Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Αναλυτικός κατάλογος μέτρων χωρητικότητας ξηρών και υγρών

Επεξήγηση διαφόρων μέτρων χωρητικότητας, όπως ο κάβος, η χοίνιξ, η αρτάβη, ο μετρητής, το γόμορ, καθώς και άλλων μέτρων για υγρά και στερεά είδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 7

Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστὶν ἤγουν τὸ τέταρτον μοδίου. Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. Ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. Δρὰξ ἀλεύρου· τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον.

Ἀρτάβη, τοῦτο τὸ μέτρον παρ᾽ Αἰγυπτίοις ἐκλήθη. Ἔστι δὲ οβʹ ξεστῶν. Ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη· ἑβδομήκοντα δύο γὰρ ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν· ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν.

Τὸ δ᾽ αὐτὸ καὶ ὁ μετρητὴς τὸ μέτρον ἔχει τῶν οβʹ ξεστῶν κατὰ τὸ μέτρον τὸ ἅγιον. Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν τριῶν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο.

Ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τοῦτ᾽ ἔστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξεστῶν καὶ πέμπτον. Ἐν δὲ τῷ αὐτῷ μοδίῳ τοῦ γόμορ τρία μέτρα πάλιν ὑπάρχει, ἃ ἐγένοντο ἀπὸ ξεστῶν βʹ καὶ γʹ.

Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἐν τοῖς καινοῖς ἀποτιθέναι τοὺς χονδρίτας. Ἔστι δὲ εἶδος σίτου εἰς δύο τεμνομένου. Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ, ὃ ποιεῖ ὑγρὰ σάτα γʹ. Τὸ γὰρ ὑγρὸν σάτον νϛʹ ξεστῶν ὑπάρχει.

Ἀλάβαστρον μύρου, βικίον μὲν ὑέλινόν ἐστιν χωροῦν λίτραν ἐλαίου. Τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. Ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον, ἁλὶ ἀπεικαζόμενον. Καμψάκης ὕδατος δώδεκα μὲν ξεστῶν ἐστὶ τὸ μέτρον. Ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς ὁ καὶ αὐτὸς καμψάκης ἦν τεσσάρων ξεστῶν τὸ μέτρον.

Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι. Κύαθός ἐστιν ἕκτον ξέστου. Μεδεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ Γραφή. Τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἰθμοὺς καλοῦμεν. Τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότερα κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι.

Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν, ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ. Ἀπόρρυμα παρὰ μόνοις Θηβαίοις μετρεῖται. Ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. Ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ.

Σαβιθά. Τοῦτον συριατικόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα, παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ. Ἴν. Τὸ ἲν μέγα ξεστῶν ἐστὶ ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. Χοῦς ἐστὶ ξεστῶν ηʹ. Τὸ δὲ καλούμενον ἅγιον ξεστῶν ἕξ, ὅ ἐστι δωδέκατον μετρητοῦ.