καὶ ταῖς ἄλλαις δυσὶ τῇ μὲν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς γεγραμμένῃ, τῇ δὲ ἑλληνικοῖς μὲν στοιχείοις ῥήμασι δὲ ἑβραϊκοῖς. Τινὲς τοίνυν, ὡς ἔφην, ταύταις ταῖς βίβλοις ἐντυγχάνοντες καὶ εὑρίσκοντες τὰς δύο ἑβραϊκὰς πρώτας κειμένας, μετὰ ταύτας δὲ πρώτην τὴν τοῦ Ἀκύλα τεταγμένην, μεθ᾽ ἣν καὶ τὴν τοῦ Συμμάχου, ἔπειτα τὴν τῶν ἑβδομήκοντα δύο, μεθ᾽ ἃς ἡ τοῦ Θεοδοτίωνος συντέτακται καὶ ἑξῆς ἡ πέμπτη τε καὶ ἕκτη, δοκοῦσι πρώτους ἑρμηνεῦσαι τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον τῶν ἑβδομήκοντα δύο κατὰ τὴν τάξιν τῆς θέσεως, ὅπερ οὐκ ἔστιν.

Ἀλλ᾽ Ὠριγένης πυθόμενος τὴν τῶν ἑβδομήκοντα δύο ἔκδοσιν ἀκριβῆ εἶναι, μέσην ταύτην συνέθηκεν, ὅπως τὰς ἐντεῦθεν καὶ ἐντεῦθεν ἑρμηνείας διελέγχῃ. Τοῦτο δὲ μόνον Ὠριγένης χρησίμως ἐποίησεν. Ἵνα δὲ καὶ τῶν Ῥωμαίων βασιλέων τὴν ἀκολουθίαν, ἣν ἠρξάμεθα ποιεῖν, μὴ παραλείψωμεν, αὖθις τὰς τῶν ἄλλων βασιλέων διαδοχάς, καθὼς ἕκαστος ἐβασίλευσεν, ὑποτάξωμεν.

Μετὰ Γαλίηνον καὶ Οὐολουσιανὸν τοὺς προγεγραμμένους βασιλεύσαντας ἐπὶ ἔτεσι δύο καὶ μησὶ τέσσαρσιν ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλίηνος ἐπὶ ἔτεσι ιβʹ. Ἐν τῷ ἐνάτῳ ἔτει τῆς τούτων βασιλείας ἀνέβη Μάνης ἀπὸ τῆς Περσίδος, ὅτε καὶ πρὸς Ἀρχέλαον τὸν ἐπίσκοπον Κασχάρων τῆς Μεσοποταμίας συζητήσας καὶ τὸ ἧττον ἀπενεγκάμενος λεληθότως ἀπέδρα καὶ ἐλθὼν εἰς Διοδωρίδα κώμην τῆς Κασχάρων περιοικίδος καὶ συζητήσας Τρύφωνι τῷ ἁγίῳ πρεσβυτέρῳ, τελείως ὑπ᾽ αὐτοῦ κατῃσχύνθη.

Ἀκούσαντος γὰρ τοῦ ἁγίου Ἀρχελάου ὡς ἐκεῖνος ἔφθασε πρὸς Τρύφωνα καὶ διάλεξιν πρὸς αὐτὸν ποιεῖται καὶ ἐπικαταλαβόντος καὶ συνάψαντος πρὸς αὐτὸν τὸν Μάνην τὴν ζήτησιν καὶ τέλεον αὐτὸν ἡττήσαντος κατῃσχύνθη.

