Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγή στα κριτικά σημεία των Γραφών και ο κανόνας της Παλαιάς Διαθήκης

Εισαγωγή του έργου με αναφορά στα σημεία των προφητειών, επεξήγηση του αστερίσκου και του οβελού, καθώς και απαρίθμηση των είκοσι δύο κανονικών βιβλίων της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 7

Τὸ «Περὶ μέτρων καὶ σταθμῶν» ἔργον Ἐπιφανίου τοῦ Σαλαμῖνος Εἴ τις ἐθέλει τῶν ἐν ταῖς θείαις γραφαῖς εἰδέναι τὰ πρὸς πολυπειρίαν μέρη, λέγω δὴ περὶ μέτρων καὶ σταθμῶν, τούτῳ τῷ ὑπομνηστικῷ ἐντυγχάνειν μὴ κατοκνείτω. Καὶ πρῶτον μὲν δεῖ εἰδέναι τὸν φιλόλογον, πόσα τυγχάνει ἐν ταῖς προφητείαις μέρη. Εἰς δέκα γὰρ διῄρηνται θεωρίας αἱ προφητεῖαι, οὕτω περιέχουσαι διδασκαλίας, θεωρίας, προτροπάς, ἐλέγχους, ἀπειλάς, ὀλοφυρμούς, θρήνους, εὐχάς, ἱστορίας, προρρήσεις. Παράκεινται δὲ ταῖς αὐταῖς προφητείαις σημεῖα ταῦτα· צ περὶ τῆς ἀποβολῆς τοῦ προτέρου λαοῦ· ב περὶ τῆς ἀποβολῆς τοῦ κατὰ σάρκα νόμου· ⊻ περὶ τῆς καινῆς διαθήκης· ∈ περὶ τῆς τῶν ἐθνῶν κλήσεως. ☩ περὶ Χριστοῦ. # περὶ ἐπαγγελιῶν τοῦ προτέρου λαοῦ. # περὶ τῆς ἐν ταῖς θείαις γραφαῖς ἀσαφείας· # περὶ μελλόντων προγνώσεως.

Ἐπειδὴ δέ τινες κατὰ προσῳδίαν ἔστιξαν τὰς γραφὰς καὶ περὶ τῆς προσῳδίας τάδε· ὀξεῖα ´, βαρεῖα `, περισπωμένη ῀, μακρά –, βραχεῖα ⏑, δασεῖα ʽ, ψιλή ʼ, ἀπόστροφος ᾽, ὑφέν ͜, ὑποδιαστολή ⸒. Περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου ἤγουν τῶν ἐν ταῖς θείαις γραφαῖς σημείων.

Ὁ ἀστερίσκος οὗτος ※, ἔνθα παράκειται, σημαίνει τὸ ἐμφερόμενον ῥῆμα ἐν τῷ ἑβραϊκῷ κεῖσθαι καὶ ἐμφέρεσθαι παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ, σπανίως δὲ καὶ παρὰ Θεοδοτίωνι· οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ παρῆκαν καὶ οὐχ ἡρμήνευσαν, ὡς δισσολογουμένων τῶν τοιούτων λογίων καὶ ὡς ἐκ περισσοῦ ἀναγινωσκομένων. Εἰς παράστασιν δὲ τῶν εἰρημένων λεκτέον διὰ βραχείας λέξεως εἰς τὸ ἀπὸ τῆς μιᾶς λέξεως περὶ τῶν λοιπῶν σε γνῶναι.

