Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγή στα βιβλικά μέτρα και η θεολογική σημασία του αριθμού είκοσι δύο

Ετυμολογική ερμηνεία των πρώτων μέτρων και θεολογική ανάλυση του μοδίου των είκοσι δύο ξεστών, σε αντιστοιχία με τα έργα της δημιουργίας, τις γενεές των πατριαρχών και τα γράμματα του ιουδαϊκού αλφαβήτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 5 από 7

Ὀνόματα γάρ εἰσι μέτρων τάδε, λεθέκ, γομόρ, βάδος, σάτον, μόδιος, κάβος, χοῖνιξ, οἰφεὶ σεμιδάλεως, δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαφιθά, ἴν, χοῦς, στάμνος χρυσῆ, ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον. † Ὁ κόρος εἴληπται ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. Εἰσὶ δὲ μόδιοι λʹ. Χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χαρία γὰρ καλεῖται βουνός. Βουνισθέντες γὰρ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορτίον καμήλου. Λεθὲκ δέ, ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν ἐν ἀντιγράφοις δὲ «γομὸρ κριθῶν», τὸ αὐτὸ μέν ἐστι, δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. Λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τὸν νεανίαν ἐπάραντα τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. Τὸ δ᾽ αὐτὸ τῶν ιεʹ μοδίων καὶ γομὸρ καλεῖται τὸ μέγα, ὃ ἐκ τῆς ἑβραΐδος γομὸρ λέγεται.

Ἔστι γὰρ καὶ μικρὸν γομόρ. Δύο δέ εἰσι γομόρ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δεκαπέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρόν, ιβʹ βάδων. Καὶ αὐτὸ ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου παρῆκται, συνωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον βίθ. Βάδον γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον.

Ἔστι δὲ ξεστῶν πεντήκοντα. Τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν ταύτῃ τῇ γλώσσῃ. Μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ᾽ ἄλλοις ἔθνεσιν. Εἰσὶ δὲ εἴκοσι μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυπρίοις μόδιον. Μέδιμνος δὲ παρ᾽ αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ μέδιμνον Σαλαμίνιοι, εἴτ᾽ οὖν Κωνστάντιοι, ἐκ πέντε μοδίων ἔχουσι· Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἥμισυ μοδίων αὐτὸν μετροῦσι. Σάτος καλεῖται ἐξ αὐτῆς τῆς ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον, ἐν δὲ τῇ ἑλληνίδι οὐδετέρως. Σάτον γὰρ λέγομεν καὶ οὐχὶ σάτος. Ἔστι δὲ μόδιος ὑπέργομος, ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, διὰ δὲ τοῦ ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. Κέκληται δὲ σάα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον λῆψις ἢ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν. Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον, οὐχ ἁπλῶς δέ, οὐδ᾽ ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. Φημὶ δὲ ὁ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον. Εἴκοσι δύο γὰρ ἔργα, ὦ φιλοκαλώτατε, ἀπ᾽ ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε.

Τῇ πρώτῃ ἡμέρᾳ τοὺς οὐρανοὺς τοὺς ἀνωτέρους, τὴν γῆν, τὰ ὕδατα ἐξ ὧν ἐστι χιὼν καὶ κρύσταλλος καὶ χάλαζα καὶ παγετοὶ καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνος καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου καὶ ἔαρος καὶ θέρους καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς καὶ ἐν τῇ γῇ, τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτε ἐπάνω τῆς γῆς, ἐξ οὗ περ σκότος, ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου.

Ταῦτα τὰ ἑπτὰ μέγιστα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ. Ἐν τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων. Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὸ ἥμισυ αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος καὶ τὸ ἥμισυ αὐτῶν ἔμεινεν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Τοῦτο μόνον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. Τῇ τρίτῃ ἡμέρᾳ τὰς θαλάσσας, τοὺς ποταμούς, τὰς πηγὰς καὶ τὰς λίμνας, τὰ σπέρματα τοῦ σπόρου καὶ τὰ βλαστήματα, τὰ ξύλα κάρπιμά τε καὶ ἄκαρπα καὶ τοὺς δρυμούς.

Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέρᾳ. Τῇ τετάρτῃ ἡμέρᾳ τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ. Τῇ πέμπτῃ ἡμέρᾳ τὰ κήτη τὰ μεγάλα, τοὺς ἰχθύας καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινὰ τὰ πτερωτά. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πέμπτῃ ἡμέρᾳ. Τῇ ἕκτῃ ἡμέρᾳ τὰ θηρίᾳ, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς, τὸν ἄνθρωπον. Ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ. Καὶ ἐγένετο πάντα δύο καὶ εἴκοσι γένη ἐν ταῖς ϛʹ ἡμέραις. «Καὶ συνετέλεσε πάντα τὰ ἔργα αὐτοῦ ἐν τῇ ἕκτῃ ἡμέρᾳ», ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει καὶ ἐν πᾶσι. Καὶ ἀνεπαύσατο ὁ Θεὸς ἐκ πάντων τῶν ἔργων αὐτοῦ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καὶ ηὐλόγησεν αὐτὴν καὶ ἡγίασεν αὐτήν. Καὶ ἐδήλωσε δι᾽ ἀγγέλου τῷ Μωϋσῇ ὅτι καὶ εἴκοσι δύο κεφαλαὶ ἀπὸ Ἀδὰμ μέχρι τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ λέγων «καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν». Αἱ δὲ κεφαλαί, αἵ εἰσι γενεαί, περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται: Ἀδάμ, Σήθ, Ἐνώς, Καϊνάν, Μαλελεήλ, Ἰάρεδ, Ἐνώχ, Μαθουσάλα, Λάμεχ, Νῶε, Σήμ, Ἀφραξάδ, Σάλα, Ἕβερ, Φαλέχ, Ῥαγαῦ (τὸν γὰρ Καϊνάν ...

τὸ βιβλίον τῶν ἀριθμῶν), Σερούχ, Ναχώρ, Θαρέ, Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ὁ καὶ Ἰσραήλ, ὁμοῦ εἴκοσι δύο γενεαί.

Δι᾽ ὃ καὶ εἴκοσι δύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβραίοις γράμματα, ἅ ἐστι ταῦτα· ἄλεφ, βήθ, γιμηλ, δελεδ, η, ουαῦ, ζήθ, ἤθ, τήθ, ἰώθ, χάφ, λαμεδ, μήμ, νουν, σαμεχ, αϊν, φη, σαδη, κωφ, ρης, σιν, θαῦ. Διόπερ καὶ εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς Διαθήκης ῥηταὶ καὶ παρ᾽ αὐτοῖς τοῖς Ἑβραίοις εἴκοσι ἑπτὰ μὲν οὖσαι εἴκοσι δύο δὲ ἀριθμούμεναι ἐπειδήπερ καὶ πέντε τῶν στοιχείων παρ᾽ αὐτοῖς διπλοῦνται τὸ χὰφ διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σάδι. Οὕτως γὰρ αἱ βίβλοι ἀριθμοῦνται αʹ Βιρσήθ, ἣ καλεῖται Γένεσις κόσμου. Ἐλησιμώθ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου. Οὐαϊεκρά, ἣ ἑρμηνεύεται Λευιτικόν. Οὐαϊδαβήρ, ἥ ἐστιν Ἀριθμῶν. Ἐλλεδεβαρείμ, τὸ Δευτερονόμιον. Διησοῦ, ἡ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Διώβ, ἡ τοῦ Ἰώβ. Δεσωφτείμ, ἡ τῶν Κριτῶν. Δερούθ, ἡ τῆς Ῥούθ.

Σφερτελείμ, τὸ Ψαλτήριον. Δεβριιαμείν, ἡ πρώτη τῶν Παραλειπομένων. Δεβριιαμείν, Παραλειπομένων δευτέρα. Δεσαμουήλ, Βασιλειῶν πρώτη. Δαδουδεσαμουήλ, Βασιλειῶν δευτέρα. Δμαλαχείμ, Βασιλειῶν τρίτη. Δμαλαχείμ, Βασιλειῶν τετάρτη. Δμεθαλώθ, ἡ Παροιμιῶν. Δεκωέλεθ, ὁ Ἐκκλησιαστής.

Σιραθσιρείν, τὸ ᾎσμα τῶν ᾈσμάτων. Δαθαριασαρά, τὸ Δωδεκαπρόφητον. Δησαΐου, τοῦ προφήτου Ἡσαΐου. Διερεμίου, ἡ τοῦ Ἱερεμίου. Διεζεκιήλ, ἡ τοῦ Ἰεζεκιήλ. Δεδανιήλ, ἡ τοῦ Δανιήλ. Δέσδρα, ἡ τοῦ Ἔσδρα πρώτη. Δέσδρα, ἡ τοῦ Ἔσδρα δευτέρα. Δεσθήρ, ἡ τῆς Ἐσθήρ. Αὗται δὲ αἱ εἴκοσι ἑπτὰ βίβλοι εἴκοσι δύο ἀριθμοῦνται κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων, ἐπειδήπερ καὶ πέντε στοιχεῖα διπλοῦνται, καθὼς ἄνω προείπομεν.

Ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται Κινώθ, ἥτις ἑρμηνεύεται θρῆνοι Ἱερεμίου. Αὕτη δὲ τῷ Ἱερεμίᾳ συνάπτεται, ἥτις ἐστὶ περισσὴ τοῦ ἀριθμοῦ καὶ τῷ Ἱερεμίᾳ συναπτομένη. Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις, οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιΐας, καὶ ἐν ταῖς εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραὴλ καὶ ἐν τοῖς εἴκοσι δύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ καὶ ἐν ταῖς εἴκοσι δύο βίβλοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν ἐγέννησαν εἴκοσι δύο ξεστῶν, ὃ καλεῖται παρ᾽ Ἑβραίοις μόδη, παρ᾽ Ἕλλησι δὲ μόδια, διὰ τὴν τρανότητα. Παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν.

Ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. Πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. Καὶ κατ᾽ ἄλλας δὲ ἑρμηνείας διαφόρως καλεῖται. Καλεῖται δὲ καὶ γνώμων, ὅ ἐστι μέτρον.

Καλεῖται ὁμολογία καὶ ὁμολόγημα καὶ ὁμόλογος. Τῷ δὲ ἀριθμῷ τῶν κβʹ ἔργων τοῦ Θεοῦ τῶν ἀπ᾽ ἀρχῆς καὶ τῶν κβʹ γενεῶν ἕως τοῦ Ἰακὼβ καὶ τῶν κβʹ βιβλίων ἕως τῆς Ἐσθὴρ καὶ διὰ τῆς τῶν κβʹ γραμμάτων ὑποθέσεως, ἐξ ὧν ὁ νόμος τοῦ Θεοῦ ἡμῶν παρέστη καὶ Θεοῦ διδασκαλία ἡμῖν προτετύπωται, τοῦτο δηλοῦται, ὅτι ἐκ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ μυστηρίων Ἰησοῦς ὁ Χριστὸς ἡμῖν ἐρχόμενος ἐμαρτυρήθη καὶ ἀπεκαλύφθη, ὃς ἐλθὼν ἐν τῷ εὐαγγελίῳ ἐπλήρωσεν ἡμῖν τὸ μέτρον τῆς ζωῆς διὰ τοῦ μοδίου, τοῦτ᾽ ἐστὶ τῆς ὁμολογίας, παντὶ τῷ εἰς αὐτὸν ὁμολογήσαντι καὶ τὴν ζωὴν παρ᾽ αὐτοῦ κομισαμένῳ. Δι᾽ ὃ τὸ μέτρον τὸ ἅγιον Ἑβραῖοι λέγουσιν ὅτι ἐστὶ κβʹ ξεστῶν κατὰ τοὺς προειρημένους ἀριθμοὺς τοὺς διαφόρως εἰρημένους. Πολλοὶ γὰρ τῶν ἄλλων ἐθνῶν ἢ προσέθεντο ἢ ἀφείλοντο ἀπὸ τοῦ μέτρου τούτου, τοῦ ἀκριβῶς παρ᾽ Ἑβραίοις ἀριθμηθέντος. Ἀλλὰ καὶ παρὰ Ῥωμαίοις συμβέβηκεν ὁμοιοκαταλήπτως μοδίουμ μέτρον καλεῖσθαι, ὥσπερ παρ᾽ Ἑβραίοις τὸ ἄλεφ τῷ παιδίῳ τὸ μανθάνειν παραινεῖ, καὶ παρ᾽ Ἕλλησι τὸ ἀλφεῖν ζητεῖν συμβέβηκε καλεῖσθαι· ὅθεν δῆλον ὅτι καὶ τὸ ἄλφα ἐξ ἑβραΐδος παρηνέχθη εἰς τὴν ἑλληνίδα. Τὸ γοῦν μόδιον ὡς ἐκ τῆς ἑβραΐδος ηὑρέθη, ὁμολογεῖν λεχθέν, ὡς πολλάκις εἶπον, διὰ τῆς χρήσεως ἑρμηνεύεται.

Εἰ μὴ γὰρ αὐτὸν πληρεστάτως γεμίσειέ τις, οὐχ ὁμολογεῖ ὅτι πεπλήρωμαι, πλήσας δὲ τὸ μέτρον καὶ ῥιτλιάσας ἀπετέλεσε μόδιον, τουτέστι πλήσας τὸ μέτρον ὁμολογεῖ ὅτι πεπλήρωμαι. Μετενεχθὲν δὲ τὸ ὄνομα εἰς ἑλληνίδα, ὡς ἔφην, ἀπὸ τοῦ μόδι (;) μόδιος κέκληται διὰ τὴν τρανότητα.