Δι᾽ ὃ ἔμελλεν ὁ Μάνης λίθοις ὑπὸ τῶν λαῶν θανατοῦσθαι· λυτρωθεὶς δὲ ὑπὸ τοῦ ἐπισκόπου Ἀρχελάου καὶ ἀνακάμψας εἰς τὴν Περσίδα, ἀκούσαντος τοῦ βασιλέως τῶν Περσῶν τὴν αὐτοῦ παρουσίαν καὶ μεταστειλαμένου αὐτὸν ἐκελεύσθη καλάμῳ ἐκδαρῆναι καὶ οὕτω τὸ τέλος τοῦ βίου κατέστρεψε. Μετὰ Οὐαλεριανὸν δὲ καὶ Γαλίηνον βασιλεύει Κλαύδιος ἐνιαυτὸν ἕνα καὶ μῆνας θʹ. Τοῦτον διαδέχεται Αὐρηλιανός, καὶ βασιλεύει ἔτη πέντε καὶ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Τάκιτος μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Πρόβος ἔτη ἓξ καὶ μῆνας δʹ. Μετὰ τοῦτον ἐβασίλευσε Κᾶρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τοῦτον Διοκλητιανὸς ἅμα Μαξιμιανῷ καὶ Κωνσταντίῳ ἔτη κʹ, Μαξιμῖνον κοινωνὸν τῆς βασιλείας ἀποδείξας, ἐφ᾽ ὧν ὁ κρατικὸς διωγμὸς γεγένηται, διαρκέσας ἀπὸ ζʹ ἔτους Διοκλητιανοῦ ἕως ιθʹ ἔτους αὐτοῦ ἐπὶ ὅλοις δώδεκα ἔτεσι συνάψας. Παυσαμένου δὲ τοῦ διωγμοῦ βασιλεύει Διοκλητιανὸς ἄλλον ἕνα ἐνιαυτὸν καὶ παύεται τῆς βασιλείας οὐαιτρανίσας. Μαξιμιανὸς δὲ κακῷ μόρῳ ὀφθαλμίᾳ τε καὶ πάθει σωματικῷ περιπεσὼν ἐξεβολβήθη τοὺς ὀφθαλμοὺς αὐτομάτῳ νόσῳ, καθ᾽ ὃν τρόπον διέθετο τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ οὕτω τὸν βίον κατέστρεψε, καταλείψας Λικίνιον καὶ Κωνστάντιον βασιλεύοντας.

Ἀπὸ δὲ Διοκλητιανοῦ καὶ δεῦρο τὰ ἔτη Μαξιμιανοῦ καὶ Λικινίου καὶ Κωνσταντίου τοῦ μακαρίτου βασιλεύσαντος μετὰ τῶν ἰδίων παίδων ἐπὶ λʹ καὶ δυσὶ ἔτεσι καὶ καταλείψαντος τοὺς τρεῖς παῖδας βασιλεύοντας Κώνσταντα καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον. Μετὰ δὲ τὰ λβʹ Κωνσταντίνου τὰ ἔτη τῶν αὐτὸν διαδεξαμένων παίδων Κώνσταντος καὶ Κωνσταντίνου καὶ Κωνσταντίου καὶ Ἰουλιανοῦ καὶ Ἰουϊανοῦ καὶ Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Οὐάλεντος ἀδελφοῦ αὐτοῦ καὶ Γρατιανοῦ υἱοῦ Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανοῦ νεωτέρου υἱοῦ Οὐαλεντινιανοῦ ἀδελφοῦ Γρατιανοῦ καὶ Θεοδοσίου τοῦ θεοφιλεστάτου βασιλέως καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ καὶ Ὀνωρίου ἐπιφανεστάτου υἱοῦ Θεοδοσίου, ἕως τῆς νῦν ὑπατ〈είας〉 Ἀρκαδίου Αὐγούστου τὸ δεύτερον καὶ Ῥουφίνου τὰ ἔτη, ὡς προεῖπον, ὑπάρχει μζʹ. Ἐν δὲ τῇ Ἀρκαδίου Αὐγούστου καὶ Ῥουφίνου ὑπάτου ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ νεώτερος, υἱὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου, εὑρεθεὶς ἄφνω ἐν τῷ παλατίῳ Τιβέρεως ὡς λόγος πεπνιγμένος ἐν εἰδοῖς Μαΐαις, πρὸ μιᾶς ἡμέρας τῆς Πεντηκοστῆς, ἐν ἡμέρᾳ Σαββάτου.

Αὐτῇ δὲ τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐξεκομίσθη. Ἦν δὲ κατ᾽ Αἰγυπτίους τότε μηνὸς Παχὼν μία καὶ εἰκάς, κατὰ δὲ Ἕλληνας Ἀρτεμισίου τρίτη καὶ εἰκάς, κατὰ Ῥωμαίους δὲ πρὸ δέκα ἑπτὰ καλανδῶν Ἰουνίων. Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν. Εἶθ᾽ ἑξῆς εἰς τὰ ἐπίλοιπα ὧν προειρήκαμεν ζητημάτων κατὰ τὰς ὑποσχέσεις, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ Θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτω κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις. Μέτρον ἐστὶ κόρος. Κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τὸν τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάδων ἐλαίου τοσούτους ποιήσαντα.