Κεῖται ἐν ἀρχῇ τῆς Γενέσεως «οὐαεεεὶ Ἀδὰμ σαλωεὶμ σανᾶ οὐαθεσὰ μηὼθ σανᾶ», ὃ ἑρμηνεύεται, ὡς καὶ Ἀκύλας ἠκολούθησε, «καὶ ἔζησεν Ἀδὰμ τριάκοντα ἔτος καὶ ἐνακόσια ἔτος». Ὅθεν οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ἐξ Ἑβραίων ὁρμώμενοι καὶ ἐξ ἁπαλῶν ὀνύχων τήν τε τῶν Ἑβραίων, οὐ μὴν ἀλλὰ καὶ τῶν Ἑλλήνων ἀκριβῶς πεπαιδευμένοι φωνήν, οὐ μόνον τὴν ἐκ τῆς ἑβραΐδος εἰς ἑλληνίδα ἡρμήνευσαν γραφήν, ἀλλὰ καὶ τὴν ἐν τῇ ἑβραΐδι διὰ δισσολογίας ἐκφωνουμένην διάλεκτον τῇ τρανότητι ἑρμηνεύσαντες παρήγαγον. Καὶ ἀντὶ τοῦ εἰς δύο τόπους κεῖσθαι τὸ ὄνομα τοῦ ἔτους ἑνὶ τόπῳ χρησάμενοι τὴν δοκοῦσαν εἶναι βόμβησιν εἰς λειότητα μετέβαλον φήσαντες «ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐλλιπές τι ποιήσαντες τῷ λόγῳ, ἀλλὰ καὶ εἰς τρανότητα κατέστησαν τὴν ἀνάγνωσιν, ὅπερ ἐν μὲν τῇ ἑβραΐδι οὐ δύναται διὰ τῆς συντομίας λέγεσθαι οὕτως, ὡς οἱ ἑβδομήκοντα δύο λέγουσιν, ὅτι «ἔζησεν Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐν τῇ ἑλληνίδι, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἐξ ἐπιπολῆς λέγων «ἔζησεν Ἀδὰμ ἐνακόσια ἔτος καὶ τριάκοντα ἔτος». Ὁρᾷς γάρ, ὦ φιλόλογε, ὡς ἀπρέπειαν παρέχει τῷ λόγῳ, οὐ τῇ τρανότητι τοῦ λόγου προσέχων, ἀλλὰ τῇ τῆς δευτερολογίας ἀκριβείᾳ.

Καὶ ἔδοξε τοῦτό τισι παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο ἐλλιπῶς κεῖσθαι, παρὰ δὲ Ἀκύλᾳ καὶ Συμμάχῳ καὶ ἄλλαις ἐκδόσεσιν ἀνελλιπῶς ἡρμηνεῦσθαι, ὅπερ οὐδὲ παρὰ τοῖς ἑβδομήκοντα δύο ἐνέλιπεν, ἀλλὰ καὶ ὑπὸ τῶν περὶ Ἀκύλαν μετὰ καὶ τῆς κακοφωνίας περισσῶς κεῖται ἐν δυσὶ τόποις ἀνθ᾽ ἑνός, τουτέστιν ἀντὶ τοῦ ἔτη ἔτος καὶ ἔτος. Διὰ τοῦτο ἐν ἑνὶ τόπῳ τὸ τοῦ ἔτους ὄνομα οἱ ἑβδομήκοντα δύο παρέλιπον. Ἐλθόντων δὲ μετ᾽ ἔπειτα τῶν περὶ Ἀκύλαν καὶ τὰ ὑπὸ τῶν ἑβδομήκοντα δύο παραλειφθέντα ἐκδεδωκότων, ἐδόκουν εἶναι περιττότερα. Ὠριγένης μετὰ ταῦτα ἐλθὼν ἀποκατέστησε μὲν ἑκάστῳ τόπῳ τὸν ἐλλείποντα λόγον, παρέθετο δὲ αὐτῷ τὸν ἀστερίσκον, οὐχ ὡς χρείας οὔσης τοῦ πάντως ζητηθῆναι τὸν λόγον, περιττὸς γάρ ἐστιν, ἀλλ᾽ ἵνα μὴ παραλείψῃ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιλαμβάνεσθαι τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις θείων γραφῶν, μηδενὸς ἐπιληψίμου πράγματος ὑπάρχοντος κατὰ τῆς πίστεως ἐν τοῖς ἀπηστερισμένοις λόγοις· περιττοὶ γάρ εἰσι καὶ δισσολογούμενοι, ὡς ἀπὸ τῆς ἀναγνώσεως ἐδείξαμεν περὶ τοῦ Ἀδὰμ καὶ τῆς αὐτοῦ ζωῆς· ὡς καὶ ἀπὸ τοῦ βραχυτάτου λόγου δυνατόν σε τοῖς λοιποῖς ἐπιστῆναι λόγοις, ἔνθα οἱ ἀστερίσκοι παράκεινται. Ἵνα δὲ καὶ τοῦτο μάθῃς, διὰ τί ἀστερίσκους παρέθετο τοῖς λόγοις τούτοις, ἀφθόνως καὶ τοῦτο λέξομεν.

Ἐπίστασαι τοῦτο, ὦ ἀκροατά, ὅτι ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οἱ ἀστέρες εἰσί, κἄν τε ὑπὸ νεφελῶν ἢ ἡλίου καλυφθῶσι. Τούτῳ τῷ νοήματι ὁ τοὺς ἀστερίσκους παραθεὶς ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οἱ λόγοι, οἷς παράκεινται οἱ ἀστερίσκοι, πεπήγασι μὲν ἐν ταῖς ἑβραϊκαῖς λέξεσιν, ὡς οἱ ἀστέρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἐκαλύφθησαν δὲ ὑπὸ τῆς τῶν ἑβδομήκοντα δύο ἑρμηνείας, ὡς οἱ ἀστέρες ὑπὸ τῶν νεφελῶν καλύπτονται. Αὕτη ἡ ὑπόθεσις τοῦ ἀστερίσκου.

Τοῦ δὲ ὀβελοῦ τὸ διήγημα τοῦτον ἔχει τὸν τρόπον. Ὀβελὸς οὗτός ἐστιν ὁ παρακείμενος →· παραπλησίως γὰρ γράφεται τῇ καλουμένῃ γραμμῇ. Ὀβελὸς δὲ κέκληται κατὰ ἀττικὴν χρῆσιν, ἄλλοις δὲ καλεῖται δόρυ, ὅ ἐστι λόγχη, παρετέθη δὲ ταῖς τῆς θείας γραφῆς λέξεσι ταῖς παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο ἑρμηνευταῖς κειμέναις παρὰ δὲ τοῖς περὶ Ἀκύλαν καὶ Σύμμαχον μὴ ἐμφερομέναις. Ἀφ᾽ ἑαυτῶν γὰρ οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ταύτας τὰς λέξεις προσέθηκαν, οὐκ εἰς μάτην, ἀλλὰ μᾶλλον εἰς ὠφέλειαν.

Ταῖς γὰρ ἐλλιπῶς ἐχούσαις λέξεσι προστεθεικότες εἰς σαφήνειαν τὴν ἀνάγνωσιν παρήγαγον, ὥσθ᾽ ὑπολαμβάνειν ἡμᾶς οὐκ ἀμοίρους αὐτοὺς γεγενῆσθαι πνεύματος ἁγίου. Ὧν γὰρ οὐκ ἦν χρεία δισσολογεῖν παρῆκαν· ὅπου δὲ χωλὸν ἐδόκει τὸ ῥῆμα εἶναι εἰς ἑλληνικὴν διάλεκτον μεταφερόμενον, ἐκεῖ τὴν προσθήκην ἐποιήσαντο. Θαυμάσαι δέ ἔστιν ἐπὶ τούτῳ καὶ μὴ τολμᾶν μέμψιν ἐπάγειν, ἀλλὰ μᾶλλον ἔπαινον, ὡς ἐκ βουλῆς Θεοῦ γεγενημένον συνιέναι τὸν εὐλαβῆ. Ἑβδομήκοντα δύο γὰρ ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ Φαρίᾳ νήσῳ, καλουμένῃ δὲ ἄνω γῇ, ἄντικρυ τῆς Ἀλεξανδρείας ἐν τριάκοντα καὶ ἓξ οἰκίσκοις, ζυγὴ ζυγὴ κατὰ οἰκίσκον, ἀφ᾽ ἕωθεν ἕως ἑσπέρας συγκλειόμενοι, καὶ τὸ ἑσπέρας ἐν τριάκοντα ἓξ σκαφιδίοις περαιούμενοι καὶ ἀντιπεραιούμενοι εἰς τὸ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου παλάτιον καὶ μετ᾽ αὐτοῦ ἑστιώμενοι καὶ κατὰ ζυγὴν ἐν κοιτῶσι τριάκοντα ἓξ καθεύδοντες εἰς τὸ μὴ συνδυάσαι μετ᾽ ἀλλήλων ἀλλ᾽ ἀνοθεύτως ἑρμηνεῦσαι, οὕτω διετέλουν. Τοὺς γὰρ προειρημένους τριάκοντα ἓξ οἰκίσκους ὁ Πτολεμαῖος κατασκευάσας ἐν τῷ πέραν εἰς τὴν νῆσον διπλοῦς τε αὐτοὺς ποιήσας δύο δύο ἐνέκλεισεν, ὡς ἔφην, καὶ παῖδας δύο ὑπηρετεῖν αὐτοῖς ἅμα ἐνέκλειεν ὀψοποιίας ἕνεκεν καὶ ὑπηρεσίας μετὰ καὶ ταχυγράφων.

Ἀλλ᾽ οὔτε θυρίδας τοῖς οἰκίσκοις ἐκείνοις ἐκ τῶν τοίχων ἐποίησεν, ἀλλ᾽ ἄνωθεν ἐκ τῶν δωμάτων τὰς καλουμένας ἀναφωτίδας ἀνέῳξεν. Οἱ δὲ οὕτω διάγοντες ἀπὸ πρωίθεν ἕως ἑσπέρας ὑπὸ κλεῖδα συγκεκλεισμένοι οὕτως ἡρμήνευσαν. Ἑκάστῃ δὲ ζυγῇ βίβλος μία ἐπεδίδοτο, ὡς εἰπεῖν ἡ βίβλος τῆς τοῦ κόσμου Γενέσεως μιᾷ ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ ἄλλῃ ζυγῇ, 〈τὸ〉 Λευιτικὸν τῇ ἄλλῃ καὶ καθ᾽ ἑξῆς ἄλλη βίβλος τῇ ἄλλῃ. Καὶ οὕτως αἱ εἴκοσι ἑπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ τὴν τοῦ ἀλφαβήτου παρ᾽ Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι ἡρμηνεύθησαν.

Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων ὀνόματα, πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμεναι. Τὸ γὰρ χὰφ ἔστι διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σαδέ. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι.

Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ᾽ Ἑβραίοις μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τοῦ Ἔσδρα τῇ δευτέρᾳ καὶ γίνεται μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικάς, Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη ἡ πεντάτευχος ἡ καὶ νομοθεσία· πέντε δὲ στιχήρεις· ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστής, ᾎσμα ᾈσμάτων. Εἶτα ἄλλη πεντάτευχος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥούθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης. Αὕτη τρίτη πεντάτευχος. Ἄλλη πεντάτευχος τὸ δωδεκαπρόφητον, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ. Καὶ εἶτα ἐπληρώθη ἡ προφητικὴ πεντάτευχος. Ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα, δύο εἰς μίαν λογιζόμεναι, καὶ ἡ ἄλλη βίβλος ἡ τῆς Ἐσθήρ. Καὶ ἐκπληρώθησαν αἱ εἴκοσι δύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἴκοσι δύο στοιχείων παρ᾽ Ἑβραίοις.

Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥ τε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σειράχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, (ὁ γὰρ πάππος αὐτοῦ Ἰησοῦς ἐκαλεῖτο), τοῦ καὶ τὴν σοφίαν ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύσας ἑλληνιστὶ ἔγραψε. Καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ᾽ εἰς ἀριθμὸν τῶν ῥητῶν οὐκ ἀναφέρονται. Διὸ οὐδὲ ἐν τῷ ἀαρὼν ἐνετέθησαν, τουτέστιν ἐν τῇ τῆς διαθήκης κιβωτῷ.

Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθῃ, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτήριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαντο βίβλον ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώτου δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου τρίτην βίβλον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως ἑκατοστοῦ πέμπτου τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. Ἕκαστον γὰρ ψαλμὸν ἔχοντα ἐν τῷ τέλει τὸ εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέλος εἶναι βιβλίου ἐδικαίωσαν. Εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρακοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ καὶ ἐν τῷ ἑκατοστῷ πέμπτῳ. Καὶ ἐπληρώθησαν αἱ τέσσαρες βίβλοι. Ἐν δὲ τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ εὐλογητὸς Κύριος γένοιτο γένοιτο τὸ «πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούια». Οὕτω γὰρ λογισάμενοι τὴν περὶ τούτου πᾶσαν ὑπόθεσιν ἀνεπλήρωσαν.