Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Βιβλικά σταθμά, νομίσματα και διάφορα τοπικά μέτρα

Περιγραφή και ερμηνεία των σταθμών και νομισμάτων, όπως το τάλαντο, η λίτρα, ο σίκλος, η δραχμή και ο οβολός. Συμπερίληψη ρωμαϊκών νομισμάτων και τοπικών μέτρων της εποχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 7 από 7

Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον, κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει. Ἑξακισχίλια λεπτὰ τοῦ ταλάντου, ἃ λεπτὰ καλεῖται ἀσσάρια. Ἑξήκοντα δὲ ἀσσάρια ὑπάρχει τὸ δηνάριον. Ἑκατὸν δὲ δηνάρια ὑπῆρχεν ὁ ἀργυροῦς, ἀπ᾽ ἀρχῆς δὲ ἐτυπώθη ἀργυροῦς τὸ νόμισμα. Ἐκ δὲ τῶν ἀσσαρίων ἀπ᾽ ἀρχῆς τοῦτο ἐφοίτησε. Φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι. Τοῦ δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν πέμπτον λίτρα μία. Ἡ δὲ λίτρα ιβʹ οὐγγιῶν ὑπάρχει.

Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο. Ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν οὐγγίας, ἔχων δύο δίδραγμα. Καλεῖται δὲ καὶ ὁ κοδράνης τὸ σίκλον. Τὸ δὲ σίκλον τὸ τέταρτον μὲν ἦν τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. Ὄγδοον γὰρ τῆς οὐγγίας ἦν ἡ δραγμή.

Ἐκαλεῖτο δὲ καὶ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ. Φημὶ δὲ ὡς καὶ τῷ σίκλῳ τὴν τρίχα τοῦ Ἀβεσαλὼμ ἐστάθμιζον κατὰ τὸν καιρόν, ὃν ἐκουρεύετο, ὁλκὴν ἐχούσης ρκεʹ σίκλων, ὃ ἐστὶ λαʹ οὐγγίας καὶ σίκλου ἑνός, ὡς δύο ἥμισυ λιτρῶν καὶ σίκλου ἑνός.

Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργύροις ἐτυποῦτο. Ὄγδοον δὲ ἦν καὶ οὗτος τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλ᾽ ἀπὸ σιδήρου. Ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ ἦν τῆς οὐγγίας. Λέγει γὰρ ἐν τῷ Λευιτικῷ «τὸ δὲ δίδραγμον εἴκοσι ὀβολοί». Ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον ἤδη ἐδείξαμεν.

Χαλκοῖ. Τούτους οἱ Αἰγύπτιοι ἐφεύραντο. Ἀργύρια δέ ἐστι τετυπωμένα, διὸ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χάλκινα καλεῖται. Ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή. Μνᾶς, ἥτις τῇ ἑβραΐδι μνήμη καλεῖται. Ἡ δὲ Ἰταλικὴ μνᾶς τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ ἐστὶν οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου.

Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι. Τὸ δὲ νουμίον τετύπωται ἀπὸ Νουμᾶ τινὸς βασιλεύσαντος τῶν Ῥωμαίων. Δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργύρου. Τὸ δὲ ἄργυρον τοῦτό ἐστιν, ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα.

Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν· ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμενος. Ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο, ἤγουν ἀδόκιμος.

Φόλης, ὃ καὶ βαλάντιον καλεῖται. Διπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. Καὶ φόλης δύο λεπτὰ κατὰ τὸν δηναρισμόν, ἀλλ᾽ οὐ κατὰ τὸν ἀργυρισμόν. Μάρης μέτρον ἐστὶ παρὰ Ποντικοῖς δύο ὑδριῶν. Ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν, ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν.

Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ᾽ αὐτοῖς χοινίκων πέντε. Ὁ δὲ χοῖνιξ παρ᾽ αὐτοῖς ξεστῶν ἐστι πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. Ὁ γὰρ μέγας παρ᾽ αὐτοῖς μόδιος ξεστῶν κδʹ.

Κόλλαθον ἐστὶ παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. Ἐστὶ δὲ ξεστῶν κεʹ. Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ, καὶ αὐτὸ παρ᾽ Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο, ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον.